Οὔτε δὲ πρὸς τιμὴν οὔτε πρὸς ἀτιμίαν, ὡς ἡ ζωγραφία τινὸς ἢ ταῶνος ἢ λέοντος.
Εἰ μὲν οὖν ἀγαθὸν τὸ αἰτιατόν, ὡς ἀγαθὸν γίνεται, καὶ πάντα τὰ αἴτια αὐτοῦ ἐστὶν ἀγαθά. Καὶ λόγου χάριν· τὸ μὲν παραδειγματικόν, ἀγαθόν, ὁ πρὸς ὃ γέγονε Στέφανος, τὸ εἰδικὸν δέ, ὁ χαρακτὴρ καθ’ οὗ γέγονε, τὸ δὲ τελικόν, ὡς τὸ καθορᾶσθαι αὐτὸν στεφανούμενον καὶ πρὸς ζῆλον ἡμᾶς διεγείρειν, καὶ τὸ ὑλικόν, ὁ χρυσὸς ἐξ οὗ γέγονε, δι’ οὗ δὲ ἐγένετο, τὸ ὀργανικόν, καὶ τὸ ποιητικὸν δέ, ὡς ὁ ὑφ’ οὗ ἐζωγράφηται· ἅπας γὰρ ὁ τὸ ἀγαθόν, ᾗ ἀγαθόν, ἐργαζόμενος, εἴη ἂν κατ’ ἐκεῖνο ἀγαθός. Οὔτε γὰρ ὁ ἁπλῶς αἴτιος ἀγαθῶν, ἀγαθός, οὔτε ὁ ἁπλῶς αἴτιος κακῶν, κακός. Ὁ γὰρ φόνος, καθὸ μὲν φόνος, κακόν· ὁ δέ γε Φινεὲς ἀγαθός. Οὐδ’ αὖ γε τῶν Ἰουδαίων ἀγαθὸν τὸν σταυρὸν ἐργασαμένων, ἀγαθὸν τίς ἐρεῖ· οὐ γὰρ τιμῆς, ἀλλ’ ἀτιμίας ἕνεκεν γεγένηται. Κυρίως δὲ ἀγαθοὺς ἐκείνους δίκαιον καλεῖν, οἳ διὰ τὸ ἀγαθόν τι τέλος ποιεῖν, φαίνονται τοιοῦτοι, καὶ πρὸς τοῦτο τὸν σκοπὸν ἔχουσιν.