Ἔργον
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ὀνειροκριτικόν
Ονειροκριτικόν: Γράμματα Α έως Κ
Το πρώτο τμήμα του αλφαβητικού καταλόγου ερμηνείας ονείρων, περιλαμβάνοντας τα γράμματα από το Άλφα έως το Κάππα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ονειροκριτικόν: Γράμματα Α έως Κ
Το πρώτο τμήμα του αλφαβητικού καταλόγου ερμηνείας ονείρων, περιλαμβάνοντας τα γράμματα από το Άλφα έως το Κάππα.
[ΝΙΚΗΦΟΡΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΟΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ] ΟΝΕΙΡΟΚΡΙΤΙΚΟΝ Α Ἀετὸν ἰδὼν ἄγγελον Θεοῦ νόει. Ἄνακτι προσλαλῶν τις ἄπρακτος μένει. Ἀνδρὶ πλακεὶς φιλοῦντι εὔθετον νόει. Ἄνθραξι βαίνειν ἐχθρικὴν δηλοῖ βλάβην.
Ἄπεις κρατῶν τις ἀστοχεῖ τῶν ἐλπίδων. Ἀργῶς κινεῖσθαι δυστυχεῖς ποιεῖ τρίβους. Ἀρθεὶς νόον γίνωσκε γῆν ναίειν ξένην. Ἄρτους δυσειδεῖς ἐσθίειν δηλοῖ νόσον. Ἄρτους ζέοντας ἐσθίειν δηλοῖ νόσον. Ἄρτους καθαροὺς ἐσθίειν χρηστὸν τόδε.
Ἄστρα βλέπειν κάλλιστον ἀνθρώποις πέλει.
Β Βαίνων κεράμοις δυσμενῶν βλάβην φύγῃς. Βίβλον λαβὼν νόμιζε τιμὴν λαμβάνειν. Βότρυς κατέσθειν ὀμβρικὴν δηλοῖ κλίσιν. Βρίθων τὸ σῶμα δυσκλεὴς ἔσῃ λίαν. Βρονταὶ καθ’ ὕπνους ἀγγέλων εἰσὶ λόγοι. Βυθῷ κρατεῖσθαι δεινὸν εἰς ἅπαν πέλει.
Γ Γάλα γαληνοὺς προξενεῖ σοι τοὺς τρόπους. Γάλα σκεδάζει δυσμενῶν συμβουλίας. Γελῶν ⎧ἐν ὕπνῳ δυσφορήσεις ἐξ ὕπνου. Γελῶν ⎩καθ’ ὕπνους δυσφόρους ἕξεις τρόπους. Γέροντα σαυτὸν εἰ βλέπεις, ἕξεις γέρας.
Γλυκεῖα βρῶσις ⎧πικρίαν σοι μηνύει. Γλυκεῖα βρῶσις ⎩πικρίας ἕξεις τρόπους. Γυναῖκα γήμας τοῦ βίου τροπὴν νόει.
Δ Δαμασκηνὰ βρωθέντα μηνύει νόσον. Δηγμὸς κυνῶν δείκνυσι ἐχθρῶν σοι βλάβην. Δηλοῦσι κλήσεις τῶν ὁρωμένων τρόπους. Δόμου πεσὼν νόμιζε τοῦτο ζημίαν. Δυσωδίαν· νόμιζε τὴν ⎧εὐωδίαν. Δυσωδίαν· νόμιζε τὴν ⎩ἀηδίαν.
Δώρων μετασχὼν οὐ μακρὰν κέρδους ἔσῃ.
Ε Εἰ θυμιᾷ ⎧τις, πικρόν ἐστιν εἰς ὄναρ. Εἰ θυμιᾷ ⎩σε τις, πικρὸν τοὖναρ πέλει. Ἔκδηλός ἐστι βόρβορος ψυχῆς ῥύπος. Ἐκκλησίαις ἑστώς τις ἐγκλήσεις ἔχει. Εὐνοῦχον ἰδεῖν ⎧κατ’ ὄναρ χρηστὸν πάνυ. Εὐνοῦχον ἰδεῖν ⎩εἰς τέλος καλὸν φέρει.
Ἐχθροῖς συνέσθειν εἰς καταλλαγὴν φέρει. Ἔχις φανεῖσα δυσμενῶν φράζει βλάβην.
Ζ Ζώνη κοπεῖσα τὴν ὁδὸν λύει τάχος.
Η Ἥλους κρατῶν τὰ κέντρα τῶν ἐχθρῶν ⎧νόει. Ἥλους κρατῶν τὰ κέντρα τῶν ἐχθρῶν ⎩βλέπε.
Θ Θάλατταν ἰδεῖν μειδιῶσαν εὖ ἔχει. Θανὼν καθ’ ὕπνους φροντίδων ἔσῃ δίχα. Θεώμενος βοῦς εἰς καλὴν πράξιν φέρει. Θλασθεῖσα ῥάβδος οὐ καλὸν πέρας φέρει. Θρίδακας ἔσθειν σώματος δηλοῖ νόσον. Θυρῶν πεσουσῶν τοῖς κρατοῦσι ἡ βλάβη.
Ι Ἴλυν ⎧ὑπεισδὺς τῆς ψυχῆς βλάβην νόει. Ἴλυν ⎩πεπλευκὼς τῆς ψυχῆς νόει βλάβην. Ἵππου πεσὼν καθ’ ὕπνους εἰς πτῶσιν ἴῃς. Ἵππους μέλανας οὐ καλὸν πάντως βλέπειν. Ἰσμαηλίταις συσχεθεὶς καλὸν νόει. Ἰχθύας ἔσθειν ⎧οὐκ ἀηδές σοι τόδε.
Ἰχθύας ἔσθειν ⎩τὴν ἀηδίαν ἐμμένεις.
Κ Κανδῆλα συντριβεῖσα σκάνδαλα λύει. Καρποὺς ἐλαιῶν εἰσορᾶν· καλὸν τόδε. Κερδοῖ ⎧συνών τις κέρδος εἰσίδῃ τάχα. Κερδοῖ ⎩συναντῶν· κερδοσύνην προσδόκα. Κλαίων καθ’ ὕπνους παγχαρὴς πάντως ἔσῃ. Κλεῖδας κατασχεῖν ⎧σύνθεσιν δηλοῖ τρόπων.
Κλεῖδας κατασχεῖν ⎩σύνδεσιν ἔχει τρόπων. Κλῆμα κρατήσας ἐγκαλεῖσθαι προσδόκα. Κλοιὸν φορῶν τις οὐ μακρὰν τοῦ κινδύνου. Κοπέντα δένδρα πτῶσιν ἀνδρῶν μηνύει. Κόπρῳ καθεσθεὶς ⎧ζημίαν προσεκδέχου. Κόπρῳ καθεσθεὶς ⎩ζημίας ἔξεις τρόπους.
Κόρακας ἰδὼν δαίμονας τούτους νόει. Κρέα βιβρώσκειν οὐ καλὸν πᾶσι τόδε. Κρημνοῦ πεσών τις ⎧δυστυχὴς ἔσται τάχει. Κρημνοῦ πεσών τις ⎩δυστυχῆ δηλοῖ τύχην. Κριθὰς θεωρεῖν εἰς κριτήριον φέρει. Κριοὶ φανέντες εὐτρεπίζουσι τρίβους.
Κυνῶν ὑλαγμὸς ἐχθρικὴν δηλοῖ βλάβην.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.