Καθαρθῆναι δὲ ἡμᾶς καὶ λαμπρυνθῆναι, καὶ γενέσθαι τέλεια τελείου φωτὸς γεννήματα, ὥστε δύνασθαι καὶ ἄλλοις μεταδιδόναι λαμπρότητος καὶ καθάρσεως, δοθῆναι δὲ ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος εἰς τὸ πληροῦν τοὺς ἀκροωμένους πνεύματος, καὶ κηρύσσειν ἀόκνως καὶ συντονωτάτως τῶν καθ’ ἡμᾶς μυστηρίων τὴν δύναμιν, χάριτι τοῦ τρανοῦντος γλῶσσαν μογγιλάλον [μογιλάλων], καὶ πόδας ὀρθοῦν δυναμένου χωλεύοντας, καὶ τρέχειν καλῶς πρὸς τὴν τοῦ Εὐαγγελίου ἑτοιμασίαν κρατύνοντος καὶ στηρίζοντος· πολλαπλασιάσαι δὲ τὸ συγχωρηθὲν τάλαντον καὶ ἐν καιρῷ ἀποδοῦναι σὺν τόκῳ τῷ δεσπότῃ τὸ ὀφειλόμενον· ἐργάζεσθαι δὲ εἰς τὸν καλὸν ἀμπελῶνα, καὶ τὸ δόκιμον τῆς ἐργασίας ἀπενέγκασθαι, διενεγκόντας μὲν τῶν πόνων μεγαλοψύχως τὸ βαρύ τε καὶ δυσαχθέστατον καὶ βαστάσαντας γενναίως τῆς ἡμέρας τὸν καύσονα, καὶ τοῖς περὶ τὴν ἑνδεκάτην εἰσιοῦσιν ἀσυμφώνους ἐν τῇ διανομῇ τῆς μισθαποδοσίας συγκαταλεχθήσεσθαι· αὐγασθῆναι δὲ ἡμῶν τῆς διανοίας τὸ ὀπτικόν, καὶ τῇ διόπτρᾳ ἐνατενίζοντας τῇ τοῦ πνεύματος, ὥστε προφητικῶν φωνῶν ἀκροατὰς γίνεσθαι, θείων τε προσταγμάτων προθύμους ὑπηρέτας καὶ τούτου ὑποδεδεγμένους τὴν δωρεάν, τὸ θολοῦν τὸν τῆς ψυχῆς ὀφθαλμὸν καὶ τὸ ἐν ἡμῖν νοερὸν ἐπισκιάζον ἐκκαθαίρεσθαι καὶ ἀπονίπτεσθαι, πανταχόθεν μὲν ἑαυτοὺς περιφρουρεῖν, καὶ συντηρεῖν ταῖς τῶν ἐναντίων βολίσι μένειν ἀπροσβλήτους, προβλέπειν δὲ τὴν ῥομφαίαν, ἡνίκα ἐπὶ τοῖς ἁμαρτάνουσι θεήλατος παραγίνεται, ἵνα εἰ μὲν οἷόν τε παράσχῃ Θεός, ὅτε, σημαίνων τὴν ἔφοδον τὸ θεῖον ἐξιλεούμενος, αὐτός τε καὶ οἱ κηρυσσόμενοι ἐκ τῆς ὀργῆς διαφύγοιεν· εἰ δὲ μὴ τοῦτο, τὴν γοῦν ἐμαυτοῦ διασώσωμαι ψυχήν· κατὰ τὸν Λὼτ ἐκεῖνον, τὸν δίκαιον, ὃς σῶσαι τὴν ἑαυτοῦ ψυχὴν τοῦ ἐμπρησμοῦ διεπραγματεύσατο.