Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀπολογία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η κατάσταση του αναστημένου σώματος του Χριστού

Ανάπτυξη της ορθόδοξης διδασκαλίας περί της διατήρησης της ανθρώπινης φύσης μετά την Ανάσταση, σε αντιδιαστολή με τη θεώρηση του σώματος ως ακατάληπτης ουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 8 από 14

Ὅτι μετὰ τὴν ἀνάστασιν ἀμετάβλητος ὁ Χριστὸς ὡράθη τοῖς ἀποστόλοις. Εἰ δὲ μετὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν εἶπε τὰ τῆς μεταβολῆς γεγενῆσθαι, ἀλλ’ ὡράθη ταῖς γυναιξὶν, αἳ καὶ τῶν ποδῶν ἐκείνου ἅπτονται πιστώσει τοῦ σώματος· καὶ τοῖς μαθηταῖς ἔπειτα, οἷς συμμετέσχε τροφῆς τε καὶ πόσεως, οὐ νόμῳ φύσεως, οὐδ’ ὡς χρῄζων τούτων· ἄφθαρτον γὰρ λοιπὸν ἦν τὸ σῶμα, καὶ οὐ δήπου τινὸς ἐδεῖτο· σῶμα δὲ ὅμως καὶ τὴν διορυγεῖσαν πλευρὰν παρεδείκνυ, καὶ τῶν ἥλων τοὺς τύπους οὓς χερσὶν ἔχων ἔφερε, δι’ ὧν καὶ ἐπιστοῦτο τοὺς μαθητὰς μὴ ἄλλον εἶναι πρὸ τοῦ πάθους, ἀλλ’ αὐτὸν ἐκεῖνον καὶ μετὰ τὸ πάθος ὁρώμενον. Τί οὖν τὸ ἀναληφθὲν, εἰ μὴ σῶμα; καὶ τί τὸ τὴν μεταβατικὴν καὶ πορευτικὴν ἔχον ἐνέργειαν, καὶ τὴν ἐκ τόπου εἰς τόπον μετάστασιν; καὶ πῶς γῆθεν πρὸς οὐρανοὺς μετεωριζόμενον αἴρεται; ἦ οὐδὲ ταῦτα σώματος; Τῆς ἐκείνου ἐμβροντησίας! εἰ δὲ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον ἔοικε θεοειδέστερόν τι καὶ ὑψηλότερον τῶν ἀποστόλων φαντάζεσθαι ὁ Εὐσέβιος, καὶ τῶν ἀγγέλων θεοπτικώτερόν τι καὶ μυστικώτερον, ὃ μανία σαφὴς καὶ παραφροσύνης ἐσχάτης γνώρισμα. Οὗτοι γὰρ σεσωματωμένον, οὐ γυμνὸν σώματος, τὸν Χριστὸν ἀνιόντα τεθέανται· καὶ πρὸς τῶν παραπεμπόντων τε ἀγγέλων κατήκουον τὸν αὐτὸν τρόπον ἐλεύσεσθαι καθ’ ὃν δὴ καὶ ἑωράκεσαν.

Ἢ οὐδὲ Στεφάνῳ ἐπείθετο ἂν διακεκραγότι, ἃ παρέσχεν αὐτῷ τῆς ἀληθείας ὑπεραθλοῦντι ἡ τῶν οὐρανίων πυλῶν ἀνάπτυξις, καὶ ἡ τῶν ὑπὲρ αὐτοὺς ἀδύτων θέα, καθ’ ἣν τὸ τῆς δόξης ἀπαύγασμα ἐν τῷ εἴδει τῷ ἀνθρωπείῳ, τῷ ἀγωνιστῇ παραδείκνυται, καθ’ ὅσον ἡ φύσις ἡ καθ’ ἡμᾶς σαρκὸς ὄμμασι κεκαθαρμένοις ἐνορᾷν ἐγκεχώρηκεν.

Οὕτω δὴ μυσταγωγούμεθα μὴ ἀποτεθεῖσθαι τὴν σάρκα, ἢ γυμνὴν εἶναι νῦν σώματος τὴν θεότητα· ἀλλ’ εἶναι Χριστὸν μετὰ τοῦ προσλήμματος καὶ ἥξειν· τὸ δὲ μετά τινος εἶναι, καὶ ταὐτὸν εἶναι, οὐ ταὐτόν· διὸ οὐ μεταβεβλῆσθαι λέγειν τὴν σάρκα ἀληθὲς, καὶ οἴχεται Εὐσέβιος, φασμάτων τε καὶ πλασμάτων τὴν ἑαυτοῦ ψυχὴν ἀποπλήσας. Ἀλλὰ τέως ἡμεῖς τὰ Εὐσεβίου ληρήματα χαίρειν ἐάσαντες, καὶ φαντασιοκοπούμενον ἀπολιμπάνοντες, καὶ πρὸς αὐτὴν τῶν πραγμάτων τὴν φύσιν ἀποβλέψαντες, ἐκεῖνο ἐροῦμεν·

Ὅτι τὰ φυσικὰ καὶ οὐσιώδη οὐ μεταβάλλονται, καὶ περὶ τῶν τεραστίων Μώσεως. Ὅτι οὐδὲν τῶν ὄντων τοῦ φυσικοῦ καὶ οὐσιώδους λόγου ἐξιστάμενον μεταβάλλεται, ἀλλ’ ἡδρασμένον ἕστηκε καθ’ ὃν παρὰ τοῦ κτίσαντος γέγονε τρόπον· ἐν αὐτῷ γὰρ ὡς δημιουργῷ οἱ καθ’ ἕκαστον τῶν γεγονότων ἐγνωσμένοι ἐναπόκεινται λόγοι· ἐπεὶ οὕτω γε καὶ τοῦ εἶναι ὅλως εἰς τὸ μὴ ὂν ἐκστήσεται καὶ φθαρήσεται. Ἢ γὰρ ποιότητι ἢ ποσότητι ἢ ἑτέρῳ τῶν παρακολουθούντων τῇ φύσει καὶ τῇ περὶ αὐτὸ κινήσει καὶ ἐνεργείᾳ μεταβάλλον, ἀλλοιωθήσεται. Ὡς ἂν ἐννοήσειέ τις κἀπὶ τοῦ Νειλώου ῥείθρου πάλαι γενόμενον.

Ποιότητι γὰρ μεταβαλὸν ἐρυθαίνεται μὲν φοινισσόμενον, οὐ μὴν δὲ τῆς ῥοώδους τοῦ στοιχείου καὶ ψυχρᾶς ἐκβέβηκε φύσεως, καὶ δῆλον ἐξ ὧν τοῖς μὲν Αἰγυπτίοις αἷμα φαινόμενον πικρὸν ἦν καὶ ἀπρόσιτον, Ἑβραίοις δὲ γλυκύ τι καὶ πότιμον. Οὕτω δὴ καὶ ἡ ῥάβδος ἀπὸ χειρὸς Μωσέως κατὰ γῆς ῥιπτουμένη, εἰς σχῆμα μεταβάλλεται ὄφεως, τὴν τοῦ κινεῖσθαι προσλαβοῦσα παρὰ τοῦ προστάττοντος δύναμιν, τοῦ ξυλώδους δὲ εἴδους οὔποτε ἀφέστηκεν. Ἀφ’ οὗ πάλιν ἐπειλημμένου τοῦ ὁλκοῦ, ἐπὶ σχήματος ἡ ῥάβδος καθίσταται. Πρὸς δὲ καὶ ἡ χεὶρ κατὰ κόλπους ἐνδύνουσα καὶ ἐκθέουσα, ἠλλοίωτο μὲν τοῦ χρωτὸς λεπρῶσα τὴν ἐπιφάνειαν καὶ κατεμορφοῦτο τὸ δύσμορφον, τῆς πρὶν ἕξεως τοῦ χρώματος διαλλάσσουσα· ἀλλὰ μεμένηκε πρὸς τὸ ἐξ ἀρχῆς ἀποκαθισταμένη εἶδος καὶ τὸ εἶναι χεὶρ οὐδαμῶς ἀποβέβληκε. Καὶ φῶς μὲν Ἰσραηλίτας κατηύγαζε, σκότος δὲ κατὰ ταυτὸν Αἰγυπτίους ἐκόλαζε. Καὶ μὴν καὶ φλὸξ Χαλδαϊκὴ ἐπὶ μέγα διαίρεται καὶ ἀνίσταται, ἀφθονίᾳ τοῦ ὑπεκκαύματος, καὶ σπουδῇ τῶν ὑπεχόντων τὸ δαψιλὲς τῆς ὕλης καὶ εὔπρηστον· ἀλλὰ Βαβυλωνίοις μὲν πρηστήριος ἦν καὶ ὀλέθριος, ὁσίοις δὲ Παισὶ τῷ φωτὶ περιέλαμπε, τῇ καινοποιηθείσῃ δρόσῳ παρὰ τῆς θείας δυνάμεως, λαμπροὺς καὶ περιφανεῖς ἐν μέσῃ καμίνῳ (τὸ παράδοξον) διασώζουσα· καὶ οὔ τί γε τῶν φυσικῶν ὁρισμάτων τὸ πῦρ ἐκκεχώρηκε. Δηλοῦσι.

δὲ καὶ οἱ ἀκάθαρτοι δαίμονες τῆς μὲν ἀγγελικῆς, ἣν ἐξ ἀρχῆς ἔλαχον, οὐκ ἐκβαίνοντες φύσεως, τοῦ καλοῦ δὲ γνώμῃ παρατραπέντες, καὶ κατὰ τοῦ δημιουργοῦ τραχηλιάσαντες, καὶ διὰ τοῦτο ἐκπεπτωκότες τοῦ φωτὸς τῆς λαμπρότητος, σκότος διὰ τὴν ἔπαρσιν καὶ γεγόνασι καὶ ὑπάρχουσι, πονηρίας δὲ πάσης τέκτονες ὄντες ἑαυτοῖς τε καὶ ἡμῖν κακίας γίνονται πρόξενοι. Οὕτω κἀπὶ τῶν ἄλλων ἐστὶν ἰδεῖν ὅσα ποιῶν Θεὸς τεθαυματούργηκε τὸ ἀνέκαθεν. Εἰ τοίνυν τὰ γεγονότα πάντα τὸν ὅρον καὶ λόγον οὐκ ἀμείβει καθ’ ὃν παρὰ τοῦ κτίσαντος τέτακταί τε καὶ ἥδρασται (καὶ γὰρ ἐν αὐτῷ καὶ πρὸ τοῦ γενέσθαι τῶν ὅλων οἱ λόγοι, καὶ τὰ εἴδη γεγονότα ὥσπερ ὑφέστηκε, ÷ καὶ ἐν αὐτῷ πάντες οἱ θησαυροὶ τῆς γνώσεως καὶ τῆς σοφίας ἀπόκρυφοι ÷), καὶ πάντα οὕτως ἐν θαύματι κεῖται, πόσῳ μᾶλλον τὸ καινοπρεπὲς τοῦτο καὶ πάντα νοῦν ὑπεραῖρον μυστήριον, καὶ αὐτοῖς ἀγγέλοις ἀπόκρυφον, δι’ ἡμᾶς ἐν τῇ καθ’ ἡμᾶς φύσει τελούμενον, τῶν λόγων οὐκ ἐκσταίη τῆς φύσεως; Ἀλλ’ ἐν τοῖς ὑπὲρ φύσιν διαλάμπον ὁραθήσεται θαύμασι. Πῶς γὰρ ἂν εἴγε ἡ φύσις αὐτὴ ἐν τοῖς ὑπὲρ φύσιν ἀμείβεται, τὸ κατορθούμενον ἔσται παράδοξον;

Περὶ τῆς θείας σαρκώσεως. Οὕτως οὖν τὸ ἐξ ἀρχῆς, ἐκ παρθενικῆς ῥίζης, συλλήψεως καὶ σπορᾶς ἄνευ, ὁ θεῖος κλάδος ὑπερφυῶς ἀναφὺς, τὴν φύσιν οὐκ ἤμειψε, γέγονε δὲ τῇ κυοφορούσῃ μητρὶ παραπλήσιος· καὶ ταύτῃ γίνεται θαῦμα τὸ θαῦμα· οὔτε γὰρ ἡ τεκοῦσα τὴν παρθενίαν σεσύληται, οὔτε μὴν ὁ τόκος ὑπὸ τῆς παρθενίας φυλασσομένης ἀφθόρου κεκώλυται· οὕτως ἁφῇ χειρὸς, νεκροὺς ἐξανίστησι. Χριστὸς καὶ ποσὶν ὑλικοῖς πεζεύει πέλαγος, καὶ θαλάσσης ἀγριαινούσης ὑπὲρ κυμάτων κουφίζεται, καὶ πηλουργεῖ τυφλῷ, τῆς φύσεως δημιουργὸς γνωριζόμενος, καὶ τὸ βλέπειν χαρίζεται. Μακρὸν ἂν εἴη, μᾶλλον δὲ ἄπορον καὶ ἀμήχανον λέγειν, ὅσα τερατουργῶν ἐν τῇ τοῦ δούλου μορφῇ διετέλεσεν, ὅσα τε παθὼν σαρκὶ δι’ ἡμᾶς ἤνεγκεν, ἃ οὐδ’ ἂν τὸν κόσμον χωρῆσαι γραφόμενα ἡ θεολόγος σάλπιγξ βοᾷ.

Τὰς γοῦν φυσικὰς δυνάμεις καὶ ἐνεργείας, καὶ τὰ κοινὰ πάθη καὶ ἀδιάβλητα κατὰ τοὺς διδασκάλους τῆς Ἐκκλησίας εἰπεῖν οὐκ ἀπέλιπε· τέλειον δὲ τὸν ὅρον καὶ οὐσιώδη τῆς κατ’ αὐτὸν ἀνθρωπότητος πανταχοῦ διασέσωκε, καὶ ἐν πᾶσιν ἔχων τὰ καθ’ ἡμᾶς, τὰ ὑπὲρ ἡμᾶς ἀπειργάζετο· καὶ ὁ τῆς θεανδρικῆς ἐνεργείας διεφαίνετο τρόπος. Οὕτω θανάτῳ ἰδίῳ καὶ φυσικῷ καταλύει τὸν θάνατον, καὶ καταργεῖ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου Διάβολον· οὐ βίᾳ καὶ θεϊκῇ ἐξουσίᾳ προσχρησάμενος, ἑλὼν τὸν ἐχθρόν· νόμῳ δὲ ἀγωνίας, κατὰ τὴν συμπλοκὴν τῆς μάχης, τὸν ἀντίπαλον χειρωσάμενος. Οὕτω μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, εἰς τὸ ἀρχαῖον κάλλος μεταστοιχειώσας, οὐκ ἐκστήσας τὴν φύσιν, οὐδὲ εἰς θεότητος μεταμείψας οὐσίαν· ἀθανασίᾳ δὲ μᾶλλον καὶ ἀφθαρσίᾳ κατακαλλύνας, μετὰ τῆς αὐτῆς μορφῆς τοῖς μαθηταῖς ἐμφανίζεται· οἳ δὴ τῷ παραδόξῳ ὑπερεκπλαγέντες τῆς θέας ἐδόκουν πνεῦμα θεωρεῖν. Τί οὖν φησὶ, τὴν φύσιν τὴν καθ’ ἡμᾶς πιστούμενος; ÷ Ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. ÷ Ποῦ οὖν ἡ ἐξ ὅλων ὅλη μεταβληθεῖσα μορφὴ ἐπὶ φῶς ἄῤῥητον καὶ ἀνεκδιήγητον καὶ ὀφθαλμοῖς ἀνθρωπίνοις ἀπρόσβλεπτον;

ἆρα ἡ σὰρξ, καὶ τὰ ὀστέα ταῦτα ἐπὶ θεότητος φύσιν μεταβέβληνται; ÷ Ταῦτά εἰσιν ἃ ὀφθαλμὸς οὐκ οἶδε [καὶ οὖς οὐκ ἤκουσε] καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. ÷ Ὅτι μὲν ὑπεράγια καὶ ἄφθαρτα τὸ λοιπὸν, καὶ πάσης καθαρότητος λόγον ὑπερβαίνοντα, οὐδεὶς ἂν διαμφιβάλοι τῶν εἰς πίστιν τὴν ὀρθῶς καὶ ἀμωμήτως ἔχουσαν ἠγμένων, φύσεως δὲ θείας οὐκ ἂν εἴποιμεν. Ἀλλὰ κατὰ τὸ φρόνημα τῆς Ἐκκλησίας τὸν ἑαυτῆς λόγον ἡ φύσις σώζουσα, εἰς τὸ ὑπὲρ φύσιν διὰ τῆς τοῦ συνηνωμένου Λόγου δυνάμεως ἄνεισιν, ἡμῖν ἀῤῥαβῶνα παρέχοντος, κατὰ τὴν κοινὴν καὶ μέλλουσαν πάντων ἀνάστασιν, πρὸς ἀφθαρσίαν μεταστοιχειωθήσεσθαι, καὶ τὴν τῆς θείας εἰκόνος εὐκληρίαν ἀπολήψεσθαι. Πῶς οὖν κατ’ Εὐσέβιον τὸ κτιστὸν μετακεχώρηκεν ἑαυτοῦ, καὶ ἄκτιστον γέγονεν; ἢ τὸ ἠργμένον, εἰς τὸ ἄναρχον μέτεισι; καὶ τὸ γένεσιν σχὸν, ἐπὶ τὸ ἀγέννητον; καὶ τὸ ἐν χρόνῳ, πρὸς τὸ ἄχρονον; καὶ πάντα ὅσα τὴν ἡμετέραν χαρακτηρίζει φύσιν, ἐπὶ τὴν ὑπερούσιον μεταπεφοίτηκε φύσιν; Πῶς ἅμα τὰ ἀντικείμενα περὶ τὸ αὐτὸ καὶ κατὰ ταὐτὸν, εἰς ἓν τῇ φύσει συνέλθοιεν;

ἐπεὶ μηδὲ οἷόν τε τὰς τοιαύτας ἐναντίας καὶ οὐσιώδεις διαφορὰς ἐν μιᾷ καὶ τῇ αὐτῇ συνυπάρξαι φύσει· διαιρεῖν γὰρ μᾶλλον καθ’ ἃς ἐνυπάρχουσι φύσεις πεφύκασι, πρὸς μίαν δὲ ὑπόστασιν συνηνέχθαι, ὥσπερ ἐπὶ Χριστοῦ αἱ συνδραμοῦσαι φύσεις ὑπόστασιν μίαν καὶ τὴν αὐτὴν ἀτρέπτως, ἀσυγχύτως καὶ ἀδιαιρέτως ἀπετέλεσαν· οὐ γὰρ φύσιν ὁποία ἡ Εὐσεβίῳ παραπλασθεῖσα καὶ συγχυθεῖσα, καθ’ ἣν καὶ πάθος τῇ ἀπαθεῖ καὶ ἀκηράτῳ τοῦ Υἱοῦ θεότητι, εἰς αὐτὴν τετραμμένης τῆς σαρκὸς, προστρίψεται.

Ἐκσταίη γὰρ οὕτω γε συντιθεμένη τῆς οἰκείας ἁπλότητος, καὶ οὔτε τῷ Θεῷ καὶ Πατρὶ ἔσται ὁμοούσιος, ἁπλῆς γε ὄντι φύσεως, (ἢ γὰρ καὶ ὁ Πατὴρ σαρκὶ συντεθήσεται)· οὔτε τῇ μητρὶ καὶ ἡμῖν, ὅτι οὐ μετέλαχε θείας οὐσίας· ἃ πάντα κατασκευάζειν τῆς ἐκείνου ἐστὶν ἀθεότητος. Ἀλλ’ οἴχεται μὲν αὐτῷ καὶ ἀνατέτραπται ἅπας ὁ τῆς οἰκονομίας λόγος· μάταιον δὲ αὐτῷ τὸ θεῖον κήρυγμα, καὶ ψόφος τηνάλλως ῥήματα τῶν Ἀποστόλων καὶ Πατέρων τὰ δόγματα. Εἰ γὰρ ἑαυτὴν ἡ φύσις ἐκλέλοιπε, ποῦ ἡ ἀρχὴ τοῦ καθ’ ἡμᾶς φυράματος; ποῦ ἡ παρὰ τοῖς πιστοῖς προσδοκωμένη τοῦ Χριστοῦ μετὰ σώματος ἔλευσις; τίνα πρὸς τὸν Θεὸν καὶ Πατέρα παράκλητον ἔχομεν; τίς δὲ ὁ πρεσβεύειν ὑπὲρ ἡμῶν ὑπὸ φιλανθρωπίας εἰδώς; τίς δὲ, συνελόντα εἰπεῖν, καὶ πόθεν ἡμῖν δεομένοις τῆς ἐντεῦθεν βοηθείας καὶ ὠφελείας, ἡ ὄνησις, ἐξ ὅλων ὅλης μεταβεβλημμένης τῆς φύσεως;

Τί ἐστι καινοτομία φύσεως ἐν τῇ θείᾳ οἰκονομίᾳ. Τί οὖν; οὐ καινοτομοῦνται φύσεις ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου; φήσειέ τις. Καινοτομοῦνται μὲν, οὐ μεταβάλλονται δέ· ἄλλο γὰρ μεταβολὴ, καὶ καινοτομία ἕτερον· τὸ μὲν γὰρ φθορᾶς ἐστι ποιητικὸν, καὶ τοὺς ἐπὶ τῇ φύσει καθ’ οὓς ὑπῆρξε λόγους διαλυμαίνεται· καινοτομία δὲ περὶ τὸν τρόπον τοῦ ὑποκειμένου πράγματος συνίστασθαι πέφυκε, πρὸς ἔνδειξίν τε τῆς θείας καὶ ἀμάχου δυνάμεως, καὶ προνοίας τῶν οἰκονομουμένων ἕνεκεν παραδόξοις ἀποτελουμένη θαύμασι· οὐδαμῶς ἠρνημένης τὸν ἑαυτῆς ὅρον τῆς φύσεως. Οὕτω Θεὸς ἄνθρωπος διὰ φιλανθρωπίαν γίνεται, καὶ κενοῦται τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρὸν νόμῳ συγκαταβάσεως· μεταβολὴν δὲ αὐτὸν πεπονθέναι καὶ ὁπωσοῦν ἐννοεῖν, δυσσεβείας ἁπάσης ἐπέκεινα. Καὶ Παρθένος τίκτει καὶ ἀπειρόγαμος, ἄνευ σπορᾶς καὶ συλλήψεως, νόμοις οὐχ ὑπείκουσα φύσεως. Ταῦτα γὰρ τὸ καινοτομούμενον, ἐπεὶ ὑπὲρ θεσμὸν φύσεως τὸ γινόμενον.

Θεὸς γὰρ ἦν μετὰ τοῦ προσλήμματος τὸ τικτόμενον, ἵνα καὶ Θεὸς ὁ ἄνθρωπος χάριτι γένηται.

Ὅτι εἰς τὸ ἐξ ἀρχῆς κάλλος ἀναπεφοίτηκεν ἡ ἀνθρωπεία φύσις. Εἰ δὲ δεῖ θαῤῥήσαντα εἰπεῖν καὶ ὑψηλοτέρων τινῶν καὶ μυστικωτέρων ἅψασθαι, οὐ μόνον οὐκ ἐξέστηκεν οὐδὲ μεταβέβληται ἡ φύσις ἡ καθ’ ἡμᾶς, ἀλλ’ ἤδη καὶ εἰς τὸ ἐξ ἀρχῆς ἀναπεφοίτηκε λαμπρυνθεῖσα, καθ’ ὃν τρόπον παρὰ τοῦ δημιουργοῦ ἔκτισται, τὸ ἐκ τῆς ἁμαρτίας ἐπείσακτον αἶσχος ἀπονιψαμένη, καὶ εἰς τὸ ἀρχαῖον ἀναδραμοῦσα ἐν Χριστῷ κάλλος, καὶ ὡς ἂν εἴποι τις, εἰς ἑαυτὴν ἐπανελθοῦσα· ὡς εἴ τις ἴδοι χρυσὸν ὕλῃ πως τῇ ἀτιμοτέρᾳ συγκαταμεμιγμένον, ἔπειτα εὖ μάλα διὰ πυρὸς ἀνακαθαρθέντα, ἐπὶ τὴν οἰκείαν ἐπανιόντα λαμπρότητα. Ὃ γὰρ ὑπόχρεως οὖσα διὰ τὴν τῆς ἐντολῆς τήρησιν, τὴν ἀθανασίαν λέγω καὶ ἀφθαρσίαν ἀναδήσασθαι, οὐ πεπλήρωκε· τοῦτο Χριστὸς διὰ τῆς οἰκείας συγκαταβάσεως ἀνεσώσατο. Οὐκοῦν οὐ ταυτὸν ἡ μεταβολὴ τῇ καινοτομίᾳ, ὡς οὖν ἡ τοῦ Λόγου φύσις καινωθεῖσα οὐ μεταβέβληται, οὐδὲ ἡ σάρξ. Εἰ γὰρ ταύτην εἴποι τις μεταβεβλῆσθαι, κἀκείνην πάντως ἐρεῖ· ὧν οὐδὲν ἀτοπώτερον ἢ παρανομώτερον. Ἐκεῖνα δὴ οὖν κενολογήσας ὁ Εὐσέβιος, καὶ τὸν θεμέλιον τῆς ἀσεβείας προκαταβαλόμενος, καὶ ἀεὶ ἐπὶ κακίᾳ προϊὼν καὶ βαρυτέραις ταῖς βλασφημίαις κατὰ Χριστοῦ ἐπιτιθέμενος, οὐκ ἀπολήγει, φιλονεικῶν ἀεὶ τοῖς ἑξῆς ἀποκρύπτειν εἰς δυσφημίαν τὰ φθάσαντα· ἐπισκεψόμεθα γὰρ οἷα τὰ μετὰ ταῦτα γράφει.

Ὅτι τέλεον ὁ Εὐσέβιος ἀρνεῖται τὴν σάρκωσιν Χριστοῦ. ÷ Πῶς οὖν, φησὶ, τις τῶν ἀδυνάτων ἐφίκοιτο; πῶς δὲ τῆς οὕτω θαυμαστῆς καὶ ἀλήπτου μορφῆς, εἴ γε χρὴ μορφὴν ἔτι καλεῖν τὴν ἔνθεον καὶ νοερὰν οὐσίαν, εἰκόνα τις ζωγραφήσειεν; ÷ Τί τούτων τῶν λόγων ἀπευκτότερον, ἢ ἀνοσιώτερον; οὐδ’ ἂν ἡ ἐν αὐτῷ ἐνεργοῦσα δύναμις κατὰ τῆς τοῦ Μονογενοῦς συγκαταβάσεως τοιαῦτα τετόλμηκε φθέγξασθαι. Τί γὰρ δὴ πρὸς ἀναίρεσιν ταύτης ἐκδηλότερον;

Ἃ μὲν οὖν ἐν τοῖς ἐπάνω χριστομαχῶν συνετίθει, ταῦτα νῦν ἐπεξεργάζεται δυσφημότερον. Οὐκέτι σὰρξ, οὐκέτι σῶμα, οὐκέτι ἀνθρώπειον εἶδος· ἀπήρνηται αὐτῷ ἐξ ὅλων ὅλη ἡ φύσις καὶ τὸ πρόσλημμα, καὶ διεῤῥύηκε πάντα ἐξ ὀφθαλμῶν αὐτοῦ. Τί γάρ ποτέ ἐστι μορφὴ ἄληπτος καὶ ἀμόρφωτος, αὐτός τε ἔγνω καὶ οἱ αὐτοῦ εἴσονται μύσται, τῆς θολερᾶς καὶ βορβορώδους φαντασίας τε καὶ δοκήσεως ὅλους ἐκπεπωκότες τοὺς ῥύακας. Οὕτω γὰρ ἐξηφανίσθαι τὴν σάρκα, οὔτε τὰ θεοπαράδοτα λόγια, οὔτε τις τῶν πατέρων ἡμῖν παραδέδωκεν. Ἀμετάβλητον δὲ ἅπαντες παῤῥησίᾳ κηρύσσουσι.

Πολλὰ δὲ νῦν βαττολογήσας καὶ φλυαρήσας ὁ χριστομάχος, εἰς τοῦτον κατέληξε τῆς ἀσεβείας τὸν βυθόν. Εἰ μὴ γὰρ μορφὴ πολλῷ πρότερον, οὐδὲ σῶμα· εἰ δὲ οὐ σῶμα, οὐδὲ σάρξ· τί οὖν λείπεται λέγειν αὐτόν; ἢ εἰς τὸ μηδαμῆ μηδαμῶς ἐκχωρῆσαι τὴν τοῦ Κυρίου σάρκα, μηδὲ ἐν αὐτῷ διασώζεσθαι τὴν ἡμετέραν φύσιν· ἢ ἀνακραθεῖσαν καὶ συγχυθεῖσαν τῇ θείᾳ οὐσίᾳ, ἕτερόν τι σύνθετον ἀποτελέσαι οὐσίας εἶδος, ὃ μήτε θείᾳ οὐσίᾳ, μήτε ἀνθρωπείᾳ συντεθὲν καθαρῶς ἐστι. Τοιαύτη γὰρ τῶν κατὰ σύγχυσιν συγκεκραμένων καὶ ἀφανιζομένων οὐσιῶν ἡ σύνοδος.

Ὅτι ἄλλος ὁ ἐπὶ Θεοῦ θεωρούμενος Λόγος, καὶ ἕτερος ἐπὶ τῆς σαρκώσεως. Ἀλλ’ εἴπερ ἄληπτος ἡ τοῦ δούλου μορφὴ, ὡμολόγηται δὲ καὶ ἡ θεία μορφὴ ἄληπτος ὄντως καὶ ἀκατανόητος, ἐν τίνι φανεῖται Θεοῦ πρὸς ἄνθρωπον ἡ διαφορά; καὶ γὰρ ταὐτὸν ἔσται ἀμφότερα, ὅπερ πρὸς τῷ εἶναι βλάσφημον, καὶ τὸ ἀδύνατον ἕξει. Ἐπειδὴ γὰρ ἄλλος ὁ ἐπὶ Θεῷ θεωρούμενος Λόγος, καὶ τῆς σαρκὸς ἕτερος, ποῦ σωθήσεται τὰ ἑκατέρᾳ φύσει γνωριζόμενα ἰδιώματα; καὶ γὰρ ἐναντίως ἀλλήλαις ἔχουσι κατὰ τὴν κοινὴν καὶ ἀληθῆ τῆς Ἐκκλησίας δόξαν, ὡς καὶ πρόσθεν εἴρηται· ἐξ ὧν πῶς τὸ ἓν καὶ ταὐτὸν ἐπ’ ἀμφοῖν καθορισθήσεται; πόθεν οὖν πάλιν ἡμῖν ὁ τοῦ Εὐαγγελίου στήσεται λόγος; ποῦ τοῦ μαθητοῦ ἡ ἐπὶ τῆς πλευρᾶς τῆς χειρὸς ἐπαφή; ποῦ τὸ ἀναληφθὲν, καὶ πάλιν ὡσαύτως ἐλευσόμενον; ποῦ τό· ÷ ὄψονται εἰς ὃν ἐξεκέντησαν ÷; ἢ σκιὰ ταῦτα καὶ φάσματα διὰ τοῦ ἀλήπτου δόξειεν;

Ὅτι καὶ τὰ σώματα ἡμῶν μετὰ τὴν ἀνάστασιν ἀναλλοίωτα μένουσιν. Τίνα δ’ ἂν καὶ ὁποῖα τὰ ἡμέτερα σώματα εἴη, κατὰ τὴν κοινὴν πάντων προσδοκωμένην ἀνάστασιν, καὶ πρὸς ὅ τι μετασχηματισθείη ᾗ φησὶ τὸ λόγιον, καὶ τίνι συμμορφωθήσεται σώματι, εἶπεν ἂν πάντως ἀλήπτῳ ἄληπτα, ἢ οὐδὲ σώματι ὅλως, τῆς ἐκείνου τὸ παράδοξον δόξης καὶ παρανοίας· μετασχηματισθήσεται γὰρ ἐκ φθαρτοῦ εἰς ἀφθαρσίαν, καὶ ἐκ ταπεινώσεως εἰς ὕψος εὐκληρίας ἐλάσει· οὐ μήν γε τὸ εἶναι σώματα παραιρεθήσεται, οὔτ’ οὖν ἐκβήσεται τῆς οἰκείας καὶ φυσικῆς καταστάσεως· ἀναστήσεται δὲ ἐκ θνητοῦ ἀθάνατον. ÷ Σπείρεται γὰρ, φησὶν, ἐν φθορᾷ· ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν. ÷ Ἤδη μὲν οὖν καὶ τὰ νῦν τῶν δικαίων σώματα πνευματικὰ ἔστιν, τῇ ἐνοικούσῃ τοῦ Πνεύματος ἐνεργείᾳ· τηνικαῦτα δὲ λεπτότερα καὶ κουφότερα ἔσται, οἷα καὶ δι’ ἀέρος ὀχεῖσθαι, καὶ πνευματικώτερα· καὶ παραμενεῖσθαι τῇ σαρκὶ αὐτῶν τὸ πνεῦμα διηνεκῶς οἱ θεοφάντορες φασίν. Ἐξ ὧν καὶ σάρκα καὶ σῶμα ἔσεσθαι πιστεύεται. Πῶς οὖν ἄληπτον τὸ Χριστοῦ σῶμα, εἰ τὰ συμμορφούμενα οὐκ ἄληπτα; Ἀλλ’ ἐνταῦθα ἐλέγχεται Εὐσέβιος καὶ τὴν τῆς ἀναστάσεως ἠθετηκὼς χάριν, καὶ κακῷ κακὸν προστιθείς· καὶ Σαδδουκαῖος δικαίως νομισθήσεται.

Πλὴν συνυπηχήσει κἀνταῦθα τοῦ διδασκάλου αὐτοῦ τὰ φάσματα καὶ φανερὸν γενήσεται τῶν λόγων τὸ συγγενές· ἔχει γὰρ ὧδε τὰ τοῦ ἀθεωτάτου Μάνεντος πρὸς Κόνδαρον τὸν Σαρακηνὸν γεγραμμένα.

Κατὰ τῆς Μάνου δόξης. ÷ Ἰουδαίων βουλομένων ποτὲ λιθάσαι τὸν Χριστὸν, καὶ τῆς παρανομίας αὐτῶν τὴν τόλμαν εἰς ἔργον ἀγαγεῖν, ἔδειξε σαφῶς τὴν ἑαυτοῦ οὐσίαν ὁ τοῦ ἀνωτάτω φωτὸς υἱός· καὶ μέσος αὐτῶν διελθὼν, οὐχ ὡρᾶτο· ἡ γὰρ ἄϋλος μορφὴ συσχηματισαμένη τὸ εἶδος τῆς σαρκὸς, ὁρατὴ μὲν οὐκ ἦν· ἐψηλαφᾶτο δὲ οὐδαμῶς διὰ τὸ μηδεμίαν ἔχειν κοινωνίαν τὴν ὕλην πρὸς τὸ ἄϋλον· μία γὰρ φύσις τὸ ὅλον, εἰ καὶ σαρκὸς ὡρᾶτο μορφή. ÷ Ἐκ τούτων ὡς ἔοικεν Εὐσέβιος τῶν λόγων ὁρμώμενος τὸ ἄληπτον ἐπὶ τῆς δουλικῆς μορφῆς πρεσβεύει βεβαιότατα· οὐ γὰρ τοῖς θείοις λογίοις προσεσχηκέναι ᾑρέτισεν. Ἤκουε γὰρ τοῦ Σωτῆρος λέγοντος, οὐ τὸ ἄληπτον ἑαυτοῦ, ᾗ ἄνθρωπος, ἐπικηρύσσοντος· ἀλλ’ ὅτι ÷ Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ. Καί· μέλλει ἔρχεσθαι ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, μετὰ τῶν ἀγγέλων αὐτοῦ τῶν ἁγίων. Καὶ μήν· ὅταν καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ. Καί· ἐὰν πορευθῶ, ἑτοιμάσω ὑμῖν τόπον. Καί· οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἀλλ’ ἔρχομαι πρὸς ὑμᾶς.

Καὶ μικρὸν, καὶ οὐ θεωρεῖτέ με· καὶ πάλιν μικρὸν, καὶ ὄψεσθέ με. Εἶτα· καὶ Σωτῆρα ἀπεκδεχόμεθα ἐξ οὐρανῶν, καὶ ὅτι ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ. Καί· προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ÷ Ποῦ οὖν ἐνταῦθα τὸ ἄληπτον καταληφθήσεται; τὸ γοῦν καθῆσθαι, καὶ ἔρχεσθαι, καὶ καταβήσεσθαι, καὶ μικρὸν, καὶ οὐ θεωρεῖσθαι, καὶ ἐπιφανήσεσθαι, τίνος ἂν εἴη ἄλλου ἢ πάντως σώματος καὶ σώματος ἀνθρωπείου, ὃ δὴ καὶ καταληπτόν ἐστι; πῶς γὰρ οὐ καταληπτὸν καταληπτοῖς ἀνθρώποις θεωρούμενόν τε καὶ πλησιάζον, καὶ ψηλαφώμενον;