Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Περὶ μαγνήτιδος

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Ανασκευή των ελληνικών επιχειρημάτων περί θείας μοναρχίας

Έκθεση των απόψεων των φιλοσόφων περί ιεραρχίας θεοτήτων, αναίρεσή τους μέσω της διάκρισης μεταξύ ουσίας και ομωνυμίας, και ανάδειξη της αληθινής κυριότητας του μόνου Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 2 από 4

δι’ ὧν ἁπάντων διαρρήδην ἀποδέδεικται ὡς, ἡνίκα μνήμην εἰκόνων τῶν ἔξωθεν ποιήσαιτο, τὴν παρ’ Ἕλλησι δεισιδαιμονίαν ἀπαγορεύει, ἣν αὐτοὶ ταῖς τῶν νομιζομένων παρ’ αὐτοῖς θεῶν εἰκόσιν ἀθέσμως προσφέροντες ἐπεδείκνυντο. τὰ γοῦν μετὰ ταῦτα δηλώσειαν ἐμφανέστερον· οἷον γὰρ περὶ τῶν ἱεροτυπιῶν φρόνημα ἔσχεν ἐν ὑστέρῳ παραθήσομαι, τῇ τάξει δὲ τῶν προηγουμένων ἑπόμενοι, καὶ αὖθις τὰ τῆς Ἑλληνικῆς τερθρείας προτάττειν δίκαιον ᾠήθημεν, εἶθ’ ἑξῆς τὴν τούτων ἀνασκευήν, δι’ ἧς ὁ συγγραφεὺς ἀντεῖπεν ἀκολούθως, ἐπισυνάψαι. προϊὼν γάρ τις εὑρήσει τὸν Ἕλληνα τοιάδέ τινα λέγοντα· Ὁ ἝΛΛΗΝ. Εἶτε οὖν θεούς τις αὐτοὺς εἴτε ἀγγέλους ὀνομάζει, οὐ πολὺ τὸ διάφορον, τῆς φύσεως αὐτῶν μαρτυρουμένης θείας, ὁπότε γράφει Ματθαῖος οὕτως· Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· «Πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μήτε τὴν δύναμιν τοῦ θεοῦ· ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ».

ὁμολογουμένου τοίνυν θείας φύσεως τοὺς ἀγγέλους μετέχειν, οἱ τὸ πρέπον σέβας τοῖς θεοῖς ποιοῦντες οὐκ ἐν ξύλῳ ἢ λίθῳ ἢ χαλκῷ, ἐξ οὗ τὸ βρέτας κατασκευάζεται, τὸν θεὸν εἶναι νομίζουσιν, οὐδ’, εἴ τι μέρος ἀγάλματος ἀκρωτηριασθείη, τῆς τοῦ θείου δυνάμεως ἀφαιρεῖσθαι κρίνουσιν· ὑπομνήσεως γὰρ ἕνεκεν τὰ ξόανα καὶ οἱ ναοὶ ὑπὸ τῶν παλαιῶν ἱδρύνθησαν, ὑπὲρ τοῦ φοιτῶντας ἐκεῖσε τοὺς προσιόντας εἰς ἔννοιαν γίνεσθαι τοῦ θεοῦ, εἰ σχολὴν ἄγοντας καὶ τῶν λοιπῶν καθαρεύοντας, εὐχαῖς καὶ ἱκεσίαις χρῆσθαι, αἰτοῦντας παρ’ αὐτῶν ὧν ἕκαστος χρῄζει. καὶ γὰρ εἴ τις εἰκόνα κατασκευάσειε φίλου, οὐκ ἐν ἐκείνῃ δήπουθεν αὐτῷ νομίζει τὸν φίλον εἶναι, οὐδὲ τὰ μέρη τοῦ σώματος ἐκείνου τοῖς τῆς γραφῆς ἐγκεκλεῖσθαι μέρεσιν, ἀλλὰ τὴν εἰς τὸν φίλον τιμὴν δι’ εἰκόνος δείκνυσθαι· τὰς δὲ προσαγομένας τοῖς θεοῖς θυσίας οὐ τοσοῦτον τιμῆς εἰς αὐτοὺς φέρει<ν> ὅσον δεῖγμα εἶναι τῆς τῶν θρησκευόντων προαιρέσεως καὶ τοῦ μὴ πρὸς αὐτοὺς ἀχαρίστως διακεῖσθαι, ἀνθρωποειδῆ δὲ τῶν ἀγαλμάτων εἰκότως εἶναι τὰ σχήματα, ἐπεὶ τὸ κάλλιστον τῶν ζῴων ἄνθρωπος εἶναι νομίζεται καὶ εἰκὼν θεοῦ. ἔνι δὲ ἐξ ἑτέρου τοῦτο κρατῦναι τὸ δόγμα, διαβεβαιουμένου δακτύλους ἔχειν τὸν θεὸν οἷς γράφει φάσκων· Καὶ ἔδωκεν τῷ Μωϋσῇ τὰς δύο πλάκας τὰς λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ.

ἀλλὰ καὶ οἱ Χριστιανοὶ μιμούμενοι τὰς κατασκευὰς τῶν ναῶν μεγίστους οἴκους οἰκοδομοῦσιν, εἰς οὓς συνιόντες εὔχονται, καίτοι μηδενὸς κωλύοντος ἐν ταῖς οἰκίαις τοῦτο πράττειν, τοῦ κυρίου δηλονότι πανταχόθεν ἀκούοντος. ταῦτα εἰπὼν ὁ Ἕλλην, ἐπέμεινεν τῇ οἰκείᾳ δόξῃ συνιστάμενος ὡς τῆς αὐτῆς μετέχουσι φύσεως οἵ τε ἄγγελοι καὶ οἱ παρ’ αὐτῷ λεγόμενοι θεοί· ἐφ’ οἷς τὴν προκειμένην εὐαγγελικὴν ῥῆσιν προήγαγεν, δοκοῦν αὐτῷ τοῖς ἐκείνου λόγοις συνᾴδουσαν, ἵνα πάλιν διὰ τῆς ὁμωνυμίας καὶ τῆς αὐτῆς μεθόδου προερχόμενος, συναποδείξῃ καὶ τοὺς παρ’ αὐτῷ θεοὺς τῆς τῶν σεμνῶν τούτων ὀνομάτων, ἀφθαρσίας τε καὶ ἀθανασίας καὶ ἀπαθείας, τιμῆς μετέχοντας καὶ φύσεως μετειληχότας τῆς αὐτῆς. οὕτω τὸν οἰκεῖον λόγον κατασκευάσας καὶ αὐτὸς ἑαυτῷ ἐπιψηφισάμενος καὶ ὡς ὁμολογούμενον λαβὼν ἐπάγει· ὁμολογουμένου τοίνυν θείας φύσεως τοὺς ἀγγέλους μετέχειν, οἱ τὸ πρέπον σέβας τοῖς θεοῖς ποιοῦντες οὐκ ἐν ξύλῳ ἢ λίθῳ ἢ χαλκῷ, ἐξ οὗ τὸ βρέτας κατασκευάζεται, τὸν θεὸν εἶναι νομίζουσιν. ἐνταῦθα προσεσχηκότας ἐπισημήνασθαι χρὴ ὅτι δὴ μετριώτερόν πως περὶ τὴν ἀσέβειαν ταῦτα λέγων ὁ Ἕλλην διέκειτο, τῆς ὕλης μικρὸν ἀνανεύσας καὶ κρεῖττόν τι περὶ θεοῦ φανταζόμενος.

ἆρ’ οὖν οὐκ ἐκδηλότερόν τε καὶ ἐκτυπώτερον διὰ τούτων ἅπασιν δείκνυται ὡς ἤδη καὶ νῦν περὶ θεῶν ὁ λόγος καὶ ἀγαλμάτων ἐκ λίθων καὶ ξύλων καὶ χαλκοῦ καὶ ἑτέρας ὕλης μεμηχανημένων καὶ τοῦ περὶ αὐτῶν σεβάσματος; πάνυ μὲν οὖν. διὸ καὶ ἐνταῦθα ἀναμφίβολον ὁ λόγος ἔχει τὴν δήλωσιν ὅτι ὁ συγγραφεὺς πρὸς Ἕλληνας τὸν λόγον ἀποτεινόμενος, περὶ εἰκόνων τῶν παρ’ αὐτοῖς θεῶν ἤτοι ἀγαλμάτων τὸν λόγον προήγαγεν· γράφει γὰρ οὕτως· Λοιπὸν τὴν περὶ τῶν ἀγγέλων καὶ τῆς ἀφθαρσίας αὐτῶν σὺν τῷ μετρίῳ λέξομεν τὴν ὑπόθεσιν, καὶ πῶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται ἀλλ’ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς. τὴν μακαριότητα δεῖξαι βουλόμενος ὁ Χριστὸς τῶν οἰκεῖν λαχόντων τὴν οὐράνιον χώραν, καὶ ταλανίσαι τοὺς ἐν φθορᾷ τῆς γῆς βιοτεύοντας, καὶ τὴν ὕπαρξιν ἐκ ῥυπαρᾶς τῶν σαρκῶν βλάστης ἀνειληφότας, γεννωμένους καὶ γεννῶντας καὶ δίκην φύλλων θᾶττον ἀπορρέοντας, φησίν· οἱ καταξιωθέντες εἰς ἀνώλεθρον ζωῆς ἐλθεῖν ἀνάκτορον λαμβάνουσιν ἀγωγὴν ἣν ἔχουσιν ἄγγελοι, ἀπαλλαγέντες μίξεως σωματικῆς καὶ κράσεως, καὶ τελευτὴν μηκέτι μὴ δὲ γένεσιν ἔχοντες, συμπλοκῆς σωματικῆς καὶ δεσμῶν χωριζόμενοι, ἵνα τις τῶν εὐφρονούντων, ἀκούσας ἐν οὐρανῷ λογικὴν οὐσίαν τῷ τῆς ἀθανασίας λόγῳ πανηγυρίζουσαν, πρὸς μίμησιν αὐτῶν τὸν βίον ῥυθμίσειεν καὶ τὴν ἐκείνων ἀξίαν τοῖς ἔργοις ζηλώσειεν.

ἐνταῦθα γενομένοις ἡμῖν ἰλιγγυᾶν εἰκότως καὶ ἀλύειν ἔπεστιν· πολλὴ γὰρ ἐκ τῶν κακουργηθέντων ἐν τῷδε τῷ τόπῳ ἔκπληξίς τε ἡμᾶς καὶ ἀπορία πανταχόθεν περιστοιχίζεται, καὶ ὅπως πρὸς τὸ κακούργημα ἴδωμεν οὐδαμόθεν μηχανὴ ἐξευρεθῆναι δυνήσεται. τεθηπότες δὲ ἄγαν ἐπὶ τούτοις καὶ δυσχεραίνοντες, ταύτην ἀφίεμεν τὴν φωνήν· ὢ ψυχῆς ἐμπαθοῦς καὶ αὐθάδους. ὢ χειρὸς ἐπιβούλου καὶ τολμηρᾶς. καὶ ὄντως ἄξιον θαύματος καὶ ἐκπλήξεως ὅπως ἡ μὲν ἐννοῆσαι ταῦτα οὐκ ἔφριξεν, ἡ δὲ πρὸς τὴν ἐγχείρησιν τὴν ἄθεσμον οὐκ ἀπενάρκησεν, ἀλλ’ ὥστε συλῆσαι τὸ πρᾶγμα καὶ περὶ αὐτὸ τὸ καιριώτατον καὶ εἰς ζήτησιν τανῦν προαγόμενον καὶ ἀνάπτυξιν τὴν ἐπιβουλὴν καὶ τὸν δόλον ἐργάσασθαι— βαβαὶ τοῦ σοφιστοῦ τῶν τοιούτων ἐγχειρημάτων—, οἷον αὐτῷ καταπεφώραται τὸ τεχνούργημα. εἰ γάρ που δεινὸς καὶ χαλεπὸς οὗτος ἦν, ὡς τῇ ἀχλύϊ τῶν καττυθέντων ἐπισκιάσαι τοῦ προκειμένου διὰ τῶν προαναρπασθέντων λόγων τὴν εὕρεσιν, ἀλλὰ τό γε τῆς ἀληθείας προεναστράψαν φῶς ἀπήμβλυνεν αὐτοῦ τὸ δραματούργημα καὶ διέλυσεν, καθάπερ κατ’ ὄρθρον ἀνίσχων ὁ ἥλιος τῆς νυκτὸς διεσκέδασεν τὴν κατήφειαν. τοιγάρτοι σαθρὸν ὤφθη καὶ ἀσθενὲς ἐντεῦθεν τὸ κατασκεύασμα. πῶς γὰρ ᾤετο λανθάνειν ὁ σοφὸς οὗτος γραμματεὺς καὶ τῶν τηλικούτων ἐπιχειρημάτων ἐργάτης πολυπειρότατος;

ἆρα ὡς λίαν ἀμαθεῖς καὶ ἀπαιδεύτους τοὺς ἐντευξομένους ὑπειληφώς, ἢ τῆς αὐτῆς ἐκείνῳ γνώμης καὶ δόξης ὑπάρχοντας; ἢ τῇ εὐσεβείᾳ καὶ τοῖς θείοις δόγμασιν φανερῶς ἀντικαθέστηκεν καὶ μεμάχηται; ἀλλὰ γὰρ οὐκ ἐπὶ τοσοῦτον ἀγεννέσιν καὶ ἀπειροκάλοις περιέτυχεν θηρευταῖς· εὐθὺς γὰρ ἐξ αὐτῆς πρώτης ὁρμῆς ἁλώσιμον γέγονεν μὴ διαδρᾶσαν τὸ θήραμα. ἡμεῖς τοίνυν, εἴπερ κατὰ τῶν ἐνθέων διδαγμάτων καὶ τῆς ἀληθείας παίζειν βούλεται, χαίρειν τοῖς δραματουργηθεῖσιν φράσαντες, ἐπὶ τὴν τῶν ζητουμένων διασάφησιν ἴωμεν. ἡ μὲν οὖν ῥῆσις τοῦ χωρίου τῆς χρήσεως ἔνθα ἡ περικοπὴ γέγονεν, καθάπερ προεκτέθειται, δήλη· περαίνεται δὲ καὶ καταλήγει ἐν ἐκείνῳ τῷ τέλει, ὅπερ καὶ νῦν ἐπαναλαβεῖν ἁρμόδιον πρὸς τὸ τὸν εἱρμὸν μὴ διακοπῆναι τοῦ λόγου. ἔχει δὲ ὧδε· ... ἵνα τις τῶν εὐφρονούντων, ἀκούσας ἐν οὐρανῷ λογικὴν οὐσίαν τῷ τῆς ἀθανασίας λόγῳ πανηγυρίζουσαν, πρὸς μίμησιν αὐτῶν τὸν βίον ῥυθμίσειεν καὶ τὴν ἐκείνων ἀξίαν τοῖς ἔργοις ζηλώσειεν, ... μέχρι τούτου τοῦ πέρατος ὑγιῶς καὶ ἀμέμπτως ἔχει τὰ τῆς χρήσεως, ἐντεῦθεν λοιπὸν τὰ πονηρῶς καὶ κακούργως τῷ σοφῷ ἐκείνῳ ὑφαιρεθέντα· ἃ δὴ κατὰ συνέχειαν ἀναγνωστέον τοῦ ζηλώσειεν ἔχοντα οὕτως· ... γάμων ἀπεχόμενος, καὶ τὰ τῆς φθορᾶς δραπετεύων σύμβολα, καὶ τέλος παρελθὼν τοῦ θανάτου τὴν θύραν, εἰς μακάρων αὐλήν, τουτέστιν τῶν ἀγγέλων, ἀνέλθῃ κουφιζόμενος, ...

οὕτω δὴ τὴν περικοπὴν ταύτην περιελόμενος ἐπήγαγεν· ... οὐ μὴν εἰκόνας ἐκείνων τυπώσας τῷ σχήματι. καὶ τὸ μὲν τέχνασμα ἐνταῦθα φανερόν. τί δὲ τῷ εὑρετῇ τῆς μηχανῆς ταύτης ἐντεῦθεν διαπεπραγμάτευται; συσκιάσαι βούλεται νῦν τὴν ἀλήθειαν, ὡς μὴ φανερὸν γενέσθαι ὁποίων δή τινων καὶ ὅτῳ τρόπῳ εἰκόνας ὁ συγγραφεὺς γίνεσθαι παρῃτήσατο. πειρᾶται γὰρ δι’ αὐτῶν δεικνύειν καὶ πείθειν τοὺς παρατυγχάνοντας, εἴπέρ τινας αἰχμαλωτευομένους τοῖς αὐτοῦ στρατηγήμασιν λάβοι, ὅτι γε δὴ ἀνθρώπων ἁγίων, τούτων δὴ τῶν τὴν φύσιν τὴν ἀνθρωπείαν ὑπελθόντων καὶ εἰς πολιτείαν ἀγγελικὴν μεταταξαμένων, εἰκόνας ἀπαγορεύει τυποῦσθαι καὶ γράφεσθαι, ἵνα τι συμβήσεται, εἴ ποτέ τινες καταπειθεῖς αὐτοῦ τῶν λόγων γενήσοιντο, ὁμοῦ τε τὸν κόσμον τῆς ἐκκλησίας καὶ τὴν εὐπρέπειαν κακοήθως λωβήσαιντο, καὶ τήν γε προσκύνησιν καὶ τὸ σέβας, ὅπερ Χριστιανοὶ κατὰ τὸ κρατῆσαν ἀνέκαθεν ἔθος τῇ ἐκκλησίᾳ πρὸς δὲ καὶ ἁγίων πατρῶν ἱεραῖς διδασκαλίαις προσανέχοντες νέμουσιν, ἐξυβρίσαιέν τε καὶ περιγράψαιεν. ἀλλ’ οὐχ’ οὕτως ὁ τοῦ συγγραφέως ἔχει σκοπός, ὡς μετὰ ταῦτα δειχθήσεται. διὸ τέως τῶν τῆς ἀπάτης ἀφέμενοι λόγων, ἐπὶ τὴν τῆς ἀληθείας βαδιούμεθα τρίβον. καὶ πρότερόν γε περὶ τῆς διαιρέσεως τῶν προκειμένων διαληψόμεθα· οὕτω γὰρ εὐκάτοπτα ἡμῖν καὶ καθαρώτατα γενήσεται τὰ λεγόμενα.

διχῆ γὰρ ταῦτα διελόμενος ὁ συγγραφεὺς εἰσφέρει τὸν Χριστὸν τῶν μὲν κατ’ οὐρανοὺς ἁγίων ταγμάτων τὴν πληθὺν ἐν μακαρίᾳ τῇ λήξει τιθέμενον, τῶν δ’ αὖ ἐκ σαρκικῆς καὶ προσύλου γενέσεως τὴν ὕπαρξιν κεκτημένων τὴν ἀθλιότητα ταλανίζοντα· εἶτα ὥσπερ ἐπιδιαίρεσιν τούτων ποιούμενος ἐπάγει· οἱ καταξιωθέντες εἰς ἀνώλεθρον ζωῆς εἰσελθεῖν ἀνάκτορον ἀγγέλων λαμβάνουσιν ἀγωγήν, σωματικῶν παθῶν καὶ δεσμῶν ἀπαλλαγέντες, ἵνα τις τῶν εὐφρονούντων ἀκούσας ἐν οὐρανῷ λογικὴν οὐσίαν τῷ τῆς ἀθανασίας λόγῳ πανηγυρίζουσαν—τουτέστιν τῶν μακαρίων καὶ ἀσωμάτων δυνάμεων—, ὡς δυνατὸν τὸν βίον πρὸς αὐτοὺς ῥυθμίσειεν, γάμων ἀπεχόμενος καὶ τὰ τῆς φθορᾶς δραπετεύων σύμβολα, καὶ τέλος παρελθὼν τοῦ θανάτου τὴν θύραν εἰς μακάρων αὐλήν, τουτέστιν τῶν ἀγγέλων, ἀνέλθῃ κουφιζόμενος, οὐ μὴν εἰκόνας ἐκείνων τυπώσας τῷ σχήματι. τίνων εἰκόνων; τῶν ἀγγέλων δήπουθεν, ὧν προσεχῶς ἐμνημόνευσεν, οἷς ὁμοίους τὴν φύσιν ὁ προσδιαλεγόμενος Ἕλλην τοὺς ἑαυτοῦ θεοὺς ἀπεκόμπασεν. ὡς ἂν οὖν μὴ τῷ Ἕλληνι συμφερόμενος περὶ ταῦτα δειχθείη, τούτου γε ἕνεκεν ἔφη· ... ἵνα οἱ εὐφρονοῦντες τὴν μὲν τῶν ἀγγέλων ἀξίαν τοῖς ἔργοις ζηλώσαιεν, εἰκόνας δὲ αὐτῶν—κατὰ τὸν τοῦ Ἕλληνος σκοπὸν—μὴ τυπώσαιεν τῷ σχήματι, τὸν νοῦν ἀποπλανώμενοι καὶ μέχρι τῆς ὕλης καὶ τοῦ κτίσματος ἱστῶντες τὸ σέβας καὶ περιγράφοντες.

καὶ τοῦτο δηλοῖ τὸ ἐπαγόμενον πρόσρημα τὸ ὡς φὴς αὐτός—τουτέστιν ὁ Ἕλλην. βεβαιότερον δὲ τὸν λόγον ἀποφαίνει τὰ τούτοις ἑπόμενα. ὅ ἐστιν· ... τῇ σκιᾷ φθέγγεται καὶ τῷ φάσματι τέρπεται, ἀψύχοις ὕλαις ὡς ἐμψύχοις ἐνομιλῶν, νεκρῶν χαρακτήρων ὄψεσιν εὐωχούμενος, ἀφώνῳ πλάσματι προσάγων τὴν ἔντευξιν, λίθῳ καὶ ξύλῳ φωλεύειν τὸ θεῖον νομοθετῶν, χαλκῷ καὶ σιδήρῳ κρατεῖσθαι τὴν ἀκράτητον ὕλην φανταζόμενος, θηρᾶν τὸ ἀθέατον ἐν θεωρίᾳ νεκρᾷ ἀλόγως ὑποτοπῶν. τὰ μὲν οὖν τοῦ συγγραφέως ταῦτα, εὔκαιρον δὲ ἐνταῦθα ἀναλαβόντας ἐκεῖνο τὸ Σολομώντειον φάναι· Πάντα ἐνώπια τοῖς συνιοῦσιν καὶ ὀρθὰ τοῖς εὑρίσκουσιν γνῶσιν. τίς γὰρ οὕτως ἀμύητός τε καὶ λόγου παντὸς ἀμέτοχος, ᾧ μὴ ταῦτα εὐφώρατά τε καὶ δῆλα καθίσταται, ὡς ὁ συγγραφεύς, τῶν κακοδαιμονούντων ἀποσκώπτων καὶ ἐκτρεπόμενος τὴν ἠλιθιότητα, τὴν τῶν Χριστιανῶν πίστιν καθαρὰν ἀποφαίνει καὶ πάσης κτισματολατρείας ἀπηλλαγμένην λέγει, καὶ ὅτι Χριστιανοὶ τὴν μὲν τῶν ἀγγέλων πολιτείαν μιμεῖσθαι σπουδάζουσιν οὐχ’ ὡς οἱ Ἕλληνες εἰκονίζοντες ξύλοις καὶ λίθοις, καὶ τῇ ἑτέρᾳ ὕλῃ προσανέχοντες, καὶ αὐτοῖς τοῖς κτίσμασι τὸν νοῦν ἐνερείδουσιν, μέχρι τούτου ἱστάμενοι καὶ οὐδὲν πλέον φανταζόμενοι;

τί γὰρ ἕτερον ἐνταῦθα ἐννοήσειέ τις, ᾧ καὶ καταμικρὸν λόγου τε καὶ συνέσεως μέτεστιν, ἡνίκα ἀκούσειεν· ἀφώνῳ πλάσματι προσάγων τὴν ἔντευξιν, λίθῳ καὶ ξύλῳ φωλεύειν τὸ θεῖον νομοθετῶν καὶ τὰ ἄλλα ἢ ὅτι τοῖς Χριστιανοῖς τοῦτο ἀπηγόρευται; τίς γὰρ τῶν πεπιστευκότων εἰς Χριστὸν τὸν θεὸν ἡμῶν καὶ τῆς τριάδος τὴν θείαν αἴγλην ἐναυγασθεὶς τὴν ἀλήθειαν ἀπέστραπται, καὶ ἀφώνῳ πλάσματι προσάγει τὴν ἔντευξιν, καὶ λίθῳ καὶ ξύλῳ φωλεύειν τὸ θεῖον ὑποπτεύσοι ποτέ; ἄπαγε τῆς βλασφημίας. Ἑλλήνων ταῦτα καὶ καὶ βαρβάρων ἐθνῶν, οἵτινες τοῖς τοῦ διαβόλου ζυγοῖς ὑπενηνεγμένοι, καὶ πολυθεΐας ἢ ἀθεΐας, εἰπεῖν οἰκειότερον, βρόχοις συνειλημμένοι, καὶ ἐν βαθεῖ σκότῳ τῆς ἀγνοίας καθεύδοντες, τῇ κτίσει λατρεύουσιν παρὰ τὸν κτίσαντα καὶ θεοὺς τὰ ποιήματα οἴονται, τοῖς ἑαυτῶν διαλογισμοῖς ματαιούμενοι. οἱ γὰρ Χριστιανοὶ θεῷ μὲν τῷ πάντων ποιητῇ καὶ δεσπότῃ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν τε προσάγουσιν καὶ προσκύνησιν, καὶ τῇ ὑπερτάτῃ δόξῃ θεοπρεπῶς τὸ σέβας προσνέμουσιν, καθὰ ἡ ὁμολογία ἡμῶν ἑκάστης αὐτῷ προσφέρεται· ταῖς δὲ ἱεραῖς καὶ καθ’ ἡμᾶς εἰκόσιν τὴν κατὰ τιμὴν προσκύνησιν προσάγουσιν, οὐ τῇ ὕλῃ καὶ τοῖς φαινομένοις προσέχοντες, πρὸς δὲ τὰ τούτων ἀρχέτυπα τὸν νοῦν εὐσεβῶς ἀνατείνοντες.

οὕτω δ’ ἂν καὶ ἄλλος Χριστιανὸς πιστός τε ὢν καὶ εὐλαβῶς καὶ ὁσίως τὸν βίον ἐξανύων φρονήσειέν τε καὶ φθέγξοιτο, πολλῷ δὲ πλέον ὁ συγγραφεὺς οὗτος, εἴπερ ἐν διδασκάλου τάξει προκαθεζόμενος, τῶν τολμώντων κατὰ τοῦ θείου εὐαγγελίου ποιεῖσθαι τὴν κατάρρησιν στηλιτεύσειεν τὸ σοβαρόν τε καὶ ἔμπληκτον· εἰ μὴ γὰρ οὕτως τῷ προσδιαλεγομένῳ ἀπήντησεν καὶ ἄλλό τι παρὰ τὰ εἰρημένα ἀντεπεξάγων, ἐδόξασεν ὕβρις αὐτῷ, καὶ γέλως ἂν προσετρίβετο, καὶ ὡς ἄσοφος καὶ ἀσύνετος ἐστηλιτεύετο, καὶ ἐγελᾶτο τῆς ἀμουσίας τε καὶ παρανοίας, ὡς ἄλλα μὲν ὁ ἀντίπαλος κατεσκεύαζεν, πρὸς ἕτερα δὲ οὗτος ἀνοηταίνων ἀνθυπεφέρετο. ἀλλ’ οὐχ’ οὕτω τὰ τῆς ἀληθείας ἔχει, οὐδὲ γὰρ ἔνεστιν διεσφαλμένον αὐτὸν ἐπὶ τοῖς ἰδίοις λόγοις εὑρεῖν· κατάλληλον γὰρ ἑκάστῳ τῶν παρὰ τοῦ ἐναντίου προφερομένων ἐπάγει τὴν ἀνασκευὴν καὶ ἀντίρρησιν. οὔκουν ἀτιμαστέον ἐνταῦθα τὸν ἄνδρα· ὅπερ ἔδοξεν ἀνοήτως δρᾶν τῷ παραχαράκτῃ τῆς ἀληθείας ὑποτεμνομένῳ πρὸς τὸ δοκοῦν καὶ ἀντιμεθέλκοντι τὰ ὀρθῶς τε καὶ ἀμέμπτως ἐκκείμενα. τοιοῦτον γάρ τι ἐστὶν καὶ ὅπερ ἐν τοῖς ἀνόπιν ἡ συνέχεια τοῦ λόγου παραλιπεῖν ἐβιάσατο, ἵνα μὴ σύγχυσις τοῖς λεγομένοις παρακολουθήσασα τῶν ἐγκεχειρισμένων διακόψῃ τὴν σαφήνειαν· περὶ οὗ καὶ κυρίως νῦν διαληψόμεθα, οὐ γὰρ θεμιτὸν οὐδὲ τοῦτο παροφθῆναι τὸ τέχνασμα κατὰ μηδὲν εἰς κακίαν τοῦ προτέρου ἀπολειπόμενον.