Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀπολογία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Ορθόδοξη τεκμηρίωση μέσω πατερικών κειμένων

Αποκάλυψη της παραποίησης των πατερικών χωρίων από τους εικονομάχους και παράθεση μαρτυριών μεγάλων Πατέρων και Συνόδων υπέρ της ασύγχυτης ένωσης των φύσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 13 από 14

Τούτων οὕτως εἰρημένων, καὶ ὁ τῆς ἀληθείας Χριστοῦ λόγος οὐ διαπεσεῖται, καὶ τῶν θεολόγων ἡ δόξα οὐ διαψευσθήσεται. Ὧν οὐδὲν συνιεὶς Εὐσέβιος τὰ ἀπὸ καρδίας ῥυπαρὰ καὶ δυσώδη ἀεὶ ἀπερεύγεται, τῶν βλασφήμων δογμάτων οὐδαμῶς ἀφιστάμενος. Ἴσως τις οὐκ ἀκαίρως ὑπολήψεται πρὸς τὸ γεῶδες καὶ ὑλικὸν φρόνημα τῶν τῇ ἀρειανικῇ πολυθεΐᾳ, ἢ ἀθεΐᾳ εἰπεῖν δικαιότερον, κεκρατημένων ἀποβλέπων, ὅτι Θεὸν ἐκεῖνον ἀπεκδέχεται, ὃν κτιστὸν εἶναι δοξάζουσι, καὶ τοῦτον ὡς κτίσμα αἰσθητῶς πρόσωπον πρὸς πρόσωπον ἰδεῖν ἐπαγγέλλεται. Ἀλλὰ ταυτὶ μὲν ὧδε ἐχέτω· καιρὸς δ’ ἂν εἴη λοιπὸν καὶ πρὸς τὰς ἄλλας ἃς παρήγαγε χρήσεις ὁ Μαμωνᾶς ἐνθένδε ἀπιέναι, αἵ εἰσι τῶν καθ’ ἡμᾶς θεοφόρων ἀνδρῶν, ὅπως ἴδωμεν, εἰ τὸ πρὸς τοὺς ἐκείνου διδασκάλους σύμφωνον διασώζουσι· θαυμάσωμέν τε ἐκεῖθεν τοῦ συναγηγερκότος τὴν σύνεσιν.

Περὶ χρήσεων ὧν προεβάλετο ὁ Μαμωνᾶς τοῦ ἁγίου Γρηγορίου Νύσης, ἐν οἷς λέγει· Ἀρείῳ τε λέγω καὶ Ἀετίῳ.

Καὶ πρῶτος μὲν ἡμῖν ὁ ἱερὸς καλείσθω Γρηγόριος τῆς Νυσαέων ὁ ἱεράρχης, ἐπεὶ καὶ ἄγχιστά που παρ’ αὐτῷ τοῖς παρ’ Εὐσεβίου τέτακται λόγοις· κἀκ τοῦ εἰς τὸν ὁμαίμονα μέγαν Βασίλειον συντεταγμένου αὐτῷ ἐπιταφίου ἡμῖν διαλεγέσθω· οὕτω δὲ φάσκει· ÷ Ἐπειδὴ γὰρ ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία τῷ κηρύγματι τοῦ Χριστοῦ κατεσβέσθη, καὶ πάντα ἦν ἐν ἐρειπίοις ἤδη καὶ ἀφανισμῷ τὰ τῶν ματαίων σεβασμάτων, διὰ πάσης σχεδὸν τῆς οἰκουμένης τοῦ κηρύγματος τῆς εὐσεβείας φοιτήσαντος, ὥστε τὸν ἐπικρατοῦντα τῆς ἀνθρωπίνης ἀπάτης πανταχόθεν ἐξείργεσθαι, τῷ Χριστοῦ ὀνόματι τῆς οἰκουμένης ἐξελαυνόμενον· σοφὸς δὲ εἰς κακίαν ὢν, ὁ τῆς κακίας εὑρετὴς, οὐκ ἠπόρησε πονηρᾶς ἐπινοίας, ὥς τε πάλιν ὑπὸ χεῖρα ποιῆσαι δι’ ἀπάτης ἑαυτῷ τὸ ἀνθρώπινον· ἀλλ’ ἐν προσχήματι Χριστιανισμοῦ τὴν εἰδωλολατρείαν κατὰ τὸ λεληθὸς ἐπανήγαγε, πείσας τοῖς ἰδίοις σοφίσμασι τοὺς πρὸς αὐτὸν ὁρῶντας μὴ ἀποστῆναι τῆς κτίσεως· ἀλλὰ ταύτην προσκυνεῖν, καὶ ταύτην σέβεσθαι, καὶ Θεὸν τὸ ποίημα οἴεσθαι, τῇ τοῦ Υἱοῦ κλήσει ὀνομαζόμενον. ÷ Ταῦτα παραθέμενος ὁ Μαμωνᾶς, ἅπερ ἔδοξεν ἀνονήτως ἔχειν εἰς συνηγορίαν τοῦ ἑαυτοῦ δόγματος, τὰ ἑξῆς τοῦ λόγου ἀπεκρύψατο· ἵνα μὴ ἐκ τῶν ἐπαγομένων προσώπων ἐπίδηλος γένηται, τίς ποτε ἦν ἡ κτισματολατρεία, ἧς ἕνεκεν ὁ Πατὴρ διαλέγεται, καὶ εἷς τούτων φωραθῇ καὶ ὁ ἐκείνου διδάσκαλος Εὐσέβιος.

ΣΧΟΛΙΟΝ. [Δεῖ εἰδέναι ὅτι ὁ Μαμωνᾶς, ὡς καὶ ἐν ἄλλοις πολλοῖς δυσσεβήσας, καὶ τὴν παροῦσαν χρῆσιν ἐφάλσευσεν. Οὐ μόνον γὰρ τοὺς προστάτας τῆς ἀσεβείας ἀπεκρύψατο, ὡς καὶ ὁ ἁγιώτατος Νικηφόρος αὐτὸν στηλιτεύει· ἀλλὰ καὶ τὸ τοῦ Υἱοῦ ὄνομα εἰς τὸ τοῦ Χριστοῦ ὄνομα μετέβαλε· καὶ τὴν θεολογίαν εἰς τὴν οἰκονομίαν μετήγαγεν. Εἰς γὰρ τὸν ἐξάγιστον ὅρον αὐτοῦ οὕτως κεῖται τὸ ῥητὸν καὶ Θεὸν τὸ ποίημα οἴεσθαι, τῇ τοῦ Χριστοῦ κλήσει ὀνομαζόμενον, τὸ τοῦ Υἱοῦ ὄνομα εἰς τὸ τοῦ Χριστοῦ μετενέγκας, ὡς καὶ μετὰ μικρόν φησιν· «Ἀλλὰ τὸ τοῦ Χριστοῦ ὄνομα ἐπιθέντας τῇ κτίσει ταύτῃ προσκυνεῖν, ταύτῃ λατρεύειν,» ὅπερ ἡ τοῦ ἁγίου Γρηγορίου διήγησις [οὐχ] οὕτως ἔχει, ἀλλὰ τὸ τοῦ Υἱοῦ ὄνομα.]

Ἔχει δὲ οὕτως εὐθὺς κατὰ συνέχειαν τὰ γεγραμμένα· ÷ Εἰ δὲ ἐκ μὴ ὄντων ἔστιν ἡ κτίσις, καὶ τῆς θείας οὐσίας κατὰ τὴν ἰδίαν ἠλλοτρίωται φύσιν, μηδένα ποιεῖσθαι τούτου λόγον· ἀλλὰ τὸ τοῦ Χριστοῦ ὄνομα ἐπιθέντας, τῇ κτίσει ταύτῃ προσκυνεῖν, ταύτῃ λατρεύειν, ἐν αὐτῇ τὰς ἐλπίδας τῇς σωτηρίας ἔχειν, παρ’ αὐτῆς ἀναμένειν τὴν κρίσιν· καὶ ὅλως ἐμπεσὼν ὁ Ἀποστάτης ἀνθρώποις, πᾶσαν αὐτοῦ τὴν κακίαν ἱκανοῖς χωρῆσαι, Ἀρείῳ τε λέγω καὶ Ἀετίῳ, Εὐνομίῳ καὶ Εὐδοξίῳ, καὶ πρὸς τούτοις καὶ πολλοῖς ἄλλοις· δι’ ὧν ἐκλείπουσαν ἤδη τὴν εἰδωλολατρείαν πάλιν, καθὼς εἴρηται, τῷ ὀνόματι τοῦ Χριστιανισμοῦ ἐπανήγαγε, καὶ κατεκράτει τῶν ἀνθρώπων ἡ νόσος, τῶν τῇ κτίσει λατρευόντων παρὰ τὸν Κτίσαντα, ὡς καὶ τῇ συμμαχίᾳ τῶν τότε βασιλέων τὴν ἀπάτην κρατύνεσθαι, καὶ πάσας τὰς ὑπερεχούσας ἀρχὰς τῆς τοιαύτης ὑπερμαχεῖσθαι νόσου· καὶ πάντων μικροῦ δεῖν ἀνθρώπων πρὸς τὸ ἐπικρατοῦν μετατεθέντων, τότε παρὰ τοῦ Θεοῦ ἀναδείκνυται ὁ μέγας Βασίλειος, καθάπερ ἐπὶ τοῦ Ἀχαὰβ [ὁ Ἡλίας, καὶ] τῆς ἱερωσύνης ἤδη τρόπον τινὰ πεπτωκυίας ἀντιλαμβανόμενος, ὥσπερ τινὰ λύχνον ἐκλελοιπότα, τὸν τῆς πίστεως λόγον διὰ τῆς ἐνοικούσης αὐτῷ χάριτος ἀναλάμψαι πάλιν πεποίηκε. ÷ Καὶ τὰ μὲν τοῦ Πατρὸς τοιαῦτα· ἅπερ ὡς πολλὴν ἄνοιαν καὶ ἀφροσύνην καταχέει τοῦ Μαμωνᾶ, παράπληγά τε αὐτὸν καὶ ἀνόητον ἀποδείκνυσιν, οὐδένα οἶμαι τῶν σωφρονούντων διαπεφευγέναι.

Πότερον γὰρ καθ’ ἑαυτοῦ παίξας ταῦτα παραλέλοιπεν, ἢ τοὺς ἐντευξομένους βουκολεῖν μηχανώμενος; Τίνα γὰρ ἂν τῶν καὶ κατὰ μικρὸν μετεχόντων λόγου τε καὶ συνέσεως λάθοι, ὡς οὐδὲν τῶν εἰρημένων τῷ θεοφόρῳ ἐπὶ τὴν εἰκόνα Χριστοῦ ἀναφέρεται;

Περὶ αὐτοῦ δὲ τοῦ πρωτοτύπου ἐστὶν αὐτῷ ὁ λόγος Ἐπὶ τίνι γὰρ ἡ κρίσις κεῖται, καὶ τίνα κριτὴν οἱ ἄνθρωποι ἀναμένομεν, κἂν κακῶς οἱ ἄθεοι ἐξειλήφασι. Πρότερον δὲ ὁ Πατὴρ τὴν εἰδωλολατρείαν ἐκποδὼν γεγενῆσθαι εἰπὼν, ἐπήγαγε τίσι πάλιν ἐμπέπτωκεν ὁ διάβολος, ὅτι τοῖς περὶ Ἄρειον καὶ τοὺς συγκατειλεγμένους·

Ταυτὸν δὲ εἰπεῖν Εὐσέβιον, κἂν μνήμην ἐπὶ ὀνόματος, τῷ προεληλυθέναι τῷ χρόνῳ μικρὸν, οὐκ ἐποιήσατο νῦν, τῆς αὐτῆς γάρ ἐστι συμμορίας, καὶ ὁ ἔκκριτος καὶ ὀνομαστότατος, καὶ τῆς ἀσεβείας κρηπὶς καὶ θεμέλιος κείμενος, ὡς ἐν μυρίοις λόγοις διὰ τῶν συγγραμμάτων αὐτοῦ δείκνυται. Κατὰ ποίας γὰρ αἱρέσεως ὁ θεῖος Βασίλειος, ἄλλοι τε τῶν πατέρων οἱ συνακμάσαντες ἀπεδύσαντο, καὶ τοὺς τηλικούτους ἀγῶνας ὑπὲρ τῆς εὐσεβείας διήνεγκαν ἀριστεύοντες; ἢ οὐχὶ κατὰ τῆς θεοστυγοῦς τῶν Ἀρειανιζόντων μανίας ἔστησαν; ὧν τινὲς καὶ Εὐσεβίου ὡς θερμῶς προστατεύοντος τῆς αἱρέσεως μέμνηνται. Πῶς δὲ οὐδὲ τῶν τηνικαῦτα κρατούντων ἡ ἐπήρεια πέπεικεν, οὗ εἵνεκεν τοῖς εὐσεβοῦσιν ἐπεφύοντο καί· τοιγε οὕτω λαμπρὰ καὶ ἐπιφανὴς ἡ ἀλήθεια πρόκειται, ὅτι οὐ τῶν εἰκόνων Χριστοῦ χάριν τὰ παρόντα εἴρηται· ἀλλ’ οἷα κατὰ τοῦ Μονογενοῦς παρὰ τῶν τηνικάδε ἡ ὕβρις, κτίσμα καὶ ὁμόδουλον τιθεμένων τὸν κτίστην αὐτῶν καὶ δεσπότην τοῦ παντὸς καὶ κύριον;

Ἀλλὰ τὸν μὲν περὶ τοῦ κτίσματος ἢ παρανοήσας λόγον ὁ τῇ κτίσει τῷ ὄντι λατρεύων, ὁ τῇ Ἀστάρτῃ τῷ χρυσῷ προσκυνῶν καὶ τῷ Χαμὼς βδελύγματι, τῇ κοιλίᾳ δουλούμενος καὶ τοῖς πάθεσιν, ὄντως ἐν σκότει διαπορεύεται, καὶ οὐκ ἔγνωκεν, οὐδὲ συνῆκεν· ἀλλὰ νενόσηκε τὸ ἀσύνετον· ἢ ἑκὼν ἀποκρυψάμενος, καὶ δι’ Εὐσέβιον τὸν διδάσκαλον καὶ τοῖς ἄλλοις προσώποις, καθ’ ὧν ἡ κατηγορία παρὰ τοῦ Πατρὸς φέρεται, εὔνους ὀφθεὶς, τοὺς πολλοὺς λανθάνειν ἡγούμενος, μειρακιώδης τὴν φρένα ἐκφανῶς δείκνυται, καὶ τοῦ παίζεσθαι ἄξιος· οὐδὲν γὰρ ταῦτα νηπιωδῶν ψελλισμάτων, ὡς ἀληθῶς, διενήνοχεν· οὕτως μὲν Εὐσέβιος ἐκ τῶν δοξάντων συνηγορεῖν, κτισματολάτρης ὄντως πεφώραται, καὶ ὤφθη πολλῆς κατηγορίας ἡ τῶν ἀνοήτων συνηγορία γέμουσα.

Οὐδὲν δὲ θαυμαστὸν εἰ κἀνταῦθα τοῦτο πέπονθε Μαμωνᾶς· ἐπεὶ σχεδὸν ἐν πᾶσιν αὐτοῦ τοῖς σαθροῖς καὶ ἀπαιδεύτοις συγγράμμασι τὸ ἄτακτον εὑρίσκεται καὶ ἀσύνετον· οἷα ἐν τοῖς τοῦ θείου Ἀθανασίου, ἃ κατὰ εἰδώλων αὐτῷ πεπραγμάτευται· οἷα τοῦ ἀοιδίμου Κυρίλλου, ἐν τοῖς εἰς τὸν προφήτην Ἡσαΐαν Ὑπομνήμασιν· ἃ δὴ παρεξηγούμενος, καὶ πρὸς τὴν οἰκείαν δόξαν ἐπισυρόμενος, γέλως τοῖς συνετωτέροις καὶ λογικῆς μετασχοῦσι παιδεύσεως πρόκειται. Πολλῆς γὰρ ἐντεῦθεν τῆς ἀβελτερίας καὶ ἀπαιδευσίας ἐμπέπλησται, ἐπεὶ οὔτε τῇ σοφίᾳ καὶ συνέσει τῶν διδασκάλων παρακολουθῆσαι εὔπορον αὐτῷ περιγέγονεν, οὔτε πρὸς τὴν τῆς ἀληθείας ἔρευναν τὸν νοῦν ἀπευθῦναι προείλετο. Τί δ’ ἄν, τις εἴποι, περί γε τῆς τοῦ θαυμασίου Νείλου πρὸς Ὀλυμπιόδωρον ἐπιστολῆς; ὅπως νενόθευται καὶ σεσύληται παρ’ αὐτῷ ἡ τοῦ ἀνδρὸς διδασκαλία, καὶ ἀποκέκρυπται· μόνα δὲ τὰ ἐν αὐτῇ τοῦ Ὀλυμπιοδώρου ἐμφερόμενα λόγια ὑφελόμενος, ὡς δὴ παρὰ τῷ Νείλῳ γεγραμμένα, ἐν τοῖς ἑαυτοῦ λόγοις σφαλερῶς καὶ ἀνοήτως ἐντέταχε.

Καὶ πλεῖστα ἕτερα παραπλησίως ἔχοντα. Ἀλλὰ τοιοῦτον ἡ τυραννὶς καὶ τὸ ἄλογον θράσος, τῇ ἀχλύϊ τῆς ἀκρασίας καὶ αὐθαδίας, καὶ τῶν ἐν ποσὶ τὴν γνῶσιν ἀφαιρούμενον οἷόν τι πάσχουσι· οἱ τὴν ὀπτικὴν αἴσθησιν ἀφῃρημένοι· οὐ γὰρ ἴσασιν οὗ ἀντιλήψονται ἢ ὅπερ παρώσονται, καὶ τῶν συμφερόντων οὐ συγχωροῦν ποιεῖσθαι τὴν αἵρεσιν. Εἰ δέ που καὶ ἄλλων Πατέρων φωναὶ ἀληθεῖς τε ἢ πεπλασμέναι φέρονται, τῆς αὐτῆς ἐννοίας ἐχόμεναι, πρόδηλον ὡς εἰς κατηγορίαν, οὐ γὰρ συνηγορίαν, Εὐσεβίου προκείσονται, καὶ τῆς ἐκείνου ἀμαθίας καὶ ἀνοίας ἔλεγχον, ὡς αὐτίκα ἡμεῖς παραστήσομεν.

Κατὰ Ἀπολιναρίου. Προταττέσθω γὰρ νῦν ὁ παρ’ Εὐσεβίου λεχθεὶς τῆς ἀνακράσεως, ἤτοι συγχύσεως τῶν κατὰ Χριστὸν φύσεων λόγος. Ἔφη γὰρ πρότερον· ὅτι ÷ Καὶ ὃ δι’ ἡμᾶς περιεβλήθη σαρκίον, τῇ δόξῃ τῆς θεότητος ἀνακεκρᾶσθαι μεμαθήκαμεν. ÷ Ὅτε καὶ ἡμεῖς ἐλέγομεν ὅτι τῶν Πατέρων τινὲς τὴν φωνὴν παρῃτήσαντο διὰ τὸν ἄνουν Ἀπολινάριον καὶ τοὺς τούτῳ κατακολουθήσαντας, συναλοιφὴν τῶν φύσεων καὶ συνουσίωσιν καὶ ἀφανισμὸν, ὥσπερ Εὐσέβιος, πρεσβεύσαντας.

Οἱ γὰρ δεξάμενοι ἐπὶ τῆς καθ’ ὑπόστασιν ἑνώσεως καλῶς καὶ εὐσεβῶς ἐξειλήφασι.

Χρήσεις ἁγίων Πατέρων περὶ ἀσυγχύτου ἑνώσεως καὶ ἀδιαιρέτου ὑποστάσεως. Τούτοις παρατιθέσθωσαν τῶν Πατέρων αἱ φωναὶ, οὓς συνηγόρους Εὐσεβίου ὁ Μαμωνᾶς συνεκάλεσε, καὶ σκοπήσωμεν αὐτοῦ τὴν σύνεσιν, εἰ τῆς προθέσεως οὐ διήμαρτεν, ὥσπερ περὶ τοῦ Περιγραπτοῦ προεκτέθειται. ☩ Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ, ἐκ τῆς πρὸς Καισάριον μοναχὸν ἐπιστολῆς, μετὰ τὴν δευτέραν αὐτοῦ ἐξορίαν· ÷ Καὶ φήσειας πάντως ἐκ πλάνης πρὸς τὸ κρεῖττον ἐληλυθέναι, καὶ χάριν ὁμολογεῖν τοῖς τὴν θαυμαστὴν ἐκείνην σοι προσκομίσασι βίβλον, ἣν ἀρίστην τὰ κάλλιστά σου ἀποκαλοῦσι γράμματα, τηλαυγῶς διαγορεύουσαν συνδρομὴν οὐσιώδη καὶ μῖξιν θεσπεσίαν γεγενῆσθαι θεότητός τε καὶ σαρκὸς, μίαν τε ἐντεῦθεν ἀποτελεσθῆναι φύσιν. Τοῦτο, θαυμάσιε, τοῦ παράφρονος Ἀπολιναρίου τὸ ἀτόπημα· αὕτη τῶν εἰσαγόντων κρᾶσιν καὶ συναλοιφὴν ἡ δυσσεβεστάτη αἵρεσις. ÷ Ἐκ τῆς αὐτῆς ἐπιστολῆς· ÷ Οὕτως κἀνταῦθα τῆς θείας ἐνιδρυμένης τῷ σώματι φύσεως, ἕνα Υἱὸν, ἓν πρόσωπον, τὰ συναμφότερα ἀπετέλεσε.

Γνωριζόμενον μέντοι ἀσυγχύτως ἀδιαιρέτῳ λόγῳ· οὐκ ἐν μιᾷ μόνῃ φύσει, ἀλλ’ ἐν δυσὶ τελείαις. Ἐπὶ γὰρ μιᾶς, πῶς τὸ ἀσύγχυτον; πῶς τὸ ἀδιαίρετον; πῶς ἡ ἕνωσις λεχθείη ποτέ; ἑαυτῇ γὰρ τὴν μίαν ἑνοῦσθαι, ἢ συγχεῖσθαι, ἢ διαιρεῖσθαι, ἀδύνατον. Ποῖος οὖν ᾅδης ἐξηρεύξατο μίαν ἐπὶ Χριστοῦ λέγειν φύσιν; ÷ Ἐκ τῆς αὐτῆς ἐπιστολῆς, πρὸς τῷ τέλει· ÷ Τούτων τὰς κενοφωνίας ἐκκλίνοντες, ἀγαπητὲ, εἰς τὸ πρότερον ἐπανέλθωμεν, εὐσεβὲς καὶ λίαν εὐσεβὲς τὸν θανάτῳ περιβληθέντα Χριστὸν ὁμολογεῖν ἐν θεότητι τέλειον, καὶ ἐν ἀνθρωπότητι τέλειον, ἕνα Υἱὸν Μονογενῆ, οὐ διαιρούμενον εἰς υἱῶν δυάδα, φέροντα δὲ ὅμως ἐν ἑαυτῷ τῶν ἀχωρίστων δύο φύσεων ἀσυγχύτους τὰς ἰδιότητας· οὐκ ἄλλον καὶ ἄλλον (μὴ γένοιτο) ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν τὸν Κύριον Ἰησοῦν Θεὸν Λόγον, σάρκα ἡμετέραν ἠμφιεσμένον, καὶ αὐτὴν οὐκ ἄψυχον καὶ ἄνουν, ὡς ὁ δυσσεβὴς Ἀπολινάριος εἶπεν. ÷ ☩ Τοῦ ἁγίου ΚΥΡΙΛΛΟΥ, ἐκ τοῦ πρὸς Ἀλεξανδρεῖς Προσφωνητικοῦ·

Ἐγὼ τὸ συγκεκραμένον καταδέχομαι —τῶν φύσεων ἐργάζεται. Ἐκ τοῦ αὐτοῦ· Ὡμοιώθη γὰρ ἡμῖν—ἢ διαιρεθεισῶν. Ἐκ τοῦ αὐτοῦ· Καὶ λέλυται—τὴν ἰδιότητα. Ἐκ τοῦ αὐτοῦ· Εἰ γὰρ κέκρανται—συγχεθεῖσαι ἠφανίσθησαν.

Τοῦ αὐτοῦ, ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους τοῦ Ἀποστόλου ἐπιστολῆς· Καὶ οὐ δήπου—ἐκ παρθένου ναῷ. Ἐκ τοῦ αὐτοῦ ὑπομνήματος· ÷ Εἰ γὰρ καὶ λέγοιτο ἡνῶσθαι σαρκὶ καθ’ ὑπόστασιν ὁ Μονογενὴς, ἀλλ’ οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας τῶν φύσεων πεπρᾶχθαι φαμέν· μενούσης δὲ μᾶλλον ἑκατέρας τοῦθ’ ὅπερ ἐστὶν, ἡνῶσθαι σαρκὶ νοοῦμεν τὸν Λόγον. ÷

Κατὰ Εὐσεβίου μεταβολὴν καὶ ἀλλοίωσιν Χριστοῦ λέγοντος. Καὶ περὶ μὲν τῆς ἀνακράσεως ταῦτα. Ἑξῆς δ’ ἂν εἴη καὶ οὓς περὶ τῆς μεταβολῆς τῆς δουλικῆς μορφῆς ποιεῖται λόγους Εὐσέβιος παραθέσθαι· ἑπομένως δὲ καὶ τοὺς τῶν συνηγόρων κατὰ τὴν προάγουσαν ἀκολουθίαν. Ἔφη γάρ· ÷ Μορφὴ κατὰ τὴν θεῖαν μεταμόρφωσιν, τοσαύτης ÷ —ζωγραφήσειε. Καὶ τὸ πάντων ἔσχατον πρὸς βλασφημίαν ἐκδηλοτέραν, ὅτι ÷ εἰ μὴ τῆς εἰς Θεὸν μεταβληθείσης μορφῆς. ἀλλὰ τοῦ πρὸ τῆς μεταβολῆς σαρκίου αὐτοῦ τὴν εἰκόνα φής. ÷ Διὰ τούτων δὲ πάντων ἀπήλλαξε σώματος τὸν Χριστὸν, ὥστε καὶ τοῦ γράφεσθαι· ᾧ γὰρ μορφὴ οὐ πρόσεστιν, οὐδὲ σῶμά ἐστιν, ἀνθρώπινον δῆλον, ἢ οὐδὲ οὐσία· εἴ γε καὶ ἐπὶ τῆς οὐσίας ἡ μορφὴ εἴληπται, ὃ κἀν τῇ θείᾳ καὶ ἀποῤῥήτῳ θεωρεῖται οὐσίᾳ. Εἰ δὲ οὐκ ἐστὶ σῶμα, εἴδωμεν πάλιν εἰ συνωδὰ τούτῳ οἱ συνήγοροι γράφουσιν. ☩ Τοῦ ἁγίου ΑΘΑΝΑΣΙΟΥ, ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου δευτέρου·

Ἐν δὲ τῇ—ὁδεύσας ὁδόν. Τοῦ αὐτοῦ, ἐκ τοῦ περὶ ἀνθρωπήσεως λόγου· Πάσχον μὲν γὰρ—ἰδεῖν διαφοράν. Ἐκ τοῦ αὐτοῦ λόγου· Ὅθεν—ἐνέσχετο. Τοῦ αὐτοῦ, ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς· Αὐτὸ δὲ—ἄφθαρτον. Τοῦ αὐτοῦ, ἐκ τοῦ κατὰ Ἀρειανῶν τρίτου λόγου· Ἐν γοῦν—σὺ παραγίνῃ·

Ἐπειδὴ δὲ καὶ ἀναθεμάτων ὑπόχρεώς ἐστιν Εὐσέβιος, προσκείσθω αὐτῷ ταῦτα· ☩ Τοῦ μεγάλου ΓΡΗΓΟΡΙΟΥ τοῦ θεολόγου, ἐκ τῆς πρὸς Κληδόνιον ἐπιστολῆς Αʹ· Εἴ τις ἀποτεθεῖσθαι νῦν—τὸ σαρκίον τῆς θεότητος. Τοῦ αὐτοῦ, ἐκ τοῦ εἰς τὸ Πάσχα λόγου· Ἂν εἰς οὐρανοὺς ἀνίῃ—πεποίηκε καὶ ποιεῖ.

Τοῦ αὐτοῦ, ἐκ τοῦ περὶ Υἱοῦ λόγου Βʹ· Εἷς καὶ μεσίτης—τῆς ἁμαρτίας ἡμέτερα. ☩ Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ, ἐκ τοῦ εἰς τὴν ἀνάληψιν τοῦ· Σωτῆρος λόγου· ÷ Ἐπάνοδον τοίνυν δεσποτικὴν ἑορτάζομεν, καθ’ ἣν πρὸς τὰ οὐράνια τὴν ἡμετέραν φύσιν μετέστησεν· ἀνέστησε γὰρ τὸν ἑαυτοῦ ναὸν ὁ ἐνοικήσας Θεὸς, καὶ συνεπήγαγεν ἑαυτῷ τὸ οἰκεῖον ἔνδυμα, ὁ τὸ αἰθέριον πέλαγος περαιωσάμενος. Τῇ μὲν θείᾳ φύσει διηνεκῶς τὰ πάντα πληρῶν· τῇ δὲ κατὰ σάρκα οἰκονομίᾳ, πρότερον μὲν ὑπὸ γῆν ἐλθὼν, ὕστερον δὲ μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην τῷ οἰκείῳ σώματι τὸ οὐράνιον ἀποπληρώσας οἰκητήριον. ÷ Καὶ μετά τινα· ÷ Φωτοειδὴς μὲν ἑωρᾶτο καὶ ἡ τοῦ σώματος θέα· τῶν γὰρ θείων ἀκτίνων ἐδέξατο τὰς λαμπηδόνας· ἀνήγαγε δὲ αὐτὸ εἰς οὐρανοὺς, ὁ τὴν ἡμετέραν φύσιν ὑπελθὼν, ἵνα τοῖς ἐπὶ γῆς βατὸν ποιήσῃ τὸν οὐρανόν. Νεφέλη ὄχημα πεποίηται τῆς ἀνθρωπίνης αὐτοῦ περιβολῆς, κἀκείνην ἐποχούμενος πρὸς οὐρανὸν μετέστησε τὸ οἰκεῖον ἔνδυμα.

Ὥσπερ τοίνυν τῆς ἐκ Παρθένου γεννήσεως ὑπὲρ φύσιν ἡ κύησις, οὕτως καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου παράδοξον τὸ θαῦμα. ÷ Τοῦ αὐτοῦ, ἐκ τοῦ εἰς τὴν Πεντεκοστὴν λόγου· ÷ Εἰ γὰρ μὴ μεγάλα ἀγαθὰ ὁ Θεὸς περὶ τοῦ γένους ἡμῶν ἐβούλετο, οὐκ ἂν τὴν ἀπαρχὴν ἡμῶν ἔλαβεν ἄνω· πρὸ τούτου μὲν οὖν εἰς τὸν οὐρανὸν βλέποντες, καὶ τὰς ἀσωμάτους ἐννοοῦντες Δυνάμεις, σαφέστερον τὴν εὐτέλειαν ἑωρῶμεν τὴν ἡμετέραν ἀπὸ τῆς συγκρίσεως τῶν ἄνω Δυνάμεων. Νῦν δὲ ὅταν βουληθῶμεν τὴν εὐγένειαν ἡμῶν ἰδεῖν, εἰς τὸν οὐρανὸν βλέπομεν, εἰς τὸν θρόνον αὐτὸν τὸν βασιλικόν· ἐκεῖ γὰρ ἐξ ἡμῶν ἀπαρχὴ κάθηται· οὕτω καὶ ἐλεύσεται ὁ Υἱὸς τοῦ Θεοῦ ἐκ τοῦ οὐρανοῦ κρινῶν ἡμᾶς. ÷ Τοῦ αὐτοῦ, ἐκ τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς λόγου τεσσαρεσκαιδεκάτου·

Οὐδὲ γὰρ ἁμαρτωλὸν σάρκα—ἀθάνατον εἰργάσατο. Τοῦ αὐτοῦ, ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Φιλιππησίους ἐπιστολῆς· Ἀλλ’ ἐν μορφῇ Θεοῦ—ἀλλ’ ἡνωμένης. ☩ Τοῦ ἁγίου ΚΥΡΙΛΛΟΥ, ἐκ τῶν εἰς τὴν Ἔξοδον Ὑπομνημάτων· ÷ Εἶπε Κύριος τῷ Μωσεῖ· εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου, καὶ τὰ ἑξῆς ἐκεῖσε κείμενα. Χεῖρα καὶ δεξιὰν τοῦ Θεοῦ καὶ Πατρὸς τὸν ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸν ἡ θεόπνευστος ὀνομάζει Γραφή. ÷ Καὶ μετά τινα· ÷ Ἥξει γὰρ κατὰ καιροὺς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῇ τῆς θεότητος δόξῃ καὶ εἰλικρινείᾳ, καίτοι τὸ εἶναι καθ’ ἡμᾶς ἀναπόβλητον ἔχων. ÷ Ταύτην τὴν χρῆσιν ἐν τοῖς ἑαυτοῦ βδελυροῖς καὶ καταπτύστοις συγγράμμασιν ὁ Μαμμωνᾶς παρέθετο. Οὗ τὸ ἀνόητον καὶ ληρῶδες τίς οὐκ ἂν ὑπερεκπλαγείη; ὡς οὐκ ἤσθετο καθ’ ἑαυτοῦ καὶ τοῦ μεγάλου αὐτοῦ διδασκάλου Εὐσεβίου πράττων.

Τοῦ αὐτοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ διαλογικοῦ Συντάγματος· ὅτι εἷς ὁ Χριστός· Ἆρ’ οὖν συγκέχυνται—ἀμήχανον γάρ. Τοῦ αὐτοῦ, ἐκ τῶν ἐπιλύσεων τῶν προσενεχθεισῶν πεύσεων τῷ αὐτῷ μακαρίῳ Κυρίλλῳ παρὰ Τιβερίου διακόνου καὶ τῶν ἀδελφῶν, ἐν κεφαλαίοις ΙΒʹ, ἐκ τοῦ ἕκτου κεφαλαίου, πρὸς τοὺς λέγοντας, ὅτι οὐκ ἀνελήφθη μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς ὁ Χριστός· ἐν ᾧ καὶ πρὸς τοὺς λέγοντας, ὅτι τὸ ἀναληφθὲν σῶμα τῇ ἁγίᾳ Τριάδι συγκέκραται. ÷ Ὅτι δὲ καὶ ἀνελήφθη μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς, πῶς ἂν ἐνδοιάσειέ τις;

Τὸν γὰρ ἐκ νεκρῶν ἐγηγερμένον αὐτὸν δῆλον ὅτι καθὸ νοεῖται καὶ πέφηνεν ἄνθρωπος αὐτὸς, κεκάθικεν ὁ Πατὴρ ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης, ἐν τοῖς ὑψηλοῖς, ÷ ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου. ÷ Ἥξει τε οὕτω κατὰ καιροὺς, καὶ ἀρκέσει πρὸς τοῦτο τῶν ἁγίων ἀγγέλων ἡ φωνὴ, τοῖς θεωμένοις αὐτὸν ἀναβαίνοντα μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἀναφανδὸν εἰρηκότων· ÷ Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν, οὗτος ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. ÷ Εἰ μὲν οὖν οἱ τῆς ἀναλήψεως αὐτοῦ γεγονότες θεωροὶ γυμνὸν τῆς σαρκὸς τὸν Λόγον τεθέανται, οὕτως αὐτὸν καὶ ἥξειν ὑπονοείτωσάν τινες· εἰ δὲ πεπληροφόρηκε τοὺς ἁγίους ἀποστόλους, τὸ ψηλαφητὸν αὐτοῖς δείξας σῶμα, καὶ οὕτως ἀνελήφθη, οὕτω πάλιν ἐλεύσεται, καὶ οὐκ ἂν διαψεύσαιτο τῶν ἁγίων Πατέρων ὁ ἐπ’ αὐτῷ λόγος. Ἀλλὰ μηδὲ ἐκεῖνό τινες φανταζέσθωσαν κακῶς· μήτε μὴν ὑπονοείτωσαν, ὅτι τὸ ἑνωθὲν τῷ Λόγῳ σῶμα τῇ τῆς ἁγίας Τριάδος συγκέκραται φύσει. Ἀμήχανον γὰρ τὴν ἀπόῤῥητον ἐκείνην καὶ ὑπερφυᾶ, καὶ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου νοουμένην οὐσίαν, προσθήκην τινὰ, καὶ μάλιστα τὴν ἔξωθεν καὶ ἑτέρας φύσεως, δύνασθαι λαβεῖν.

Ἔστι γὰρ ἐν τοῖς καθ’ ἑαυτὴν παντέλεια, καὶ οὔτε μείωσιν ἐπιδέξεταί τινα, διὰ τὸ ἀτρέπτως καὶ ἀναλλοιώτως ἔχειν ἀεὶ, οὔτε μὴν, ὡς ἔφην, προσθήκης ἂν δέοιτο τινός. Περιττολογοῦσι τοίνυν ἐκ πολλῆς ἀμαθίας, κατὰ σύγκρασιν ἤγουν συνουσίωσιν ἐν τῇ φύσει τῆς ἁγίας Τριάδος χωρῆσαι τὸ σῶμα λέγοντες.

Διακείμεθα γὰρ οὐχ οὕτως ἡμεῖς· ἀλλ’ ὀρθὴν ἔχομεν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ τὴν δόξαν· ἐνανθρωπῆσαι γὰρ αὐτὸν φαμὲν, τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον, οὐκ εἰς σάρκα τὴν ἰδίαν μεταποιήσαντα φύσιν, ἀλλ’ ἐκ τῆς ἁγίας Παρθένου λαβόντα αὐτὴν, ἥξοντά τε σὺν αὐτῇ· πλὴν ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων. ÷ Τοῦ αὐτοῦ, ἐκ τοῦ πρὸς Ἑρμείαν λόγου πρώτου· Οὐδ’ ὁποτέραν τῶν ἐπὶ Χριστοῦ —ἀποσοβήσεις ἀξιωμάτων.

Τοῦ αὐτοῦ, ἐκ τῆς πρὸς Σούκενσον ἐπίσκοπον Διοκαισαρείας ἐπιστολῆς Αʹ· Μετὰ τὴν ἀνάστασιν—ἔχον ἐν ἑαυτῷ. Καὶ μετὰ βραχέα· Θεοῦ δὲ ὡς ἔφην—οὕτω διακείμεθα. Τοῦ αὐτοῦ, ἐκ τοῦ τρίτου τόμου τοῦ κατὰ Νεστορίου·

Οὐ γὰρ ὅτι γέγονε—ἐστιν ὁ Ἐμμανουήλ. Τοῦ αὐτοῦ, ἐκ τῶν Σχολίων· ÷ Θεὸς ὢν κατὰ φύσιν ὁ Λόγος, ἐν ὁμοιώματι ἀνθρώπων γέγονε, καὶ σχήματι εὑρέθη ὡς ἄνθρωπος· ἵνα ὑπάρχων εἷς ἐν ταυτῷ νοῆται τὸ συναμφότερον, οὔτε ψιλὸς ἄνθρωπος, οὔτε μὴν ἀνθρωπότητος δίχα καὶ σαρκὸς ὁ Λόγος. ÷ Τοῦ αὐτοῦ, ἐκ τῆς πρὸς Βαλεριανὸν ἐπιστολῆς·

Οὐκοῦν ὁμολογουμένως—ἰδίας αὐτοῦ σαρκός. Τοῦ αὐτοῦ, ἐκ τοῦ κατὰ Συνουσιαστῶν λόγου. Ναὶ μὴν καὶ ἐξ οὐρανοῦ—εὐτεχνίας ἐπιστήμονα. ☩ Τοῦ ἁγίου ΓΡΗΓΟΡΙΟΥ Νύσης, ἐκ τῶν κατὰ Ἀπολιναρίου λόγων· ÷ Εἰ οὖν φυσικὸν τῇ σαρκὶ τὸ ἡγεμονεύεσθαι, καθώς φησιν ὁ Ἀπολινάριος, ἡγεμονικὸν δὲ φύσει τὸ θεῖον, πῶς ὁ ταῦτα διδοὺς, ἓν ἐξ ἀρχῆς ἀμφότερα τῇ φύσει διορίζεται;

Πᾶσιν ὄντος προδήλου, ὅτι ἕτερος τοῦ ὑποχειρίου, καὶ ἄλλος τοῦ ἐπιστατοῦντος ὁ λόγος· καὶ ἄλλο τὸ πεφυκὸς ὁδηγεῖσθαι, καὶ ἕτερον πάλιν ᾧ φύσις τὸ ἡγεμονεῦον ἐστίν. Εἰ οὖν ἐν τοῖς ἐναντίοις ἰδιώμασιν ἡ θατέρου τούτων θεωρεῖται φύσις, τῆς σαρκὸς λέγω καὶ τῆς θεότητος, πῶς μίαι αἱ δύο εἰσίν; ÷ Τοῦ αὐτοῦ, ἐκ τοῦ κατὰ Εὐνομίου λόγου·

Οὕτω καὶ ἀληθινῆς—ἐπὶ τὸ ἄφθαρτον. ☩ ΑΜΦΙΛΟΧΙΟΥ ἐπισκόπου Ἰκονίου, ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου· ÷ Διάκρινον τὰς φύσεις, τήν τε τοῦ Θεοῦ, καὶ τὴν τοῦ ἀνθρώπου· οὐδὲ γὰρ κατ’ ἔκπτωσιν Θεοῦ γέγονεν ἄνθρωπος, οὔτε κατὰ προκοπὴν ἐξ ἀνθρώπου Θεός· Θεὸν γὰρ καὶ ἄνθρωπον λέγομεν. ÷ ☩ Τοῦ ἁγίου ΜΕΘΟΔΙΟΥ ἐπισκόπου Μύρων, εἰς τὴν ὑπαπαντήν.

Ἀλλ’ εἰς πέντε ἥμισυ πήχεις—ἐν αὐτῷ διαμένουσαν. Εἰ δὲ χρὴ καὶ ἑτέρας τινὰς ῥήσεις μικρὰς συνᾳδούσας ταῖς προλαβούσαις προσεπενεγκεῖν, ταύτας προσθείημεν ἐχούσας ὧδε· Ἐκ τοῦ ὅρου ἁγίας πέμπτης συνόδου, κεφάλαιον Ζʹ·

Εἴ τις ἐν δυσὶ φύσεσι—ἔστω ἀνάθεμα. ☩ Ἐκ τοῦ ὅρου τῆς ἕκτης συνόδου· Ὃν γὰρ τρόπον ἡ Παναγία—Θεῷ θεωθὲν ὅλον.

Ἀμβροσίου Μεδιολάνων, περὶ ἀνακράσεως, τί ἐστι. ☩ Τοῦ ἁγίου ΑΜΒΡΟΣΙΟΥ, ἐπισκόπου Μεδιολανῶν, ἐκ τῶν πρὸς Γρατιανὸν βασιλέα· Φυλάξωμεν—ἑκατέρα φύσις ἐστί. Τοῦ αὐτοῦ, ἐκ τῆς ἑρμηνείας τοῦ συμβόλου· Τοὺς δὲ λέγοντας—καθολικὴ Ἐκκλησία. ☩ Τοῦ ἁγίου ΕΦΡΑΙΜ, ἐκ τοῦ περὶ Ἀγάπης·

Ἀφθαρσία ἐστὶν ἡ ἀνάστασις—φθορὰν ἐφυγάδευσεν. ☩ Τοῦ ἁγίου ΣΩΦΡΟΝΙΟΥ, ἀρχιεπισκόπου Ἱεροσολύμων, ἐκ τῆς πρὸς Ὁνόριον πάπαν Ῥώμης δογματικῆς ἐπιστολῆς· Τὰ γὰρ καθ’ ὑπόστασιν—φέρεται βάραθρον. Καὶ μετὰ τινά·

Αἱ γάρ τοι φύσεις ἀμετάβλητοι—ἐν ὑποστάσει μιᾷ διεδείκνυτο.

Περὶ τελείων τῶν φύσεων. Περὶ μὲν δὴ τούτων, τὰ τῶν Πατέρων τοιαῦτα. Ὅτι δὲ τέλειος Θεὸς ὢν ὁ Λόγος τελείῳ ἀνθρώπῳ ἥνωται, τῷ ἐκ ψυχῆς λογικῆς καὶ νοερᾶς καὶ σώματος συγκειμένῳ (οὐ γὰρ μερικαὶ αἱ συνελθοῦσαι φύσεις, ὡς Εὐσεβίῳ καὶ Ἀρειανοῖς καὶ Ἀπολλιναρισταῖς δοκεῖ, ἄψυχον καὶ ἄνουν ἄνθρωπον ἀνειληφέναι τὸν Κύριον), καὶ πάλιν ἐκ πολλῶν ὀλίγα τῶν ἱερῶν διδασκάλων τῆς Ἐκκλησίας παραθησόμεθα. ☩ Τοῦ ἁγίου ΔΙΟΝΥΣΙΟΥ, ἐκ τοῦ περὶ θείων ὀνομάτων·

Ἡ δὲ θεαρχικὴ ἀγαθότης—ἀνέδειξε τῶν οἰκείων ἀγαθῶν. ☩ Τοῦ ἁγίου ΑΘΑΝΑΣΙΟΥ, ἐκ τοῦ περὶ τῆς σωτηριώδους τοῦ Χριστοῦ ἐπιφανείας λόγου· Πάντα ἔλαβεν ἐκ Παρθένου—καινοποίησιν ἐργασάμενος. ☩ Τοῦ ΘΕΟΛΟΓΟΥ, εἰς τὸ βάπτισμα·

Ὅλον ἄνθρωπον—τῆς ἁμαρτίας. ☩ Τοῦ ἁγίου ΕΠΙΦΑΝΙΟΥ, ἐπισκόπου Κύπρου, ἐκ τῆς λεγομένης βίβλου Ἀγκυρωτοῦ· Ὅσα γὰρ ἐν ἀνθρώπῳ—βρώματος τοῦ διαβόλου. ☩ Τοῦ ἁγίου ΑΜΦΙΛΟΧΙΟΥ, ἐκ τῆς πρὸς Σέλευκον ἐπιστολῆς·

Ὁ Χριστὸς Υἱὸς τοῦ Θεοῦ—τὴν ἀλήθειαν. ☩ Τοῦ ἁγίου ΕΦΡΑΙΜ, ἐκ τοῦ εἰς τὸν Μαργαρίτην λόγου· Τελείαν ἔχει—εἰς τοὺς οὐρανούς. ☩ Τοῦ ἁγίου ΚΥΡΙΛΛΟΥ, ἐκ τῶν πρὸς Θεοδόσιον τὸν βασιλέα· Οὐ γάρ που τὸ ἄμεινον—τὸ μυστήριον.

Τοῦ αὐτοῦ, πρὸς τὸν αὐτόν· Προσεχρήσατο δὲ—καὶ ἀνυπαίτια πάθη. Τοῦ αὐτοῦ, πρὸς τὸν αὐτόν· Ὅλον ὅλη—ἐκ Θεοῦ Λόγον. Τοῦ αὐτοῦ, ἐκ τοῦ Ὑπομνήματος τῆς πρὸς Ἑβραίους· Εἰ γὰρ καὶ νοοῖντο—τῷ λόγῳ ναόν.

Τοῦ αὐτοῦ, ἐκ τοῦ δευτέρου βιβλίου τῶν Θησαυρῶν, κεφάλαιον κδʹ· Πῶς οὐκ ἄτοπον—ὅμοια πάσχειν. Οὕτως οὖν διὰ τῶν προκειμένων ῥήσεων τῶν θεοσόφων Πατέρων ἡμῶν, τέλειος ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν δοξάζεται, ὥσπερ δὴ καὶ τέλειος Θεὸς ὁ αὐτὸς ἀνυμνεῖται· καὶ κατήργηται λοιπὸν τῶν Ἀρειανιζόντων καὶ Φαντασιουμένων τὰ βδελυρὰ δόγματα, ἔκ τε τῶν δοκούντων αὐτοῖς συνηγόρων, ἔκ τε τῶν τῆς παραφροσύνης αὐτῶν κατηγόρων, ὡς μηδαμόθεν ἔχειν τῶν πεπλανημένων λόγων αὐτῶν τὸ καίριον· ☩ ΘΕΟΔΟΤΟΥ, ἐπισκόπου Ἀγκυρῶν, ἐκ τοῦ εἰς τὴν Θεοτόκον καὶ εἰς τὸν Συμεῶνα λόγου. ÷ Γέγονε γὰρ οὕτως ἡμῖν μὲν φῶς γνώσεως· τοῖς δὲ ἐξ Ἰσραὴλ πεπιστευκόσι δόξα, δημοσιευθείσης τῆς ἐμπεπιστευμένης αὐτοῖς θείας συγγραφῆς ἀληθεστάτης καὶ βεβαιοτάτης κατὰ πάντα. Ὑπέδειξε γὰρ τὸν οἰκεῖον τῆς προφητείας καρπὸν Ἰησοῦν Χριστὸν πάσῃ τῇ κτίσει, ἄρτιον ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι. ÷ Παρείληπται δὲ καὶ νῦν ὁ ἐκ Γαλατίας Θεόδοτος, οὐχ ὡς ἀξιόλογός τις παρὰ τῆς Ἐκκλησίας κρινόμενος, τῷ δὲ τοὺς ἐναντίους τῆς ἀληθείας ῥήσεις αὐτοῦ παραπλασαμένους εἰς συνηγορίαν τοῦ ψεύδους καλεῖν· ὅπερ πανταχῆ ποιεῖν οἱ ἀνόσιοι οὐκ ἀποκνοῦσι.

Καθάπερ γὰρ περιγραπτὸν τὸ κατὰ σάρκα δοξάζων τὸν Χριστὸν ὁ Θεόδοτος οὗτος, κατήγορος, οὐ γὰρ συνήγορος αὐτοῖς ὦπται· ὡς ἐν τοῖς τοῦ Περιγραπτοῦ κατὰ τὰς χρήσεις τῶν θεηγόρων Πατέρων προεξεθέμεθα. Οὕτω δὴ κἀνταῦθα τέλειον τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν ἐν θεότητι, καὶ ἀνθρωπότητι κηρύσσων τέλειον, ἀπεναντίας Εὐσεβίῳ ἴεται, τὴν τελειότητα τῶν κατὰ Χριστὸν φύσεων, οἷα δὴ Ἀρειανίζοντι, παρῃτημένῳ. Καὶ ταῦτα μὲν ὧδε. Ὅπως δὲ καὶ ὁ Λόγος τέλειος Θεὸς, καὶ ἐν ἑκάστῃ τῶν τριῶν ὑποστάσεων ὁλικῶς ἡ θεότης ὑπάρχει, καὶ οὐ μερικὴ τοῦ Λόγου οὐσία μερικῇ τῇ ἀνθρώπου οὐσίᾳ συνῆπται, ὡς οἱ θεομαχοῦντες φλυαροῦσι, τὰ ἐπαγόμενα δηλώσει καὶ αὖθις. ☩ Τοῦ μεγάλου ἀποστόλου ΠΑΥΛΟΥ, πρὸς Κολασσαεῖς· ÷ Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἔστε ἐν αὐτῷ πεπληρωμένοι· ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, ÷ ὁ Χριστὸς δηλονότι.

Καὶ πάλιν· ÷ ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν. ÷ ☩ Τοῦ ἁγίου ΔΙΟΝΥΣΙΟΥ, περὶ ἡνωμένης καὶ διακεκριμένης Θεολογίας, κεφ. Βʹ· Τοῦτο μὲν οὖν καὶ ἐν ἄλλοις—θεότητος ἀνατίθεσθαι.

Τοῦ αὐτοῦ, περὶ τὸ τέλος τοῦ αὐτοῦ κεφαλ. Ταύτας ἡμεῖς τὰς κοινὰς—ὁλότητος ἀπαρατηρήτως. Τοῦ αὐτοῦ, ἐκ τοῦ περὶ θείων ὀνομάτων κεφαλ. Αʹ· Ὅθεν ἐν πασῇ σχεδὸν—τὴν ἀνθρωπίνην ἐσχατιάν. Ἐνῆν δὲ καὶ ἄλλας μυρίας παραθέσθαι φωνὰς στηλιτευούσας τὴν Εὐσεβίου ἀσέβειαν καὶ τῶν μαθητευθέντων αὐτῷ τὸ ἠλίθιον· ἄλλ’ ἀρκέσει γε νῦν ταῦτα τοῖς ὑφ’ ὧν αὐτοὶ συγκεκλήκασι βαλλομένους ὁρᾶσθαι, τῶν ἄλλων ἀπολειπομένων.

Ὅρος δογματικὸς μορφῆς καὶ προσώπου. Τῆς μὲν οὖν καθολικῆς Ἐκκλησίας τὸ φρόνημα καὶ τῶν ταύτης καθηγεμόνων ὁ λόγος, οὐδαμῶς μεταβεβλῆσθαι ἢ συγκεχύσθαι τὴν σάρκα εἰς τὴν τῆς θεότητος φύσιν δοξάζει· ἐπὶ τὴν κρείττονα δὲ ἰέναι κατάστασιν, ἐπείτοι τὸ φθαρτὸν ἀφθαρσίαν ἠμφίεσται, καὶ τὸ θνητὸν τὴν ἀθανασίαν πεπλούτηκεν· οὐ μὴν αὐτό γε τὸ εἶδος τοῦ κυριακοῦ σώματος μεταπεποιῆσθαι, οὔτε μὴν ἐξεστηκέναι τῆς φύσεως· τετήρηται γὰρ ὥσπερ ὁ Λόγος ἀναλλοίωτος, οὕτω καὶ τὸ κατ’ αὐτὸν ἀνθρώπινον ἄτρεπτον. Τῶν γὰρ συνδραμουσῶν ὑποστατικῶς καθ’ ἕνωσιν ἀδιάσπαστον φύσεων οὐδ’ ὁποτέραν εἰς τὴν ἑτέραν τετράφθαι δοξάζομεν, ἑκατέραν δὲ ἐν τῇ φυσικῇ διαμένουσαν ἰδιότητι· ταύτῃ γὰρ διενήνοχε πρὸς τὰ τετραμμένα ἐκ τῆς πρὸς ἄλληλα συγχυτικῆς μίξεως καὶ μίαν φύσιν ἀποτελοῦντα. Ἃ γὰρ τὴν ἰδιότητα διασώζει τῶν φύσεων, ἓν μὲν ἀποτελεῖ πρόσωπον, ἤτοι ὑπόστασιν (καθάπερ καὶ ἐπὶ τοῦ ἀνθρωπίνου συγκρίματος λέγεται), οὐ μὴν δὲ εἰς ταὐτὸν τῇ φύσει συνέρχεται. Οὐδεὶς γὰρ οὕτως ἀπόπληκτος, ἢ τοσοῦτον τῆς ἀληθείας ἀποσφαλείη, ὥστε μίαν εἰπεῖν οὐσίαν καὶ τὴν αὐτὴν ψυχῆς τε καὶ σώματος, μή τί γε θεότητός γε καὶ ἀνθρωπότητος.

Οὕτως ὀρθῶς τε καὶ εἰλικρινέστατα φρονοῦντες οἱ θεοφάντορες, ἕνα ἡμῖν ἐκ θεότητος καὶ ἀνθρωπότητος ἀποτετελέσθαι Χριστὸν καὶ Υἱὸν καὶ Κύριον δογματίζουσιν· ὅλον Θεὸν τὸν αὐτὸν μετὰ τῆς ἀνθρωπότητος διὰ τὴν θεότητα, καὶ ὅλον ἄνθρωπον μετὰ τῆς θεότητος διὰ τὴν ἀνθρωπότητα. Παρασημαντέον δὲ ὅτι εἴ που εὑρεθείη μεταπεποιῆσθαι τὸ σῶμα πρὸς θεϊκὴν δόξαν παρὰ τῶν Πατέρων λεγόμενον, οὐ κατὰ τὴν Εὐσεβίου παράνοιαν εἴρηται· πρὸς δόξαν γὰρ, οὐ πρὸς φύσιν λέγουσιν, ἐν οἷς πολὺ τὸ διάφορον· πρὸς δὲ τὸ ἄμεινον ἀναφοιτῆσαι λέγειν αὐτοὺς ὑποληπτέον.

Ἐπεὶ οὖν φησὶν ὁ Εὐσέβιος ὅτι μεταβέβληται ἡ σὰρξ τοῦ Χριστοῦ, καὶ διὰ τοῦτο οὐ γράφεται, φαμὲν ἡμεῖς, ὅτι ἐπειδὴ οἱ θεῖοι διδάσκαλοι λέγουσιν ὅτι οὐ μεταβέβληται, διὰ τοῦτο γραφήσεται.