Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Σύντομος ἱστορία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Βραχύβιες βασιλείες: Φιλιππικός, Αναστάσιος Β' και Θεοδόσιος Γ'

Η εικονομαχική πολιτική του Φιλιππικού, οι αμυντικές προετοιμασίες του Αναστασίου απέναντι στους Σαρακηνούς, η στάση του στόλου και η παραίτηση του Θεοδοσίου υπέρ του Λέοντος Γ'.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 6 από 9

Φιλιππικὸς δὲ ἀσέμνως καὶ ῥᾳθύμως τὰ βασίλεια διέπων ἐφαίνετο, τοὺς δὲ ἐν τῇ ἕκτῃ οἰκουμενικῇ συνόδῳ πατέρας ἀναθέματι καθυπέβαλε, τὰ παρ’ αὐτῶν ἐνθέως δογματισθέντα δύο τοῦ σωτῆρος θελήματα καὶ ἐνεργείας μὴ ἀποδεχόμενος, συλλήπτορας εὑρηκὼς Ἰωάννην τὸν τηνικαῦτα τῆς πόλεως ἀρχιερέα καὶ Γερμανὸν τὸν Κυζίκου μητροπολίτην καὶ ἑτέρους ἱερεῖς καὶ συγκλητικοὺς πλείστους.

Ἐν τούτοις τῶν Βουλγάρων ὁπλίτης ὅμιλος ἀθρόως <κατὰ> τοὺς ἐν τῷ Θρᾳκικῷ Βοσπόρῳ οἰκοῦντας ἐπεισπίπτει· καὶ λαὸν πλεῖστον τῶν ἐγχωρίων καὶ τῶν ἐκ Βυζαντίου διαπερώντων τέρψεως καὶ ἡδυπαθείας ἕνεκεν ἀναιροῦσιν, ἄλλους τε ᾐχμαλώτευσαν καὶ ἄργυρον ὡς πλεῖστον καὶ σκεύη οὐκ ὀλίγα παρ’ αὐτῶν προσκτησάμενοι· ἀδείας δὲ αὐτοῖς προσγενομένης καὶ πρὸς τῷ χερσαίῳ τείχει τῆς πόλεως σκεδάννυνται, ἄχρι καὶ τῆς Χρυσῆς καλουμένης πύλης προεκδραμόντες. ἐκεῖθεν ὑπονοστήσαντες πολλὰ τὰ ἐπὶ Θρᾴκης χωρία καταληΐζονται. μετὰ δὲ ταῦτα καὶ τὸ τῶν Σαρακηνῶν ἔθνος τὴν Ῥωμαίων κατέθεον χώραν, καὶ τὰ πλεῖστα μέρη διεκτρέχοντες πλείστην ὅσην βλάβην ἀνθρώπων τε καὶ κτηνῶν ἐποιοῦντο, τήν τε Μισθίαν καὶ ἕτερα πολίσματα συμπαραλαμβάνουσι.

Φιλιππικὸς δὲ γενέθλιον τῆς πόλεως ἡμέραν ἐπιτελέσας καὶ ἁμιλλητήριον τῶν ἵππων ἀγῶνα ἐπιδειξάμενος, εἶτα τοῖς φίλοις συμποσιάσας εἰς ὕπνον κατὰ τὸν μεσημβρινὸν τῆς ἡμέρας καιρὸν ἐτράπετο. συμβαίνει δέ γε αὐτῷ τὰ τῆς ἐπιβουλῆς ἐντεῦθεν. Γεώργιός τις ὄνομα, τὸ ἐπίκλην Βούραφος, πατρίκιος τυγχάνων καὶ τοῦ Ὀψικίου στρατοῦ ἡγούμενος, πρὸς τῇ Θρᾴκῃ τηνικαῦτα ἐπιδημῶν φυλακῆς ἕνεκα τῆς χώρας διὰ τὴν τῶν Βουλγάρων καταδρομήν, γνώμῃ Θεοδώρου τοῦ πατρικίου τὸ ἐπίκλην Μυακίου πέμπει τῶν ὑπηρετῶν τινά, Ῥοῦφον ὄνομα, σὺν ὀλίγοις στρατιώταις πρὸς τὸ Βυζάντιον τὰ πρὸς τὴν Φιλιππικοῦ ἐπιβουλὴν ἐπιτελέσοντας· ὃς ἀθρόως κατὰ τὰ βασίλεια ἐπεισπίπτει, καὶ τὸν βασιλέα καθεύδοντα καταλαβὼν ἐξανίστησί τε τοῦ ὕπνου καὶ πρὸς τὸν τοῦ ἱπποδρομίου ἐξάγει χῶρον κἀκεῖσε αὐτοῦ τὰς ὄψεις ἀπετύφλωσε, δεύτερον ἔτος ἐν τῇ βασιλείᾳ διάγοντα. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰς βασιλέα Ἀρτέμιον Φιλιππικοῦ γραμματέα τυγχάνοντα, οὓς τῇ Ἰταλῶν φωνῇ καλοῦσιν ἀσηκρῆτις, ἐπονομάσαντες αὐτὸν Ἀναστάσιον. ὀλίγων δὲ ἡμερῶν διελθουσῶν τυφλοῦσι Θεόδωρον τὸν πατρίκιον, ὡσαύτως καὶ Γεώργιον, καὶ τοῦτον ἐξόριστον ἐν Θεσσαλονίκῃ πέμπουσιν.

Ἀναστάσιος δὲ δι’ ἐπιμελείας τὰ πολεμικὰ πράγματα εἶχε καὶ ἄρχοντας ἱκανοὺς πρὸς τὰς τούτων διοικήσεις καθίστη. αἰσθόμενος δὲ <ὅτι> ὁ τῶν Σαρακηνῶν βασιλεὺς βουλὰς ἐκίνει ὡς κατὰ τῆς Ῥωμαίων χώρας στρατευσόμενος, ἀποστέλλει [δὲ] πρὸς αὐτὸν Δανιὴλ τὸν πατρίκιον <ἐκ> τῆς Σινωπιτῶν ὁρμώμενον πόλεως, ὕπαρχον τηνικαῦτα τῆς βασιλίδος ὑπάρχοντα, ὡς δῆθεν τὰ τῆς εἰρήνης ἐπικηρυκευσόμενον, τῷ ὄντι δὲ διοπτευσόμενον οἷα αὐτοῖς τὰ κατὰ Ῥωμαίων ἐξηρτύετο· ὃς ἐπανήκων ἐπήγγειλε μεγίστην ἔσεσθαι τοῦ ἔθνους διά τε ἱππικῶν καὶ πλοΐμων στρατευμάτων τῆς Ῥωμαϊκῆς πολιτείας καταδρομήν. ὁ δὲ ἀκούσας ἑκάστῳ τῶν ἐν τῇ πόλει * ὡς εἴ τις τῶν ἀναγκαίων εὐπορήσοι ἐπὶ τριετῆ χρόνον διαρκούντων αὐτῷ, μένειν, ὁ δὲ τούτων ὑστερῶν οὗ ἂν βούλοιτο ἀποτρέχειν. τὰ δὲ τείχη τῆς πόλεως ἐπιμελέστερον καινίζει καὶ τὰ πολεμητήρια ὄργανα διασκευάζει, πλεῖστα δαπανήματα τῇ πόλει ἀποθέμενος καὶ ἑτέροις οἷς ἀνῆκε πρὸς πολεμίων ἔφοδον ταύτην κατοχυρώσας.

Φήμης δὲ γενομένης ὡς ὁ τῶν Σαρακηνῶν στόλος ἀπὸ Ἀλεξάνδρου πόλεως ἐπὶ τὸν Φοίνικα παρεγένετο ναυπηγησίμης ξυλῆς κυπαρισσίνης ἕνεκεν, ἐκλέγεται σκάφη ταχυπλόϊμα, στρατόν τε ἐν αὐτοῖς ἐγκαταλέγει ἐκ τῶν τῆς χώρας τοῦ καλουμένου Ὀψικίου καὶ πρὸς τῇ νήσῳ τῇ Ῥόδῳ ἀποστέλλει. κἀκεῖσε ἀθροισθῆναι καὶ ἄλλα Ῥωμαϊκὰ πλόϊμα συνέταξε. τούτοις ἡγεμόνα ἐφίστησιν Ἰωάννην διάκονον τῆς μεγάλης ἐκκλησίας καὶ τῶν δημοσίων φόρων λογιστήν, ὃν λογοθέτην γενικὸν οἶδε καλεῖν ἡ συνήθεια, ὑπάρχοντα ἔμφρονά τε καὶ ἔμπειρον καθιστάμενον, ὅστις τὸν ἅπαντα παρέλαβε στόλον. ὃς πρὸς τῇ Ῥόδῳ γενόμενος καὶ τὰ ἐντεταλμένα ἀπαγγέλλων καταπειθεῖς εὕρισκε καὶ προθύμους πρὸς τὸν διάπλουν ὑπάρχοντας τοὺς συνειλεγμένους ἅπαντας. μόνοι δὲ οἱ παραγενόμενοι τοῦ Ὀψικίου στρατοῦ τὴν τοιαύτην ὁδοιπορίαν δεδοίκεσαν. στασιάζουσιν οὖν ἐξ αὐτοῦ, καὶ τὸν μὲν βασιλέα Ἀναστάσιον ἐδυσφήμουν, Ἰωάννην δὲ τὸν διάκονον ῥομφαίᾳ ἀναλίσκουσιν. ἐντεῦθεν λοιπὸν οἱ στόλοι σκεδάννυνται, καὶ πρὸς τὰ οἰκεῖα ἀπέπλευσαν ἕκαστοι. αὐτοὶ δὲ ἐπὶ τὴν ἑαυτῶν ἀνιόντες καὶ πρὸς τὸ Ἀδραμύντιον γενόμενοι ἐκεῖσε εὑρίσκουσι Θεοδόσιόν τινα ὄνομα, τῶν δημοσίων φόρων πράκτορα, ἀπράγμονά τινα καὶ ἰδιώτην τυγχάνοντα, καὶ πρὸς τὴν τῆς βασιλείας ἀξίαν προτρέπουσιν. ὁ δὲ φυγὰς ᾤχετο καὶ εἰς ὄρος κατεκρύπτετο.

αὐτοὶ δὲ ἐπιδραμόντες καὶ βιασάμενοι βασιλέα τε ἀναγορεύουσι καὶ μεθ’ ἑαυτῶν ἄγουσι.

Ταῦτα Ἀναστάσιος μεμαθηκὼς τὸ μὲν Βυζάντιον ἤδη προκατοχυρώσας ἐν τῇ πόλει Νικαίας τῆς κατὰ Βιθυνίαν ἐξέρχεται, κἀκεῖσε ἑαυτὸν κατασφαλίζεται. ὁ δὲ μετὰ Θεοδοσίου στρατὸς συλλαβὼν ἅπαντα τὸν τοῦ Ὀψικίου στρατὸν καὶ πλεῖστα σκάφη ἐμπορικά, [καὶ] κατὰ τὸ ἤδη καὶ πρόσθεν εἰρημένον παραθαλάσσιον χωρίον Χρυσοπόλεως παραγίνεται. ἐκεῖθέν τε ἐφ’ ἑκάστου τοῖς ἐκ τῆς πόλεως πόλεμον προσέβαλεν, ἐπὶ μησί τε ἓξ τὰ τῆς μάχης διήρκεσε. καὶ ὁ τοῦ Ἀναστασίου στόλος πρὸς τῷ Νεωρίῳ τῆς πόλεως καλουμένῳ λιμένι κατῇρε, ὁ δὲ τοῦ Θεοδοσίου στόλος ἀδείας ἐπιλαβόμενος διαπορθμεύεται πρὸς τὰ Θρᾳκῷα καὶ τούτων ἐκράτησεν. ἐπὶ προδοσίᾳ δέ τινας ὑποφθείραντες διὰ τῆς πύλης τῆς καλουμένης Βλαχερνῶν τὴν πόλιν εἷλον, καὶ νυκτὸς ἐπιγενομένης εἰς τοὺς οἴκους τῶν πολιτῶν εἰσδραμόντες μεγίστην αὐτοῖς βλάβην εἰργάζοντο. τοὺς δὲ ἐν αὐτῇ ἄρχοντας ἅμα Γερμανῷ τῷ τηνικαῦτα ἱεράρχῃ τῆς πόλεως ἀποστέλλει ὡς τὰ πεπραγμένα αὐτῷ πιστωσόμενος Ἀναστασίῳ. ὁ δὲ τούτους ἰδὼν λόγον ᾔτησεν ὡς μή τι κακὸν πάθῃ, καὶ τὸ μοναχικὸν περιβαλόμενος σχῆμα πρὸς Θεοδόσιον ᾤχετο· ὁ δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν.

Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βασιλείας καὶ τῆς πόλεως κατημελεῖτο καὶ διέπιπτε πράγματα, ἔτι μὴν καὶ ἡ τῶν λόγων ἠφανίζετο παίδευσις καὶ τὰ τακτικὰ διελύετο. ἐξ ὧν συνέβαινε καὶ τοὺς πολεμίους τῆς τῶν Ῥωμαίων κατατρέχειν ἀδεῶς πολιτείας, φόνοι τε πολλοὶ καὶ ἀπαγωγαὶ καὶ πόλεων ἁλώσεις. ἐντεῦθεν καὶ οἱ Σαρακηνοὶ ὁρμῶσι κατ’ αὐτῆς τῆς βασιλευούσης, διὰ τῆς ἠπείρου στέλλοντες ἐκ διαφόρων ἐθνῶν τῶν ὑπὸ χεῖρα ἱππικά τε καὶ πεζικὰ στρατεύματα ἀριθμοῦ κρείττονα. ὡσαύτως καὶ στόλον πολὺν ἀπέστειλαν ἄχρι καὶ εἰς χιλίας ὀκτακοσίας ναῦς, ἡγεμόνα τούτοις τινὰ καταστήσαντες Μασαλμᾶν τῇ σφῶν διαλέκτῳ καλούμενον. ταῦτα μαθόντες οἵ τε στρατιωτικοὶ καὶ πολιτικοὶ ἄρχοντες καὶ τὴν τοῦ Θεοδοσίου ἀπειρίαν, καὶ ὡς οὐχ ἱκανῶς ἔχει τὰ πρὸς τοὺς πολεμίους ἀντικαθίστασθαι, ἐφίστανται αὐτῷ παραινοῦντες τὴν βασιλείαν παραιτήσασθαι καὶ ἀβλαβῶς ἰδιωτεῦσαι. καὶ αὐτὸς ὑπεχώρει, ἐνιαυτὸν ἕνα ἐν τῇ βασιλείᾳ διαρκέσας. εἶτα εἰς ψῆφον ἐληλυθότων τοῦ βασιλεύσοντος ᾑρέθη Λέων ὁ πατρίκιος, τηνικαῦτα στρατηγὸς ὢν τοῦ τῶν Ἀνατολικῶν λεγομένου στρατοῦ. καὶ ὡς ἦν ἔθος βασιλεῦσι, διὰ προπομπίου δοχῆς διὰ τῆς Χρυσῆς καλουμένης πύλης εἰς τὸ Βυζάντιον εἰσελαύνει, καὶ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ γενόμενος ἐκεῖσε τὸν τῆς βασιλείας ἀνεδήσατο στέφανον.