Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἐπιστολὴ πρὸς Λέοντα γ΄ πάπαν

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Χριστολογία και οικονομία της σωτηρίας

Έκθεση της ορθόδοξης χριστολογίας περί των δύο φύσεων του Χριστού, της ενανθρώπησης, του σωτηρίου πάθους, της καθόδου στον άδη, της ανάστασης και της έλευσης της τελικής κρίσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 4 από 7

Σέβω δὲ καὶ προσκυνῶ τὸ πρὸ πάντων τῶν αἰώνων ὡρισμένον μυστήριον, ἐπ’ ἐσχάτων δὲ τῶν χρόνων ἀποκαλυφθὲν ἐπὶ σωτηρίᾳ παντὸς τοῦ γένους ἡμῶν, καὶ ἐπιτελεσθὲν διὰ τῆς μεγάλης συγκαταβάσεως, καὶ ἀῤῥήτου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας, καὶ ζωοποιοῦ Τριάδος Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν· ἵνα ὅθεν ἡμῖν τὸ εἶναι ὑπῆρξε διὰ τὴν ἄφατον αὐτοῦ ἀγαθότητα, ἐντεῦθεν καὶ τὸ εὖ εἶναι ἡμῖν χαρισθείη. Ὁμολογῶ οὖν καὶ πιστεύω, αὐτὸν τὸν ἕνα τῆς ζωαρχικῆς καὶ μακαρίας Τριάδος τὸν τοῦ Θεοῦ Υἱὸν καὶ Λόγον τὸν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι ἀϊδίως συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, ὡς ὁμοούσιον καὶ σύνθρονον ἀπείρῳ φιλανθρωπίᾳ κινούμενον πρὸς οἶκτον τοῦ οἰκείου πλάσματος, εὐδοκίᾳ πατρικῇ καὶ οἰκτιρμοῖς, χάριτί τε καὶ συνεργίᾳ τοῦ παναγίου Πνεύματος, κατελθόντα ἐκ τῶν οὐρανῶν τοῖς ἀνθρώποις συναναστραφῆναι, ἵνα τοὺς κατακριθέντας ἡμᾶς πάλαι τῇ ἁμαρτίᾳ καὶ τῆς τρυφῆς ἐκπεπτωκότας παραδείσου, καὶ τῇ φθορᾷ ὑπενηνεγμένους χάριτι ἀνασώσηται, καὶ θείας κοινωνοὺς ἀπεργάσηται φύσεως. Ἐνοικήσας γὰρ ἐν τῇ γαστρὶ τῆς Παρθένου, καὶ κυρίως καὶ ἀληθῶς Θεοτόκου καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ Πνεύματι, καὶ ὅλον εἰς ἑαυτὸν ἀνειληφὼς ἐξ αὐτῆς τὸ ἡμέτερον, ὥσπερ ἐν ἀρχῇ ζωοπλαστήσας τὸν ἄνθρωπον, προῆλθε Θεὸς σεσαρκωμένος, μείνας τοῦτο ὅπερ ἦν Θεός.

Παρθένον καὶ μετὰ τόκον τὴν ὑπερφυῶς καὶ ἀῤῥήτως τεκοῦσαν συντηρήσας, μηδαμῶς τῆς κατὰ φύσιν παρθενίας τραπείσης εἰς ἔνδειξιν ἀληθῆ τῆς κατὰ τὴν πρόοδον αὐτοῦ τῆς γεννήσεως ἀτρεψίας καὶ ἀναλλοιώτου διαμονῆς.

Ὁ τῷ Πατρὶ γὰρ συμφυής, ὁ ὁμοούσιος ἡμῖν κατὰ πάντα, χωρὶς ἁμαρτίας γενόμενος, σπέρματος Ἁβραὰμ ἐπιλαμβάνεται, παραπλησίως ἡμῖν κεκοινωνηκὼς αἵματος καὶ σαρκός· σάρκα ἐψυχωμένην ἀνείληφε ψυχῇ λογικῇ καὶ νοερᾷ οὐδαμῶς προϋποστᾶσαν τῆς ἄκρας ἑνώσεως, ἀλλὰ μία σὰρξ ἔμψυχος λογικὴ ἐπὶ τῆς κατὰ Χριστὸν συμφυΐας πιστεύεται, οὐ κατὰ χάριν σκηνώσας ἐν ἡμῖν, ἀλλ’ ὅλος ὅλῃ τῇ ἀνθρωπείᾳ φύσει συμπλακείς· ἀσυγχύτως, καὶ ἀδιαιρέτως, καὶ ὑπερφυῶς τὴν ἕνωσιν ἐργασάμενος, ἵνα αἱ συνελθοῦσαι οὐσίαι θεότητός τε καὶ ἀνθρωπότητος, ἐν ἰδιότητι τῇ κατὰ φύσιν διαμείνωσι, καὶ οὐδαμῶς εἰς ἀλλήλας μεταβῶσιν· εἰ καὶ κατακλίσεις τῷ λόγῳ τῆς συμφυίας παραχωρεῖν εὐσεβοῦς νοοῦμεν διὰ τὴν τῶν ὀνομάτων ἐπίζευξιν, ἐπινοίᾳ γὰρ μόνῃ καὶ οὐ πράγματι διΐστασθαι δοξάζομεν, διὰ τὴν ὑπερφυᾶ τῶν συνελθόντων ἕνωσιν.

Τὸ μοναδικὸν δὲ καὶ ἑνιαῖον τῆς ὑποστάσεως, φυλάττεσθαι πιστεύομεν ἄτμητον καὶ ἀῤῥαγὲς διαμένον· καταβαλέσθω γὰρ ἡ φαντασιώδης τοῦ ἀπατεῶνος Εὐτυχίου [Εὐτυχέος] καὶ Διοσκόρου σύγχυσίς τε καὶ συνουσίωσις· ἐντεῦθεν τὸν αὐτὸν κτιστὸν καὶ ἄκτιστον ὁμολογοῦμεν, προαιώνιόν τε καὶ ὑπέρχρονον, οὐράνιόν τε καὶ ἐπίγειον, περίγραπτόν τε καὶ ἀπερίγραπτον, παθητόν τε καὶ ἀπαθῆ, ἀμήτορα καὶ ἀπάτορα, τὸ μὲν διὰ τὴν ἄῤῥητον, καὶ ἄναρχον, καὶ προαιώνιον ἐκ Πατρὸς γέννησιν, τὸ δὲ διὰ τὴν καθ’ ἡμᾶς κρυφίαν τε καὶ ἀπερινόητον ἕνωσιν, καὶ δύο αὐτοῦ τὰς γεννήσεις κηρύσσομεν, ἀκαταλήπτους, καὶ ὑπὲρ λόγον τυγχανούσας· ὁ γὰρ ἐν μορφῇ Θεοῦ ὑπάρχων μονογενὴς Υἱός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός, τουτέστιν ὁ ἐν οὐσίᾳ τοῦ Πατρὸς προαιώνιος ἐξ αὐτοῦ ἐκλάμψας, ἐπὶ συντελείᾳ τῶν αἰώνων ἑαυτὸν κεκένωκε, καὶ τὴν τοῦ δούλου μορφὴν ἀνέλαβεν, ὅ ἐστι τὴν ἡμετέραν οὐσίαν.

Ἡ ἐν Χριστῷ οὖν καθ’ ὑπόστασιν ἕνωσις, ἄλλο μὲν πρὸς ἄλλο τὰ ἐξ ὧν ὁ Σωτήρ, συνάγει· οἷον δὴ τὸ ἀόρατον καὶ ὁρώμενον, παθητὸν καὶ ἀκήρατον, οὐκ ἄλλον δὲ καὶ ἄλλον, μὴ γένοιτο. Θεὸν τὸν αὐτὸν τέλειον ἀληθῆ καὶ ἄνθρωπον τέλειον ὁμολογοῦμεν· τὸ διάφορον τῶν φύσεων προσνέμοντες, ἕνα καὶ τὸν αὐτὸν γινώσκοντες, καὶ μετὰ τὴν σάρκωσιν, οὐκ εἰς δυάδα υἱῶν μερίζοντες, διὰ τὸ ἑτεροῖον τῶν συνδραμουσῶν ἐπὶ τῇ καθ’ ὑπόστασιν ἑνώσει φύσεων, ἵνα ἐξωσθῇ τῆς θείας αὐλῆς ὁ παράφρων Νεστόριος, πάντα δὲ τὰ τῆς θεανδρικῆς αὐτοῦ ἐνεργείας ἐπιτελέσαντα. Ὡς γὰρ Θεὸς ἐνήργει τὰ θεῖα, δι’ αὐτῶν τὰς θεοσημείας καὶ τὰ θαύματα ἐργαζόμενος, ὡς ἄνθρωπος δέ, ὁ αὐτὸς τὰ πάθη καὶ τὰς ὕβρεις ἑκουσίως κατεδέξατο. Διὰ τοῦτο μετὰ τῶν δύο φύσεων ἀκολούθως καὶ ἀναγκαίως, ἰσαρίθμους καὶ τὰς φυσικὰς αὐτοῦ ἐνεργείας δοξάζω, ὡς δηλωτικὰς καὶ συστατικὰς αὐτῶν τῶν οὐσιῶν ἤγουν φύσεων, κατὰ τὰς θεοσεβεῖς καὶ θεοπρεπεῖς τῶν θεοσόφων ἡμῶν πατέρων παραδόσεις.

Ὡσαύτως καὶ δύο θελήσεις ἤγουν θελήματα φυσικὰ τοῦ αὐτοῦ ἑνὸς Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ πρεσβεύω. Θελητικὸν γὰρ αὐτὸν γινώσκω καθ’ ἑτέραν τῶν φύσεων, ἐξ ὧν καὶ ἐν αἷς ὑπάρχει καὶ νοεῖται· ὥσπερ ἐνεργοῦντα οὕτω καὶ θέλοντα· ἐπὶ τὸ πάθος δὲ τὸ σωτήριον ἑκουσίως ἐλθόντα.

Πιστεύω αὐτὸν σταυρωθῆναι οὐκ ἐν ᾗ διαλάμπει σὺν τῷ Πατρὶ οὐσίᾳ· εἰ καὶ τὸν Κύριον τῆς δόξης ἐσταυρῶσθαι λέγεται [γέγραπται] τῷ λόγῳ τῆς ἀντιδόσεως· ἀλλὰ τῇ καθ’ ἡμᾶς γερᾷ [γεηρᾷ] φύσει, καθ’ ἣν τὸ χοϊκὸν ἡμῶν ἀνέλαβε φύραμα, καὶ κατάρα ὑπὲρ ἡμῶν γέγονεν, ἵνα τῆς παρ’ ἑαυτῷ εὐλογίας κοινωνοὺς ἡμᾶς ἀναδείξῃ, καὶ τὸν τῶν κακούργων κατὰ τὴν σάρκα ἠνέσχετο ὑπομεῖναι θάνατον, ἵνα τὸ τοῦ θανάτου κέντρον. τὴν ἁμαρτίαν κατακρίνῃ ἐν τῇ σαρκὶ αὐτοῦ, καὶ καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.

Ταφῇ δὲ παραδοθὲν αὐτοῦ τὸ σῶμα ἄφθαρτον διατηρήσαντα μηδαμῶς τῆς ἀποῤῥήτου καὶ ἀνεκφράστου διαιρεθὲν ἑνώσεως· εἰ καὶ τῆς λογικῆς αὐτοῦ καὶ νοερᾶς ψυχῆς ἐχωρίσθη ἐν τῷ τριημέρῳ διαστήματι· μεθ’ ἧς αὐτὸς καὶ εἰς ᾅδου καταβέβηκε, καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν, ὡς ὁ κορυφαῖος καὶ θεῖος ἔφησε Πέτρος, πορευθεὶς ἐκήρυξε τὴν ἀνάστασιν, καὶ τὴν ἐλευθερίαν καὶ ἀπολύτρωσιν ἐχαρίσατο, ἀφθαρσίας δὲ ἡμῖν ἀπαρχὴ γέγονεν· ἐν ᾧ πρωτότοκος ἐκ τῶν νεκρῶν ἀνεβίωσεν.

Ἀνέστη γὰρ ὡς Θεός, πατήσας τὸν θάνατον, προοδοποιῶν πάσῃ σαρκὶ τὴν ἀνάστασιν, καὶ συνέστησεν ἡμᾶς, τοὺς πεσόντας τῷ τῆς ἁμαρτίας πτώματι. Ἐπιστάντα δὲ μετὰ τὴν ἀνάστασιν ταῖς γυναιξί, καὶ τὴν χαρὰν αὐταῖς προαγγείλαντα, καὶ τὴν ἐκ τοῦ θήλεος ἡμῖν ἐνσκήψασαν λύπην ἐξαφανίσαντα, ὀφθέντα δὲ καὶ τοῖς θεσπεσίοις αὐτοῦ μαθηταῖς τὸ τῆς ἀναστάσεως αὐτοῦ πιστούμενον μυστήριον· καὶ δεικνύντα, [ὡς] τίς αὐτὸς ἦν καὶ πρὸ τῆς ἀναστάσεως διά τε τῆς βρώσεως, καὶ τῆς τοῦ σοφοῦ Θωμᾶ κατὰ τὴν θείαν πλευρὰν ἐπαφῆς, ἀναληφθέντα τε εἰς τοὺς οὐρανούς, καὶ καθεσθέντα ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς μετὰ τοῦ προσλήμματος, μεθ’ οὗ αὖθις ἐλεύσεται ἐν δόξῃ θεοπρεπεῖ καὶ ἐξουσία τῇ κατὰ πάσης κτίσεως, καὶ κριτὴς καθεσθήσεται ἑκάστῳ κατὰ τὸ βεβιωμένον ἀποδιδούς· πάντας γὰρ ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ.

Μετὰ ταῦτα πιστεύω καὶ σαρκὸς ἀνάστασιν, ἡνίκα ἡ τοῦ κόσμου μεταστοιχείωσις γένηται, ἵνα τὸ θνητὸν ἡμῶν ἐνδύσηται ἀθανασίαν, καὶ τὸ φθαρτὸν ἀφθαρσίαν περιβάληται. Ὁμολογῶ καὶ ἒν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν, τὸ εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα τελούμενον κατὰ τὴν εὐαγγελικὴν καὶ θείαν παράδοσιν.

Ταῦτα τῆς ὀρθοδόξου καὶ ἱερᾶς ἡμῶν λατρείας σεβάσμια δόγματα καὶ μυστήρια κατά τε τὴν παραδοθεῖσαν ἡμῖν παρὰ τῶν θείων μυσταγωγῶν ὑψηλήν τε καὶ ἀκραιφνεστάτην θεολογίαν, καὶ τὴν σωτήριον περὶ ἡμᾶς τοῦ Θεοῦ λόγου οἰκονομίαν, καὶ ὅσα τούτοις συμβαίνοντα ἐφάμιλλα κηρύγματα μετὰ πάσης ἀποδοχῆς καὶ πίστεως συντηρῶ τε καὶ ἀσπάζομαι.