Περὶ τοῦ καλὰ ἢ κακά, καὶ προσκυνητά
Ἢ καλὸν τὸ ποιῆσαι αὐτά, ἢ ποιοῦντι τὸ κακὸν ἐπιγράφεται.
Ἀλλ’ εἰ μὲν οὐ καλόν, φεῦ τῆς ἀγνοίας. Πῶς γὰρ καὶ Μωϋσῆς ὁ θεοῦ φίλος, καὶ οὐ μόνον οὗτος, ἀλλὰ καὶ αὐτὸ τὸ θεῖον ὃ τῷ Μωσεῖ τὴν ποίησιν διατάττεται; Εἰ δέ γε καλὸν τὸ ποιῆσαι, καὶ τὸ ποιηθὲν ἄρα καλόν· εἰ δὲ ἄμφω, ἡ ποίησις ἄρα καλή. Δῆλον γὰρ ὅτι τῶν κατὰ τὴν αὐτὴν συστοιχίαν ὄντων, ἑνὸς ὁποιουοῦν δειχθέντος ἀγαθοῦ ἢ κακοῦ, καὶ τὰ λοιπά. Ἐποίησε δὲ Ἀαρὼν τὸ εἴδωλον· εἰ αὐτόν που πάντως ἐρωτήσεις, κακὸν δηλονότι τοῦτο ἀποφανεῖ, ὥστε κατ’ ἐναντίωσιν ἕξουσι τὰ ἑπόμενα· αἵ τε ποιήσεις καὶ τὸ ποιῆσαν, καὶ αἱ ποιηθεῖσαι εἰκόνες. Εἰ οὖν ἀντίκειται τὸ καλὸν τῷ οὐ καλῷ, ἀντίκειται δὲ καὶ κατὰ ταυτὰ τὸ ποιῆσαι καὶ τὸ οὐ ποιῆσαι, ἀντικείσεται ἄρα καὶ κατὰ ταυτὰ τὸ προσκυνῆσαι καὶ μή. Εἰ δὲ τὰ παρὰ Μωσέως γενόμενα καὶ ποιῆσαι ἐστὶ καὶ καλὸν ποιῆσαι, τὰ δὲ παρὰ τοῦ Ἀαρὼν καὶ οὐ ποιῆσαι καὶ οὐ καλὸν ποιῆσαι, δῆλον ὅτι θατέρῳ μὲν τούτων ἀκολουθήσει τὸ προσκυνῆσαι, θατέρῳ δὲ τὸ ἐναντίον· τὸ γὰρ παρὰ τοῦ Ἀαρὼν ὑφεστηκός, οὐ προσκυνῆσαι, ἃ δὲ Μωσεῖ γεγένητο, προσκυνῆσαι, ἢ ταῦτα μὲν οὐ προσκυνητέον, ἀλλ’ ὅπερ τῷ Ἀαρὼν γεγένητο, πᾶσα ἀνάγκη. Οὐ γὰρ ἐγχωρεῖ ἀμφότερα προσκυνεῖσθαι, ὥστε εἰ ἐπὶ τοῦ Ἀαρὼν τὰ τῶν ῥημάτων ἀποφατικὰ ἁρμόσει, ἐπὶ τοῦ Μωσέως ἄρα τὰ καταφατικά.