Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἐπιστολὴ πρὸς Λέοντα γ΄ πάπαν

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Απολογία καθυστερήσεως, ευχές και αποστολή ιερών δώρων

Επεξήγηση των πολιτικών εμποδίων που καθυστέρησαν την αποστολή των συνοδικών γραμμάτων, ευχές υπέρ του νέου αυτοκράτορα, σύσταση του κομιστή της επιστολής και αποστολή ιερών κειμηλίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 7 από 7

Εἰ δὲ τοσοῦτον ὀψὲ τοῦ καιροῦ ἐν τούτοις δὲ τοῖς προσρηθεῖσιν ἀπηντήκαμεν, θαυμαζέτω μηδείς, μηδὲ κατηγορείτω τῆς ἡμετέρας ὑπολήψεως, ἀλλὰ γινωσκέτω μὲν ἡ Θεοφιλὴς ὑμῶν ἀδελφότης, ὡς ἐξουσίας γνώμη σκληρά τε καὶ ἀμείλικτος ἐπρυτάνευσε κωλύειν ἡμᾶς τοῖς δεδογμένοις χρῆσθαι δυναμένη, οὐχ ἱερατικὸν ἔθος παρῶπται καὶ διαπέπτωκεν, οὐδὲ ἐκ ῥᾳθυμίας τινός, τῶν δεόντων καὶ ἐκκλησιαστικοῖς ἀνδράσιν ἀνηκόντων ὑπερόπται γεγόναμεν. Καὶ συγγινωσκέτω ἡ ἱερὰ ὑμῶν ψυχή, εἴ τί μοι μέλλοι τῆς βραδυτῆτος μέμφεσθαι, ἐν πείρᾳ καθεστῶσα καὶ αὐτή, ὡς οὐκ εὔοδός ἐστι πρὸς δυναστείας ἀντιφέρεσθαι, ἰδίοις ὑπενηνεγμένους θελήμασι καὶ πάντα πληροῦν σπουδάζοντας τὰ καταθύμια.

Ἐδόκει γὰρ τῷ εἴργοντι καὶ ἀφορμὴν εὐπρόσωπον προβάλλεσθαι ἐφ’ ἡμῖν τῶν ἐπιτελεσθέντων τοῦ χρίσματος ἕνεκεν, καὶ ὡς ὑμεῖς τῆς Ἐκκλησίας ἑαυτοὺς ἀπεῤῥήξατε, διεθρύλλει καὶ ἐχαλέπαινε. Διὸ καὶ ὑμεῖς ἀφ’ ὧν ἐν τούτοις τὸ ἠναγκασμένον πεπόνθατε, δύνασθε συγγνώμονες ἔσεσθαι τοῖς ὁμοίοις περιπίπτουσιν ἀβουλήτως.

Καὶ διὰ ταῦτα, οἶμαι, οὐδὲ δεήσει πλειόνων τῶν περὶ τῆς ἀλογίας [ἀπολογίας] λόγων, ἀλλ’ ἐνταῦθά σοι εὐκαίρως παραγραφήσονται, καὶ μαρτυρεῖ γε τὰ νῦν πραττόμενα καὶ τελούμενα. Ἐπειδὴ ἡ κλεῖς περιεθραύσθη, καὶ ἡ πύλη ἀναπέπται [ἀναπέπταται], καὶ οἱ λίθοι τοῦ προσκόμματος τῆς ὁδοῦ διήρθησαν, καὶ πᾶσα λεία καὶ ἀποστιβὴς ἐξωμάλισται, καὶ οἴχεται λοιπὸν τὰ λυπηρά, ἐκποδὼν γέγονε τὰ σκάνδαλα, φροῦδα τὰ τῆς ἐπηρείας νῦν καθίσταται, τὰ ἐκεῖθεν σκῶλα λέλυνται, καὶ φῶς ἐλευθέριον τῇ Ἐκκλησίᾳ ἐπέλαμψε. Διὰ τοῦτο χώραν ἔσχε τὰ τῆς ἀγάπης, καὶ τῆς κρατούσης ἱερατικῆς συνηθείας ἀνύεσθαι καὶ περαίνεσθαι.

Ἀλλ’ εἰσὶν οἷς τὰ θεῖα οὐκ ἐμέλησαν, οἰκείας δὲ δόξης χάριν, ἐσπούδασαν κατόψεσθαι οἷα αὐτοῖς τὰ ἐκ τοῦ θείου ἀπαντήσεται δικαστήρια. Ὡς γὰρ φίλον αὐτοῖς πρὸς τὴν παροῦσαν κεχηνόσι δόξαν καὶ περιφάνειαν, τὰ πρὸς ἀλλήλους ἔθεντο, ἡμεῖς δὲ τῆς περὶ Θεὸν δόξης, καὶ τῆς ἐκκλησιαστικῆς τιμῆς, καὶ ὁμονοίας, καὶ τῶν ἱερῶν θεσμῶν τηρήσει τιθέντες τὸ σπούδασμα, τῶν ἡμετέρων ἐχόμεθα, καὶ ὑπὲρ τοῦ νῦν ἀναδειχθέντος εὐσεβοῦς καὶ κραταιοτάτου ἡμῶν βασιλέως, καὶ τέκνου γνησίου τῆς Ἐκκλησίας καὶ ἤθεσι θεαρέστοις καὶ τρόποις ἀγαθουργίας προλάμποντος, εὐχὰς καὶ δεήσεις συντόνους πρὸς τὸν στέψαντα καὶ συμβασιλεύοντα [συμβουλεύοντα] αὐτῷ Θεὸν ἀναπέμπομεν, ὅπως αὐτῷ εἰρηνικὴν τὴν ζωήν, καὶ τὸ βασίλειον χαρίσηται ἐπὶ μήκιστον διαφυλάττων χρόνον, τοῖς κατὰ βαρβάρων τροπαίοις κοσμῶν αὐτόν, καὶ τὸ Χριστιανικὸν διακυβερνῶντα αἰσίως πολίτευμα, πρὸς ζῆλον ὀρθοδοξίας καταρτιζόμενος, καὶ τῶν θείων ἐντολῶν τήρησιν, καὶ τέκνοις τὸ εὐδόκιμον ἐν τῇ τῆς ἐξουσίας διαμονῇ κτώμενον.

Μιχαὴλ δὲ τῷ ὁσιωτάτω μητροπολίτῃ τῆς Φιλαδέλφου [συναδέλφου] φιλοχρίστου πόλεως τὰ παρόντα ἡμῶν συνοδικὰ γράμματα πρὸς τὴν ἡμετέραν ἠγαπημένην καὶ ποθεινὴν ἀδελφότητα ἐνεχειρίσαμεν. Καὶ πεπείσμεθα μὲν ἐκ τῆς ἤδη προλαβούσης αὐτοῦ ἐντεύξεώς τε καὶ ὁμιλίας, ὡς φιλοφρόνως παρ’ ὑμῶν ὁραθήσεται καὶ δεχθήσεται, παρακαλοῦμεν δὲ καὶ διὰ τὴν ἡμετέραν μετριότητα, γνησιώτερα καὶ οἰκειότερα τὰ τῆς ἀποδοχῆς καὶ τιμῆς καὶ ἀναπαύσεως αὐτῷ παρ’ ὑμῶν γενέσθαι.

Καὶ γὰρ καὶ πρὸς τὴν ὑμετέραν ἀγάπην, πάνυ τὸ θερμὸν καὶ γνήσιον κέκτηται, καὶ ἐν τοῖς τῆς Ἐκκλησίας πράγμασι, τὸ σπουδαῖον· καὶ πρόθυμον ἐπιδείκνυται, ὥσπερ καὶ ἐν λόγῳ καὶ βίῳ καὶ ἀρετῇ τὸ προὖχον ἀποφέρεται, ὃς καὶ μέλλει Θεοῦ εὐοδοῦντος τούτῳ καὶ ὑμᾶς κινοῦντος, τὰ τῆς ἀγάπης καὶ ὁμονοίας σύμβολα, τουτέστι τὰς τιμίας ὑμῶν κεραίας τῶν ἐν χερσὶ συλλαβῶν ἀντίγραφα πρὸς ἡμᾶς κομίζειν, εἰς πλείονα εὐφροσύνην ἡμῶν πνευματικήν, καὶ καταρτισμὸν τῆς ἐν Κυρίῳ φιλικῆς ἡμῶν διαθέσεως. Πᾶσαν τὴν σὺν ὑμῖν ἐν Χριστῷ ἀδελφότητα πλεῖστα προσαγορεύομεν. Ἐῤῥωμένος ἐν Κυρίῳ ὑπερεύχου ἡμῶν, ἁγιώτατε καὶ μακαριώτατε ἀδελφέ, μεσίτην καὶ συνεργὸν πρὸς Θεὸν τὸν κοινὸν προστάτην καὶ ἀντιλήπτορα ἡμῶν, τὸν μέγαν καὶ κορυφαῖον ἀπόστολον κεκτημένος, ᾧ τὰς ὑπὲρ ἡμῶν τῶν ἀναξίων δούλων αὐτοῦ ἐντεύξεις, προσάγειν μὴ κατοκνήσῃς.

Εἰς σύμβολον δὲ τῆς μεσιτευούσης ἐν ἡμῖν ἐν Κυρίῳ ἀγάπης, ἀπεστείλαμεν τῇ ἀδελφικῇ ὑμῶν μακαριότητι, ἐγκόλπιον χρυσοῦν, οὗ ἡ μία ὄψις κρυστάλλου ἐγκατακεκλεισμένη, ἡ δὲ ἑτέρα εἰκονισμένη δι’ ἐγκαύσεως, καὶ ἐντὸς ἔχον ἕτερον ἐγκόλπιον, ἐν ᾧ εἰσι μερίδες τῶν τιμίων ξύλων ἐντετυπωμέναι· στιχάριον λευκὸν καὶ φαινόλιον κάστανον ἄῤῥαφα, ἐπιτραχήλιον καὶ ἐγχείριον, πεποικιλμένα χρυσῷ. Καὶ ταῦτα δεχομένη Θεοῦ εὐοδοῦντος καὶ διασώζοντος μετριάσει πρὸς τὴν οἰκτρὰν ταύτην ὑπομνήσεως χάριν, ἀποστολήν, ταῦτα ἐν ὀθόνῃ εὐφυῶς διατυλιχθέντα διετάξαμεν μολιβδίνη σφραγῖδι ἐνσημανθῆναι.