Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἐπιστολὴ πρὸς Λέοντα γ΄ πάπαν

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Ενότητα της πίστεως και τριαδικό δόγμα

Προβολή της οικουμενικής διάστασης της ορθόδοξης πίστης των Παλαιών και Νέων Ρωμαίων, διατύπωση του τριαδικού δόγματος και απόρριψη των σχετικών αιρέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 3 από 7

Καὶ τὰ μὲν τῆς ὑμετέρας εὐχῆς τε καὶ πνευματικῆς συμμαχίας ἐνταῦθα κείσθω. Καιρὸς δὲ λοιπὸν πάρεστι τὴν μεγάλην τῆς ἀληθείας σάλπιγγα, τὸν μεγαλοφωνότατον τοῦ Εὐαγγελίου κήρυκα, Παῦλον καταθρῆσαι τὸν ἀοίδιμον ἐπὶ τοῖς πάλαι πιστοῖς Ῥωμαίοις ἅγαν παρακαλούμενον, καὶ οἷον σκιρτῶντα τῷ πνεύματι, καὶ πρὸς τὸ τῆς πίστεως αὐτῶν σπουδαῖον καὶ θερμόν, μεγαφρονοῦντα καὶ φιλοτιμούμενον, καὶ μαρτυροῦντα, ἐφ’ ὅλοις τε τοῦ κόσμου τοῖς πέρασι περιηχούμενον καὶ διαγγελλόμενον, καὶ μεγαλαυχοῦντα λέγειν· δι’ ὧν αὐτοῖς ἐπιστέλλων φαίνεται· «Εὐχαριστῶ τῷ Θεῷ μου [διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν], ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.» Καὶ ἐπειδὴ ἡ καθ’ ἡμᾶς τοῦ Εὐαγγελίου καθαρὰ καὶ ἀκίβδηλος πίστις, καὶ ὑπὲρ ἣν οὐκ ἔστιν ἑτέρα, οὔτε Ῥωμαϊκοῖς ὅροις συστελλομένη περιγράφεται, οὔτε πέρασι περικοσμίοις ὁρίζεται, ἐπὶ τοσοῦτον δὲ μᾶλλον ὑπερήπλωται καὶ ὑπερκέχυται, καὶ προφητικαῖς καὶ ἀποστολικαῖς φωναῖς παρορμώμενος φάναι· «Εἰς πᾶσαν τὴν γῆν ὁ τοῦ θείου κηρύγματος φθόγγος ἐξελήλυθε καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν κηρυσσόντων τὰ ῥήματα.»

Εἰ δὲ δεῖ καὶ τούτων εἰπεῖν ὑψηλότερον, αὕτη καὶ ἐν οὐρανῷ ταῖς ἀνωτάτω καὶ νοεραῖς δυνάμεσι παῤῥησιάζεται, εἰ γὰρ καὶ μία Ἐκκλησία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, καὶ Ἐκκλησίαν πρωτοτόκων ἐν οὐρανοῖς δεδικαιωμένην ἐκεῖθεν ἀκούομεν, καὶ πόλις τῶν ἒν πίστει δεδικαιωμένων ἡ ἄνω Ἱερουσαλήμ· ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός, ὃς καὶ κατήλλαξε τὰ ἐπουράνια τοῖς ἐπιγείοις καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λέλυκε, καὶ τὸ ἀπολωλὸς ἐπὶ τῶν ὤμων ἀράμενος δι’ ἀφράστου συγκαταβάσεως τοῖς σωζομένοις καὶ μένουσιν ἐγκατέμιξε· ταύτῃ τοι καὶ μάλα δικαίως τὸ ἑνιαῖον καὶ ἀδιάστατον ἔχομεν· Ἡνίκα σύνεσιν καὶ σύμπνοιαν ἡ κτίσις τῇ πίστει συνοῖσεν [σύνεισιν]· οὐ γὰρ ἐν τῇ Ἰουδαίᾳ μόνον γνωστὸς ὁ Θεός.

Καὶ οἳ τὸ νέον τῶν Ῥωμαίων ὄνομα κληρωσάμενοι, ἅ τε δὴ ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ θεμελίου ᾠκοδομημένοι τῆς πίστεως, φαμὲν δὴ τῶν ἀποστόλων καὶ προφητῶν πανσόφων τεχνιτευμάτων, τεθέντος ἀκρογωνιαίου λίθου τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ καὶ Θεοῦ, κατ’ οὐδὲν ἐν πίστει τὰ δεύτερα τῶν πρεσβυτέρων ἀποφερόμεθα.

Ἐν γὰρ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ οὐκ ἔστι τὸ προαριθμούμενον, καθάπερ οὐκ ἔστιν Ἰουδαῖος, οὐχ Ἕλλην, οὐ βάρβαρος [οὐ Σκύθης], οὐ δοῦλος, οὐκ ἐλεύθερος, ἀλλὰ πάντες ἐν Χριστῷ ἕν ἐσμεν. Τοιγάρτοι καὶ ἐν ἡμῖν ὁ θεῖος Παῦλος κομπαζέτω καὶ αὐχείτω μέγα, καὶ σεμνυνέσθω συνάπτων τοῖς παλαιοῖς τὰ νέα, καὶ συγκρίνων ἔκ τε δόγμασι καὶ κηρύγμασιν. Οὗ καὶ ἡμεῖς ταῖς διδασκαλίαις καὶ ὑποθήκαις ἑπόμενοι ἐφ’ αἷς ἐῤῥιζώμεθα κραταιούμενοι τῇ ὁμολογίᾳ τῆς πίστεως ἡμῶν, ἐν ᾗ ἑστήκαμεν καὶ καυχώμεθα, καὶ τὰς ἡμετέρας ὑπολήψεις, αἵ τινές ποτέ εἰσι περὶ τὴν οὕτως εὐκλεᾶ καὶ ἀμώμητον ἡμῖν θρησκείαν ἀνακεκαλυμμένῳ προσώπῳ διαπρυσίως κηρύσσομεν, μεθ’ ἧς τῷ Θεῷ λατρεύομεν, καὶ ἣν ἀναπνεῖν διαπαντός, ἢ [ᾖ] τὸν ἀέρα, ἀκλινῶς ἔχομεν· ᾗ καὶ συναπέρχεσθαι τῆς ἐνθένδε ζωῆς κατισχυριζόμεθα, τῇ ἄνωθεν χάριτι δυναμούμενοι καὶ φρουρούμενοι, ὡς οὐκ ἔστιν ἄλλην ὁδεῦσαι ἢ ἐπιβῆναι ἢ τὰ τῆς παρούσης ζωῆς εὖ θέσθαι ἢ τῶν ἐν τῇ μελλούσῃ ἀποκειμένων τοῖς ἀξίοις ἀγαθῶν ἐπιτεύξασθαι.

Ὁμολογῶ τοίνυν πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, τὸν πάντων ποιητὴν καὶ δεσπότην καὶ κύριον· καὶ εἰς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἀληθινὸν Θεόν, τὸν προαιώνιον Λόγον, τὸν ἀνάρχως καὶ ἀφράστως ἐξ αὐτοῦ γεννηθέντα, ἀλήπτως καὶ ἀπερινοήτως πάσῃ νοητῇ καὶ αἰσθητῇ κτίσει· καὶ εἰς τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ ζωαρχικὸν καὶ πανάγιον· Τριάδα ὁμοούσιον, ὑπερούσιον, ἀόρατον, ἀκατάληπτον, ἀχώριστον, ἀναλλοίωτον, ἁπλῆν καὶ ἀμερῆ καὶ ἀσύνθετον, ἀδιάστατον, ἀΐδιον, ἀσώματον, ἄπιον, ἄποσον, ὁμότιμον, ὁμόδοξον καὶ ὁμόθεον· ἀναφῆ τε καὶ ἀψηλάφητον, καὶ ἀσχημάτιστον, ἀπειράγαθον, φῶς ἀειλαμπές, τριλαμπές, ὑπέρφωτον, ἀεὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχουσαν· πάντων ἐποπτικὴν καὶ τελειωτικὴν δύναμιν, πᾶσι τοῖς λογικοῖς τε καὶ νοεροῖς, νοερῶς καὶ ἀμερῶς τῇ προνοίᾳ [προχύσει] τοῦ θείου φωτὸς ἐπιλάμπουσαν ἀναλόγως ταῖς τῶν φωτιζομένων παραδοχαῖς, καὶ πρὸς τὸ εἶναι [καὶ εὖ εἶναι] διατηροῦσαν ἐν ὑφεστῶσι πράγμασι καὶ οὐ ψιλοῖς ὀνόμασι γνωριζομένην, μιᾷ θεότητι, καὶ ἐξουσίᾳ, καὶ βασιλείᾳ δοξαζομένην, καὶ προσκυνουμένην ὑπὸ πάσης ὁρωμένης καὶ ἀοράτου κτίσεως.

Τῶν ἐν Τριάδι θεωρουμένων, τὸ μὲν Πατὴρ ἄναρχος καὶ ἀναιτίως ὑπάρχων· οὐ γὰρ ἔκ τινος, ἐν ἑαυτῷ γὰρ τὸ εἶναι ἔχων. Τὸ δὲ Υἱὸς καὶ οὐκ ἄναρχος, ἐκ τοῦ Πατρὸς γάρ, ἀρχὴ γὰρ Υἱοῦ Πατήρ, ὡς αἴτιον· εἰ δὲ τὴν ἀπὸ χρόνου λαμβάνοις ἀρχήν, καὶ ἄναρχος· ποιητὴς γὰρ χρόνων οὐχ ὑπὸ χρόνον· γεννητῶς μέν, ἀϊδίως δὲ καὶ ἀδιαστάτως ἐκλάμψας τῷ Πατρί, ὡς ἀπαύγασμα τῆς δόξης καὶ τῆς πατρικῆς χαρακτὴρ ὑποστάσεως. Τὸ δὲ Πνεῦμα ἅγιον ἐκ τοῦ Πατρὸς τὴν ὕπαρξιν ἔχον, οὐ γεννητῶς μέν, ἀλλ’ ἐκπορευτῶς, ἀϊδίως Πατρὶ καὶ Υἱῷ συνθεωρούμενον, οὐκ ἄναρχον μὲν διὰ τὴν ἐκ τοῦ Πατρὸς ἐκπόρευσιν· ἀρχὴ γὰρ καὶ αὐτοῦ ὁ Πατὴρ κατὰ τὸν τοῦ αἰτίου λόγον, ἄναρχον δὲ καὶ αὐτὸ κατὰ χρόνον.

Εἷς οὖν Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ τὰ πάντα, καὶ ἓν Πνεῦμα ἅγιον ἐν ᾧ τὰ πάντα. Ἐκ τῶν τριῶν τελείων ἓν ὑπερτελὲς καὶ προτέλειον ἡ θεότης· τοῖς μὲν ἀφοριστικοῖς καὶ προσωπικοῖς ἰδιώμασι καὶ ἀλλήλοις διαφέροντα· ἕκαστον γὰρ τούτων, τῶν φύσει ἀχωρίστων διὰ τὸ συναφὲς τῆς οὐσίας, ἡνίκα ταῖς τοῦ νοῦ ἐπιβολαῖς μερίζεται, Θεὸς ὁμολογεῖται παρ’ ἡμῶν, καὶ πιστεύεται, πάντων πληρέστατον ὑπάρχον τῶν τῆς θεότητος ἰδιωμάτων. Καὶ τὰ τρία ἀλλήλοις συναπτόμενα, εἶς Θεὸς παρ’ ἡμῖν προσκυνεῖται, τριαδικῶς μὲν κατὰ τὴν ὑπόστασιν, μοναδικῶς δὲ κατὰ τὴν οὐσίαν, καὶ μοναρχία παρ’ ἡμῖν τὸ τιμώμενον, οὐ πολυαρχία διὰ τὸ ἄτακτον καὶ στασιῶδες τῆς Ἑλληνικῆς ἐμβροντησίας καὶ συγχύσεως· μοναρχία δέ, οὐχ ἡ ἑνὸς προσώπου περιγραφὴ [ἦν ἐν προσώπων περιγραφῇ], διὰ τὸ ἀτελὲς καὶ στοιχειῶδες τῆς Ἰουδαϊκῆς πενίας καὶ νηπιότητος, ἀλλ’ ἣν φύσεως ὁμοτιμία, καὶ γνώμης σύμπνοια, καὶ ταυτότης κινήσεως δείκνυσιν, καὶ πρὸς τὸ ἒν ἡ τῶν ἐξ αὐτοῦ σύννευσις, ὅπερ ἐπὶ τῆς γεννητῆς φύσεως ἀμήχανον, ᾗ φησιν ὁ μέγας ἐν θεολόγοις Γρηγόριος, καὶ οὐδὲν τὸ συνημμένον καὶ συμφυὲς τῆς ἐν τριάδι θεωρουμένης θεότητος διατέμνεται.

Ἀλλοτριούσθω γὰρ ἡμῶν, καὶ ἀποτεμνέσθω ἡ τοῦ μανιώδους Ἀρείου κακοδοξία καὶ λύσσα· ἀδιαίρετος γὰρ ἡ αὐτὴ Τριάς, δόξῃ καὶ ἀϊδιότητι μὴ μεριζομένη μηδὲ ἀπαλλοτριουμένη, οὔτε τῶν θεαρχικῶν ὑποστάσεων μεταπιπτουσῶν καὶ περιχωρουσῶν εἰς ἀλλήλας, ἀλλ’ ἐφ’ ἑκάστης τούτων ἀμεταπτώτου καὶ ἀσυγχύτου φυλαττομένης τῆς ἀϊδιότητος, πόῤῥω γὰρ ἀποπεμπέσθω καὶ ἀπελαυνέσθω ἡ τοῦ ματαιόφρονος Σαβελλίου ἀπατητικὴ σύγχυσις.