Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀπολογία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η απεικόνιση του Χριστού και το αμετάβλητο της σωματικής φύσεως

Επιχειρηματολογία υπέρ της ιστορικής απεικόνισης του Χριστού και απόδειξη ότι η αφθαρτοποίηση του σώματος δεν συνεπάγεται την εξαφάνιση ή την ουσιαστική μεταβολή του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 6 από 14

Ἐπιτηρητέον δ’ οὖν ἀναγκαίως εἰ εὐώδωται ὁ λόγος αὐτῷ. Ὡς μὲν γὰρ οὐ μεταβέβληται ἡ μορφὴ ἐκείνη καὶ τὸ εἶδος εἰς θεότητος φύσιν, ὡς οὗτος νομίζει (καὶ γὰρ ἀμήχανον τοῦτο γενέσθαι, ἤδη καὶ πρόσθεν εἴρηται), καὶ μαρτυρεῖ ἡ ἀλήθεια αὐτὴ, καὶ τῶν ἀκριβῶς ἐπεσκεμμένων τὴν τῶν πραγμάτων φύσιν καὶ τῶν δογμάτων ἡμῶν τὴν ὀρθότητα, τὸ ἀπλανὲς καὶ ἀνεπίληπτον. Εἰ δέ τις καθ’ ὑπόθεσιν τοῦτο δοίη, τῷ φιλονείκῳ συγκαθιστάμενος (ἐπειδὴ μᾶλλον ἐχθρὸς καὶ φιλόνεικος ὁ τοσοῦτον ἀσεβὴς δογματιστὴς Εὐσέβιος, καὶ διὰ πλείστων ὅσων ἐπιχειρημάτων ἐρχόμενος καὶ τὴν οἰκείαν ἀσέβειαν κρατῦναι διαγωνιζόμενος), τοιάδε τινὰ λέξει· ὡς εἴπερ τοῦ μεταβεβλῆσθαι εἵνεκεν οὐκ ἐξὸν τὴν μορφὴν γράφεσθαι, ἀνάγκη δήπου πάντως ἐκ τοῦ ἑπομένου πρὸ τοῦ μεταβεβλῆσθαι συνομολογεῖν τὸ δεῖν γράφεσθαι· ἵνα ἐφ’ ἑκάτερα ὁ αὐτὸς λόγος μένοι ἀδιάπτωτος. Ἐξ οὗ δὴ τὸ εὐάφορμον τῇ αἰτησάσῃ περιΐσταται τοῦ πάντως ἑλεῖν τὸ ζητούμενον, καὶ οὕτως εἰς τοὐναντίον περιτέτραπται αὐτῷ τὰ σοφίσματα.

Εἰ γὰρ καὶ ἐνῆν λέγειν μεταβεβλῆσθαι τὴν μορφὴν, ὅπερ ἀδύνατον, ἀλλ’ οὖν γε τὴν πρὸ τῆς μεταβολῆς γραφὴν ἐν χρώμασι τυχὸν ἢ ἑτέρως πως διακεχαραγμένην, οὐχ ὁρῶ τίς ὁ συναναγκάζων ἀνῃρῆσθαι λόγος· μένειν γὰρ αὐτὴν ἀκίνητον ἐφ’ ὃ εἶδος τετύπωται, οὐδὲν ἂν τὸ ἀπεῖργον εἴη. Οὐ γὰρ ἀνάγκη, εἰ καὶ δοθείη τὸ ἀρχέτυπον εἰς τὸ ἔπειτα μεταβάλλειν ἐν κινήσει καὶ ἀλλοιώσει τυγχάνον πάντη καὶ πάντως, καὶ τοῦ προϋπάρξαντος εἴδους τῆς γραφῆς τὴν ἀναίρεσιν ἐπινοεῖσθαι.

Τῶν γὰρ παρόντων καὶ φαινομένων ὅπως ἔχουσι νῦν αἱ γραφαὶ, οὐχ ὅπως κατὰ τὸ μέλλον ἕξουσι μεταβαλλόμενα, καὶ οὐχ ὁποῖός τις ἔσεσθαι μέλλοι, γράφεται, ἀλλ’ ὁποῖος νῦν ἐστιν· ὥσπερ οὐδὲ εἰ τεθναίη τις, ἤδη καὶ τὴν τοῦ εἴδους τοῦ τεθνηκότος φήσει τὴν εἰκόνα ὁ σωφρονῶν συντεθνάναι καὶ συνοίχεσθαι· διασεσῶσθαι γὰρ μᾶλλον ὡς ἀπ’ αὐτῆς τὴν μνήμην τοῦ κατοιχομένου καὶ τὸ εἶδος, παρ’ οἷς τοῦτο ἐσπούδασται, ὡς τὸ εἰκὸς διαμένον συντηρηθήσεσθαι.

Ἀπόδειξις ὅτι καὶ βασιλεῖς καὶ μάρτυρες ἔκπαλαι κατὰ τὸ εἶδος τῆς μορφῆς ἀνιστόρηνται. Ἢ οὐχὶ δὴ μᾶλλον καὶ τῶν πρότερον μετηλλαχότων τὸν βίον αἱ εἰκόνες ὡς τὰ πολλὰ εἰς ὕστερον ἀνεστήλωνται, καὶ τῶν ἐπ’ ἐξουσίαις μάλιστα καὶ ἀξιώμασι κατὰ τὴν παροῦσαν ζωὴν ἐμπρεψάντων, ἢ κλέος καὶ δόξαν ἐπὶ κατορθώμασί τισιν ἐνεγκαμένων; Οὕτω καὶ τῶν θείων μαρτύρων θαυμάσια ἡλίκα διηνυκότων, καὶ ὑπὲρ Χριστοῦ καὶ τῆς εὐσεβείας ἀνδρισαμένων, καὶ μέχρις αἵματος γεννικῶς ἀντικαταστάντων τῇ ἁμαρτίᾳ, Χριστιανοῖς τὸ ἀνέκαθεν ἔθος πεφύλακται ἐν εἰκόσι τιμᾷν τοὺς ἱεροὺς ἐκείνους καὶ ἀοιδίμους ἄθλους, καὶ ταύτῃ ἀνιστοροῦντας καὶ ὑπ’ ὄψιν ἁπάντων ἄγοντας ὡς ἀνδρείας ὑπόδειγμα δημοσιεύειν.

Ὥστε τὰ τῆς ἐκείνων γενναιότητος ἀνδραγαθήματα τοὺς ἐνορῶντας πρὸς θεῖον πόθον καὶ ζῆλον ἀρετῆς διεγείρειν. Τί δὴ οὖν τὸ ἀντιστατοῦν καὶ τὸν θεῖον Λόγον μορφὴν τὴν ἡμετέραν ἀνειληφότα, καὶ τέλειον ἄνθρωπον ἐν εἴδει τῷ καθ’ ἡμᾶς τοῖς ἐπὶ γῆς ὀφθέντα, καὶ μήτε τῶν τῆς θεότητος πλεονεκτημάτων ἐκστάντα, μηδὲ τὴν πτωχείαν τὴν ἀνθρωπίνην παραιτησάμενον, μηδ’ ὁποτέρας ἐκστάσης τῆς φύσεως τῆς κατ’ αὐτὴν ἰδιότητος, καθάπερ σύνηθες τοῖς εὐσεβοῦσι Χριστιανοῖς ἐξ ἀρχῆς, καθ’ ἣν μορφὴν ἀνθρώποις τεθέαται, εἰκονίζειν καὶ γράφειν, κἂν πλείους μεταβολὰς καὶ μεταμορφώσεις τερατευόμενος καὶ φαντασιούμενος ἐπινοῇ Εὐσέβιος; Καὶ τούτοις οὐδένα ἀντερεῖν τῶν ἐῤῥωμένην τὴν φρένα κεκτημένων οἶμαι· διὰ πάσης γὰρ εἰκονογραφίας καὶ ἱστορίας ἅπασιν ἐμφανὲς καὶ εἰς προῦπτον τοῦτο καθίσταται.

Ὅτι ὁ Χριστὸς ἐν εἴδει τῷ καθ’ ἡμᾶς εἰκονίζεται. ÷ Ἀλλὰ τὴν θνητότητα ἀπεδύσατο, καὶ τὴν φθορὰν ἀπενίψατο. ÷ Πρόσθες, εἰ βούλει, ὅτι καὶ εἰς τὸ ἀόρατον τὸ ὁρατὸν μέτεισι, καὶ εἰς τὸ ἄχρονον τὸ ὑπόχρονον, καὶ τὸ κτιστὸν εἰς ἄκτιστον, καὶ ὅσα ἄλλα τοιαῦτα ἀντίκειται, ἅπερ ἀναπλάττειν διὰ τὸ ἀλλόκοτον καὶ παλίμβολον εὐπετές.

Ἀλλ’ οὐ τὴν θνητότητά τις γράφει, φαίημεν ἂν, ὥσπερ οὐδὲ τὴν μόρφωσιν αὐτὰ καθ’ αὑτά. Οὐ γὰρ ἄνευ σώματος ἐφ’ ἑαυτά ποτε θεωρηθήσονται, ἐπεὶ μηδὲ λευκότης ἢ μελανότης ὑποκειμένου δίχα ὑποσταῖεν ἂν, ἵνα οἰχομένῳ συνοίχοιτο καὶ ἡ γραφή· ἀλλὰ τὸ περὶ ὃ ταῦτα, ἤτοι τὸ σῶμα, ὡς εἰ καὶ ταῦτα ἀπεῖναι ἔτυχεν, ἀλλὰ τό γε σωματικὸν εἶδος ἅπαξ ὑποστὰν, οἷον ὤφθη ποτὲ, πάντως καὶ εἰκονισθήσεται καὶ γραφήσεται.

Περὶ βαπτίσματος, καὶ πῶς ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη. Προκείσθω δὲ ἡμῖν εἰς παράδειγμα οἰκεῖόν τε καὶ ἐγγυτάτω, τὸ καθ’ ἡμᾶς θεῖον λουτρόν. ÷ Ἐπειδὴ γὰρ οἱ ἐν Χριστῷ βαπτισθέντες συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, καὶ ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν τῇ ἁμαρτίᾳ, ÷ καθαιρόμεθα μυστικῶς κατὰ τὸν νοούμενον, πᾶσαν τὴν ἐκ τῆς ἁμαρτίας κηλῖδα καὶ τὸν ῥύπον ἀπονιπτόμενοι, καὶ ἀῤῥαβῶνα ὥσπερ ἀφθαρσίας τὸ δῶρον δεχόμενοι, διὰ πίστεώς τε καὶ ἁγιασμοῦ τέκνα Θεοῦ χρηματίζομεν ταῖς πνευματικαῖς ὠδῖσιν ἀναγεννώμενοι· ἐξ οὗ καὶ σύμμορφοι Χριστοῦ, οἱ πεπιστευκότες ἀποτελούμεθα· καὶ ὁ κατ’ εἰκόνα Θεοῦ λαμπρύνεται ἄνθρωπος, ἐναστράπτοντος τοῦ θείου κάλλους αὐτῷ. Ὡς οὖν κατὰ τὸ βάπτισμα τὸ σῶμα, τοῦτο δὴ τὸ φαινόμενον σαρκίον, οὐ διόλλυται, οὐδὲ διαφθείρεται (οὐδὲ γὰρ τοῦτο κέκληκεν ὁ ἱερομύστης ἁμαρτίαν, ἀλλ’ ἥ γε ἐνοικοῦσα κακία καὶ δι’ αὐτοῦ τελουμένη, πᾶσα ἀκαθαρσία καὶ πονηρία, ἃ ἔφη κατηργῆσθαι σῶμα τῆς ἁμαρτίας, καθ’ ὃ κόσμῳ δεδουλεύκασιν ἄνθρωποι καὶ τοῖς πάθεσιν)· οὕτω πως καὶ ἐπὶ τῶν νῦν ἡμῖν προκειμένων ὑποληπτέον ἐκ τῶν ἀνθρωπίνων σταθμωμένοις τὰ ὑπὲρ ἄνθρωπον.

Ἡ μὲν γὰρ θνητότης καὶ ἡ φθορὰ ἀπέδρα τῆς ζωῆς καὶ ἀφθαρσίας, τοῦ θείου, φημὶ, Λόγου ἀνθρωπισθέντος καὶ τοῦ διὰ σαρκὸς γεγενημένου πάθους, καὶ τῆς ζωοποιοῦ ἀναστάσεως διαφανῶς ἀνισχούσης. Τὸ δὲ θεῖον σῶμα, τῇ ἀφθαρσίᾳ λελαμπρυσμένον, καὶ τοῦ συνηνωμένου Λόγου τῷ φωτὶ ὁλικῶς περιαυγαζόμενον, μεμένηκεν ἄφθαρτον καὶ ἀθάνατον, καὶ οἷον ἔπρεπε τῷ Λόγῳ σῶμα.

Ὅτι μεταμορφωθὲν τὸ σῶμα Χριστοῦ ἤδη καὶ ἀθάνατον ἐγένετο λέγει Εὐσέβιος. ÷ Ἀλλὰ μεταμεμόρφωται, φησὶ, καὶ ἀπηθανάτισται, καὶ ἄφθαρτόν ἐστιν. ÷ Εἶτα μεταμορφωθὲν καὶ ἀπαθανατισθὲν μεμένηκε σῶμα, ἢ οὔ; Εἰ μὲν οὖν μεμένηκε, μάταιος Εὐσεβίου ὁρᾶται λόγος, καὶ οὐδὲν ἡμῖν πρᾶγμα ἔσται. Εἰ δὲ οὐ μεμένηκεν, οὐδὲ μεταμεμόρφωται· ἄρα οὐδὲ ἀθανασίαν καὶ ἀφθαρσίαν ἐνδέδυται· οὐδὲ γὰρ εἶχεν εἰς ὃ μεταμορφωθήσεται, οὐδὲ ἦν ὃ τὴν ἀθανασίαν ἐνδύσεται. Ἐν τίνι γὰρ ταῦτα, εἰ μὴ κατὰ τὸ σῶμα; Καὶ διὰ τοῦτο οὐκ ἐξῆν λέγειν αὐτῷ μεταμεμορφῶσθαι ἢ ἀπηθανατίσθαι, οὐκ ὄντος ἐν ᾧ ταῦτα θεωρηθήσεται· ἀλλ’ ἄτοπον καὶ τὸ ἐννοεῖν οὕτως, μᾶλλον δὲ καὶ ἀδύνατον.

Ἔστιν ἄρα τὸ σῶμα, καὶ οἷον Θεοῦ σῶμα. Εἰ δὲ οὐκ ἔστι σῶμα, οὐκοῦν ἔφθαρται καὶ ἀπόλωλε, κἂν εἰς Θεὸν εἴποι Εὐσέβιος κἂν ὁπωσοῦν μεταβεβλῆσθαι· καὶ οὐδὲν τῶν ἐπ’ αὐτῷ λόγων διασώζεται. Εἶτα τί ποτ’ ἂν εἴη ὅπερ τὸ τὴν θνητότητα ἀποδυσάμενον καὶ τὴν φθορὰν ἀπονιψάμενον ἐξεδέξατο; Ἀθανασία καὶ ἀφθαρσία πάντως που. Τί οὖν φαμέν; φθείρει ἡ ἀφθαρσία, καὶ ἡ ἀθανασία ἀπόλλυσιν; Ἀλλ’ οὐκ ἔστι λόγον ἔχον τοῦτό γε, οὐδ’ ἄν τις ἀνούστατος καὶ ἀφρονέστατος φθέγξαιτο. Ἐπεὶ ἐν τίνι ταῦτα εὑρεθήσεται ἢ σωθήσεται; ἀφθαρσίας δὲ ἴδιον, οὐ τὸ φθείρειν καὶ ἀπολλύειν, ἀλλὰ συντηρεῖν καὶ σώζειν, καὶ μεταστοιχειοῦν ἐπὶ τὸ ἄμεινον καὶ ἀεὶ ὡσαύτως ἔχον, οὐκ εἰς τὸ μὴ ὂν ἀπάγειν, καὶ τὴν φθορὰν τῶν ἐν οἷς ἂν γένοιτο ὑπερορίζειν.

Οὕτω γὰρ καὶ τὸ, ÷ ἡ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθορὰν ÷ κατὰ τὸ λόγιον, συντηρεῖσθαι ἄφθαρτον καὶ διασώζεσθαι τὸ πρόσλημμα ἐκδιδάσκει ἀμετάβλητον· ἄμφω δὲ περὶ ταὐτὸν καὶ κατὰ ταὐτὸν ὑπάρξαι ἀμήχανον· ἐπεὶ οὖν ταῦτα οὕτως ἔχει, ἡ δὲ μορφὴ τοῦ δούλου ἐκείνη, ἡ ἐν σώματι θεωρουμένη, θνητὴ καὶ φθαρτὴ πρότερον ὑπῆρχεν, εἶτα ἐμπελάσασα ταύτῃ καὶ προσφῦσα ἡ ἀφθαρσία τὴν μὲν φθορὰν ἐξῄρηκε κραταιῶς καὶ μεταστοιχειώσασα, εἰς ἀθανασίαν ἀνήγαγε, καὶ ἄφθαρτον λοιπὸν διασώζει τὸ σῶμα, οὐκ εἰς τὸ μὴ ὂν ἀπήγαγε, λαμπρότερον δὲ μᾶλλον καὶ θεοειδέστερον διεφύλαξεν· οὐκοῦν ἡ μορφὴ ἀναπλάττεται μὲν ἐπὶ τὸ ἀσυγκρίτως ἄμεινον ἀναβαίνουσα, τὸ δὲ εἶναι μορφὴ οὐκ ἀποβέβληκε. Τοιγαροῦν ἐπειδὴ σῶμά ἐστι, καὶ σῶμα ἄφθαρτον, καὶ μορφὴ περὶ αὐτό ἐστι, καὶ μεμορφωμένον σῶμα ἔστι κρειττόνως ἢ πρότερον μακρῷ, καὶ γράφεται δήπου πάντως καὶ ὁρίζεται, κἂν μὴ ἀνέχηται ὁ τῆς συγχύσεως θερμῶς περιεχόμενος, ὃς τὸ τῆς μεταβολῆς πρόβλημα κακῶς ἐπισκευάζων τοῖς φθάσασιν προσεπάγει· ÷ Οὐκοῦν καὶ ἡ τοῦ δούλου μορφὴ ἐν τοιούτοις γινομένη, ἐξ ὅλων ὅλη μεταβέβληται ἐπὶ φῶς αὐτοῦ ἄῤῥητον καὶ ἀνεκδιήγητον αὐτῷ τῷ Θεῷ Λόγῳ πρέπον φῶς, ὅπερ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. ÷

Συλλογισμοὶ περὶ μεταβολῆς καὶ τροπῆς. Ὁ μὲν Εὐσεβίου λόγος τοιοῦτος καὶ οὕτως ἔχων· καὶ τὸ πᾶν αὐτῷ ἐνταῦθα τῆς ἀσεβείας ἐξήρτυται· ὅποι δὲ αὐτῷ φέρει τὰ τῆς κενῆς ταύτης διδασκαλίας καὶ τοῦ δόγματος, ὡς ἔνι μάλιστα συντομώτατα κατοπτεύσωμεν· καὶ ὁποῖος δὴ καὶ ὅστις ὁ τῆς μεταβολῆς τρόπος, ἐπισκέψασθαι πειρασώμεθα.

Πᾶν τὸ μεταβαλλόμενον, ἢ καθ’ αὑτὸ, ἤτοι κατ’ οὐσίαν μεταβάλλεται (ὃ δὴ περὶ γένεσιν καὶ φθορὰν θεωρεῖται), ἢ κατά τι τῶν ἐν αὐτῷ· καὶ τοῦτο διχῶς· ἢ γὰρ κατὰ τὸ ποσὸν μεταβάλλεται, καθ’ ὃ ἡ αὔξησις καὶ ἡ μείωσις δείκνυται· ἢ κατὰ τὸ ποιὸν, ἐξ οὗ ἐμφαίνεται ἡ ἀλλοίωσις. Παρετέον τὰ νῦν τόπου γε εἵνεκεν λέγειν, ἢ χρόνου, ἤ τινος ἄλλου τῶν ἐν κινήσει θεωρουμένων, ἐπεὶ πρὸς οὐδὲν χρήσιμον κατὰ τὴν παροῦσαν συντελεῖ σκέψιν. Καθ’ ὁποιονοῦν τῶν εἰρημένων τόπων ὁ θαυμάσιος οὗτος τὴν κατὰ Χριστὸν δουλικὴν μορφὴν (τὸ ἐσχηματισμένον σῶμα καὶ τετυπωμένον, ὡς ἡμῖν γε καὶ τῇ ἀληθείᾳ δοκεῖ, ὃ δὴ καὶ γράφεται καὶ ὁρίζεται, εἴπερ εἰς μηδὲν τοῦ καθ’ ἡμᾶς σώματος, ταῖς ἀληθείαις, καθ’ ὃ σῶμα, διενήνοχεν), ἐξ ὅλων ὅλην μεταβεβλῆσθαι ἀποφαίνεται, καὶ τοῦτο θαρσαλέως καὶ ἐκθυμότατα;

Εἰ μὲν κατὰ τὸ ποιὸν μεταβέβληται, κεκίνηται μὲν πρὸς ἀλλοίωσιν· ἡ δέ ἐστι μετασχηματισμὸς χαρακτῆρός τινος, ἢ κατά τι τῶν τοῦ ὑποκειμένου πράγματος ἐξαλλαγὴ χωριστῶς, ἢ ἀχωρίστως ἐπισυμβαίνουσα· ἅπερ ἀλλοῖον μὲν καὶ διάφορον τοῦ προτέρου δείκνυσιν, οὐ μὴν δέ γε ἄλλο τι τὸ ἀλλοιούμενον ἀπεργάζεται· οὐ γὰρ καθ’ αὑτὸ ἤγουν οὐσιωδῶς μετέβαλεν, ἀλλ’ ἐκ τοιοῦδε τὸν αὐτὸν τοιόνδε κατὰ τὸ ποιὸν γενέσθαι πεποίηκε· τοῦτο δ’ οὐκ ἔστιν ἐξ ὅλων ὅλον μεταβεβλῆσθαι· τὸ γὰρ ὑποκείμενον πάντως ὑπομένει σωζόμενον.

Εἰ δὲ κατὰ τὸ ποσὸν μετέβαλεν, αὔξησίν τινα ἢ μείωσιν ἐδέξατό τινα καὶ παραλλαγὴν, κατὰ τὸν σωματικὸν ὄγκον, μεγέθει διενέγκασα· ἅπερ ἐστὶ τοῦ γε ἤδη προϋπάρχοντος καὶ εἰδοπεποιημένου ἐπίδοσις ἢ ὕφεσις· ἀλλ’ οὐδὲ ταῦτα ἄλλο τι παρὰ τὸ ἐξ ἀρχῆς ὑπάρξαν ποιεῖ· ἀλλ’ ἐκ τοσοῦδε τὸν αὐτὸν τοσόνδε κατὰ τὸ πηλίκον γενέσθαι πεποίηκεν· οὐκοῦν οὐδὲ κατὰ τοῦτον τὸν τρόπον ἐξ ὅλων ὅλη μεταβέβληται ἡ μορφή.

Τί οὖν ἐστιν; λείπεται λέγειν καθ’ αὑτὴν μεταβεβλῆσθαι. Τοῦτο δὲ περὶ τὴν οὐσίαν αὐτὴν ἤδη τὴν μεταβολὴν ἐνδείκνυται, περὶ ἣν ἡ γένεσις καὶ ἡ φθορὰ θεωρεῖται. Ἐπεὶ οὖν ὡμολόγηται ἡμῖν τὸ τοῦ Χριστοῦ σωματικὸν ὑπάρξαν εἶδος (καὶ τοῦτο οὐδ’ ἂν αὐτὸς οἶμαι ἀρνηθείη· δοκεῖ γὰρ εὐγνωμονεῖν ποσῶς περὶ τὴν ἐξ ἀρχῆς ὕπαρξιν· ἐπεὶ πόθεν αὐτῷ ἡ μεταβολὴ πορισθήσεται;) μεταβέβληται δὲ κατ’ αὐτὸν ἐξ ὅλων ὅλη ἡ τοιαύτη μορφὴ, πᾶσα ἀνάγκη ἐκ γενέσεως εἰς φθορὰν, καὶ ἐκ τοῦ ὄντος εἰς τὸ μηδαμῶς εἶναι κεχωρηκέναι.

Εἰ τοίνυν κατ’ αὐτὸν ἐξ ὅλων ὅλη μεταβέβληται, οὐδὲν ἄρα αὐτῆς ὑπολέλειπται. Ἐκποδὼν οὖν τὸ σῶμα, καὶ ἔφθαρται· καὶ οὔτε σῶμα, οὔτε μορφὴ, οὔτε ἄλλο τι λοιπόν ἐστι. Εἰς τοιοῦτον αὐτοὺς τῆς ἀτοπίας βόθρον καὶ ἀθεΐας ἡ σεσοφισμένη καὶ ἀστειοτάτη τοῦ λόγου κατεκρήμνισε περιπέτεια.