Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀπολογία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Θεολογικός έλεγχος των εικονομαχικών αντιλήψεων περί συγχωνεύσεως ουσίας και υποστάσεως

Διερεύνηση των φιλοσοφικών και θεολογικών σφαλμάτων του Ευσεβίου, τα οποία οδηγούν σε αλλοίωση της Τριάδας και ταυτίζονται με τις πλάνες παλαιότερων αιρέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 7 από 14

Τί ἐστιν οὐσία καὶ ἐνυπόστατον ἐπὶ Χριστοῦ. Ἀλλὰ κατακομψεύεται Εὐσέβιος· ÷ Ἐπὶ φῶς ἄῤῥητον καὶ ἀνεκδιήγητον καὶ τῷ Θεῷ Λόγῳ πρέπον, ταύτην μεταβεβλῆσθαι. ÷ Καὶ τί ἂν εἴη τοῦτο τὸ φῶς, ζητεῖν ἐπάναγκες· οὐ γάρ πω σαφῶς, ὅ τι ἔστιν, ὁ γεννάδας ὑπέδειξε νῦν, ὅτι μὴ μόνον τῷ Θεῷ Λόγῳ πρέπον προσθεὶς, εἰς ὕστερον δὲ ἐρεῖ ἐκδηλότερον· ὅμως πρὸς τὰ δεδογμένα αὐτῷ ἐν τῷ παρόντι τὸν λόγον ἡμεῖς ἐξετάζωμεν.

Τί οὖν ἐστιν; ἆρα οὐσία τις καὶ ἐνυπόστατον καθ’ αὑτὸ ὑφεστὸς καὶ μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν; ἢ ποιότης ἀσώματος καὶ ἀνούσιος, ἐν ἄλλῳ τὸ εἶναι, οὐκ ἐν ἑαυτῇ, θεωρούμενον ἔχουσα; Ἀλλ’ εἰ μὲν οὐσία ἐστὶ, πότερον ἀγγελική;

Ἐπεὶ καὶ ἄγγελος φῶς, καὶ τοῦ πρώτου καὶ ἀνωτάτω φωτὸς μαρμαρυγὴ καὶ ἀπόλαμψις. Ἀλλ’ οὐκ ἂν τοῦτο εἶπεν· οὐ γὰρ ἂν εἰκονισμοῦ καὶ γραφῆς γραφήν που διέφυγε. Μάρτυρες ἀπαράγραπτοι τὰ ἱερὰ λόγια, ἡνίκα Θεὸν τῶν ὅλων διδάσκει προστάττοντα, καὶ Μωσέα τὸν προσταττόμενον, πράττοντα τῶν Χερουβὶμ ἐκείνων τὴν ποίησιν, εἰ καὶ οὗτος τὰς θείας φωνὰς ἀπαναίνεται.

Εἰ δὲ θεία οὐσία ἐστὶ, πῶς εἰς τοῦτο μετῴχετο; εἰ μὲν ἐν ἰδίᾳ ὑποστάσει καὶ καθ’ ἑαυτὴν μετελθοῦσα, θεωρουμένη καὶ οἷον ἄλλο καὶ ἰδικὸν ἀποτεμομένη πρόσωπον, καὶ πρὸς τὴν τοῦ Λόγου διαπρέπον ἐμφέρειαν, μηδεμιᾷ τῶν ἐν τῇ Τριάδι νοουμένων συμπαρυποστᾶσα καὶ συμφυεῖσα, Τετρὰς σαφῶς ἡ Τριὰς αὐτῷ ἀποτετέλεσται. Καὶ ὁρᾶτε ὡς φιλότιμος περὶ τὴν θείαν οὐσίαν Εὐσέβιος, ἀφθονίᾳ ὑποστάσεων πληθύνων καὶ αὔξων τὰ ἀπλήθυντα καὶ ἀμείωτα, καὶ πάσης τῆς ὁπωσοῦν ὑφέσεως ἢ πλεονασμοῦ παντάπασιν ἀνεπίδεκτα.

Εἰ δὲ εἰς τὴν τοῦ Λόγου συγχυθεῖσα, καὶ ὥσπερ συνουσιωθεῖσα παρῆλθεν ὑπόστασιν, μετὰ πλείονος τῆς εὐγνωμοσύνης προσθήκην καὶ αὔξησιν τῇ τοῦ Λόγου αὐτῇ δίδωσιν ὑποστάσει· ἥτις οὐκ ἄλλη παρὰ τὴν τοῦ Πατρὸς οὐσίαν τὴν φύσιν ἐστὶ, τῷ χαρακτηριστικῷ δὲ τῆς ἰδιότητος μόνον κατὰ τὴν γέννησιν διαφέρουσα.

Ὅτι μὴ περιγραφομένης τῆς ἀνθρωπίνης μορφῆς ἀνάγκη τὰ πάθη τῇ θεότητι προσάψαι. Οὕτως πρὸς τὴν ὑπερπλήρη καὶ ἀπροσδεᾶ καταδαψιλευόμενος φύσιν, τὴν ἑαυτοῦ σαφῶς ἐκπομπεύει μανίαν· ὥστε καὶ σύνθεσιν ἐπὶ τῆς ὑπερηπλωμένης καὶ πάσης ἁπλότητος ὑπερέκεινα οὐσίας ἐπινοεῖν, ἐξ ἧς καὶ πάθος ἐξ ἀνάγκης ἕψεται ἐπὶ τῆς μακαρίας καὶ ἀπαθοῦς θεότητος, καί που καὶ ἀπεικάσματα φανεῖεν κτίσεως καὶ τῶν ἐν κτίσμασί τινες χαρακτήρων ἐμφάσεις· καὶ δὴ καὶ ἔθετό γε τούτῳ τῷ λόγῳ, ἵνα ἣν ἐξ ἀρχῆς κατὰ τοῦ Μονογενοῦς κακουργίαν ἐτέκταινεν, ἐμφανῆ ἐν τούτοις παραστήσειε, καὶ κτίσμα αὐτὸν, καὶ ἑτεροφυᾶ τῆς τοῦ Πατρὸς ἀποφήνῃ οὐσίας.

Τοῦτο γὰρ τοῖς Ἀρειανομανίταις ἡ τῆς οὐσίας καὶ ὑποστάσεως βούλεται ταυτότης καὶ ἡ κατὰ σύγχυσιν ἀνάκρασις· ἐκείνων γάρ ἐστιν ἡ φωνὴ τούτων τινὸς λέγοντος.

Περὶ Ἀρειανῶν δόξης. ÷ Ἤκουσα, φησὶν, ἀπὸ τῆς θείας γραφῆς, ὅτι περ ὁ τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος, Ἰησοῦς ἐκλήθη. Αὐτὸς οὖν ἐστιν ὁ προκόπτων· μὴ γάρ μοι διέλῃς ἕνα Χριστὸν τοῦ Παύλου κηρύσσοντος· καὶ εἰ προκοπὴν ἐπιδεχόμενος φαίνεται, ἀτελὴς ἄρα· καὶ πῶς ὁ τοιοῦτος ἴσος ἔσται τῷ ἑαυτοῦ Πατρί; ÷ Ἐξ οὖν ἀπείρων βλασφημιῶν μίαν ταύτην τὴν θεομάχον φωνὴν παρεθέμεθα, δηλοῦσαν ὡς οὐδὲν παρὰ Ἀρειανοῖς, ὧν Εὐσέβιος ἡ ἀκρόπολις, οὐσία διήνεγκεν ὑποστάσεως, εἰς ἔνδειξιν τοῦ κακῶς δοξάζειν αὐτὸν τῶν μορφῶν τὴν μεταβολὴν καὶ ἀνάκρασιν, ἐξ οὗ καὶ τὸ μὴ γράφεσθαι Χριστὸν ἐδογμάτιζεν, ἀπεναντίας τοῦ τῆς Ἐκκλησίας καὶ τῶν πατέρων φρονήματος ἰών· ὡς πολλαχοῦ τῶν συγγραμμάτων αὐτοῦ τὸ δυσσεβὲς παριστάνει.

Τοιαῦτα μὲν τὰ ἐκ τῶν ἐκείνου ἀρχῶν ἀναφανέντα ἔκτοπα καὶ παράλογα, εἰ τὸ φῶς ἐκεῖνο τὸ ἄῤῥητον οὐσίαν εἶναι λέγοι. Ὑπόλοιπον δ’ οὖν ἐστι ζητεῖν· εἰ ποιότητα τοῦτο ἀσώματον ἢ ἀνούσιον εἶπε, τί συμβαίνει; οἷον ἀπόῤῥοιάν τινος οὐσίας καὶ ἀπαύγασμα, εἰς ἣν ἡ μορφὴ ἐκείνη μεταβέβληται· ἀλλ’ οὐδὲν ἧττον ἡ πασῶν ἐσχάτη ὕβρις καὶ ἀτοπία τῷ θείῳ προστρίψεται σώματι. Λωβήσαιτο γὰρ ἂν τὸν τοῦ εἶναι λόγον, καὶ ταύτῃ τὸ ἀνύπαρκτον εἰσαχθήσεται. Ἄλλως τε οὐδὲ ἐνὸν ποιότητα ὑποκειμένου δίχα καθ’ ἑαυτὴν ὅ τι ποτέ ἐστι διαδειχθῆναι, κἂν τῶν οὐσιωδῶν αὐτὴν εἴποι τις· ἣ καὶ εἰς οὐσίας μέρος ἀνάγεται· ὡς δ’ ἐπὶ παραδείγματος εἰπεῖν, οὐκ ἂν τὸ λογικόν που συσταίη ὑποκειμένου ἄνευ, ὅ ἐστι τὸ ζῶον, εἰ μὴ πρότερόν τις ὑπόθοιτο οὐσίαν ἔμψυχον, αἰσθητικήν· ὡσαύτως καὶ εἰ τὸ θνητὸν ἢ ἀθάνατον, ἤ τι τῶν τοιούτων.

Ἐν τίνι γὰρ ἂν σχοίη τὴν ὕπαρξιν; Φροῦδον οὖν καὶ οὕτω τὸ σῶμα, καὶ τῆς ἴσης καὶ ταῦτα τῇ προτέρᾳ βλασφημίας ἔχεται· ὅμως δ’ οὖν κτίσμα τὸν θεῖον Λόγον οἰόμενον, οὐδὲν ἀπεικὸς εἰς αὐτὸν καὶ τὴν σάρκα, ὡς τῷ ὁμοίῳ κατ’ αὐτὸν προσδραμοῦσαν, μετεσκευάσθαι δοξάζειν.

Περὶ τῆς τῶν Δοκητῶν πλάνης. Ὁ μὲν οὖν τῆς μεταβολῆς καὶ ἀνακράσεως τοιοῦτος αὐτῷ ἐξήνυσται τρόπος, καὶ τὰ ἐκεῖθεν συμβαίνοντα τοιαῦτα. Πηνίκα δὲ καὶ πότε διήρτισται ταῦτα, ζητεῖν οὐκ ἀπεοικὸς οἶμαι. Καὶ εἴρηται μὲν Εὐσεβίῳ, οἷα ἐδέδοκτο· ἄνωθεν δὲ ἡμεῖς, αὐτοῦ γε ἕνεκεν, καὶ τῶν ἐξ ἀρχῆς καὶ αὐτῆς τῆς τοῦ Λόγου σαρκώσεως τὴν τῆς δοκήσεως εἰσαγόντων πλάνην κατάρξαντες, καὶ ὥσπερ ἐν ἐξετάσεως τρόπῳ, ἐν βραχεῖ τὸν λόγον προάγοντες, ἴδωμεν οἷα καὶ ἀπ’ αὐτοῦ τοῦ χρόνου αὐτοῖς ἀναφανήσεται. Εἰ μὲν γὰρ ἐκ παρθενικῆς νηδύος καὶ ἐξ αὐτῆς τῆς πρώτης συλλήψεως ἡ δουλικὴ μορφὴ μετεβέβλητό τε καὶ ἀνεκέκρατο, ζητεῖν ἄξιον εἰ γεγέννηται τὸ ἄῤῥητον καὶ ἀνεκδιήγητον. Οὐ γὰρ περιγέγονε φύσει γενητῇ προάγειν τὸ ἄῤῥητον διὰ γενέσεως· ἢ δώσουσι πρότερον αὐτὴν μεταβεβλῆσθαι τὴν τίκτουσαν, ἵνα τῷ ὁμοίῳ συνενεχθείη τὸ ὅμοιον, καὶ ἀναλόγως καὶ προσφυῶς ἕξῃ πρὸς τὴν τοῦ ἐμφεροῦς ἀπότεξιν, ἐπείπερ φωτὸς φύσις, καὶ σώματος παρὰ πολὺ καὶ ἀπείρῳ τῷ ἐξηλλαγμένῳ διήνεγκεν. Ἄτοπον οὖν, μᾶλλον δὲ καὶ ἀδύνατον καὶ παραφροσύνης ἐπὶ πολὺ ἧκον ταῦτα νοεῖν τε καὶ φράζειν.

Ὅτι μετὰ τοῦ προσλήμματος προῆλθεν ἐκ τῆς ἁγίας Παρθένου ὁ Θεὸς Λόγος. Ἡμεῖς γὰρ καὶ ὡς ὁ τῆς ἀληθείας ἔχει Λόγος, οὐ γυμνὸν, ἀλλὰ μετὰ τοῦ προσλήμματος ἐκ τῆς ἁγίας Παρθένου προηλελυθέναι τὸν λόγον ὁμολογοῦμεν. Εἰ δὲ καὶ γεννηθῆναι ἐκείνως ἐνεδέχετο, οὐκ ἂν ἔδει μεταμορφώσεως, αὐτόθεν ἐχούσης τὸ ἐξῃρημένον τῆς μορφῆς καὶ ὑπέρλαμπρον· οὐ γὰρ εἶχεν εἰς ὃ μεταβάλοι λαμπρότητος, τό γε ἅπαξ εἰς ἄκρον ἧκον φαιδρότητος, καὶ φῶς νοερὸν ὑπάρχον καὶ ἄῤῥητον. Εἰ δὲ ἐπ’ αὐτῆς τῆς μεταμορφώσεως δίδοται, τάχα που καὶ ἐπιεικέστερος ἑαυτοῦ φανεῖται Εὐσέβιος μὴ ἐξ ἀρχῆς τοῦτο τιθέμενος.

Ὅτι οἱ τῆς ἀντιθέτου μοίρας δοξάζουσιν ἐν τῷ Ἰορδάνῃ τεθεῶσθαι τὸν Χριστὸν καὶ Υἱὸν κεκλῆσθαι, Εὐσέβιος δὲ ἐν τῇ μεταμορφώσει λέγει. Ὥσπερ δέ τινες τῆς ἀντιθέτου μοίρας, διαιρετικῆς λέγω, καὶ ἐκ διαμέτρου μὲν ἱσταμένης, ἴσης δὲ τὴν κακίαν καὶ ἀθεότητα, ψιλὸν ἄνθρωπον χριστομαχοῦντες ἐκενολόγησαν εἶναι τὸν Κύριον· ἀπὸ δὲ τοῦ κατὰ τὸν Ἰορδάνην βαπτίσματος, δι’ ἀρετὴν ὑπερβάλλουσαν κατ’ εὐδοκίαν ἐν αὐτῷ κατῳκηκέναι τὸν Θεὸν Λόγον· οὕτω δὴ καὶ οὗτος, καθ’ ὃν μεταμεμόρφωται χρόνον, τὴν σάρκα μεταβεβλῆσθαι καὶ ἀνακεκρᾶσθαι λέγει· καὶ γέγονεν ὥσπερ ἐκείνοις τὸ βάπτισμα, οὕτω δὴ καὶ τούτῳ δυσσεβείας ἐφόδιον ἡ μεταμόρφωσις.

Ἐν τούτοις δὲ πρὸς τῷ ἀσεβεῖ καὶ ληρῶδες ἔτι καὶ ἀνόητόν τι δείκνυται· εἰ γὰρ τότε ἀνακέκραται, πῶς παρῆν τῷ λόγῳ ἡ σὰρξ πρότερον; Εἰ μὲν ἰδίᾳ καὶ ἀνὰ μέρος καὶ ὡς ἐν παραθέσεως τρόπῳ, τῇ τῶν ἐναντίων ὑπάγεται δόξῃ, καὶ περιπέπτωκε σαφῶς, ὅθεν φυγεῖν ἐσπούδαζεν, εἰ δὲ, ὡς αὐτῷ δοκεῖ, συνήνωτο, τί δήποτε μὴ τὸ ἐξ ἀρχῆς μεταβεβλῆσθαι καὶ ἀνακεκρᾶσθαι λέγοι, κατὰ τοὺς ἑαυτοῦ διδασκάλους, καὶ τῆς φαντασίας γεννήτορας· ἵνα καὶ μᾶλλον τηλαυγέστερον αὐτοῦ ἐκφανείη τὸ δόγμα; ἀλλὰ μεταμορφώσεις καὶ ἀναβάσεις εἰς οὐρανοὺς προΐσχεται, καθαιρῶν μᾶλλον οὕτω γε ἢ συνιστάνων τὸ ἴδιον φρόνημα.

Εἰ μὲν γὰρ πρὸ τοῦδε ἑτέρως εἶχεν ἡ σὰρξ, πάντως που τὸ ἀκόλουθον καὶ ὁρατὴ ἦν καὶ εἰκονίζετο. Εἰ δὲ μεταβληθεῖσα οὐ γράφεται, ἀπώλεσε τὸ εἶναι σὰρξ, καὶ πάντα αὐτῆς τὰ ὡς σαρκὸς ἰδιώματα· διαπέπτωκεν οὖν ἀφανισθὲν καὶ τὸ σῶμα. Εἰ δὲ οὐδὲ τὸ πρὶν ἐγράφετο, σαφῶς προέρχεται αὐτῷ ἐξ ἀρχῆς τὰ τῆς δοκήσεως. Πῶς γὰρ καὶ πέπονθε Χριστὸς μετὰ ταῦτα, δι’ ὅλου μεταβεβλημένου τοῦ σώματος; Καὶ τοῦ πάσχειν εἰδότος διασωζομένου, ὡς ἥκιστα ἔδει δεικνύειν τὸν σοφώτατον, πῶς τὸ ἄῤῥητον τοῦτο καὶ ἀνεκδιήγητον, καὶ ταύτῃ δὴ πάντως καὶ ἀσώματον, πόθεν, καὶ ἐκ ποίας πλευρᾶς τὸ αἷμα καὶ τὸ ὕδωρ ἀνέβλυσεν, ἢ ὅλως πέπονθεν, ὃ πάσχειν μὴ πέφυκεν. Εἰ δὲ καὶ τῷ φωτὶ τούτῳ ἐδίδου πλευρὰν ἔχειν καὶ σῶμα διοργανούμενον, καὶ ἐκ στοιχείων συνεστὸς, ὡς ἀνάγκη εἶναι καὶ σῶμα ἀσώματον, τὸ παράδοξον τῆς ἐκείνου ἂν εἴη σοφίας, περὶ ἣν τῶν δογμάτων τὸ μεγαλοφυὲς καὶ ἀπρόσβλητον.

Ἀλλ’ ἐπανακτέον τὸν λόγον ὅθεν ἐκβέβηκε, καὶ τῶν ἑξῆς ἐπιληπτέον.