Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Περὶ τῶν χερουβίμ

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η εικονισιμότητα της θεανδρικής υπόστασης του Χριστού

Διερεύνηση της δυνατότητας απεικόνισης του Χριστού λόγω του έμψυχου σώματός Του, διάκριση της εικόνας από το μυστήριο της Θείας Ευχαριστίας και θεώρηση του ανθρώπου ως εικόνας του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 5 από 7

Εἰ δὲ ἅγιαι, δηλονότι καὶ σεβάσμιαι καὶ προσκυνηταί. Ἐρώτησις· Πῶς τὸν Χριστὸν θεὸν ὄντα καὶ ἄνθρωπον εἰκονίζεις, πεφυκότων τούτων μηδαμῶς διαχωρίζεσθαι; Ἀπόκρισις· Τί οὖν; Ὁ ἄνθρωπος σῶμα μόνον ἐστίν, ἢ καὶ ψυχὴ ἀσώματος καὶ ἀσχημάτιστος; Ἆρ’ οὖν ἐμπόδιόν τι ἐστὶν ἡ ψυχὴ τοῦ εἰκονίζεσθαι τὸν ἄνθρωπον, ἢ συνεργεῖ μᾶλλον καὶ πλείονα ἐμποιεῖ ἐν τῷ εἰκονίζεσθαι τοῦ ἀνθρώπου τὰ σχήματα, ἐργαζόμενον, κινούμενον καὶ βλέποντα; Εἰ γὰρ χωρὶς ψυχῆς· εἰκονισθῇ, οὐδὲν τούτων εἰκονισθήσεται. Οὕτω καὶ ἐπὶ Χριστοῦ ἡ θεία οὐσία οὐ μόνον οὐ κωλύει Χριστὸν εἰκονίζεσθαι, ἀλλὰ μᾶλλον καὶ κατακαλλωπίζει, ἀνιστάμενον ἐκ τάφου, ἀναλαμβανόμενον καὶ θεραπεύοντα δεικνύουσα.

Ὁ Χριστὸς ἢ ἔχειν εἰκόνα λέγεται, ἢ οὔ; Εἰ μὲν οὐκ ἔχει, πῶς περὶ μὴ ὄντος ὁ ἀγὼν ὑμῖν; Οὐδεὶς γὰρ τὸ μὴ ὂν ἀφανίσαι φρενοληπτεῖ. Εἰ δὲ εἰκόνα Χριστοῦ τὸ τοῦ Χριστοῦ ἐρεῖτε σῶμα, αὐτὸς μὲν σῶμα ἴδιον αὐτὸ ἀποκαλεῖ, ὁ δὲ Κωνσταντῖνος «εἰκόνα τοῦ σώματος τοῦ Χριστοῦ» ἀποκαλεῖ, ὅπερ ἡμῖν ἐσθίειν ὡς αὐτοῦ σῶμα ὁ Χριστὸς δέδωκε· πῶς οὖν τὸ αὐτὸ καὶ «σῶμα Χριστοῦ» λέγεται, καὶ «εἰκὼν Χριστοῦ»; Ὅπερ γάρ ἐστι τινὸς εἰκών, τοῦτο σῶμα αὐτοῦ εἶναι ἀδύνατον, καὶ ὅπερ σῶμα, εἰκὼν εἶναι ἀδύνατον. Πᾶσα γὰρ εἰκών, ἑτέρα ἐστίν, οὗ ἐστιν εἰκών, εἰ καὶ τὸν υἱὸν εἶπεν εἰκόνα τοῦ πατρός, ἀλλ’ οὖν εἰ μὴ τῇ φύσει, τῇ δὲ ὑποστάσει καὶ τῷ προσώπῳ δια<λ>λάσσει. Εἰ οὖν τὸ μεταλαμβανόμενον ἅγιον, εἰκὼν Χριστοῦ, ἕτερον ἄρα λέγεται παρὰ τὸ σῶμα Χριστοῦ· οὐδὲν γὰρ σῶμά τινος, εἰκὼν αὐτοῦ, εἴπερ μέρος αὐτοῦ καὶ οὐχ ἕτερον παρ’ αὐτόν, ἢ εἰς δυάδα καταπεσεῖται τὸ σῶμα, μᾶλλον δὲ μόρια σώματος ἕξει ὁ Χριστός.

Ὁ ἄνθρωπος, φησίν, εἰκὼν θεοῦ. Ἀλλ’ ἡ εἰκὼν καὶ τὸ κατ’ εἰκόνα οὐ ταυτόν, οὔτε τοῖς νοήμασιν, οὔτε ταῖς λέξεσιν, ὥσπερ οὐδὲ τὸ κατὰ τὸ θέλημα τοῦ θεοῦ ἔργον, καὶ τὸ θέλημα τοῦ θεοῦ. Ἀλλ’ οὐδέ τις τῶν πατέρων εἴρηκε τὸν ἄνθρωπον εἰκόνα θεοῦ, ἀλλὰ κατ’ εἰκόνα τὸ τῆς αὐτεξουσιότητος δώρημα τοῦ θεοῦ ἐξελάβοντο.

Εἰ δὲ Χριστοῦ ἐστιν εἰκὼν ὁ ἄνθρωπος, πότερον κατὰ τὴν θεότητα, ἢ κατὰ τὴν ἀνθρωπότητα; Καὶ εἰ μὲν κατὰ τὴν θεότητα, πρῶτον πάντως ὑπῆρξε τὸ εἶναι θεοῦ· καὶ πῶς ἦν εἰκὼν Χριστοῦ ὁ Ἀδάμ, τοῦ μετὰ πολλὰ ἔτη γεγονότος ἀνθρώπου; Εἰ δὲ καθὸ ἦν ἄνθρωπος ὁ Χριστός, εἰκὼν αὐτοῦ ὁ ἄνθρωπος, δηλονότι καθὸ ἄνθρωπος ὁ Χριστός, ταύτῃ Πέτρον εἰκόνα αὐτοῦ ἐροῦμεν· εἰ δὲ τοῦτο, οὐ τοῦ Χριστοῦ μόνον ὁ Πέτρος εἰκών, ἀλλ’ οὐδὲν ἧττον καὶ ὁ Χριστός, τοῦ Πέτρου εἰκών, καὶ ὁ Πέτρος, τοῦ Ἰούδα, καὶ πάντες, ἀλλήλων.

Ἕτεροι δέ φασιν ὅτι ὁ Χριστὸς οὐδὲ μίαν ἔχει εἰκόνα, οὔτε τὴν διὰ χρωμάτων, οὔτε τὴν διὰ σχήματος τελουμένην. Πᾶν οὖν σῶμα οὐχί, ἔμψυχον ὄν, σχῆμα λέγει καὶ μορφήν; Εἰκόνα δὲ ἅπαν ἔχει τὸ μορφῇ καὶ σχήματι περιγραφόμενον· πᾶν σῶμα ἄρα ἔμψυχον, ἀνάγκη ἔχειν καὶ εἰκόνα. Εἰ οὖν πᾶν σῶμα ἔμψυχον εἰκόνα ἔχει, οὗ ἄρα μὴ ἔστιν εἰκών, οὐδὲ σῶμα ἔμψυχον τοῦτό ἐστιν. Εἰ οὐκ ἔχει εἰκόνα ὁ Χριστός, οὐδὲ σῶμα ἄρα ἔμψυχον· ἀλλὰ μὴν ἔχει σῶμα ἔμψυχον, καὶ εἰκόνα ἄρα. Καὶ εἰ ὁ Χριστὸς οὐκ ἔχει ἔμψυχον σῶμα, οὐδὲ ἄνθρωπος ἀλλὰ μὴν θεὸς καὶ ἄνθρωπος ὁ Χριστός, καὶ εἰκόνα ἔχει ἄρα. Ὁ Χριστὸς οὖν θεὸς ὤν, καὶ ἄνθρωπός ἐστι· πᾶς δὲ ἄνθρωπος ἔμψυχον ὑπάρχων σῶμα καὶ σχηματιζόμενον, εἰκονίζεται· ὁ Χριστὸς ἄρα, θεὸς ὢν καὶ ἄνθρωπος, πάντως ἐξεικονισθήσεται.

Ἐρωτῶσι δέ· «Ποῖον Χριστὸν εἰκονίζεις, τὸν σπαργανούμενον, τὸν βαπτιζόμενον, ἢ τὸν σταυρούμενον;» Σὺ οὖν, τίνα σέβῃ τούτων τῶν πλασθέντων μορίων Χριστοῦ; Εἰ δὲ σὺ ἕνα Χριστὸν σέβῃ, τὸν πάντα ταῦτα ἐργασάμενον, καγὼ ἕνα Χριστὸν εἰκονίζω, τὸν ταῦτα πάντα ἐργασάμενον.