Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος (Νόθος)

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Αναίρεση δοκητικών θέσεων και το ιστορικό θεμέλιο της εικονογραφίας

Καταδίκη των δοκητικών και μανιχαϊκών αντιλήψεων περί του απερίγραπτου του Θεού και υπεράσπιση της πραγματικής σαρκώσεως ως βάσης της χριστιανικής εικονογραφίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 6 από 11

Ἀλλὰ ποῦ πάλιν πέμπει τὴν γλῶσσαν ὁ θεομάχος, ὁ τοῖς μανιχαϊκοῖς ἐκβακχευόμενος φάσμασιν; Ταῦτα γὰρ ἐξυβρίσας εἰς τοὺς ἁγίους, εἶτά τινα μεταξὺ τὰ ἐκ μειρακιώδους φρενὸς παραληρήσας ψελλίσματα καὶ μυθεύματα, ἐπ’ αὐτὸν τὸν τῶν ἁγίων Θεὸν ταῖς συνήθεσι βλασφημίαις πάλιν μετῴχετο, καὶ γράφει τοιάδε· ÷ Πῶς τὸν ἀκατάληπτον καὶ ἀνεκδιήγητον, καὶ ἀπερινόητον, ἀπερίγραφόν τε γράφειν λέγει τις, ὃν οὐκ ἴσχυσε Μωσῆς ἀτενίσαι; ÷ Προσέχειν ἐνταῦθα χρὴ, καὶ ἀκριβῶς ἐπιστάνειν τὸν νοῦν, τόν γε τῆς ἀληθείας ὑπεραθλεῖν προαιρούμενον καὶ τοῦ ψεύδους θριαμβεύειν τὸ ἔκθεσμον. Ἐν τούτοις γὰρ σαφῶς φωράσει τῆς βλασφημίας τοῦ ἐξαγίστου τὸ πᾶν· ἐν οἷς τρανῶς ἐκκαλύπτει πᾶσαν αὐτοῦ τὴν φαντασιώδη καὶ ἀπατηλὴν δόξαν. Τί γὰρ τούτων τῶν λόγων ἐναργέστερον ἢ τηλαυγέστερον πρὸς ἔνδειξιν, οἷον αὐτοῦ κατὰ τῆς σωτηριώδους τοῦ Χριστοῦ οἰκονομίας τὸ φρόνημα, ὥσπερ ἐν κοινῷ καὶ πανδήμῳ θεάτρῳ δημοσιεῦον καὶ μέγα σαλπίζον τὴν ταύτης ἀθέτησιν;

Ὅστις οὖν οὐκ ἀνόητος, οὐδὲ ἐσκοτισμένος περὶ τὸ φῶς, ἢ περὶ τὴν σοφίαν ἀπαιδεύτως καὶ ἀμαθῶς ἔχων, εἴ τις τὴν ψυχὴν οὐ πεπώρωται, καὶ τὰ τῆς καρδίας ὄμματα πρὸς τὴν αἴγλην οὐκ ἀποτυφλώττει τῆς ὀρθῆς πίστεως, κατασπάζεται δὲ τὴν ἀλήθειαν, καὶ τὸ ψεῦδος καταμυσάττεται, τῶν κενολογουμένων κατὰ τοῦ θείου μυστηρίου συνήσει τὴν πλάνην, οἷς πᾶσα τῶν νῦν δογματιστῶν ἡ ἰσχὺς καὶ τὸ κλέος ἐμπεριείληπται.

Ἀκατάληπτον καὶ ἀνεκδιήγητον καὶ ἀπερίγραφον τίθεται· συγκαταβάσεως δὲ ἢ σαρκώσεως ἕνεκεν, τί χρὴ λέγειν; οὐδ’ ὅτι ὤφθη ἢ πέπρακται ἀξιοῖ πώποτε. Τοῦτο γὰρ αὐτῷ βούλεται τὸ ἀπερίγραφον καὶ ἀπερινόητον ἐπ’ ἀναιρέσει τῆς τοῦ Λόγου προβεβλημένον ἐνσωματώσεως, περὶ οὗ καὶ ἐν ἑτέροις πλείστοις ἡμῖν εἴρηται λόγοις. Διὸ ἀπὸ τῶν κατὰ Μωσέα καὶ τῶν παλαιῶν ἐκείνων προερχόμενος, ὡς ἐν σκιαῖς πάλιν καὶ τύποις, παχύτητος καὶ σαρκὸς δίχα τὴν τοῦ Λόγου εἰσηγεῖται εἰς ἀνθρώπους ἐπιδημίαν. Καὶ οὐκ οἶδα ὅπως αὐτῷ τὸ ὁμοιοπαθὲς ἡμῖν, ὅ τε τοῦ σταυροῦ λόγος καὶ τὸ σωτήριον τοῦ Χριστοῦ πάθος ἀπὸ τοῦ ἀκαταλήπτου καὶ ἀπεριγράπτου καταληφθήσεται καὶ πιστευθήσεται. Μωσέα μὲν γὰρ ὡς οὐκ ἰσχύσαντα πρὸς αὐτὸν ἀτενίσαι εἰσφέρει· τῶν λεγόντων δὲ, ὅτι «Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν, ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη· καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν, καὶ ὅτι συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ,» καὶ ταῦτα μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, οὐδὲ εἰς μνήμην ἴεται.

Ἄλλα τε ὅσα διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου ἡμῖν παρέδοσαν, ἐν οἷς κατὰ ἀλήθειαν καὶ οὐ δοκήσει καὶ φαντασίᾳ, κατὰ τοὺς λήρους ἐκείνου, ἡ μετὰ ἀνθρώπων ἀναστροφὴ καὶ ἐμπολίτευσις δεικνυμένη παρὰ χριστιανοῖς δέδεκται ὡς ἀληθῶς καὶ πιστεύεται, οὐδὲ τοῦ τυχόντος κρίνει λόγου· οὕτω διαφανῶς δηλοῦται παντάπασιν ἠρνημένος τῆς τοῦ Λόγου σαρκώσεως τὸ μυστήριον.

Καὶ τὰ ἐπὶ τούτοις ἔτι διαφανέστερα. Τί γὰρ ἐπάγει; ὅτι ÷ Φασίν τινες ὅτι ἐπειδὴ τέλειος ἄνθρωπος ἐγένετο ἐκ Μαρίας τῆς ἀειπαρθένου, διὰ τοῦτο ἄνθρωπον αὐτὸν ποιοῦμεν. ÷ Τί τούτων τῆς μανιχαϊκῆς καὶ φασματώδους λύσσης ἐνδεικτικώτερον; «Φασίν τινές.» Αὐτὸς γὰρ οὐ λέγει, οὐδὲ μὴν ὁμολογεῖν· ἀνέχεται. Εἶτα ἐπὶ τούτοις· ÷ Καὶ διὰ τοῦτο ἐνηνθρώπησεν, ἵνα τὸν ἀκατάληπτον, δι’ οὗ τὰ πάντα ἐγένετο, διὰ χειρῶν σου γράψαι δυνηθῇς. ÷ Τό· «διὰ τοῦτο ἐνηνθρώπησε,» κατειρωνευόμενος προτείνει· ὥσπερ γὰρ καταχλευάζων καὶ ἀποσκώπτων τὸν λόγον τοῖς οὕτω φρονοῦσιν ἐγκαλεῖ· ὅτι Ὑμεῖς μὲν, οἱ χριστιανοὶ, λέγετε ὅτι ἄνθρωπος γέγονεν. Ἐγὼ γὰρ, φησὶν, οὐ λέγω. Ἐπεὶ πῶς ἀκατάληπτος, καί σοι κατισχύειν διὰ χειρὸς αὐτὸν γράφειν κείσεται; Τῇ γὰρ τοῦ ἀγράφου φωνῇ παριστάμενοι, οὗτός τε καὶ ἄλλοι τῆς φαντασίας οἱ ἐξηγούμενοι, ἄνω καὶ κάτω τὸν τῆς σαρκώσεως τοῦ Σωτῆρος λόγον διασαλεύειν ἐκμηχανῶνται.

Εἶτα, ὥσπερ συμπεραίνων ἃ κακῶς καὶ ἀθέως συνελογίσατο, ἐπιφέρει· ÷ Οὐκοῦν οὐκ ἔστιν ὅμοιος τοῦ Πατρὸς, οὐδὲ ζωοποιεῖ τοὺς νεκρούς. ÷ Τί ταῦτα λέγων; ὅτι εἰ γράφεται, καταληπτός ἐστιν· εἰ καταληπτός ἐστιν, ἐνηνθρώπησεν· εἰ ἐνηνθρώπησεν, οὐκ ἔστιν ὅμοιος τῷ Πατρί. Καὶ πῶς οὐχὶ τοῦτο ἄτοπον; ὅμοιος γὰρ ὁ Υἱὸς τῷ Πατρὶ, καὶ ἐπεὶ ὁ Πατὴρ ἀκατάληπτος καὶ ἄγραφος, καὶ διὰ τοῦτο καὶ ὁ Υἱός. Οὐκ ἄρα ὁ Υἱὸς ἐνηνθρώπησεν, ἵνα μὴ καταληφθῇ· οὐ καταληφθήσεται δὲ, ἵνα μὴ γραφῇ. Οὕτως ἐκ τοῦ ἀγράφου δι’ ἀναλύσεως φωράσει τις ἐκτυπώτερον τὴν βλασφημίαν· ÷ Οὐκ ἔστιν οὖν, φησὶν, ὅμοιος τῷ Πατρί. ÷ Οὐκοῦν, ἐπειδή σοι οὐ κατείληπται, οὐ δύνῃ διὰ χειρῶν σου γράψαι, καὶ διὰ τοῦτο οὐκ ἐνηνθρώπησεν, οὐκ ἄρα ὅμοιος μητρί· ἢ μηδὲ μήτηρ παρὰ σοί· ἀλλὰ μὴν ἔστιν αὐτῷ μήτηρ. Πῶς γὰρ οὔ; ἐνηνθρώπησεν ἄρα· διὸ καὶ κατείληπται, οὐκοῦν ἐκ παντὸς καὶ γράφεται, ἐπεὶ καὶ ἡ μήτηρ. Οὕτως ἄν τις ἀνθυπενεγκὼν εἴποι· δικαιότερον δ’ ἂν μᾶλλον ῥηθείη ὅτι ἡ ἄμετρος τῶν λόγων αὐτῶν βλασφημία εἴη εἰς ἐκεῖνον, ἐπεὶ οὐδὲ μητέρα τῷ Χριστῷ διδόναι βούλεται. ÷ Ἀλλ’ ὡς φατὲ ὑμεῖς, ἔπειτα οὐδὲ ζωοποιεῖ τοὺς νεκροὺς, εἰ γράφεται, φησί. ÷ Ταυτὸν δὲ, «εἰ ἐνηνθρώπησεν,» ὡς ὁ λόγος συνήγαγεν, ὡς, «εἰ ζωοποιεῖ·» οὐκ ἐνηνθρώπησε κατ’ αὐτόν.

Ἀλλ’ ἴδωμεν πῶς ζωοποιεῖ· ἆρα οὐκ ἐπειδὴ νενέκρωται σώματι καὶ ἀνιστάμενος ἐξ ἅδου, τοὺς ἀπ’ αἰῶνος τοῖς τοῦ θανάτου βρόχοις κατειλημμένους ἐξανίστησιν; Εἰ τοίνυν νενέκρωται, πῶς οὐκ ἐνηνθρώπησεν; Πῶς οὐ καταληπτὸς κατ’ αὐτό γε τὸ ἐνηνθρωπηκέναι; πῶς οὐ γράφεται; Ἀλλὰ ζωοποιὸν τὸ σῶμα Χριστοῦ· Θεοῦ γὰρ σὰρξ καὶ ζωῆς σῶμα, ὅπερ ἐκεῖνος ἀθετῶν τῆς ὄντως ζωῆς διημάρτηκε, καὶ ζῶν ἔτι τέθνηκε.

Τί οὖν αὐτῷ βούλεται ὁ λόγος; ἢ μὴ πιστευθῆναι ἀληθῶς καὶ κυρίως σεσωματῶσθαι τὸν Λόγον, τῇ τῆς δοκήσεως ὑπαγομένῳ ἐξαπάτῃ· ἢ εἰ τοῦτο δοθείη, ἠλλοτριῶσθαι αὐτὸν τῆς τοῦ Πατρὸς ὁμοιότητος. Ἐντεῦθεν ἔοικεν ὅλος φαντασιώδης ὢν, καὶ τῇ Μανιχαίων προσκείμενος δόξῃ, τὴν τοῦ Σωτῆρος σάρκωσιν ἀπαρνούμενος, καὶ ὅλον ἀποσκευαζόμενος τὸ τῆς οἰκονομίας μυστήριον.

Εἶτά φησιν· ÷ Ποῦ σοι διέταξε ταῦτα ἐλθὼν ἐπὶ γῆς ποιῆσαι ὅμοιον αὐτῷ καὶ προσκυνεῖν καὶ ὁρᾷν; ÷ Ὅπου τὸν σταυρὸν αὐτοῦ, καὶ τἄλλα ὅσα παρ’ ἡμῖν σεβάσμια, οὗ διέταξε προσκυνοῦμεν· ἡμῖν γὰρ οἷς ἡ τοῦ εὐαγγελίου ἐπέλαμψε χάρις, οὐκ ἐκ διατάξεως μέτεστιν, ἀλλ’ ἐκ πίστεως καὶ ἀγάπης κεκινημένοις τούτοις προσφέρειν τὰ γέρα· προφθάνει γὰρ ἡ πίστις τὴν πρόσταξιν· οὐδὲν γὰρ πίστεως ἰσχυρότερον, οὐδὲ ἀγάπης θερμότερον. Διὸ οὐκ ἔτι τοσαύτης κριθείη τὸ ἐκ προστάξεως προαγόμενον χάριτος. Πῶς δὲ οὐ δίκαιον ὑπὲρ εὐνοίας ἠγμένοις, ὑπὲρ τῶν τηλικούτων λαμπρῶν καὶ ἀξιαγάστων δωρεῶν αὐθαιρέτως τὸν εὐεργέτην ἀμείβεσθαι; οὕτω γοῦν καὶ τοῖς εὐγνώμοσι δούλοις πάντα τὰ τῷ δεσπότῃ ἀνήκοντα τίμια καὶ σεμνὰ, οὐ δεομένοις τῆς παρ’ ἑτέρων φωνῆς, ἀλλ’ οἴκοθεν ἔχουσι τὸν πρὸς τοῦτο κινοῦντα ἔρωτα. Μηδὲ γὰρ τῶν ἵππων τοὺς εὐγενεστέρους καὶ θερμοτέρους δεῖσθαι μάστιγος καὶ τοῦ πλήττοντος. Νήψει λοιπὸν καὶ ἀγχινοίᾳ ἐγρηγορότες πρὸς τὰ ποθούμενα καὶ τοῦ μακαρίζεσθαι εἶεν ἄξιοι· «Μακάριος γὰρ, φησὶν ὁ Κύριος, ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντα·» Σὺ δὲ ὁ πονηρὸς καὶ δυσγνώμων δοῦλος, ὥσπερ ὑπὸ ῥᾳθυμίας καὶ ὕπνου τῆς ἀπιστίας βεβαρημένος οὐδὲ κέντροις πληττόμενος.

Ὁρᾷς γὰρ τὴν τῶν ἀγαθῶν δούλων εὐγνωμοσύνην πλήττουσαν διεγείρειν πρὸς τὸν πόθον τοῦ κτίσαντος καὶ τὸ γνήσιον· βούλει δὲ ἅπαντας κατὰ σὲ πρὸς τὴν τοῦ Δεσπότου ἀπονυστάζειν εὔνοιαν, καὶ διὰ τοῦτο προστάξεις καὶ ἀπορίας προϊσχόμενος, προφασίζει προφάσεις ἐν ἁμαρτίαις, ὑφ’ ὧν δὴ καὶ ταλανίζεσθαι κριθήσῃ δίκαιος.

Ἆρ’ οὖν ὁ πιστῶς ἐρῶν κατιδεῖν τὸ ἀρχέτυπον, εἶτα τῆς θέας διαμαρτὼν, ἀπείρχθη καὶ τοῦ δευτέρου; Εἰ μὲν κεκώλυται, ἔσχεν ἂν ὁ λόγος τῷ ἄφρονι χώραν· εἰ δὲ μετ’ εὐμενείας προσδέδεκται, καὶ αὐτόχειρ ὁ αἰτηθεὶς γέγονε τοῦ ἐρῶντος ἀποπλῆσαι τὸν πόθον, ποῖος λόγος διατάξεως ἐν χρείᾳ τοῖς πιστοῖς καταστήσεται; Εἰ δέ τισι τῶν νῦν ἀπειθούντων τῇ ἀληθείᾳ ὁ λόγος προσίσταται, μαρτυρείτω τὰ ὁρώμενα καὶ πειθέτω τὰ πραττόμενα· ἐξ ὧν καὶ εἰς δεῦρο ἥ τε τῶν Ἐδεσσηνῶν ἐνσεμνύνεται καὶ ἡ Ῥωμαίων πρεσβυτέρα ἐγκαλλωπίζεται πόλις. Ἀλλ’ ἠγνόησεν ὅτι ὁ λόγος τοῦ ἔργου δεύτερος καὶ ἡ ποίησις τῆς προστάξεως τὸ ἀξιολογώτερον καὶ πιστότερον κέκτηται. «Μακάριος γὰρ, φησὶ τὸ εὐαγγελικὸν λόγιον, ὃς ποιήσει καὶ διδάξει.»

Εἰ γὰρ συνῆκε ταῦτα ὁ δείλαιος τὰ παρὰ τοῦ Σωτῆρος ἀχειρότευκτα ὁμοιώματα, πρὸς τὸ θεῖον ἐκτυπωθέντα κάλλος, τοῦ παντὸς ἂν ὡς ἱερὰ ἐτιμήσατο, προσΐετο δὲ καὶ δεδυσώπητο καὶ τὰ ἐνταῦθα τελούμενα λαμπρὰ καὶ περιφανῆ θαύματα, ἃ δὴ διὰ πλειόνων μέχρι καὶ νῦν ἱστορούμενα ᾄδεται· ἐδέχετο δὲ τὸ ἔργον καὶ πρὸ τοῦ λόγου, εἴπερ τὸ ἔργον τοῖς λόγοις τὸ ἀσφαλὲς ἐπιτίθησιν, καὶ ὡς τὰ βλεπόμενα τῶν ἐξ ἀκοῆς προσπιπτόντων πιστότερα· καὶ οὐκ ἂν ἐπὶ τοσοῦτον μανίας καὶ ἀπονοίας ἀφῖκτο, ὥστε καὶ ὁρᾷν τι πεπραγμένον καὶ παρὰ τοῦ δρῶντος αὐτοῦ γε τούτου, νόμους καὶ διατάξεις ἐπιζητεῖν περιεργότερον· ἐπέγνω δ’ ἂν, ὡς οὐ παρέσχετο τοῖς αἰτοῦσιν ὁ Κύριος τὰ οὕτω σεμνὰ καὶ τριπόθητα ὕβρεως χάριν, ἀλλὰ σεβασμοῦ καὶ τιμῆς ἄξια.

Ἐπεὶ οὖν ἐπιφανείσης τῆς χάριτος, ἐπέγνωμεν χριστιανοὶ τὸν κτίσαντα, καὶ τῶν εἰδωλικῶν λελυτρώμεθα σεβασμάτων, κυρίως δὲ καὶ ἀληθῶς ἄνθρωπον καθ’ ἡμᾶς τὸν τοῦ Θεοῦ Υἱὸν καὶ Θεὸν ἡμῶν πεφηνότα ἁμαρτίας δίχα, ὁμολογοῦμεν, καὶ τὴν δούλειον μορφὴν περιβαλόμενον, καὶ τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσαντα· ταύτῃ λοιπὸν καὶ εἰκονιζόμενον καὶ γραφόμενον ἐπιστάμεθα. Διὸ τὰ ἐκ τῆς χάριτος ἀφοσιουμένοις ἡμῖν οὐδὲν ἂν δεήσειεν ἐνταλμάτων καὶ προσταγμάτων· αὐτεπάγγελτοι γὰρ πρὸς τὸ καλὸν καὶ ὅσιον ὡρμημένοι, καὶ τὰ ἐκ τῆς ἀληθοῦς αὐτοῦ ἐνσωματώσεως ἡμῖν κεχαρισμένα δημοσιεύοντες, τὸν τύπον τοῦ παναγίου καὶ θείου σώματος, καθ’ ἃ ὤφθη τοῖς ἐπὶ γῆς, διαγράφομεν καὶ προσκυνοῦμεν.

Ὁ δὲ (τί γὰρ χρὴ περὶ ὁμοιωμάτων καὶ εἰκονισμάτων λέγειν;) αὐτὴν ἀθετῶν τοῦ ἀρχετύπου τὴν ἐπιφάνειαν, ὡς ἐν ψιλαῖς ἐπινοίαις ταύτην γεγενῆσθαι φαντασιοῦται. Προσεκτέον γὰρ, ὅτι εἰπὼν ÷ ἐλθὼν ἐπὶ τῆς γῆς ÷, οὐδ’ ὅλως μνήμην σαρκὸς ἢ σώματος ὁ φασματώδης πεποίηται· ἦ γὰρ ἂν ἔστεργεν αὐτὸν εἰκονιζόμενον, καὶ εἰκόνι καθ’ ὃ ἄνθρωπος προσκυνούμενον· ἔνεμε δὲ ὡς Θεῷ τὸ ἀκατάληπτον καὶ ἀπερίγραπτον· ἀλλ’ ἐπειδὴ τῆς χριστιανῶν θρησκείας ἐτύγχανεν ἀλλοτριώτατος, τί περὶ τῶν παρὰ χριστιανοῖς τιμίων καὶ σεμνῶν καὶ ὧν αὐτουργὸς γεγονὼς κατῆρξεν ὁ πάντων ἡμῶν Σωτὴρ καὶ Θεὸς ἀποφαίνεσθαι τολμᾷ;

Ὁρᾶτε γὰρ εἰς ὅσον καὶ ὅποι τὴν βλασφημίαν αἴρει· ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς θεομάχου καρδίας ἐκφέρει τὰ πονηρὰ, ἅπερ οὐδὲ ἡ ἐμφωλεύουσα ἐν αὐτῷ πονηρὰ δύναμις φάναι τετόλμηκε· δέος γὰρ μέγα καὶ ἐπὶ νοῦν βαλέσθαι. ÷ Αὕτη ἡ διάταξις, φησὶ, τοῦ πονηροῦ ἐστιν, ἵνα καταφρονήσῃς Θεοῦ. ÷ Ποῖον πρὸς τῇ ἀσεβείᾳ μωρίας τε καὶ κτηνωδίας μέτρον οὐχ ὑπεραίρει, τοῖς τὰ θεῖα σεμνῶς περιέπουσι Θεοῦ ἐπικαλεῖν καταφρόνησιν;

Ἀντεπαπορῆσαι δὲ ἄξιον πρὸς αὐτὸν καὶ ἀνερέσθαι. Σοὶ δὲ ποῦ διέταξεν «ὁ ἐπὶ γῆς ἐλθὼν» καὶ σωματωθεὶς ὡς ἀληθῶς Θεὸς, καθάπερ ἡμῖν πιστεύεται, ὅμοιον αὐτῷ μὴ ποιεῖν, μηδὲ προσκυνεῖν; ἢ ποῦ ποτε ἄρα ἤκουσται τοῦτο, ἐναντία προστάττειν αὐτὸν ὧν πέπραχεν, ὃ καὶ λέγειν τῶν ἀτόπων εἴη ἂν ἀτοπώτερον; ἢ τοὺς εὐσεβῶς ποιοῦντας ἐξείργειν νόμοις ἐγγράφοις νομοθετοῦντα; πόθεν δέ σοι, τοὺς ἱεροὺς ναοὺς καθαιρεῖν, καὶ τὰ θεῖα διορύττειν θυσιαστήρια, καὶ πᾶν ἱερὸν κειμήλιον τροφὴν πυρὸς ἀπεργάζεσθαι; ἢ οὐχὶ τοῦ ἐνοικοῦντος ἐν σοὶ τῷ ὄντι πονηροῦ καὶ ἀκαθάρτου δαίμονος αὕτη ἡ χριστομάχος πρᾶξίς τε καὶ διάταξις;

Εἰ δὲ τὰ διδάγματα τῶν ἀποστόλων διατάξεις ἴσμεν τοῦ διδασκάλου αὐτῶν καὶ πάντων ἡμῶν Σωτῆρος, πρὸς τοὺς ἐξ ἀπιστίας διατάξεις αἰτοῦντας οἷα κηρύσσοντες τὸν λόγον διέταττον, ἐν ἑτέροις σαφέστερον λέγεται.

Τούτοις ἑξῆς προστίθησι λέγων· ÷ Ὁ Θεὸς γὰρ ἐν πάσῃ τῇ παλαιᾷ καὶ καινῇ ταῦτα ἀναιρεῖ, ἀκριβῶς λέγων· «Κύριον τὸν Θεὸν προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.» ÷ Ἐκνήψατε οἱ μεθύοντες ἐξ οἴνου τῆς ἀπειθείας καὶ ἀγνωσίας ὑμῶν, καὶ ἴδετε διὰ τούτων οὐκ Ἐπιφάνιον, ἀλλ’ Εὐσέβιον ἤδη φθεγγόμενον. Ὁμοίως γὰρ Εὐσεβίῳ ὁ ταῦτα εἰρηκὼς Ἐπιφανίδης καὶ τῶν παλαιῶν καὶ τῶν νέων ἠγνόηκε τὴν δύναμιν, ἐπεὶ καὶ ὁμοίαν καὶ ἴσην ἐπ’ ἀμφοτέρων τὴν λατρείαν ἀνεῖναι ἀμφότεροι τίθενται· ὡσαύτως καὶ τῆς νομικῆς λατρείας παρῄτηνται τὰ ἐντάλματα, καὶ τῆς ἐν πνεύματι τῶν χριστιανῶν θεοσεβείας ἀπήρνηνται τὸ μυστήριον, καὶ οὔτε Ἰουδαῖοι καθαρῶς, οὔτε μὴν χριστιανοὶ ἐμφανῶς χρηματίζουσιν· ἀναμέσον γὰρ ἁγίου καὶ βεβήλου οὐ διέκριναν, εἰς ταὐτὸν ἄγοντες δυσσεβῶς καὶ ἀθέως Χριστοῦ εἰκόνισμα καὶ δαιμονίων φάσματα, καὶ οὐδὲν τὸ διηλλαγμένον τῆς χριστιανῶν θεοσεβείας καὶ λατρείας τῆς ἐν πνεύματι πρὸς τὴν ἑλληνικὴν δεισιδαιμονίαν διδόντες, ἢ τὸ ἐν προσκυνήσει ὁπωσοῦν διάφορον εἰδότες, ἀλλὰ μιγνύοντες τὰ ἄμικτα, καὶ τῶν τῆς νέας εὐαγγελικῆς χάριτος συμβόλων, ἀπὸ τῶν παλαιῶν ὁρμώμενοι, ποιοῦνται τὴν ἀναίρεσιν. Ἐξ ὧν πρὸς τῇ ἀσεβείᾳ καὶ ἡ παραφροσύνη αὐτῶν ἐμφανῶς στηλιτεύεται.

Πρὸς οἷς ἤδη καὶ πρὸς πᾶσαν τὴν παλαιὰν, ἐφ’ ᾗ αὐχοῦσι καὶ μέγα φρονοῦσι, παντελῶς ἀποτυφλώττουσιν, ἀγνοήσαντες ὅτι οὐδὲ ταύτῃ ὁμοιωμάτων ἀμοιροῦσα ἐτύγχανεν· οἷα δὴ ἐκεῖνα ἴσμεν τὰ χρυσότευκτα Χερουβὶμ, ἃ προστάξει τοῦ τῶν ὅλων Θεοῦ καθύπερθε τῆς κιβώτου ἵδρυτο ἐν τῇ σκηνῇ τε ἐκείνῃ τῇ παλαιᾷ, ἔτι καὶ τοῖς εἰς ὕστερον δωμηθεῖσιν ἐπέπρεπε ναοῖς.