Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἐπιστολὴ πρὸς Λέοντα γ΄ πάπαν

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Επίλογος της ομολογίας και προτροπή για συμπαράσταση

Κατακλείδα της δογματικής επιστολής με αίτημα για αμοιβαία πνευματική καθοδήγηση, αναφορά στην εσχατολογική προσδοκία και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 6 από 7

Ἡ δὲ ὑμετέρα ποθεινοτέρα ἐν Κυρίῳ ἀδελφότης ἀμείβοιτο ἡμᾶς πρῶτα μὲν εὐχαῖς ταῖς πρὸς Κύριον, ἔπειτα δὲ καὶ λόγοις τοῖς καθήκουσι καὶ πράγμασιν ἐπιστηρίζουσι καὶ συνετίζουσιν, ἵνα ταῖς ὑμετέραις νομοθεσίαις καὶ διδασκαλίαις στήκωμεν ἑδραῖοι ἐν τῇ τοιαύτῃ πίστει ἀνελλιπῶς καὶ ἀκέραιοι· πάντα τὰ ἐν αὐτῇ μυστήρια, ἄνωθεν παραδεδομένα ἀπαράτρωτα φυλάττοντες, καὶ εἴσω τῶν ὅρων τῆς ἐκκλησιαστικῆς αὐλῆς ἱστάμενα, τῇ θείᾳ σύριγγι, τῇ τῆς ἀποστολικῆς καὶ πνευματικῆς διδασκαλίας εὐσήμῳ περιβομβήσει, καὶ θεοπνεύστοις ἠχήμασι πάντα τὰ λογικὰ τῆς ἱερᾶς ποίμνης θρέμματα περιαθροίζοντες, καὶ τηροῦντες παρὰ τῶν ἐπιβουλευόντων θηρίων ἀλώβητα ἐνσεσημασμένα τῷ τοῦ ἀρχιποίμενος Χριστοῦ χρίσματι καὶ ὀνόματι.

Καὶ τὰ παρ’ ἡμῶν ἀπολειπόμενα δι’ ἑαυτῶν ἀποπληροῦτε, ὡς φιλάδελφοι καὶ φιλόστοργοι, ἵνα τὸ ὑμῶν περίσσευμα, εἰς τὸ ἡμέτερον χρησιμεύσῃ ὑστέρημα, καὶ τὸ ἐν λόγοις καὶ πράγμασιν ἡμῖν ἐνδέον, τῷ κατὰ τὸν βίον ὑμῶν ἱεροπρεπεῖ καὶ σεμνῷ παραστήματι ἐποικοδομήσητε καὶ ἐπαυξήσητε [ἐποικοδομήσηται καὶ ἐπαυξήσηται], μηδὲν μικρολογούμενοι περὶ τὸ δοθὲν ὑμῖν [ἡμῖν] χάρισμα, οὐ γὰρ ἐλάττωσιν φέρει τοῖς ἀφθόνως παρέχουσιν, ἀλλ’ εἰς τὸ πολλαπλάσιον εὐκαίρως εὐκλεεῖς τοὺς καρποὺς τοῖς προαιρουμένοις ἀποδίδωσιν.

Ὑπερείδουσιν ἡμᾶς ὡς ἀσθενεστέρους τῇ παρ’ ἑαυτῶν θεοσδότῳ δυνάμει, καὶ καταρτίζουσι τοὺς πόδας ἡμῶν εἰς τὴν τοῦ Εὐαγγελίου τρίβον καὶ συμβουλεύειν τὰ ὀνησιφόρα καὶ σωτηρίας ἐχόμενα μὴ διαλίποιτε, ἵνα ὥσπερ ἐν τῇ ὁμολογίᾳ τὸ ἑνιαῖον καὶ ἀδιάφορον ἔχομεν, οὕτω καὶ ἐν τῷ συνδέσμῳ τῆς ἀγάπης συναρμοζόμενοι καὶ συνδεόμενοι ἀναπόσπαστον τῆς εἰρήνης τὸ δῶρον ἐν τῇ πεπιστευμένῃ ἡμῖν διακονίᾳ ἐφ’ ἡμῖν αὐτοῖς κατάσχωμεν, ἣ τὸ ἀδιάτμητον καὶ σύμφωνον τῇ Ἐκκλησίᾳ περιποιεῖται, ὅπως ἐντεῦθεν ἡ νοητὴ πόλις τοῦ βασιλέως τοῦ μεγάλου τειχιζομένη καὶ περιφρουρουμένη ἀκατάβλητος καὶ ἀπόρθητος διαμένῃ ἐκ πάσης προσβολῆς τε καὶ τέχνης τῶν ἀοράτων ἐχθρῶν, καὶ τῶν κύκλῳ περιθεόντων, καὶ ζητούντων καταπιεῖν τινα τῶν ἐν αὐτῇ ἀπογεγραμμένων, καὶ σημειωθέντων ἐν Πνεύματι· καθ’ ὧν προβαλλόμεθα οὐ σαρκικὰ ὅπλα, ἀλλὰ πνευματικά, τήν τε ἀσπίδα τῆς πίστεως καὶ τὴν τοῦ λόγου μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ τοῦ καθελεῖν τῆς ἁμαρτίας τὰς ἑλεπόλεις καὶ μηχανὰς τῇ σφενδόνῃ τοῦ πνεύματος πόῤῥω που τὸ ἄγριον θράσος αὐτῶν ἀποσοβοῦντες καὶ ἐκδιώκοντες, ὡς τῆς θείας φυλακῆς τε καὶ ῥοπῆς ἀξιούμενοι, ἣ καὶ ἠρεμαῖον καὶ εἰρηναῖον ἡμῶν καθίστησι τὸ πολίτευμα, ἵνα καὶ ἐν τῇ παλιγγενεσίᾳ ἐν τῇ ἐσχάτῃ σάλπιγγι ἀξιωθῶμεν τῷ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν ἀκατακρίτως ὑπαντῆσαι ἐρχομένῳ μετὰ δόξης τῆς πατρικῆς σὺν τοῖς ἁγίοις ἀγγέλοις αὐτοῦ, καὶ ἐν τῷ νυμφῶνι ταῖς φρονίμοις συνεισέλθωμεν παρθένοις, καὶ τῆς ἀγγελικῆς ἀπολαύσωμεν πανδαισίας· κληρονόμοι γενόμενοι τῶν ἀποκειμένων τοῖς ἀξίοις ἀγαθῶν ἐν Χριστῷ τῷ ἀληθινῷ Θεῷ πρεσβείαις ἀχράντου καὶ ἀμωμήτου αὐτοῦ μητρὸς καὶ πάντων τῶν ἁγίων.

Ἀμήν.