Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Σύντομος ἱστορία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Τα ύστερα έτη του Κωνσταντίνου Ε': Διωγμοί των μοναχών, συγκρούσεις με τους Βουλγάρους και δυναστικές ρυθμίσεις

Ο ακραίος χειμώνας, ο απηνής διωγμός του μοναχικού τάγματος, το μαρτύριο του οσίου Στεφάνου, η εκτέλεση του πατριάρχη Κωνσταντίνου και οι συνεχιζόμενοι πόλεμοι με τους Βουλγάρους έως τη δύση της βασιλείας του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 9 από 9

Ἔτι πρὸς τούτοις οὐδὲ ἐκεῖνο νῦν παραδραμεῖν ἄξιον. ὥρα ἐνέστηκε φθινοπώρου, καὶ ἐν αὐτῇ χειμέριον γίνεται τὸ κατάστημα καὶ τῷ ὄντι κρυερὸν καὶ δριμύτατον, ὡς ξένην τινὰ καὶ ἐξαίσιον τοῖς τηνικαῦτα ὁρῶσιν ἀποτελέσαι τῆς ὑγρᾶς οὐσίας ἐκ τῆς περὶ αὐτὴν συμβάσης πήξεως τὴν θέαν, οὐκ ἐν τοῖς γλυκέσιν ὕδασι μόνον, ἀλλά, τὸ δὴ παραδοξότερον, καὶ κατὰ τῆς ἁλμυρᾶς ἰσχῦσαν ποιότητος, καὶ ἐν ἄλλοις μὲν πλείστοις τοῖς ἀνὰ τὴν οἰκουμένην τόποις, οὐχ ἥκιστα δὲ τά τε ὑπερβόρεια καὶ προσάρκτια καταπῆξαν δεινότατα. ἐπὶ τοσοῦτο δὲ κατεπυκνοῦτο καὶ διεπήγνυεν ὥστε τὴν ὑπερπόντιον τοῦ Εὐξείνου θάλασσαν ἐπὶ σημείοις ἑκατόν που ἀποκρυσταλλωθῆναι κατὰ τὸ πέλαγος, εἶτα καὶ τοὺς ὑπερκειμένους μεγίστους ὅτι μάλιστα καὶ πλείστους ποταμῶν, καὶ ἔτι τὸν ἐπὶ Μεσήμβρειαν καὶ Μήδειαν πόλιν ἐρχόμενον παράκτιον χῶρον τῷ πάγει συναποπετρωθῆναι, διὰ βάθους χωρησάσης τῆς τοιαύτης πήξεως ἄχρι καὶ εἰς τριάκοντα πήχεις· ἐπὶ τούτοις ἀφάτου καταρραγείσης χιόνος εἰς ὕψος διαρθῆναι τὸ κρύος ὑπερανεστηκὸς τῆς ἐπιφανείας μέχρι πηχῶν που ἄλλων εἴκοσι, καί πως συμφυῆναι τῇ ἠπείρῳ τὴν θάλασσαν ὡς μηδὲ διακρῖναι ῥᾳδίως ποτέρα ἑτέρας ἀποκέκριται.

οὕτω τε ἅπαν τὸ πρὸς ἄρκτον ἠπειρωθὲν ὕδωρ πεζεύειν κατὰ νώτου συνεχώρει τοῖς βουλομένοις, βάσιμά τε ἦν τὰ ἐκείνῃ ἅπαντα, ὅσα τε ἐν τοῖς τῶν Χαζάρων γῆς μεθορίοις καὶ τοῖς πλησιοχώροις Σκυθικοῖς ἔθνεσι, καὶ οὐκ ἀνθρώποις μόνον ἀλλὰ καὶ κτήνεσι καὶ ζῴοις ἑτέροις γενόμενα· ἄπλωτον δὲ ἤδη ἐντεῦθεν γενέσθαι τὴν Ποντικὴν τότε θάλασσαν. ἡμέραις δέ τισι διιππευούσαις καὶ ὁ ἄπλετος ἐκεῖνος τοῦ παγέτου ὁλκὸς εἰς διάφορα συρρήγνυται τμήματα, ἅπερ εἰς τοσοῦτον ὕψος ἀνέσχεν ὡς ὄρη δοκεῖν εἶναι ὑπερύψηλα. τούτων ἀπορραγέντα μέρη τινὰ καὶ τῇ βίᾳ τῶν πνευμάτων συνωθούμενα πρός τε Δαφνουσίαν, φρούριον [ὄν] τι τῆς Ποντικῆς μοίρας ἐρυμνότατον τυγχάνον, ἐξοκέλλουσι καὶ ἄχρι τοῦ στομίου τοῦ Εὐξείνου κατέρρουσι· συστραφέντα δὲ πρὸς ἑαυτὰ κατὰ τὸν αὐτόθι στενὸν πόρον, τὸν μεταξὺ πορθμὸν πληρώσαντα τὰς ἑκατέρωθεν ἠπείρους, τήν τε Θρᾴκην καὶ τὴν Ἀσιάτιδα, ἀλλήλαις συνήνωσαν, ὡς ἐξ ἑκατέρας πρὸς θατέραν πεζῇ μᾶλλον ἢ πλοῒ διαπεραιοῦσθαι ἐξεῖναι τῷ βουλομένῳ. ἐκεῖθεν συνωθούμενα ἀνὰ τὴν Προποντίδα μέχρις Ἀβύδου ἐξεχύθησαν, ἥπερ δὴ οὐδὲ θάλασσα εἶναι τὸ λοιπὸν ὑπωπτεύετο. τούτων ἓν ἀποσπασθὲν τῇ ἀκροπόλει τοῦ Βυζαντίου προσαράσσεται καὶ τὸ αὐτόθι τεῖχος περιέσεισεν ὡς καὶ τοὺς ἔνδον οἰκοῦντας συμμετασχεῖν τοῦ σάλου. καὶ τοῦτο τριχῇ διαιρεθὲν παρ’ ἑκάτερα μέρη τῆς ἀκροπόλεως τὰς ἀκτὰς ἐμπίπλησι.

τὸ δὲ ὕψος αὐτοῖς τῶν τῆς πόλεως τειχῶν ὑπερανέστηκε, δι’ αὐτῶν τέ τινες ἐξ ἀκροπόλεως πρὸς τὸ ἀντικρύ, ἐν οἷς τῶν Γαλάτου λεγόμενον ἵδρυται φρούριον, πεζῇ διεπεραιοῦντο. ταῦτα ἔκπληξιν μεγίστην τοῖς τῆς πόλεως ἐνεποίει· τῷ παραδόξῳ γὰρ καὶ ἀδοκήτῳ τῆς θέας ἐν ἀπορίᾳ γενόμενοι θρήνοις καὶ δάκρυσι πλείστοις συνεχόμενοι ἐνθένδε ἀπηλλάσσοντο.

Χρόνων δὲ οὐκ ὀλίγων διελθόντων, Σκλαβηνῶν γένη τῆς ἑαυτῶν μεταναστάντα γῆς φυγάδες διαπερῶσι τὸν Εὔξεινον. συνετέλει δὲ αὐτῶν τὸ πλῆθος ἄχρι καὶ εἰς ἀριθμὸν ὀκτὼ καὶ διακοσίας χιλιάδας. καὶ πρὸς τὸν ποταμὸν ὃς Ἀρτάνας καλεῖται αὐτοὶ κατοικίζονται.

Τὰ δὲ κατὰ τοὺς Οὔννους Βουλγάρους ἐπράττετο τῇδε. οὗτοι τὰ πρὸς ἀλλήλους συνθέμενοι τοὺς μὲν ἐκ σειρᾶς τὴν κυρείαν τὴν ἐπ’ αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ ἐφ’ ἑαυτοῖς καθιστᾶσιν Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ τὸ ἐκ νεότητος θράσος ἅμα ἐπιδεικνύμενον. οὗτος λαὸν συναγείρας ὁπλίτην καὶ μάχιμον τὰ πλησιαίτερα τῶν Ῥωμαίων χωρία καὶ φρούρια κατέτρεχε καρτερῶς. οὗ τὸ θρασὺ καὶ αὔθαδες Κωνσταντῖνος θεασάμενος ναῦς ἱππαγωγοὺς ἄχρι καὶ εἰς τὰς ὀκτακοσίας κατεσκεύασε, καὶ ταύτας ἱππικῷ στρατῷ πληρώσας διὰ τοῦ Εὐξείνου πρὸς τὸν Ἴστρον ἐξέπεμψεν. αὐτὸς δὲ στρατὸν ἕτερον ἐπαγόμενος πρὸς Ἀγχίαλον πόλιν παραγίνεται. καθ’ ὃν Τελέσσιος ἐξέρχεται ἔχων εἰς συμμαχίαν καὶ Σκλαβηνῶν οὐκ ὀλίγα πλήθη. καὶ ἡττηθεὶς μάχῃ εἰς φυγὴν ἐτράπετο. πλεῖστοι δὲ τῶν πολεμίων ἀφ’ ἑκατέρου μέρους πίπτουσι, καὶ ἄλλοι οὐκ ὀλίγοι καὶ τῶν ἐπιφανεστέρων ἐζωγρήθησαν. οὕτω τε τοῦ πολέμου κρατήσας πρὸς τὸ Βυζάντιον Κωνσταντῖνος ᾤχετο, καὶ οὓς ἐπήγετο τῶν ἐζωγρημένων τοῖς τε πολίταις καὶ τοῖς ἐκ τῶν λεγομένων χρωμάτων δημόταις ὡς ἀναιρήσειν αὐτοχειρίᾳ παραδίδωσιν. οἱ δὲ λαβόντες ἔξω τείχους τοῦ πρὸς τῷ χερσαίῳ κειμένου ἀνεῖλον. καὶ τούτων τὰ λάφυρα τὸν ἱππικὸν ἀγῶνα θεώμενος ἐθριάμβευσε.

μεθ’ ὧν καὶ δύο χρυσοῖ λουτῆρες, οἳ ἐν τῇ νήσῳ κατεσκευάσθησαν Σικελίᾳ, δημοσιεύονται, ὁλκὴν χρυσοῦ ἄχρι καὶ εἰς ὀκτακοσίας λιτρῶν ἕκαστον ἄγοντα.

Οἱ δὲ Βούλγαροι τὸ δυστυχὲς Τελεσσίου θεασάμενοι τοῦτόν τε στασιάσαντες κτείνουσι, καὶ κύριον αὑτῶν καθιστῶσιν ἕνα τῶν ἐν αὐτοῖς ἀρχόντων τυγχάνοντα, ᾧ Σαβῖνος ὑπῆρχεν ὄνομα· ὃς εὐθὺς τὸ κῦρος δεξάμενος πρὸς βασιλέα διαπρεσβεύεται, εἰρήνην αὐτὸν αἰτούμενος βεβαιότατα.

Βουλγάρους δὲ οὐκ ἤρεσκε τὸ πραττόμενον· ἀλύοντες γὰρ ἐν τούτῳ ἰσχυρῶς ἀντέλεγον, οἰόμενοι ὡς Ῥωμαίοις αὐτίκα δουλωθησόμενοι. τούτους δεδιὼς Σαβῖνος φυγὰς πρὸς βασιλέα ᾤχετο. εὐζώνων δὲ ἀποστείλας ἀνδρῶν τινὰς τὰς γυναῖκας αὐτῶν καὶ τοὺς συγγενεῖς κεκρυμμένους εὑρὼν πρὸς Σαβῖνον ἄγει. ἐν τούτοις μεταμεληθέντες οἱ Βούλγαροι καὶ αὐτοὶ πέμπουσι πρὸς βασιλέα τοὺς τὴν εἰρήνην αἰτήσοντας. ὁ δὲ οὐκ ἐδέχετο, ἀλλ’ εὐθὺς κατ’ αὐτῶν ἐξεστράτευσεν. οἱ δὲ τὰς δυσχωρίας τοῦ περὶ αὐτοὺς ὄρους ἀνέφραττον. καὶ τούτων ὁ κύριος τὰ πιστὰ παρὰ βασιλέως λαβὼν σὺν τοῖς ἄρχουσιν αὐτοῦ πρὸς βασιλέα παραγίνεται. αὐτὸς δὲ τούτους δεξάμενος ἅμα Σαβίνῳ συμπαρεδρεύοντι ὠνείδισε τὴν ἀταξίαν καὶ τὸ μῖσος ὃ κατὰ Σαβίνου ἐπεδείξαντο, καὶ εἰρηνεύειν αὐτοῖς συνετίθετο.

Ταῦτα διεπράττετο κατὰ τὴν πρώτην ἰνδικτιόνα. ἔτι καὶ υἱὸς τίκτεται τῷ βασιλεῖ, ὃν Νικήταν ὠνόμασεν. ὑπὸ δὲ τὸν αὐτὸν χρόνον στόλος τῶν Σαρακηνῶν ἐξ Ἀφρικῆς ἀπάρας κατὰ τῆς νήσου Σικελίας παραγίνεται· τὸ δὲ ἐν αὐτῇ στρατιωτικὸν γενναίως ἀντιταξάμενον τούτοις, μηδὲν τῆς ἐλπίδος ἠνυκότας ἀπέπεμψε.

Κατὰ δὲ τὴν τρίτην ἰνδικτιόνα εἰσέρχεται Κωνσταντῖνος εἰς Βουλγαρίαν τῷ τὸν ἀρχηγὸν αὐτῶν κατασταθέντα ὑπὸ Σαβίνου Οὔμαρον ὄνομα τῆς ἀρχῆς μεταστῆσαι [Βουλγάρους], ἀνειπεῖν δ’ ἐν αὐτῇ Τόκτον ἄνδρα Βούλγαρον τὸν Βαϊανοῦ ἀδελφόν. οἱ δὲ Βούλγαροι φυγάδες ἐν ταῖς ὕλαις τοῦ ποταμοῦ τοῦ Ἴστρου ἀπῴχοντο, οὐκ ὀλίγοι δὲ αὐτῶν κατακτείνονται, μεθ’ ὧν καὶ ὁ Τόκτος ἅμα τῷ ἀδελφῷ Βαϊανῷ ἀναιρεῖται καὶ ἕτεροι. ἄλλος δέ τις ἄρχων αὐτῶν, ὃν ὀνομάζουσι Καμπαγάνον, ἐν Βάρνῃ προσφυγεῖν * ὡς ἐδόκει προσρύεσθαι ὑπὸ τῶν ἰδίων δούλων ἀνῃρέθη. τότε δὴ καὶ Βουλγαρίας ὑπὸ Ῥωμαίων πυρίκαυτα ὡς πλεῖστα χωρία γέγονε καὶ διόλωλεν.

Ἤδη δὲ ἡ ἀσέβεια τοῦ κρατοῦντος ἐπαρρησιάζετο, καὶ πᾶσα εὐσεβείας ὁδὸς διεβάλλετο καὶ τῶν εὐσεβούντων καὶ θεῷ προσανακειμένων ὁ βίος ἐχλευάζετο καὶ διεσκώπτετο, μάλιστα δὲ τῶν μοναζόντων τὸ ἱερὸν ἐκθέσμως ἐδιώκετο τάγμα. τούτων γὰρ τοὺς τὴν ἑαυτῶν ὁμολογίαν φυλάξαντας καὶ ἐπὶ τοῦ οἰκείου διαμείναντας σχήματος καὶ τῷ ἀνοσίῳ αὐτῶν ἀνθεστηκότας δόγματι ποικίλαις βασάνοις καὶ διαφόροις αἰκίαις παρεδίδοσαν, καὶ ὧν μὲν τὴν γενειάδα ἀφειδῶς ἐνεπίμπρων, ὧν δὲ τῶν ταύτης τριχῶν βίᾳ ἀποσπῶντες ἀφῄρουν. κεφαλὰς δ’ ἄλλων τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σώματος ἐξέκοπτον ἀπανθρώπως οἱ δείλαιοι. καὶ ἅπαν ὡς εἰπεῖν τὸ εὐσεβὲς διωθεῖτο καὶ ἀπηλαύνετο, καὶ ὥσπερ ἑλληνισμοῦ δευτέρου Χριστιανοῖς ἐπιφυέντος πᾶσα μηχανὴ κακουργίας ἐπενοεῖτο, δι’ ἧς τοὺς κατὰ θεὸν ζῆν αἱρουμένους ἐπηρεάζειν καὶ πημαίνειν ἐσπούδαζον.

ἤδη δὲ τούτων ἐνίους πρὸς τὸ τῆς οἰκείας ἀπωλείας καθείλκυσαν βάραθρον * καὶ τῷ δυσσεβεῖ αὐτῶν εἶξαν θεσπίσματι ἢ βίᾳ ἑλκόμενοι ἢ ἀπάτῃ ὑποσυρόμενοι ἢ θωπείαις ὑποκλεπτόμενοι ἢ χρήμασι δελεαζόμενοι ἢ στρατείαις καὶ ἀξιωμάτων * φιλοτιμούμενοι, ἢ ἑτέραις πολυτρόποις τοῦ πονηροῦ μεθοδείαις τὴν ἐξαπάτην εἰσδεχόμενοι τὸ ἐπάγγελμά τε ἠθέτουν καὶ τὸ σεμνὸν μεταμφιεννύμενοι στόλισμα κομῆται αὐτοὶ ἀντὶ κεκαρμένων διεδείκνυντο καὶ εἰς λαϊκῶν σχῆμα εὐθὺς μεθηρμόζοντο, γυναιξί τε ὁμιλεῖν κατεδέχοντο καὶ τὸ πρὸς αὐτὰς ἠσπάζοντο συνοικέσιον. ἐπράττετο γοῦν ταῦτα, ὡς ἂν διὰ πάντων αὐτός τε ὁ τῶν ὅλων θεὸς τό γε ἐπ’ αὐτοῖς ἀτιμάζηται καὶ τὰ τῆς ἐκκλησίας καθυβρίζηται τίμια.

Ἐντεῦθεν συλλαμβάνονται Στέφανόν τινα, ἄνδρα ὅσιον καὶ θεοφιλῆ τυγχάνοντα, μοναστὴν δὲ τῷ σχήματι καὶ περιειργμένον ἐν οἰκιδίῳ στενωτάτῳ πάνυ ὑπάρχοντα, ὑπὸ τὴν τοῦ μεγίστου ὄρους ἱδρυμένον ἀκρώρειαν, ὃ καλοῦσι τοῦ ὁσίου Αὐξεντίου λόφον. ἔγκλημά τε εὐσεβείας ἐπάγουσιν αὐτῷ οἱ ἀνόσιοι, “ὡς πολλούς”, φασίν, “ἐξαπατᾷ διδάσκων δόξης τῆς παρούσης καταφρονεῖν οἴκων τε καὶ συγγενείας ὑπερορᾶν καὶ τὰς βασιλείους αὐλὰς ἀποστρέφεσθαι καὶ πρὸς τὸν μονήρη βίον μεταρρυθμίζεσθαι”. καὶ διὰ ταῦτα πληγαῖς τε πλείσταις αἰκισάμενοι καὶ δεσμωτήριον οἰκεῖν καταδικάσαντες, τέλος σχοινίοις αὐτὸν κατὰ τοὺς πόδας ἐξάψαντες καὶ τῶν βασιλικῶν ἀφορμήσαντες περιβόλων, μέχρι τῆς λεγομένης τοῦ Βοὸς ἀγορᾶς ἑλκύσαντες διέσπασαν, καὶ αὐτοῦ τὸ σῶμα ἐν τοῖς καλουμένοις τάφοις τῶν Πελαγίου ὡς κακούργου οἱ δυσσεβεῖς ἀπέρριψαν· αὐτόθι γὰρ τά τε τῶν ἐθνικῶν ἀμυήτων σώματα καὶ τῶν ἐπὶ θανάτῳ ἀπηγορευμένῳ τελευτώντων ἐξεπέμπετο. πλείστους τῶν τε ἐν τέλει καὶ τοῦ στρατιωτικοῦ ὑπευθύνους καθιστῶντες, προσκυνεῖν ἱεραῖς εἰκόσι καταιτιώμενοι, ὥσπερ ἐπὶ καθοσιώσει ἁλόντας διέφθειραν, οὓς μὲν διαφόροις θανάτοις παραδιδόντες, οὓς δὲ τιμωρίαις ξέναις καθυποβάλλοντες, πλήθη τε ἄπειρα ὑπερορίαις παραπέμποντες. ἐφ’ οἷς ὅρκοις βεβαιοῦν ἐβουλεύσαντο ἅπαν αὐτοῖς τὸ ὑπήκοον ὡς τὸ λοιπὸν εἰκόνι μὴ προσκυνεῖν ἁγίων τινά.

φασὶ δὲ ὡς καὶ τὸν τηνικαῦτα τῆς πόλεως ἀρχιερέα θεασάμενοι ὑψώσαντα τὰ ζῳοποιὰ ξύλα ὀμωμοκέναι μηδ’ αὐτὸν εἶναι τῶν προσκυνούντων τὰς ἱερὰς εἰκόνας. τοιαῦτα τῶν ἀσεβούντων τὰ τολμήματα.

Τῷ δὲ αὐτῷ ἔτει ἐπιστρατεύει Κωνσταντῖνος κατὰ Βουλγάρων καὶ παραγίνεται σὺν τῷ περιόντι λαῷ ἐγγύτατα τῆς Βουλγάρων γῆς καὶ σκηνοῦται παρὰ τὴν λεγομένην ἐμβολὴν Βεριγάβων. πλόϊμον δὲ ἐξοπλίσας συντελοῦν περὶ τὰ δισχίλια καὶ ἑξακόσια σκάφη, ναυτικὸν δὲ πλῆθος καὶ στρατιωτικὸν ἔκ τε τῶν πλοΐμων στρατηγίδων καὶ ἑτέρων χώρων ἐμβαλὼν ἐν αὐτοῖς ἀπέστειλεν, ὥστε παραγενέσθαι περί τε Μεσήμβρειαν καὶ Ἀγχίαλον τὰ πολίσματα καὶ προσπελάζειν Βουλγάροις. ἐντεῦθεν οὖν περικτυπηθέντες οἱ Βούλγαροι τότε, τὸ ἱππικὸν καὶ πλόϊμον θεασάμενοι πλῆθος, εἰς συμβάσεις τῷ βασιλεῖ ἐτράποντο. ἐπεὶ δὲ τὸ πλόϊμον πρὸς ταῖς ἀκταῖς τῆς ἐκείνῃ θαλάσσης καθωρμίζετο (ἀλίμενος γὰρ ὁ τόπος καὶ τοῖς πλέουσι δυσφορώτατος), πνεῦμα βίαιον καὶ σκληρὸν κατ’ αὐτῆς πνεῦσαν (βορέας δ’ ἦν ἄνεμος) τάς τε ναῦς πρὸς ταῖς ἀκταῖς περιτρέψας συνέτριψε καὶ πλήθη τῶν εἰσπλεόντων οὐκ ὀλίγα τῷ ῥοθίῳ κατεπόντισεν. ἐν τούτοις ἄγαν θορυβηθέντα τὸν βασιλέα κελεῦσαι τοὺς ἄρχοντας δικτύοις περιβαλεῖν τὴν θάλασσαν, ὡς ἀνελέσθαι τῶν ἀποπνιγέντων τὰ σώματα καὶ τῇ γῇ παραδιδόναι, οὕτω τε πρὸς τὰ βασίλεια ὑποστρέψαι.

Ἔτι δὲ πνέων κατὰ τῆς εὐσεβείας τὸ ἱερὸν τῶν Ναζηραίων σχῆμα καθύβριζεν. εὐθὺς γὰρ ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ τοῦ πλήθους τῶν θεωμένων ὕβρεων αὐτοῖς καὶ ἐμπτυσμάτων, οἷα περὶ τὸ ὀχλῶδες καὶ ἀγελαῖον συμβαίνειν εἴωθε, καταχεθέντων οὕτω τὸν ἄθεσμον ἐκεῖνον καὶ αἴσχιστον διήνυσαν δίαυλον. μετὰ δὲ ταῦτα ἄνδρας τινὰς τῶν ἐν ὑπεροχαῖς καὶ ἀξιώμασιν ἐγκλήμασι βαρυτάτοις συκοφαντῶν ὑπάγει ὡς εἰς τὴν ἀρχὴν αὐτῷ ἐπιβουλεύειν πειρωμένους. τούτων δ’ ἦν Ἀντίοχος μὲν ὁ τῶν δημοσίων πραγμάτων τὰς ὑπομνήσεις αὐτῷ διακομίζων (λογοθέτην δὲ τοῦ δρόμου τὴν ἀξίαν οἱ περὶ τὰ βασίλεια καλοῦσι), Θεοφύλακτος δὲ ἐν τοῖς πατρικίοις καὶ στρατηγοῖς διατελῶν, ἔτι μὴν καὶ ἄλλοι τῶν περὶ αὐτὸν ἀσπιδηφόρων καὶ δορυφόρων τυγχάνοντες, πρὸς δὲ καὶ τούτων ἐκτὸς ἕτεροι. μετ’ οὐ πολὺ τὴν ὁμοίαν ἐπιτελῶν ἅμιλλαν δεσμώτας ἐνταῦθα περιελκύσας ἐθριάμβευε· καὶ τῇ ἑξῆς Κωνσταντῖνον μὲν καὶ Στρατήγιον ἀδελφοὺς ὑπάρχοντας θανάτῳ κατεδίκασε, καὶ ἤδη τούτων τὰς κεφαλὰς ἐν τῷ λεγομένῳ τῆς πόλεως Κυνηγίῳ ἀπέτεμεν, ἄλλων δ’ αὖ τοὺς ὀφθαλμοὺς ἐξέκοψε.

καὶ τῇ ὑστεραίᾳ παρασκευάζει τῶν οἰκείων τινὰς Κωνσταντίνου τοῦ τῆς πόλεως ἀρχιερέως ὅρκιον κατ’ αὐτοῦ ἐξυφῆναι κατηγορίαν, διελέγχειν δὲ φανερῶς ὡς παρ’ αὐτοῦ ἀκηκοέναι πάντα τὰ παρὰ τῶν περὶ Ἀντίοχον καὶ Θεοφύλακτον μελετώμενα. καὶ εὐθὺς ἐκεῖνον μὲν ἐξόριστον ἐν τῇ Ἱερίᾳ, οὕτω καλουμένου βασιλικοῦ παλατίου ἀντιπέρα πρὸς εὖρον ἄνεμον τοῦ Βυζαντίου κείμενον, παρέπεμψε, Νικήταν δὲ πρεσβύτερον τῆς τῶν ἁγίων ἀποστόλων ἐκκλησίας εὐνοῦχον προχειρίζεται ἀρχιερέα. ταῦτα δὲ πάντα ἐπράττετο κατὰ τὸν Αὔγουστον μῆνα τῆς τετάρτης ἰνδικτιόνος. [Κατὰ δὲ τὸν Ὀκτώβριον μῆνα τῆς ἕκτης ἰνδικτιόνος] Μετ’ οὐ πολὺ δὲ μεταπέμπεται Κωνσταντῖνον καὶ ἀποστέλλει πρὸς τὸ ἱερὸν φορείῳ ἐποχούμενον. συνεκπέμπει δέ τινα αὐτῷ τῶν βασιλικῶν γραμματέων κομίζοντα ἐν γραμματίῳ ὅσα κατ’ αὐτοῦ· ἅπερ εἰς ἐπήκοον τοῦ ἀθροισθέντος ἐκεῖσε λαοῦ ἀνέγνω, παίων αὐτὸν κατὰ κόρρης ἐφ’ ἑνὶ ἑκάστῳ τῶν κατηγορουμένων. καὶ οὕτως ἐπὶ τοῦ ἄμβωνος ἀνενέγκαντες καθαιροῦσι, τοῦ νέου πατριάρχου πρὸς τῷ θυσιαστηρίῳ τὰ τοιαῦτα αἰτιάματα ὑπαναγινώσκοντος. καὶ τῇ ἑξῆς τὴν συνήθη αὐτῷ ἱππικὴν ἀγωνίαν ἐπιτελῶν ἐπιτρέπει αὐτὸν ἐπ’ ὄνου προσιζηκότα, τῆς καθέδρας αὐτῷ πρὸς τοῖς ὀπισθίοις τοῦ ζῴου περιτραπείσης, [καὶ] ἐκεῖσε διέλκεσθαι καὶ ὑπὸ τοῦ λαοῦ παντὸς δυσφημεῖσθαί τε καὶ καταπτύεσθαι.

εἶτα μετ’ οὐ πολὺ ἐν τῷ τῆς πόλεως Κυνηγίῳ τὴν κεφαλὴν αὐτοῦ ἀποτμηθῆναι προστέταχε, καὶ τὴν μὲν ἐν τῷ καλουμένῳ Μιλίῳ ἐξαρτηθεῖσαν μετέωρον φέρεσθαι, τὸ δ’ αὐτοῦ σῶμα σχοινίοις διασύρουσιν ἀνὰ τὰς λεωφόρους τῆς πόλεως εἴς <τε> τοὺς τῶν Πελαγίου καλουμένους τάφους ἐξέρριπτον.

Πέμπτῃ δὲ ἰνδικτιόνι ἀβροχίας ἐπικρατούσης αὐχμῶδες καὶ ξηρὸν γέγονε τὸ κατάστημα, ὡς καὶ αὐτὴν ἐπιλελοιπέναι τὴν ἀέριον δρόσον, ἔτι καὶ τὰ πηγαῖα ὑποστέλλεσθαι νάματα, ἀργά τε μένειν ἐντεῦθεν καὶ τὰ λουτρὰ τῶν ἐκδοχείων κενῶν ὑπαρξάντων. ἐκ τούτου βουλεύεται Κωνσταντῖνος τὸν τοῦ ὕδατος ὁλκὸν ἀνακαινίζειν ὃν Βαλεντινιανὸς ὁ βασιλεὺς κατεσκεύασεν, ὑπὸ δὲ Ἀβάρων ἐπὶ τῶν Ἡρακλείου χρόνων τοῦ βασιλέως καταστραφέντα. καὶ πλείστους ἄνδρας τεχνίτας εἰς οἰκοδομὴν ἐμπείρους ἐκ τῆς ὑπὸ Ῥωμαίων ἀρχῆς συναθροίσας, πολλά τε δαπανήματα αὐτοῖς ἐκ τῶν δημοσίων χρημάτων προσαναλώσας, οὕτω τὸ τοιοῦτον ἔργον ἐτέλεσε. φιλόχρυσος δὲ ὢν ὁ μισόχριστος νέος Μίδας Κωνσταντῖνος ἀναδείκνυται καὶ τὸν χρυσὸν ἅπαντα ἀποθησαυρίζει. ἐν οἷς συνέβαινεν ἐν ταῖς τῶν φόρων πράξεσι τῶν φορολογουμένων βιαζομένων εὐώνως τὰ τῆς γῆς καρπήματα καὶ γεννήματα διαπιπράσκεσθαι, ὡς τῷ νομίσματι ἑξήκοντα μοδίους σίτου διαγοράζεσθαι, κριθῆς δὲ ἑβδομήκοντα, καὶ πλεῖστα ἄγαν βραχείᾳ πάνυ ἀπεμπολεῖσθαι ποσότητι. ὅπερ τοῖς μὲν ἀνοήτοις εὐφορία τε γῆς καὶ πραγμάτων εὐθηνία ἐνομίζετο, τοῖς δὲ εὖ φρονοῦσι τυραννίδος καὶ φιλοχρηματίας ἔργον καὶ ἀπανθρωπίας νόσος ἐκρίνετο.

Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κωνσταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Νικήτας ὁ τῆς πόλεως πρόεδρος τινὰ μὲν [τῶν] ἐκ χρόνου διαφθαρέντα τῆς καθολικῆς ἐκκλησίας ἀνακαινίζει κτίσματα, τὰς δὲ ἐν τοῖς ἐκεῖσε ἱδρυμένοις τῶν προόδων οἴκοις, οὓς Ῥωμαῖοι σέκρετα καλοῦσι, τό τε μικρὸν δόμημα καὶ τὸ μέγα, τοῦ σωτῆρος καὶ τῶν ἁγίων οὔσας διὰ ψηφίδων χρυσῶν καὶ κηροχύτου ὕλης εἰκονογραφίας ἀπέξυσε. Κωνσταντῖνος δὲ <πρὸς> τοὺς τῶν Σκλαβηνῶν ἀποστέλλει ἄρχοντας καὶ ἀνακαλεῖται τοὺς ἐκ πλείονος χρόνου παρ’ αὐτοῖς αἰχμαλωτισθέντας Χριστιανοὺς ἀπό τε Ἴμβρου καὶ Τενέδου καὶ Σαμοθρᾴκης τῶν νήσων, σηρικοῖς ἱματίοις τούτους ἀμειψάμενος, τὸν ἀριθμὸν ὄντας ἄχρι δισχιλίων καὶ πεντακοσίων, καὶ πρὸς ἑαυτὸν ἀγαγὼν καὶ μικρὰ φιλοτιμησάμενος ἀπέπεμψε πορεύεσθαι οὗ ἂν βούλοιτο ἕκαστος.

Τῇ ἑβδόμῃ ἰνδικτιόνι, κατὰ τὸν Ἀπρίλιον μῆνα, τῷ ἁγίῳ σαββάτῳ στέφει Κωνσταντῖνος τὴν ἑαυτοῦ γυναῖκα Εὐδοκίαν Αὐγούσταν, καὶ τῇ ἐπαύριον τῶν υἱῶν αὐτοῦ τοὺς μὲν δύο Χριστοφόρον καὶ Νικηφόρον Καίσαρας, Νικήταν δὲ νοβελίσιμον. τῆς δὲ βασιλικῆς προόδου κατὰ τὸ εἰωθὸς ἐπὶ τὴν καθολικὴν ἐκκλησίαν γενομένης ὑπατείαν ἐποίησαν καὶ τοῖς παρελθοῦσι χρήματα διένειμαν, ἐκ τοῦ παλατίου ἀρξάμενοι μέχρι τῆς ἐκκλησίας τοῦτο ἐπιτελοῦντες.

Ὀγδόῃ δὲ ἰνδικτιόνι ἄγεται Κωνσταντῖνος εἰς υἱὸν Λέοντα γαμετὴν ἐκ τῆς Ἑλλάδος Εἰρήνην, καὶ τῷ Δεκεμβρίῳ μηνὶ στέφει τε αὐτὴν Αὐγούσταν καὶ τῷ υἱῷ ζεύξας τὸν γάμον ἐπιτελεῖ.