Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἐπιστολὴ πρὸς Λέοντα γ΄ πάπαν

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Προοίμιο και αυτοβιογραφικές αναφορές

Προσφώνηση προς τον πάπα Λέοντα Γ΄, έκφραση της ιερατικής αναξιότητας του συγγραφέα και περιγραφή της μετάβασής του από τον κοσμικό βίο στον ησυχαστικό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 1 από 7

Τῷ τὰ πάντα ἁγιωτάτῳ, καὶ μακαριωτάτῳ ἀδελφῷ καὶ συλλειτουργῷ κυρίῳ Λέοντι πάπᾳ τῆς πρεσβυτέρας Ῥώμης Νικηφόρος ἐλέῳ Θεοῦ ἐπίσκοπος Κωνσταντινουπόλεως, χαίρειν. Μέγας μὲν ὡς ἀληθῶς, καὶ ἀξιάγαστος, καὶ πάσης εὐφημίας ἐπάξιος, ὅστις ποτὲ ὁ πιστὸς ἐκεῖνος [καὶ φρόνιμος] οἰκέτης, ὁποῖος δὴ ἐν παραβολαῖς τῶν ἱερῶν ἐκείνων, καὶ εὐαγγελικῶν ἀναγέγραπται κηρυγμάτων.

Ὑπὸ τοῦ Κυρίου καθιστάμενος ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ οἰκονομῶν ἐν κρίσει τῶν ἐπιτετραμμένων τὸν λόγον, καὶ δαπανῶν οὐ περιττῶς καὶ ἀσώτως, ἀλλ’ εἰς δέον τοῖς πιστευθεῖσι, καὶ καλῶς ἀποχρώμενος, διδοὺς εὐκαίρως τοῖς συνδούλοις τὸ σιτομέτριον, καὶ χορηγῶν ἑκάστοις καὶ διανέμων ἀναλόγως τὸ πρόσφορον, χάριν τε καὶ εὐμένειαν διὰ ταῦτα ὅλην τὴν τοῦ δεσπότου χάριν τε καὶ εὐμένειαν ἐφ’ ἑαυτὸν ἐπισπώμενος, καὶ τὸ λακάριον παρ’ αὐτοῦ ἀποφερόμενος, καὶ ἐν ἅπασιν, ὧν ἂν αὐτὸν ἐπιτροπεύειν χειροτονήσειε κατασταθήσεσθαι τὸ ἐπάγγελμα κατακτώμενος, δέξιός τε γὰρ ὑπάρχων εὖ μάλα καὶ ἄριστος, πίστιν ὁμοῦ καὶ φρόνησιν ἐμμελεστάτην ἐκεράσατό τε καὶ παρεστήσατο· πῆ μὲν τὸ εὐνοητικόν τε καὶ εὔγνωμον πρὸς τὸν δεσπότην τὸν ἑαυτοῦ ἐπιδεικνύμενος, καὶ ἥκιστά τι τῶν πιστευθέντων ἀποποιούμενος, πῆ δὲ λογισμῷ τῷ καθήκοντι, καὶ διανοίας νήψει, καὶ προσοχῇ, καὶ ἀκεραιότητι πρὸς τὸ ἐλευθέριον διαπορθμεύων οἷς προσήκει τὰ ἀναλούμενα, ἀφ’ ὧν ἤδη τῆς προστασίας οἷα τῆς δεσποτικῆς ἀξιούμενος, καὶ τό, «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, κατακούσεται, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω, καὶ εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ ἐνδίκως εἰσελθεῖν προσταχθήσεται.» Τοιαῦτα δὴ ἐκείνου τοῦ οἰκέτου, καὶ τὰ γέρα καὶ τὰ ἔργα.

Ἐγὼ δὲ οὐ τῶν οἰκονομεῖν καὶ ἰθύνειν ταῦτα διδυνημένων, τῶν δὲ οἰκονομεῖσθαι καὶ ἄγεσθαι δεδεημένων, μεμοιραμένος· ἐπειδὴ σμικρὸς ἄγαν, καὶ τῶν πάντων ἐλάχιστος, καὶ τηλικαύτης εὐμοιρίας πάμπαν καὶ εὐκληρίας ἀπολειπόμενος, καὶ διὰ ταῦτα οὐδὲ Ἐκκλησίαν πιστεύεσθαι, ἥτις ἐστὶν ἀποστολικῶς οἶκος Θεοῦ, βεβουλημένος, τῷ ἀνισχύρῳ καὶ νωθεστέρῳ [νοθεστέρῳ] τῆς φύσεως, καὶ τῷ ἐνδέοντι τῆς τῶν θειοτέρων μυήσεως, ᾗπερ εἰπεῖν ἀναγκαιότερον [ἧς περ εἰπεῖν οἰκειότερον]· ὅτι μὴ τὰ ἑαυτοῦ εὖ θέμενος, μηδὲ τῶν ταπεινῶν καὶ χαμαιζήλων ὑπερκύψας, οὐδὲ ψυχῶν προστασίαν καὶ ἐπιμέλειαν εἱλόμην ἂν ἐγχειρίζεσθαι πώποτε· οἷς γὰρ τῆς τῶν οἰκείων σπουδῆς οὐ μεθέστηκε βελτιώσεως, σχολῇ γ’ ἂν οὗτοι τὰ τῶν πέλας εὖ διαθέσθαι ἱκανωθήσονται.

Καὶ ἅμα τῆς δωρεᾶς ἐκείνης καὶ χάριτος ἀνάξιον ἑαυτὸν κρίνων καὶ λογιζόμενος, καὶ ὄφελόν γε ὡς οὐ τοῦ μακαρισμοῦ ἐκείνου ἄξιος, μηδὲ τοῦ ἅθλιος εἶναι καὶ ταλανίζεσθαι δίκαιος, μηδὲ τῆς ἀντιθέτου μοίρας, καὶ τοῦ ὑπεναντίου φρονήματος ἐκείνου τοῦ πονηροῦ καὶ κακούργου δούλου, ὃς διὰ πολλὴν ῥᾳθυμίαν τε καὶ ἀκρασίαν τὴν τοῦ δεσπότου ὑπερτίθεται ἔφοδον, καὶ βαρὺς τοῖς συνδούλοις καὶ δυσφόρητος γίνεται, καὶ κοινωνεῖ μεθύουσιν· ἐφ’ ὧν ἐπιστὰς οὐ προσδοκώμενος ὁ κύριος καὶ διχῇ διελὼν τοῖς ὑποκριταῖς συναριθμήσειε, μηδὲ τοῦ πιστευθέντος τὸ τάλαντον καὶ ὑπὸ γῆν θεμένου καὶ κατακρύψαντος· καὶ διὰ τοῦτο πικρῶς ἐγκαλουμένου, καὶ οὐ τὸν τόκον μόνον καὶ τὸ πολυπλάσιον εἰσπραττομένου, ἀλλὰ ζημιουμένου καὶ τὸ κεφάλαιον, καὶ σκότῳ παραπεμπομένου τῷ ἐξωτέρῳ. Εἶθε μὴ ἐν τούτοις ἁλούς, παράδειγμα τοῖς πολλοῖς προτεθείην, καὶ εἰς κίνησιν κεφαλῆς τοῖς καθορῶσι λογισθείην ἐλεγχθείς ποτε καὶ κατακριθεὶς ὑπὸ τοῦ πάντα εἰδότος καὶ ἐξετάζοντος τὰ ἡμέτερα, καὶ ἀχθεὶς ὑπὸ μάστιγας πράξεων οὐχ ὁσίων δίκας ἱκανῶς εἰσπραχθήσομαι, ἵνα οἱ ἐπὶ τοῖς ὁμοίοις ὑπόδικοι φωραθέντες τῷ ἀπ’ ἐμοῦ πάθει σωφρονίζοιντο, καὶ τὴν διόρθωσιν ἐπιδέχοιντο.

Ἐπεὶ τοίνυν συγχωρήσει τε καὶ παροράσει Θεοῦ ὑπὸ τὸν αὐτοῦ εἰσήχθην ζυγόν, καὶ ταὐτὴν τὴν ὑπηρεσίαν καὶ διακονίαν οὐκ ἐθελοντὴς ἀναδέδεγμαι, ὅτι τρόπῳ βιαζόμενος, οἷά μοι τὰ πρὸ τοῦδε, καὶ εἰς οἷον κεχωρήκασι καταστάσεως, ὡς πάντες σχεδὸν οἱ ἐνταῦθα ἴσασιν ἐρῶν ἔρχομαι. Ἄλλῳ μὲν οὖν ἄλλο τι ἐπιτήδευμά τε καὶ τέχνημα, ἢ μικρὸν ἢ μεῖζον, ὡς ἂν αὐτὸς ἕκαστος τῷ αὐτεξουσίῳ ὁρμώμενος, καὶ τὴν αἵρεσιν τῶν πρακτέων ἐφ’ ἑαυτῷ φέρων προέλοιτο. Ἐπειδὴ γάρ, καθάπερ πολυειδεῖς τῶν ἀνθρώπων αἱ γνῶμαι, καὶ τὰ διαβούλια, διάφορά τε τὰ ἤθη καὶ ὁ τρόπος παμποίκιλος, οὕτω δὴ καὶ αἱ κατὰ τὸν βίον αἱρέσεις διατέμνονται πολυτρόπως καὶ διασχίζονται, καὶ εἰς ἄπειρον ποικιλίας τε καὶ πληθύος ἐπιδιδόασιν. Ἔνιοι μέν, τῶν βαναύσων τοσοῦτον δὴ τὸν οἰκτρὸν καὶ πεπλανημένον ἀνελέσθαι προκεκρίκασι βίον· ἄλλοι τῆς γεωργίας τὸ πονικὸν ἐξεπιτηδεύσαντες φαίνονται· τινὲς τῆς ἐμπορίας διακληροῦνται τὸ φιλοκερδὲς καὶ φιλόπλουτον, ἢ τῆς ναυτιλίας τὸ φιλαπόδημόν τε καὶ φιλοκίνδυνον, καὶ ἄλλοι δι’ ἄλλης τῆς τῶν χειροτέχνων ἐργασίας, ἵνα μὴ καθέκαστον λέγωμεν, προΐασιν, ἕτεροι δὲ καὶ ὀλιγοστοί πως εἰσὶ καὶ ἔκκριτοι, οἱ τὸν ἀσκητικόν τε καὶ φιλόσοφον ἀσπασάμενοι τρόπον, ψυχὰς ὁμοῦ καὶ σώματα διεκάθηραν, καὶ ταύτῃ Θεῷ πλησιάζειν ἠξίωνται, καὶ εἰς τὴν ἄνω λῆξιν καὶ μακαρίαν ἐπείγονται.

Ἢ λογιότητι ἐκλογικῶν ἐπιστημῶν καὶ τεχνῶν κατακοσμούμενοι, καὶ ἤθεσι χρηστοῖς σεμνυνόμενοι τὰς ἑαυτῶν ψυχὰς ἐμουσούργησαν, καὶ ὡς ἑκάστῳ λοιπὸν ἡδὺ καὶ φίλον ἐδόκει, καὶ τῷ ἐπιβόλῳ [ἐπιβούλῳ] τῆς φύσεως ἐξεγένετο.

Ἐμοὶ δὲ οὕτω τὰ τῆς παρούσης βιοτῆς περιέστηκεν. Ἡνίκα τοίνυν εἰς ἄνδρας ἐτέλουν, τὸ νέον τῆς ἡλικίας παραμειψάμενος, ἤδη περὶ τὰς βασιλείους ἐπιχωριάζων αὐλάς, στρατείας τινὸς ἐπεκύρησα, καὶ ταύτης οὐκ ἀεργοὺς καὶ ἀνειμένης, ἀλλὰ τῆς διὰ χειρῶν καὶ καλάμων ἐκπονουμένης· καὶ γὰρ τῶν βασιλικῶν ὑπογραφεὺς ἐτύγχανον ὤν, ἀσηκρῆτις δὲ τούτους καλεῖν εἰωθυίας τῆς Λατινίδος γλώττης ἴσμεν ἐκφώνημα.

Ἐν ταύτῃ ἐπί τινας χρόνους ἐπιζυγούμενος, καὶ ἀνθρωπίνοις περιδεσμούμενος πράγμασιν, εἰς συναίσθησιν τῶν ἐν τῷδε τῷ βίῳ ῥευστῶν ἐλθών, βοῦς [νοῦν] ἀνείλιττον, καὶ λογισμοὺς ἀνεκίνουν, ὡς ἄρα χαλεπὸν καὶ δυσκατόρθωτον, τοὺς τῇ δὲ ἐνησχολημένους τῶν ὑψηλοτέρων ψαύειν, μάλιστά τις ἐπιτυχὼν τῆς κρείττονος ἐλπίδος, οὐκ ἂν διαμαρτήσειε· τὰ μὲν γὰρ παιζόντων, τὰ δὲ σπουδαζόντων εἶναι ἐνόμιζον, ἐκείνοις τε χαίρειν ἔφραζον καὶ τούτων περιέχεσθαι ὅση δύναμις, καὶ βέλτιον ἐν τούτοις εἰσορᾷν ἐμαυτὸν διεσκοπούμην παρευδοκιμούμενον, ἤπερ ἐκείνοις φανῆναι τὸ λοιπὸν καθωραϊζόμενον, καί με, ὡς ἔχειν ἐμαυτῷ νομοθετῶ, καὶ προφητῶν ὁ ἄριστος ἐξεπαίδευε, καὶ πάντα ματαιότης ματαιοτήτων τὰ τῇδε, καὶ τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον, ἄλλος σοφὸς παρηγγύησε, παράγειν τὸ σχῆμα τοῦ κόσμου τούτου, τὸ σκεῦος τὸ θεόλεκτον ἀνεκήρυττε, καὶ ἄλλων δὲ Γραφῶν ἱερῶν τούτοις παραγγελλουσῶν κατακουτιζόμενος [κατακοντιζόμενος] παραπλήσια, καὶ ἅμα ἐν νῷ ἔχων, ὅπερ παρά τινι τῶν θύραθεν ἐπὶ σοφίᾳ διαβεβοημένων ᾀδόμενον ἔγνωμεν, «κρεῖσσον ἰδιωτεύειν, ἢ μεγίστην ἔχειν ἐξουσίαν, μηδὲν ἄξιον ἐπιτελεῖν μέλλοντα·» καθάπερ σκηνὴν τὴν παροῦσαν ὡς ἀπανθοῦσαν δόξαν ἐπεκερτόμησα.

Καὶ πρὸς τὴν ἐμαυτοῦ ἐπίσκεψιν ἤδη τρέπομαι αὐτίκα. Διόπερ δὴ εὖ παρασχὼν οἷα Θεοῦ συλλαμβανομένου μοι, τοῦτε ἀξιώματος ὑπερόπτης καθέστηκα, καὶ τῆς βασιλείου αὐλῆς καὶ τῶν ἀστικῶν θορύβων πόῤῥω που ἀπαγόμενος διεσκήνωμαι, ἐσχατιὰν γοῦν τινα καταλαμβάνω καὶ ἀκρώρειαν, τραχεῖάν τε οὖσαν καὶ δυσπρόσοδον· σταδίοις οὗτος ὀλίγοις περὶ τὴν Προπόντιον χώραν, τοῦ βασιλείου διειργόμην [διειργεμένην] ἄστεος, κἀνταῦθα τὰς διατριβὰς ποιεῖσθαι ἐσπούδαζον, ὡς ἄρα εἰ δυναίμην, τοῦ μονήρους βίου ἐφαπτόμενος, καὶ τοῦτο γὰρ ἠπειγόμην ἐκ πλείονος, καί τις ἔρως εἶχε τῆς ἐρημίας καὶ ἡσυχίας δεινότατος, μήτε ἀλλαχόθι ποι τὸ τέρμα τῆς ζωῆς, ἢ ἐνταῦθα ἀπολήψεσθαι. Ἀλλ’ ἐπειδή γε οὐ πᾶσιν ἄπαντα κατὰ γνώμην ἐκβαίνειν οἷόν τε, ἀλλ’ ἔστιν ἐφ’ οἷς καὶ τὸ χρεὼν ἐπρυτάνευσε καὶ ὡς ἂν βούλοιτο Θεός, τὸ πέρας τῶν ἐγχειρήσεων ἐπιτίθησι· συμβέβηκε τοῦτο τοίνυν καὶ ἐπ’ ἐμοί.