Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Περὶ μαγνήτιδος

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Έλεγχος της νοθείας και τελική αποκατάσταση του κειμένου

Αυστηρή στηλίτευση της σκόπιμης αλλοίωσης των κειμένων, αποκάλυψη της κακόβουλης παραποίησης και αποκατάσταση της αρχικής γραφής του παραθέματος σχετικά με τις εικόνες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 4 από 4

τίς δ’ οὕτως ἐνεὸς καὶ φλήναφος καὶ μωρὸς κακολογεῖν ἐκεῖνο τὸ μὴ δυνάμενον, δι’ ὕλης νεκρότητα, τῆς κακολογίας διακρῖναι τὴν ὕβριν; ὅθεν οὐδὲ θεοί, οὐδὲ αἴσθησιν ἔχοντες προπηλακισθήσονται, οὐδ’ ἀμύνονταί τινα, νεκροὶ τὴν φύσιν ὄντες καὶ τὸν λόγον ἀκίνητοι. εἰ δὲ ὀνόματα θεῶν ἔχουσιν καὶ ἐπίκλησιν, οὐ λυμαίνονται τὸ θεῖον, ὡς οὐδὲ κύνες ἀνθρώπων ὀνομασίᾳ τιμώμενοι. πολλοὶ γοῦν ἐξ εὐχερείας τὰ θεῖα τοῖς βεβήλοις ἐπέθηκαν ὀνόματα, οὐδὲν ἐν τούτῳ τὰ θεῖα λυπήσαντες, τὴν δὲ σφῶν ἀφροσύνην μόνον ἐφανέρωσαν· εἰ γάρ τις θεὸς μὲν λέγεται καὶ θεῖον οὐδὲν ἔχει, ὑβρίζει τὴν κλῆσιν καὶ διαβάλλει τοὔνομα, ἀπαραίτητον ἔγκλημα φέρων καὶ ἀδιόρθωτον. μὴ οὖν νομίσῃς ἐν τούτῳ τὸν παντοκράτορα θεὸν ἀνιᾶσθαι καὶ δυσφορεῖν, εἰ καὶ μέχρις ἑρπετῶν τινὲς τῶν ἀφρόνων τὸ θεῖον κατέσυραν ὄνομα· αὐτοὶ γὰρ ἑαυτοὺς ἱκανῶς ἐζημίωσαν, τὴν πρώτην καὶ ἀνώλεθρον οὐσίαν καὶ ἀκήρατον ὕλαις ἀτίμοις ἐπάραντες ὄνομα. ἀποχρώντως σοὶ περὶ τῆς τερθρείας τῆς ἀβεβαίου τῶν θεῶν λελέχθωσαν οἱ λόγοι.

ἀποχρώντως ὁ συγγραφεὺς κριτὴς τῶν ἑαυτοῦ λόγων ἀκριβὴς γέγονεν, μὴ δεόμενος ἑτέρου πρὸς σαφήνειαν, ἵνα πᾶς ὁ ἔχων ὀφθαλμοὺς τοῦ βλέπειν, καὶ ὦτα τοῦ ἀκούειν, ἀναμφιβόλως ἔχῃ περὶ εἰδώλων εἶναι τὸν προκείμενον ἅπαντα λόγον, οὐ μὴν τῶν ἱερῶν εἰκόνων ἃς ἡμεῖς Χριστιανοί, καθὰ πρέπει καὶ ἡ ἐκκλησία κηρύσσει, προσκυνοῦμεν καὶ σέβομεν. ἵνα δὲ ἡ τῶν ἀφρόνων παράνοια διαφανέστερον καὶ ἐκ περιουσίας ἐξελεγχθείη, ἐπείπερ ἔλαθον ἑαυτοὺς οἱ τῇ Ἑλλήνων παραφροσύνῃ ἑαλωκότες καθ’ Ἕλληνας καὶ αὐτοὶ κατὰ Χριστιανῶν ἐπιλυττήσαντες, καὶ πρὸς συνηγορίαν τοῦ οἰκείου δόγματος τὰ κατὰ Ἑλλήνων φερόμενα ἐπὶ τὰ καθ’ ἡμᾶς σεβάσμια πονηρῶς καὶ ἀθέως ἐξειληφότες, οἷα ὁ προκείμενος συγγραφεὺς εὖ ποιῶν ἐν τούτοις καθιστόρησεν, τὸν εὐαγγελικὸν λόγον ἀποσεμνύνων ἐνταῦθα, περιέπων τε μάλα καὶ αἰσίως ἀποδεχόμενος, καὶ συνῳδὰ τῇ ἀρχῆθεν κρατούσῃ ἐν τῇ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ παραδόσει περὶ τούτων δοξάζων τε καὶ φθεγγόμενος, ἐν ᾧ περὶ τῶν παρὰ Χριστιανοῖς τιμωμένων σεπτῶν τύπων εὐκαίρως διαλαβεῖν ἔγνω, οἱ βώμακες δὲ οἱ ἀπατεῶνες οὐ συνίασιν, ἀλλ’ ἢ ἄκοντες ἢ ἑκόντες πρὸς τὸν ἀληθῆ λόγον ἀποτυφλώττοντες παρέδραμον, εἰς τοὐμφανὲς ἡμεῖς προτίθεμεν. γράφει γὰρ ἐν τῷ πρώτῳ λόγῳ τῆς αὐτοῦ βίβλου κατὰ τὸ ἕκτον κεφάλαιον, ἐν ᾧ καὶ περὶ τῶν παρὰ Χριστοῦ τελουμένων θαυμάτων διέξεισιν, τοιάδε· ...

τότε δὲ Βερενίκην δέσποιναν ἐπισήμου χωρίου καὶ ἔντιμον ἄρχουσαν τῆς μεγάλης Ἐδεσσηνῶν πόλεως ἔκπαλαι τυγχάνουσαν, λιβάδων ἀπαλλαγεῖσαν ἀκαθάρτων αἵματος καὶ πάθους ὀδυνηροῦ τάχος ἐξιαθεῖσαν, ἣν πολλοῖς χρόνοις πολλοὶ βασανίσαντες ἰατροὶ πρὸς τῷ μηδὲν ὠφελῆσαι εἰς χειρίστην ὀδύνην τὸ πάθος ἐπηύξησαν, θίξει σωθεῖσαν σωτηρίου κρασπέδου, μέχρι τοῦ νῦν ἀοίδιμον ἐν τῇ Μέσῃ τῶν ποταμῶν ᾄδεσθαι ποιήσας, μᾶλλον δὲ ἐν πάσῃ τῇ γῇ, τὸ μέγα κατόρθωμα· αὐτοῦ γὰρ τοῦ πραχθέντος ἡ γυνὴ τὴν ἱστορίαν σεμνῶς ἀποχαλκεύσασα, τῷ βίῳ παρέδωκεν, ὡς ἄρτι τοὖργον γενόμενον, οὐ πάλαι. ταῦτα δὲ ἡμεῖς οὐχ ὡς συνηγόρῳ τῷ συγγραφεῖ χρώμενοι παρηγάγομεν, ἀλλ’ ὥστε δεῖξαι τὴν ματαιοφροσύνην τῶν περὶ τὸν ἀληθῆ λόγον ἀποσφαλλομένων καὶ μήτε ἃ λέγουσιν εἰδότων μήτε περὶ τίνων διαβεβαιοῦνται· ἤδη γὰρ καὶ ἐνταῦθα καθὰ καὶ ἐν ἅπασιν τοῖς ἄλλοις τὸν νοῦν παραφερόμενοι πεπλάνηνται, καὶ πανταχοῦ τῶν δεόντων ἐξαμαρτάνουσιν.

αὐτοὶ γὰρ μάρτυρα καὶ συνήγορον τουτονὶ τὸν Μακάριον τῆς ἑαυτῶν πλάνης προϊσχόμενοι, καὶ τοὺς λόγους τοὺς αὐτοῦ κατὰ τὸ δοκοῦν ἐκδεχόμενοι καὶ περιπτυσσόμενοι, πάντως που καὶ ἄλλοις κακοῖς περιεπάρησαν· εἵλοντο γὰρ ἂν πρότερον καὶ ἅπερ ἐναντίως τοῖς ἱεροῖς τῆς ἐκκλησίας δόγμασιν, ἴσως ἔθει παλαιῷ κρατούμενος περὶ αὐτὰ καὶ διακείμενος, δοξάζει ἀσπάζεσθαι ὅτι μάλιστα καὶ περιέχεσθαι, ἵνα μὴ μόνον τὰ τῶν ἀθέων Μανιχαίων καὶ δυσωνύμων Ἀρειανῶν, ἀλλὰ καὶ τοῦ δυσσεβοῦς καὶ ἀποπλήκτου Ὠριγένους τὸ φρόνημα καὶ τὴν λώβην ἀσπασίως παραδέξωνται, καὶ τὰ αὐτὰ ἐκείνῳ δογματίζειν ἐπιχειρήσουσιν ὡς τέλος ἕξει ἡ κατὰ τὸν μέλλοντα χρόνον τοῖς ἀσεβέσιν ἀνθρώποις ἠπειλημένη καὶ ἡτοιμασμένη παρὰ θεοῦ κόλασις. καὶ τοῦτο πρὸς τῷ τέλει τοῦ τετάρτου βιβλίου, ἐξ οὗ αἱ προκείμεναι χρήσεις ἀνελήφθησαν, εὐχερῶς τῷ διερευνωμένῳ καταληφθήσεται. ἐῶμεν λέγειν τανῦν ὅτι καὶ τὰ Νεστορίου τοῦ Ἰουδαιόφρονος παρ’ ἐνίοις φρονεῖν ὑπενοήθη. ἀλλὰ τοῖς ἐκείνου λόγοις χαίρειν ἡμεῖς φράσαντες ἐπὶ τὴν τῶν ἀνοσίων ἀπόνοιαν παλινοστήσωμεν, καταπλαγέντες αὐτῶν τὸ ἀναίσχυντον καὶ τῆς γνώμης τὸ κερδαλέον καὶ δύστροπον· ὁρῶμεν γὰρ ὡς οὐδὲν αὐτοῖς τῶν εἰς κακίας ὅρον ἡκόντων ἀνεπιχείρητον ὑπολέλειπται, ἀεὶ τὰ ἐξ ἐννοιῶν χειρίστων εὑρήματα ἐπιτηδεύουσιν.

καθάπαξ γὰρ τῶν λαμπρῶν τῆς εὐσεβείας δογμάτων ἀπορραγέντες καὶ τῷ σκότῳ τοῦ ψεύδους περιαλώμενοι, ἐξ ὧν ἰσχυρίζεσθαι βούλονται καὶ τὴν σφῶν αὐτῶν συνιστᾶν εἰκαιολογίαν ἐκεῖθεν εἰς τὸ ἐναντίον αἰσχρῶς περιτρέπονται. διὸ πανταχόθεν οἱ ἐμβρόντητοι τοῖς οἰκείοις μηχανήμασιν ἁλισκόμενοι συνδέονται· θελήμασι γὰρ ἐμπαθέσιν ἠνδραποδισμένοι καὶ τῇ ἀπατηλῇ καὶ ῥεούσῃ τῶν περικοσμίων καταζευχθέντες δόξῃ, ἐκ τῶν περιστοιχησάντων κακῶν ἀνανῆψαι οὐ βούλονται. διὸ οὐδαμόθεν αὐτοῖς σωτηρίας ὁδὸς ἐξευρεθήσεται· τῆς ἀφράστου γὰρ καὶ σωτηρίου τοῦ θεοῦ λόγου οἰκονομίας καθυβρικότες καὶ ἠρνημένοι τὸ μέγα μυστήριον, τῆς Χριστοῦ βασιλείας καὶ δόξης ἀλλοτρίους ἑαυτοὺς κατεστήσαντο, τῆς ἐκδεξομένης δὲ αὐτοὺς γεέννης ὑπευθύνους αὐθαιρέτως ἀπέφηναν.

ἡμεῖς δὲ οὐχ, ὥσπερ οὗτοι, παραπλησίως τοῖς Ἕλλησιν καθαιροῦμεν καὶ βδελυσσόμεθα τὰ ἡμέτερα, ἀλλ’ ὡς Χριστιανοὶ τὰ παρὰ τῶν εὐσεβούντων Χριστιανῶν γινόμενα καὶ τιμώμενα καὶ περιέπομεν καὶ σέβομεν, καθὰ προσήκει, ἐκπρεπῶς ὁμοῦ τε τἄλλα καὶ ταῦτα δὴ τὰ ἱερὰ μορφώματα· ἀπὸ τῶν τύπων ἐπὶ τὰ ἀρχέτυπα τῇ συντρόφῳ αἰσθήσει χειραγωγούμενοι κἀκεῖσε τὸν νοῦν ἀνιπτάμενοι διὰ τῆς γραφῆς καὶ τοῦ προσεοικότος εἴδους, τὸ ἀπὸν ὡς παρὸν κατοπτριζόμεθα, οὗ ἡ μνήμη ζωπυρεῖται λαμπρότερον καὶ ταῖς καρδίαις ἐντίθεται τῶν ποθούντων θερμῶς καὶ πιστευόντων εἰλικρινῶς· ἐντεῦθεν τοῖς οὕτως εὐσεβῶς τὴν σωτήριον τοῦ Χριστοῦ τιμῶσιν σάρκωσιν τὸ εὔελπι μέτεστιν καὶ τῆς μελλούσης δόξης καὶ τῶν ἀποκειμένων τοῖς τῷ θεῷ εὐαρεστήσασιν ἀγαθῶν ἐπίδοξος ἡ ἐπίτευξις.