Ἔργον
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Περὶ μαγνήτιδος
Τα επιχειρήματα των εθνικών υπέρ της χρήσης αγαλμάτων
Παράθεση των θέσεων των Ελλήνων, οι οποίοι δικαιολογούν τη χρήση υλικών ομοιωμάτων μέσω παραλληλισμών μεταξύ των θεών τους και των αγγέλων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Τα επιχειρήματα των εθνικών υπέρ της χρήσης αγαλμάτων
Παράθεση των θέσεων των Ελλήνων, οι οποίοι δικαιολογούν τη χρήση υλικών ομοιωμάτων μέσω παραλληλισμών μεταξύ των θεών τους και των αγγέλων.
προσεκτέον γὰρ ὅτι μετὰ τὸ εἰπεῖν τὸν συγγραφέα· οὐ μὴν εἰκόνας ἐκείνων τυπώσας τῷ σχήματι, τὸ ὡς φὴς αὐτὸς πάλιν τοῦ λόγου περιείλετο δυστρόπως ὁ χριστομάχος, ἵνα δείξῃ πιθανὸς εἶναι τοῖς ἐντυγχάνουσι λέγων κατὰ ταῦτα τὸν συγγραφέα φρονεῖν ἐπ’ ἀναιρέσει τῆς τῶν ἱερῶν εἰκόνων ποιήσεως· ὅπερ ὁ συγγραφεὺς οὐδαμῶς ἐπίσταται. μᾶλλον μὲν οὖν τῇ δόξῃ τῶν Ἑλλήνων αὐτὸς ἀντιπαραταττόμενος εἴρηκεν πρὸς τὸν Ἕλληνα ὅτι οὐκέτι ὡς σὺ φής, ἀγάλματα καὶ ξόανα καὶ εἰκόνας θεῶν εἰσφέρων, ἤδη καὶ οἱ τὴν ἀγγελικὴν πολιτείαν ζηλοῦντες τῷ ὁμοίῳ τρόπῳ τούτῳ δὴ τῷ ἀπηγορευμένῳ καὶ ἀποπτύστῳ, ἤγουν τῆς τῶν εἰδώλων βδελυρίας, περὶ τὰς εἰκόνας διαπράττονται· τοὐναντίον γὰρ τὰ εἴδωλα περιφανῶς ἀποστρέφονται καὶ βδελύττονται ὡς μυσαρὰ καὶ ὀλέθρια. ἐπισκεπτέον λοιπὸν ἐντεῦθεν καὶ τὰ ἀκόλουθα τῆς ἐν χερσὶν χρήσεως. ἔχει γὰρ οὕτως· Εἰ γὰρ καὶ τὰ μάλιστα ἐν ἀνδρείῳ σχήματι ἄγγελοί ποτε ἐφάνησαν, ἀλλ’ οὐ τὸ φανὲν ἦσαν· ἀλλ’ ὅπερ ἦσαν ἀόρατόν ἐστιν, καὶ τὰ τούτοις ἑπόμενα. διὰ τούτων τῶν λόγων φανερός ἐστιν ὁ συγγραφεὺς ἔτι τῇ δόξῃ τῇ ἰδίᾳ παριστάμενος, καὶ ἐκ περιουσίας ἀνασκευάζων καὶ ἀναιρῶν τῶν εἰδωλοποιούντων τὸ μανικὸν καὶ ἀλόγιστον φρόνημα, εἰπὼν γὰρ ἀνωτέρω· ...
ἵνα τις τῶν εὐφρονούντων ἀκούσας ἐν οὐρανῷ λογικὴν οὐσίαν τῷ τῆς ἀθανασίας λόγῳ πανηγυρίζουσαν, καὶ τὴν ἐκείνων ἀξίαν τοῖς ἔργοις ζηλώσειεν, εἶτα μετά τινα ἐπαγαγών· οὐ μὴν εἰκόνας ἐκείνων τυπώσας τῷ σχήματι. τίς ἄρα ὁ ταύτην ποτὲ τὴν πολιτείαν ζηλώσας, οὐ μὴν εἰκόνας ἐκείνων Ἑλληνικῶς τυπώσας, οὐκ ἐπήγαγεν, ἀορίστως δὲ τὸν λόγον κατέκλεισεν. διὰ τοῦτο οὖν ἐνταῦθα, ὥσπερ ἀναπληρῶν τὰ ἐκεῖσε ἐλλιπῶς λεχθέντα, τὸ τοῦ πατριάρχου Ἀβραὰμ πρόσωπον παραδείγματος χάριν εἰς μέσον τίθησιν. περίοδον γὰρ συγγραφῆς ἐν τῷ μεταξὺ οὐκ ὀλίγην διεξελθών, τῆς κατὰ τὸν Ἀβραὰμ καὶ τοὺς ὀφθέντας αὐτῷ ἀγγέλους πραγματείας τὴν ἐπίσκεψιν ποιούμενος, τὸν λόγον συμπεραίνων οὕτως ἔφη· Καὶ τούτων γενομένων, σαφῶς κατὰ ἀλήθειαν τῶν ὀφθέντων ὁ Ἀβραὰμ οὐ τυποῖ τὴν ἐμφάνειαν, οὐδὲ ἐμφερὲς ἄγαλμα ξέει, ἢ γράφει τῷ πίνακι, ἐν αὐτοῖς βλέπειν τοὺς ξενισθέντας νομίζων. οὐ γὰρ ἦν εἰκὸς φίλον ὄντα τοῦ θεοῦ τὸν πατριάρχην τῇ τῶν κατ’ ἐκεῖνο καιροῦ δεισιδαιμονούντων ἀνθρώπων ὑπάγεσθαι πλάνῃ, ἄρτι σχεδὸν ἀνακυπτούσης τῆς τῶν ἀγαλμάτων ἱδρύσεως. παρασημαντέον δὲ ἀναγκαίως ὅτι κἀνταῦθα προσυπακούεσθαι δεῖ τὸ ὡς φὴς αὐτός, τουτέστιν ὁ Ἕλλην, ὅπερ σύγκειται ἀνωτέρω μετὰ τὸ οὐ μὴν εἰκόνας ἐκείνων τυπώσας.
δέδεικται οὖν καὶ διὰ τούτων τοῦ συγγραφέως ἡ διάνοια ὅτι οἱ κατὰ θεὸν ζῶντες καὶ εὐαρεστεῖν αὐτῷ διὰ τῆς ἑαυτῶν ζωῆς σπουδάζοντες καὶ τὸν ἐφάμιλλον ἀγγέλοις, ὡς δυνατόν, κατορθοῦντες βίον τὰ εἰδωλικῶς κατασκευαζόμενα ἀγάλματα καὶ τοῖς νομιζομένοις θεοῖς παρὰ τῶν ἀγνοούντων τὴν ἀλήθειαν ἀνακείμενα βδελύσσονταί τε καὶ ἀποστρέφονται ὡς μιάσματα. τὰ δὲ ἑξῆς τῆς χρήσεως λόγον ζητήσεως οὐκ ἔχοντα, ἐπισκέψεως οὐ δέονται πρὸς ἀνάπτυξιν καὶ διασάφησιν (τὰ γὰρ ἔτι ἐν τῷ μεταξὺ τῶν ἑξῆς τῆς αὐτῆς χρήσεως, καὶ αὐτὰ δολίως καὶ μοχθηρῶς ὑποσπασθέντα, ἔτι δὲ καὶ τὰ ἐπέκεινα τῆς χρήσεως τηλαυγῶς καὶ ἐκφανέστατα καὶ διαπρυσίως βοῶσιν κατὰ Ἑλλήνων καὶ εἰδώλων εἶναι τῆς ὅλης βίβλου τὴν συγγραφήν), ἐκ δὲ τῶν λειπομένων μεταξὺ τῆς χρήσεως ἅ ἐστιν ἀναγκαῖα πρὸς τὸν προκείμενον σκοπόν, ταῦτα. μετὰ γὰρ τὸ εἰπεῖν τὸν συγγραφέα τὸ καὶ πᾶσιν ἐπαστράψει τῇ χάριτι τῆς δωρεᾶς; ἐπιφέρει ταῦτα· Εἰ γὰρ ὁ παρ’ ὑμῖν Προμηθεὺς λεγόμενος πλάττει τὸν ἄνθρωπον, μηδὲν ὅλως αἰδούμενος, Ζεὺς δὲ γυναῖκα ποιεῖ, ἣν ἔζωσεν Ἀθηνᾶ, καὶ τὸν μῦθον ἐπαινεῖτε καὶ τὸ πρᾶγμα σεμνύνετε, οὐκ αἶσχος ὁρῶντες, οὐ πάθος λογιζόμενοι, οὐ κεκρυμμένων μορίων τὸν λόγον ἐξετάζοντες; πολὺ γὰρ αἰσχιώτερον (εἴ γε ὄντως ἐστὶν αἴσχιον) τὸ πλάσαι μόρια καὶ καλύψαι τισὶν ἐπιβλήμασιν, ἢ τὸ δι’ αὐτῶν παρελθεῖν, οἰκονομίας χάριν καὶ λόγου λυσιτελοῦς.
τὰ δὲ μετὰ τὸ τέλος τῆς χρήσεως ταῦτα· Μὴ δὲ θεοὺς καλέσωμεν τὰ στοιχεῖα τοῦ κόσμου, γῆν, ὕδωρ, ἀέρα. κἂν θέουσιν ἀστέρες καὶ τρέχουσιν ἄπειρα, τούτους μὴ θειάζωμεν· ὡς γὰρ τρέχοντας ἵππους οὐδεὶς ἐστεφάνωσεν ἀλλὰ τὸν ἐλατῆρα τούτων καὶ ἡνίοχον, οὕτως οὐκ ἄστροις ἀλλὰ θεῷ τὸ σέβας γνησίως τηρήσωμεν τῷ τούτους ἐξάψαντι. κἂν ἀγάλματα φωνεῖ καὶ δοκῇ διαλέγεσθαι, μὴ δὲ τούτοις τιμὴν ἀξίαν προπίωμεν. μὴ δ’ ἂν λέγῃ Μωσῆς· «Θεοὺς οὐ κακολογήσεις», μὴ δὲ περὶ τούτων ἢ τούτους εἰρῆσθαι νομίσωμεν· ἐκεῖνοι γὰρ θεοὶ πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, ὥσπερ ἐκεῖνοι θερμοὶ οὓς τὸ πῦρ ἐθέρμανεν. θεοῦ δὲ λόγος οὔτε λίθοις ποτέ, οὔτε ξύλοις ἐνήχησεν, οὐδὲ τοῖς ἀναισθήτοις αἴσθησιν ἐχορήγησεν. ἄνθρωποι δὲ κενοφρονοῦντες, χρυσὸν χωνεύσαντες καὶ χαλκὸν διαπλάσαντες, χρησμοὺς ἐξ αὐτῶν τὸ θεῖον ἀπῄτησαν, πηροὶ τὸ φρόνημα καὶ τυφλοὶ τὴν ἔννοιαν, μὴ δὲ ἐκ τῆς ἀναισθησίας τῶν λιθίνων ξοάνων τὴν ψυχὴν δυσωπούμενοι, καὶ κρίνοντες ἐκεῖνο καὶ καλῶς δοκιμάζοντες ὡς οὐδὲ τιμῆς αἴσθησιν οὐδ’ αὖ πάλιν ὕβρεως λαμβάνει τὸ ἄψυχον, οὐ τὸν εὐλογοῦντα τιμᾷ οὐδὲ τὸν κακολογοῦντα τιμωρίαις ἀμύνεται. Μωϋσῆς οὖν οὐκ ἀναισθήτους λέγει κακολογεῖσθαι θεούς· τί γὰρ τὸ ἀναίσθητον κακολογούμενον; παρά τινός ποτε λυπηθήσεται;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.