Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀπολογία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η ερμηνεία της Μεταμορφώσεως και η πραγματικότητα του Πάθους

Απόρριψη της θεωρίας περί συγχωνεύσεως των φύσεων και μεταβολής της σάρκας σε θεότητα, μέσω της προβολής του εκούσιου Πάθους και του σκοπού της Μεταμορφώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 5 από 14

Ὅτι Εὐσέβιος ἀνάκρασιν καὶ ἀλλοίωσιν τῶν μορφῶν λέγει. Εἶτα τοῖς προλαβοῦσιν ἐπάγει· ÷ Δύο μορφῶν αὐτῷ παρισταμένων, περὶ μὲν τῆς τοῦ Θεοῦ μορφῆς οὐδὲ αὐτὸς ἡγοῦμαί σε ζητεῖν, ἅπαξ παρ’ αὐτοῦ παιδευομένην. ÷ Καὶ εἶτα μικρὸν ὑποβὰς, φησίν· ÷ Ἀλλὰ γὰρ πάντως τῆς τοῦ δούλου μορφῆς [τὴν εἰκόνα] ἐπιζητεῖς καὶ οὗ δι’ ἡμᾶς περιεβλήθη σαρκίου· ἀλλὰ καὶ τοῦτο τῇ δόξῃ τῆς θεότητος ἀνακεκρᾶσθαι μεμαθήκαμεν, καὶ καταπεπόσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. Καὶ οὔτι που θαυμαστὸν, εἰ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοιοῦτόν που πέφηνεν, ὁπότε καὶ ἐν ἀνθρώποις ἔτι βιοτεύων ὁ Θεὸς Λόγος, τοῖς ἐγκρίτοις τῶν ἑαυτοῦ [μαθητῶν] προαῤῥαβωνιζόμενος τὴν θέαν τῆς αὐτοῦ βασιλείας, μεταβαλὼν τὴν τοῦ δούλου μορφὴν, αὐτὴν ἐκείνην ἐπὶ τοῦ ὄρους ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν ἐπιδέδεικται. ÷ Ταῦτα μὲν Εὐσέβιος. Ἀλλ’ εἰ μὲν κατὰ τοὺς θεοσόφους Πατέρας καὶ τὴν ἐκκλησιαστικὴν διδασκαλίαν τὴν ἀνάκρασιν ἐδογμάτιζεν, εὐγνωμονέστερον ἂν τὸν λόγον προσηκάμεθα.

Ἐπάγων δὲ τὸ ÷ μεταβαλὼν τὴν τοῦ δούλου μορφὴν, ÷ ὑποβάλλει νοεῖν ἡμᾶς, καθάπερ αὐτὸς προϊὼν σαφέστερον δείκνυσιν, ὡς τῆς συγκεχυμένης μυθοποιίας καὶ ἀφανιστικῆς τῶν κατὰ Χριστὸν φύσεων ἐντὸς ἵσταται· ὥστε τὸ εἰρημένον αὐτῷ ÷ τῇ δόξῃ τῆς θεότητος ἀνακεκρᾶσθαι ÷ τῇ φύσει τῆς θεότητος συγκεχύσθαι καὶ συμπεφύρθαι τὴν σάρκα καὶ πρὸς τὴν θείαν οὐσίαν μετακεχωρηκέναι ὑπογράφειν.

Ὅτι οἱ Ἀρειανοὶ οὐσίαν καὶ ὑπόστασιν ταὐτὸν λέγουσιν. Τεκμήριον δὲ τοῦ λόγου τὸ τοὺς Ἀρειανοὺς ταὐτὸν εἶναι δοξάζειν οὐσίαν καὶ ὑπόστασιν, καθ’ ἃ καὶ προείρηται· ὅθεν καὶ τὰ πάθη προσάπτειν βούλονται τῇ θεότητι· οὐδὲ γὰρ σώζειν ψυχῆς καὶ σώματος πάθη, φασὶν, ἠδύναντο· ἐξ οὗ κατασκευάζουσι μηδὲ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ ἀνωτέρω παθῶν καὶ θανάτου ὑπάρχοντι. Ταύτῃ τοι τὴν φωνὴν τῆς ἀνακράσεως τῶν Πατέρων ἔνιοι (ἐπεὶ τῶν αἱρετιζόντων τινὰς ταύτῃ παρισταμένους ἑώρων, κἀντεῦθεν τὴν σύγχυσιν τῶν κατὰ Χριστὸν φύσεων πρεσβεύοντας) παρῃτήσαντο.

Οἱ γάρ τοι δεξάμενοι, ἐπὶ τῆς κατὰ σύνθεσιν ἑνώσεως ἐξειλήφασιν· ἡ δὲ ἔστιν, ἡ εἰς ἄλληλα τῶν μερῶν χωρὶς ἀφανισμοῦ περιχώρησις, τοῦτ’ ἔστιν, ἀτρέπτων καὶ ἀσυγχύτων σωζομένων τῶν φύσεων. Ἓν δὲ καὶ ταὐτὸν τῇ ἑνώσει τῇ καθ’ ὑπόστασιν οὕτω πρεσβεύσας, κακῶς καὶ ἐπισφαλῶς τὰ τῆς ἀνακράσεως ἑξῆς ἐπιφέρει.

Ὅτι ἐκ τῆς μεταμορφώσεως τεθεῶσθαι τὸν Κύριον λέγει Εὐσέβιος. ÷ Ὅτε τὸ μὲν πρόσωπον αὐτοῦ ἀπήστραψεν, ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια, ὡς τὸ φῶς· τίς οὖν τῆς τοσαύτης ἀξίας τε καὶ δόξης τὰς ἀποστιλβούσας καὶ ἀπαστραπτούσας μαρμαρυγὰς, οἷός τε ἂν εἴη καταχαράξαι νεκροῖς καὶ ἀψύχοις χρώμασι καὶ σκιογραφίαις; ÷ Ἐντεῦθεν, οἶμαι, ὁ θεμέλιος καὶ πᾶσα ἡ τῆς δοκήσεως πραγματεία Εὐσεβίῳ καταβέβληται.

Ὡς γὰρ ἐβούλετο, τὰ προσεχῶς αὐτῷ εἰρημένα κατασκευάσας, καὶ τέλεον τὴν προσειλημμένην τῷ Λόγῳ καθ’ ἡμᾶς φύσιν ἀθετήσας, τὸ ἑπόμενον λοιπὸν τοῖς προκατηρτισμένοις αὐτῷ ἐπάγει· τὸ μὴ οἷόν τε εἶναι ἀπὸ τοῦ μεταμεμορφῶσθαι τὸν Κύριον εἰκονίζεσθαι.

Ὅτι Μάνεντος καὶ Μαρκίωνος, Μαρκιανοῦ καὶ Μασσαλιανῶν ὁμόφρων ἐστὶν ὁ Εὐσέβιος. Τί ταῦτα τῶν τοῦ θεοστυγοῦς Μάνεντος μυσαρῶν διενήνοχε λόγων; ἐν οἷς Σκυθιανῷ ἐπιστέλλει γράφων οὕτως· ΕΞ ΕΠΙΣΤΟΛΗΣ ΤΟΥ ΜΑΝΕΝΤΟΣ. ÷ Ὁ δὲ τοῦ ἀϊδίου φωτὸς Υἱὸς τὴν ἰδίαν οὐσίαν ἐν τῷ ὄρει ἐφανέρωσεν, οὐ δύο ἔχων φύσεις, ἀλλὰ μίαν ἐν τῷ ὁρατῷ καὶ ἀοράτῳ. ÷ Τί δὲ τῶν μιαρῶν τοῦ θεηλάτου Μαρκίωνος βλασφημιῶν ἀπέοικε, δι’ ὧν τὸν δυσώδη τῆς φαντασίας βόρβορον ἐκ τῆς ἐξαγίστου καρδίας ἀπερεύγεται; ὡς ἐκ πλειόνων ὀλίγα παραθέσθαι.

ΜΑΡΚΙΩΝΟΣ. Φάσκει γὰρ αὐτόν· ÷ Δοκήσει τὸν Χριστὸν πεπονθέναι καὶ ταφῆναι· καὶ ὡς οὐκ ἦν ἄνθρωπος ἀληθῶς, ἀλλ’ ἐν ὁμοιώματι ἀνθρώπου γέγονεν. ÷ Ὁ τούτῳ παρωνομασμένος, πολλῷ δὲ τυγχάνων ὀψίγονος, Μαρκιανὸς ὁ ἀθεώτατος, τῇ θεοστυγεῖ καὶ πολυωνύμῳ τῶν καλουμένων Μασσαλιανῶν συμφθειρόμενος αἱρέσει, τοῦ Ἀπεριγράπτου τὴν φωνὴν τρανέστερον ἐκπομπεύων ἐπισημαίνεται· ἐπεὶ ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τῶν ληρωδουμένων παρ’ αὐτοῖς ἀναγέγραπται οὕτως·

ΜΑΡΚΙΑΝῸΣ, ἐκ τῆς συγγραφῆς Τιμοθέου πρεσβυτέρου. ÷ Λέγουσιν ὅτι ἄνθρωπος ὃν ἀνέλαβεν ἐκ τῆς Μαρίας ὁ Κύριος ποτὲ μὲν αὐτὸν εἰς τὸ πνεῦμα μετέβαλε, ποτὲ δὲ εἰς σῶμα, καὶ ὅτι αὐτὸ τὸ σῶμα τοῦ Κυρίου ἀπερίγραπτον ἦν, καθάπερ ἡ θεία φύσις. ÷ Τούτοις συμφερόμενος Εὐσέβιος τί δή ποτε μὴ καὶ ἀόρατον καὶ ἀπαθῆ, καὶ ἀπρόσιτον παντελῶς εἰς τὸ ἑξῆς διαμενεῖσθαι, σαφέστερον ἔλεγεν, ἵνα ὅλην ὁ δυσσεβὴς τὴν λύμην τῆς φαντασίας ἠῤῥωστηκὼς ὀφθείη; ὅτου γὰρ δὴ χάριν τοῖς ἐλάττοσι τιμᾷν δόξας, μὴ τοῖς μείζοσι Χριστὸν ὑπερτιμήσειεν; ὁ περὶ τὰ μέγιστα μικρολογούμενος, ἵνα τοῦ μὴ δεῖν εἰκονίζεσθαι ἀφέμενος τὴν ἅπαξ πρὸς δόξαν μεταβληθεῖσαν θεότητος μορφὴν, μηδὲ πάθει λοιπὸν ἢ καὶ σταυρῷ καὶ θανάτῳ προσομιλῆσαι παράσχοι. Δεδώρητο γὰρ οὕτω γε τῇ φύσει, παθητῇ γε οὔσῃ, τὸ ἀπαθὲς ἡ μεταβολή.

Εἰ γὰρ τινὰ ἴσμεν εἰκονιζόμενα, τοῦ παθεῖν δέ εἰσιν ὑψηλότερα (ὃ δὴ ἐπὶ τῶν ἁγιωτάτων Χερουβὶμ πάλαι γεγονὸς γέγραπται), πολλοῦ γε ἂν δέοι πείσεσθαι ὃ μὴ πέφυκεν εἰκονίζεσθαι. Ἀλλ’ ὁ τοῦ πάθους καὶ τοῦ σταυροῦ λόγος προκατήγγελτο ἤδη, καὶ ταῖς τῶν μαθητῶν ἀκοαῖς ἔνηχος τὸ τηνικαῦτα ἦν· τί οὖν διαμαρτήσεσθαι ἔδει τὴν ἀλήθειαν τῆς προῤῥήσεως, καὶ τῷ μεταβεβλῆσθαι τὴν μορφὴν μὴ πεπονθέναι, καὶ ταύτῃ μηδὲ εἰκονίζεσθαι; ἢ ἐκβῆναι τὰ προηγγελμένα πρὸς τῆς ἀληθείας πάντως, καὶ ὅσον οὔπω πείσεσθαι, ἤδη δὲ καὶ γεγράφθαι; Πῶς γὰρ τὸ παθητὸν οὐ γραφήσεται;

Ἐπεὶ λεγόντων ἡμῖν οἱ Εὐσεβίου ὑπασπισταὶ, ποία μορφὴ δέχεται τὰ ῥαπίσματα; τίς δὲ κολαφίζεται καὶ μαστίζεται; Καὶ ποῖος νῶτος εἰς μάστιγας δίδοται; καὶ τίνος αἰσχύνης ἐμπτυσμάτων οὐκ ἀπέστραπται τὸ πρόσωπον; καὶ τἄλλα ὅσα ἡμῖν κηρυχθέντα πεπίστευται. Ἀλλ’ εἰ μὴ τὴν δουλικὴν μορφὴν εἴποιεν, ἐκ παντὸς τὴν πεῖραν τούτων τὴν ἑτέραν δέξασθαι τῷ διδασκάλῳ συμφήσειαν ἢ πάντως γε μυθοποιεῖν φαντασιουμένοις τὸ πάθος λελείψεται, ἑνί γε ἤδη ἵνα τῶν ἀτόπων περιπέσοιεν.

Ὁ μέντοι τῆς ἀληθείας ὡς ἔχει λόγος, ὧδε λεγέσθω· ἐπειδὴ τὸν περὶ κινδύνων λόγον τοῖς μαθηταῖς ὁ Σωτὴρ πρότερον διεξήρχετο, ÷ ὅστις θέλει ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω ἑαυτὸν, λέγων, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι, ÷ καὶ τὰ τούτοις παραπλήσια (ἦν δὲ δήπου βαρύτατα καὶ δύσοιστα τὰ ἐπιταττόμενα), ἵνα μὴ τῇ δυσχερείᾳ τῶν λεγομένων ἀποκάμοιεν, ἀναῤῥώννυσιν αὐτῶν τὰ φρονήματα, καὶ τῶν ἐν ἐλπίσι κειμένων καὶ μελλόντων ἐκκαλύπτων ὑπ’ ὄψιν ἄγει εὖ μάλα τὴν λαμπρότητα. Δι’ ὃ δὴ ὡς ἐνεχώρουν οἱ τῆς μυστικῆς ταύτης ἐποπτίας θεαταὶ, τὴν δόξαν ἐκείνην, μεθ’ ἧς μέλλει ἐπὶ συντελείᾳ τῶν αἰώνων ἥκειν, παραδείκνυσι, καθ’ ἣν καὶ αὐτοὶ συλλαμπρυνθήσονται τῶν ἄθλων ταύτην ἀντίδοσιν ἐκδεξόμενοι, ἵνα καὶ μᾶλλον ἐν τοῖς κινδύνοις θαῤῥοῖεν, [ἁπάντων τούτων] καταφρονοῦντες τῶν ἐν χερσὶ, καὶ οὐδενὶ λόγῳ τοῖς προσδοκωμένοις παρεξετάζοντες· ÷ Οὐδὲ ἄξια κρίνοντες τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι. ÷ Οὐ μὴν εἰς ἀεί γε κατὰ ταὐτὰ διαμεμένηκε, πρὸς καιρὸν δὲ οἰκονομηθέντα πεπραγμάτευται. Οἰκονομίας γὰρ ὁ τρόπος· ὁ αὐτὸς οὖν ἦν καὶ ἄνθρωπος ἦν, καὶ μετὰ τὴν θέαν ἐκείνην τὴν τοῦ δούλου μορφὴν ἔχων, μεθ’ ἧς καὶ τὸν ὑπὲρ ἡμῶν ἀνέτλη διὰ σταυροῦ θάνατον, μηδαμοῦ τῆς συνηνωμένης αὐτῷ θεότητος χωριζόμενος.

Καθ’ ἣν οὖν πέπονθε μορφὴν, εἰκονίζεται. Οὐ γὰρ μετέβαλε τὴν φύσιν, ἀλλὰ μεμένηκε τοῦθ’ ὅπερ ἦν ἀναπόβλητος· καθ’ ὃ γὰρ Θεὸς, οὔτε γράφεται, οὔτε τι τῶν ἄλλων πείσεται. Μάταιος οὖν Εὐσέβιος, ταῖς κατὰ τὸ ἄπειρον διεστηκυίαις φύσεσι μὴ διδοὺς τὰς ἑκατέραν χαρακτηριζούσας ταῖς φυσικαῖς ποιότησι διαφορὰς, καθ’ ἃς καὶ τὸ ἄλλο καὶ ἄλλο τὰ ἐξ ὧν ὁ Χριστὸς, οὐκ ἄλλος δὲ καὶ ἄλλος, διασωθήσεται· ÷ εἴπερ ἓν ἐκ δύο τῶν ἐναντίων προέρχεται Θεὸς μετὰ τῆς προσλήψεως σαρκός τε καὶ πνεύματος, ÷ κατὰ τοὺς καθ’ ἡμᾶς θεολόγους· ἀλλὰ τοσοῦτον πρὸς τὴν ἀσύγχυτον καὶ ἀδιάστατον ἕνωσιν ἀποτυφλώττει, καὶ πρὸς τὰς αὐγὰς τῶν ὀρθῶν δογμάτων ἀναβλέψαι οὐ προῄρηται· ἑξῆς οὖν ἐπάγει· ÷ Ὁπότε μηδὲ ἐμβλέψαι αὐτῷ τοῦτον ὀφθέντι τὸν τρόπον οἱ θεσπέσιοι ὑπέμειναν μαθηταί· οἵ γε ἔπεσον ἐπὶ πρόσωπον, ἀφόρητον αὐτοῖς τὸ θεώμενον ὁμολογήσαντες. ÷ Καὶ μὴν οὐδὲ ἔπεσον τότε· ἀλλ’ ὅτε ἄνωθεν ἐκ τῆς νεφέλης ἀπήχηται ἡ φωνὴ λέγουσα· ÷ Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα, ÷ καθάπερ ὁ ἱερὸς Ματθαῖος ἐπισημαίνεται· τῷ παραδόξῳ γὰρ τῶν ἠκουτισμένων καταπλαγέντες καὶ δέει πολλῷ περισχεθέντες πρηνεῖς ἐπὶ γῆς κατακλίνονται.

Πλὴν παρανοεῖ μὲν καὶ τὰ εὐαγγελικὰ Εὐσέβιος· ἐξαίρει δὲ ὁμοῦ καὶ τὸ θαῦμα, οὐ τὸ πρᾶγμα θαυμάζων, ἵνα δὲ τὴν μορφὴν ἐκεῖθεν ἄληπτον λοιπὸν καὶ ἀνεπιχείρητον δείξῃ, ὡς καὶ τὸ σῶμα μετεσκευάσθαι αὐτὸ (ἐξ οὗ μηδὲ ὅντινα οὖν ὑπολελεῖφθαι τὸν εἰκονίζοντα λόγον), καί τι γεγονέναι μηδ’ ἂν ἔτι τὸ παράπαν ὑπάρξαι. Καὶ ποῦ στήσεται τὰ τῆς μεταβολῆς, ἢ ἐν τίνι δειχθήσεται, εἰ μή τι ὑποκείμενον περὶ ὃ ἡ μεταβολὴ δοθείη, ὁποῖον οὖν καὶ εἴη; εἰς γὰρ θεότητος φύσιν οὐκ ἄν τι τῶν γενητῶν καὶ τελούντων ἐν κτίσμασι μετασταίη ἄν ποτε, κἂν μυριάκις βλασφημῶν Εὐσέβιος ἀποφαίνηται (κτίσμα δὲ καὶ ὁ κατὰ τὸν Σωτῆρα ἄνθρωπος), καὶ ἀμήχανόν γε τοῦτο, ὡς ὕστερον διὰ τῶν πατρικῶν δογμάτων ἐκδείξομεν.

Ὅτι μεταβολὴν καὶ σύγχυσιν τῆς ἀνθρωπίνης φύσεως Χριστοῦ ἐν τῇ τῆς θεότητος οὐσίᾳ δοξάζει Εὐσέβιος. Ἔτι τῆς αὐτῆς ἀτοπίας ἀπειλημμένος φησίν· ÷ Εἰ δ’ οὖν τότε ἡ ἐν σαρκὶ αὐτοῦ μορφὴ τοσαύτης ἔλαχε δυνάμεως πρὸς τῆς ἐνοικούσης αὐτῇ θεότητος μεταβληθεῖσα, τί χρὴ λέγειν, ὅτε τὴν θνητότητα ἀποδὺς, καὶ τὴν φθορὰν ἀπονιψάμενος, τῆς τοῦ δούλου μορφῆς τὸ εἶδος εἰς τὴν τοῦ δεσπότου καὶ Θεοῦ δόξαν μετασκευάσατο, μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην, καὶ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον, καὶ μετὰ τὴν ἐν τῷ βασιλικῷ θρόνῳ ἀμφὶ τὰ δεξιὰ τοῦ Πατρὸς ἵδρευσιν; ÷ Ἀπὸ τοῦ κατὰ τὴν μεταμόρφωσιν τρόπου ἀποσεμνύνων τὴν δουλικὴν μορφὴν πλέον ἢ καλῶς εἶχε, καὶ ταύτῃ τιμῶν ᾗ μηδὲ Χριστὸς τετίμηκε.

Καὶ τῆς μεταβολῆς ἐντεῦθεν κατάρξας, προϊὼν, καὶ αὐτὴν τὴν μορφὴν καὶ τὸ εἶδος ἀπεσκευάσθαι λέγει. Εἶτα μετὰ ταῦτα περὶ τῆς εἰς οὐρανοὺς ἀνόδου τοῦ Χριστοῦ τὸν λόγον ποιούμενος, μηδαμοῦ δὲ συνανιέναι αὐτὸ τὸ σῶμα, μηδὲ μνήμης ἀξιῶν· σύνθρονόν τε αὐτὸν, καὶ συμβασιλεύειν καθομολογῶν τῷ Πατρὶ, οἷα Υἱὸν ἀγαπητὸν καὶ μονογενῆ, βούλεται λοιπὸν διὰ πάντων τῶν προκειμένων τὸ δεδογμένον κατορθοῦν (τὸ δὲ ἦν, τὸ μὴ χρῆναι γράφεσθαι τὸν Χριστὸν) φημὶ δὴ ἀπό τε τοῦ μεταβεβλῆσθαι τὴν τοῦ δούλου μορφὴν εἰς θεότητα (ὡς καὶ ἐν τοῖς μετέπειτα δηλώσει τὰ παρ’ αὐτοῦ ἐκτιθέμενα τηλαυγέστερον), καὶ ἔτι μᾶλλον κατὰ πρόσβασιν ἀπὸ τοῦ τὴν θνητότητα ἀποδεδύσθαι καὶ τὴν φθορὰν ἀπονίψασθαι [καὶ] εἰς τὴν τοῦ Θεοῦ δόξαν μετεσκεύασθαι, καὶ τῶν ἄλλων ὧν ἐνταῦθα παρέθετο.