Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Περὶ τῶν χερουβίμ

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η προσκύνηση των εικόνων και η αγιότητα της ύλης

Περαιτέρω ανάπτυξη της μεταβίβασης της τιμής ή ατιμίας προς το πρωτότυπο και επιχειρηματολογία υπέρ της αγιότητας των εικόνων μέσω της αναλογίας με τις σκιές των αγίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 4 από 7

Περὶ προσκυνήσεως Ἔτι· ἡ τοῦ Ἀπόλλωνος εἰκὼν προσκυνητέα, ἢ οὔ; Ἀλλ’ εἰ μηδέτερον εἴποιτε, μήτε τιμῆς μήτε ἀτιμίας, ἔσται πάντως ὑμῖν τοιοῦτον καὶ τὸ πρωτότυπον. Εἰ δὲ ἡ τοῦ Ἀπόλλωνος εἰκὼν ἀτιμαστέα, πότερον καθὸ χρυσός, ἢ καθὸ τὸ τοῦ πρωτοτύπου εἶδος ἀπηνέγκατο, καὶ τῆς κλήσεως οὐ διέστηκε; Καθὸ γὰρ ὕλη, καλόν· καὶ ὅτι τὸ πρωτότυπον ἄτιμον, ἀτιμίας ἄξιον. Εἰ δὲ παραδειγματικὸν αἴτιον ὁ Ἀπόλλων, ἐπὶ παντὸς ἀτίμου αἰτιατοῦ, τοιοῦτον καὶ τὸ παραδειγματικὸν αἴτιον.

Ἡ οὖν τοῦ Χριστοῦ εἰκών, ἢ τιμῆς ἢ ἀτιμίας ἢ οὐδετέρου ἀξία. Ἀλλ’ εἰ μὲν ἄτιμον, οὐ καθὸ χρυσός, ἀλλ’ ἄτιμον ἔσται, <καθ>ὸ τὸ παραδειγματικὸν εἴληφεν αἴτιον· ἔστι δὲ τοῦ μετασχεῖν τοῦ ἀρχετύπου εἴδους τὸ παράγωγον, ὁ Χριστὸς αἴτιον· οὐκ ἄρα ἔσται ὁ πρώτως τὴν ἀτιμίαν δεξάμενος; Λείπεται οὖν ἄρα τιμᾶσθαι καὶ προσκυνεῖσθαι τοῦ Χριστοῦ τὴν εἰκόνα. Τὸ γὰρ μήτε τιμᾶν μήτε ἀτιμάζειν ἠλέγχθη καὶ πρώην καὶ νῦν, καὶ οὐ δοκεῖ δὲ ὑμῖν, ἀλλὰ τὸ ἀτιμάζεσθαι. Εἰ οὖν ἀτιμαζομένου τοῦ πρωτοτύπου, ἀνάγκη καὶ τὸ τούτου ὁμοίωμα ἐνυβρίζεσθαι, ὁ τῆς ἀντιστροφῆς ἀπαιτήσει λόγος, ὥστε προσκυνουμένου καὶ τιμωμένου τοῦ ὁμοιώματος, προσκυνεῖσθαι καὶ τιμᾶσθαι καὶ τὸ πρωτότυπον· ἡ γὰρ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει.

Ἔστω καθ’ ὑπόθεσιν εἰκὼν τοῦ Διὸς καὶ τοῦ Πέτρου καὶ ἀνδρὸς μήτε τιμωμένου μήτε ἀτιμαζομένου. Ἀλλ’ ἡ τοῦ Διὸς εἰκών, ἐπεὶ τὸ πρωτότυπον ἄτιμον ἔχει, οὔτε πάλιν μέσον τιμῆς καὶ ἀτιμίας, ἀτιμαστέα ἄρα, ὅτι καὶ τοῦ ὀνόματος μετέχει. Πάλιν τοῦ ἀνθρώπου τοῦ μήτε τιμῆς μήτε ἀτιμίας ἀξίου, ποῦ θήσεις, εἰς τιμήν, ἢ εἰς ἀτιμίαν; Τί γὰρ ἀδικοῦσαν, πρὸς αὐτὴν ἀπεχθῶς ἔχεις; Τῆς δὲ τοῦ ἁγίου Πέτρου εἰκόνος τὸ πρωτότυπον προσκυνεῖν δίκαιον, ἢ οὔ; Ναί, δηλονότι ἐρεῖς. Τί γὰρ βραδύνεις τὴν τοῦ παραγώγου προσκύνησιν; Εἰ γὰρ τὸ πρωτότυπον προσκυνεῖς, δηλονότι καὶ τὸ παράγωγον. Εἰ γὰρ τοῦ μέσου ὄντος ἀνθρώπου οὔτε τιμᾷς οὔτε ἀτιμάζεις τὸ εἰκόνισμα, ὃν καὶ τιμᾷς καὶ προσκυνεῖς, πῶς ἀτιμάζεις τὸ τούτου παράγωγον; Εἰ δὲ μήτε τιμᾶν μήτε ἀτιμάζειν εἴπῃς, εἰ μὲν διὰ τὸ πρωτότυπον, ἐχρῆν κακεῖνο μήτε τιμᾶσθαι μήτε ἀτιμάζεσθαι, εἰ δ’ ὅτι ἁπλῶς εἰκὼν ἢ χρυσὸς ἢ ἄργυρος, οὐδὲ τὰ τῶν δαιμονίων ἰνδάλματα δίκαιον ἦν συντριβῆναι, καὶ ἀτόπως Μωϋσῆς ταῦτα συνέτριψεν. Εἰ δὲ ταῦτα δικαίως διὰ τὸ πρωτότυπον πέπονθε, καὶ ἡ τοῦ ἁγίου ἄρα εἰκὼν δι’ αὐτὸν τιμηθήσεται.

Εἰ γὰρ οὐ ταύτῃ τὸ προσκυνεῖσθαι, οὐδὲ ἐκείνοις τὸ ἀτιμάζεσθαι ἕπεται· εἰ δὲ ἐκείναις τὸ ἀτιμάζεσθαι, καὶ ἡ τιμὴ ταύτῃ· νόμος γὰρ οὗτος ἀντιστροφῆς. Χρὴ οὖν πάντων τῶν ἁγίων τὰς εἰκόνας προσκυνεῖν. Εἰ γὰρ ὁ χρυσὸς καλὸς ὢν καὶ θεοῦ ποίημα, εἶδος καὶ ὄνομα δεξάμενος δαίμονος, κακὸς γέγονε καὶ βδελυκτός, εἰ καλὸς ὤν, ἁγίου ὄνομα καὶ μορφὴν δεχόμενος, πῶς οὐ καλλίων γενήσεται; Τοῦ γὰρ ἀγαθοῦ τὸ κάλλιον μᾶλλον ἐστὶν ἐρωτικόν, ἤπερ τοῦ κακοῦ, καὶ ἕκαστον πρὸς τὸ οἰκεῖον μᾶλλον ἢ πρὸς τοὐναντίον ἔχει τὴν τροπήν. Τοῦτο καὶ ἐπὶ σκευῶν καὶ οἰκιῶν καὶ ἀμφιασμάτων· ἂν μὲν γὰρ ἁγίοις ταῦτα προσαχθῇ, ἢ ἐπ’ ὀνόματι αὐτῶν δομηθῇ, ἅγιά τε ἐστὶ καὶ προσκυνητὰ καὶ πάσης ἔμπλεα θείας χάριτος· ἂν δὲ δαιμονίοις τελεσθῇ, βέβηλα καὶ ἀπόπτυστα.

Ἄλλο· δύο ὄντων περὶ τὸ σῶμα, σκιᾶς καὶ εἰκόνος, ἡ μὲν σκιὰ ἀμυδράν τινα τοῦ ἀνθρώπου σημασίαν δεικνύει—σκιὰ γάρ ἐστι στέρησις φωτὸς ὑπὸ σώματος γινομένη—, ἡ δὲ εἰκὼν ἀρίδηλον ἐμφαίνει τὸ εἰκονιζόμενον, καὶ ἀπομάττεται εἰκονικῶς καὶ δείκνυσιν ἐν ἑαυτῇ τὸ πρωτότυπον. Εἰ οὖν τὸ ἀεὶ ὑπάρχον ὡς εἰκών, τοῦ ποτέ, ἤγουν τῆς σκιᾶς, καὶ τὸ καθ’ ὕπαρξιν τοῦ κατὰ στέρησιν βέλτιον, καὶ τὸ τηλαυγὲς τοῦ ἀμυδροῦ αἱρετώτερον, καὶ ἡ εἰκὼν ἄρα τῆς σκιᾶς βελτίων. Ἀλλὰ μὴν αἱ τῶν ἁγίων σκιαί, ἅγιαι καὶ ὀνησιφόροι· αἱ εἰκόνες ἄρα πολλῷ μᾶλλον ἁγιώτεραι.