Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος (Νόθος)

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Ιστορικές και πατερικές μαρτυρίες υπέρ της ιεράς εικονογραφίας

Παράθεση αρχαίων μαρτυριών, πατερικών χωρίων και του παραδείγματος του Μεγάλου Κωνσταντίνου που επιβεβαιώνουν την αποδοχή των ιερών εικόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 8 από 11

Τούτων οὕτω λεχθέντων, ἀκόλουθον ἂν εἴη καὶ τοῖς ἑξῆς ἑπομένοις ἐπιβάλλειν· γλωσσαλγήσας γὰρ οὐκ ὀλίγα κατὰ τῆς ἱερᾶς ἡμῶν θρησκείας ὁ ἐξάγιστος, λοιπὸν ὥσπερ καταγοητεύων τὸν Θεοδόσιον καὶ ἅμα ὡς ἐγκαλῶν, τοιαῦτα προστίθησιν· ÷ Νοήσει γὰρ ἡ σὴ εὐσέβεια εἰ πρέπον ἐστὶν ἔχειν ἡμᾶς Θεὸν ζωγραφητὸν διὰ χρωμάτων. ÷ Αὕτη τοῦ ἀρειανικοῦ ἡ ζύμη φυράματος!

Συμφθεγγέσθω γὰρ αὐτῷ πάλιν ἀρειανίζων Εὐσέβιος, τῶν ἀρειανῶν ἡ ἀκρόπολις, πρὸς τὴν βασιλίδα Κωνσταντίαν γράφων οὕτως· ÷ ὅτι οὐχ ἡγοῦμαι δίκαιον εἰδωλολατρῶν δίκην τὸν Θεὸν ἡμῶν ἐν εἰκόνι περιφέρειν. ÷ Ἀρειανῶν γὰρ δόξα, συνανακεκρᾶσθαι καὶ συγκεχύσθαι τὴν σάρκα τῇ θεότητι, καὶ ταύτῃ μηδὲ γεγράφθαι Χριστόν.

Ἀποχρῶσαν οὖν τὴν Εὐσεβίου φωνὴν ὁρῶντες ὁμόδοξον αὐτῷ καὶ τουτονὶ τὸν ἀνόσιον ἐκδεικνύναι, προσθεῖναί τι πλέον οὐκ ἀναγκαῖον ἡγούμεθα· τοῦτο δὲ ἀναμνῆσαι μόνον, ὡς ὁ λέγων «ὅτι ἤκουσα ὡς καὶ τὸν ἀκατάληπτον Υἱὸν τοῦ Θεοῦ τινὲς γράφειν ἐπαγγέλλονται,» καὶ ἑτέρωθί που γράφων «ὅτι οὐ μέμνημαί τι τοιοῦτον ἰδὼν,» νῦν ἔχοντα ἑαυτὸν εἰσάγει Θεὸν διὰ χρωμάτων ζωγραφητόν.

Οὕτω καὶ πρὸς ἑαυτὸν καὶ πρὸς τὴν ἀλήθειαν διαστασιάζων, οὐδαμοῦ τὸ σύμφωνον διασώζει, ἅπερ βεβαιοῦν φιλονεικῶν, τοὺς παλαιοὺς πατέρας ἐπάγεται καὶ φάσκει· ÷ Τίς τῶν παλαιῶν πατέρων Χριστοῦ εἰκόνα ζωγραφήσας ἐν Ἐκκλησίᾳ, ἢ ἐν οἴκῳ ἰδίῳ κατέθετο, ἢ ἐν βήλοις θυρῶν; [Τίς] τῶν ἀρχαίων ἐπισκόπων Χριστὸν ἀτιμάσας ἐζωγράφησεν;

Τίς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, Μωσέα τε καὶ τοὺς προφήτας, ἢ Πέτρον ἢ Ἀνδρέαν ἢ Ἰάκωβον, ἢ Ἰωάννην, ἢ τοὺς λοιποὺς ἀποστόλους οὕτως παρεδειγμάτισεν καὶ ἐθριάμβευσεν; ÷ Καὶ μὴν αὐτὸς ἦν ὁ λέγων ὅτι οἱ ταῦτα γράφοντες φασὶν ὅτι «Εἰς τιμὴν καὶ μνημόσυνον τῶν ἁγίων ποιοῦμεν·» ἀλλ’, ὡς ἔοικεν, καὶ ἑαυτὸν καὶ τοὺς οἰκείους λόγους ἠγνόησεν.

Εἰ δὲ ἀγνοεῖς ταῦτα, εἴποιμι ἂν πρὸς σὲ οἷα παρόντα τοῖς λόγοις, ὅτι· Αὐτόθεν δέχου τῆς ἀτοπίας καὶ τοῦ ψεύδους τὸν ἔλεγχον. Ἵνα πρότερον ἐκ τῶν σῶν καὶ τῆς σῆς φρατρίας κατάρξωμαι, Εὐσέβιος ὁ σός σοι προκείσθω, ὁ κατὰ τῆς ἀληθείας ἱστάμενος, καὶ μικρόν τι τῆς ἀληθείας ἁπτόμενος διὰ τὸ τῶν πραγμάτων ἀπαραίτητόν τε καὶ ἀναπόδραστον, συγγράφων καὶ αὐτὸς τεθεᾶσθαι τὸν χαλκοῦν ἀνδριάντα, ὃν ἐπ’ ὀνόματι Χριστοῦ ἡ εὐεργετηθεῖσα γυνὴ ἀνεστήλωσεν, ὥστε φέρειν τὴν μνήμην τοῦ κατ’ αὐτὴν τῆς ἰάσεως θαύματος.

Τούτου δὲ πρὸς τὴν τοῦ Σωτῆρος ἐπιφάνειαν τί ἂν εἴη ἀρχαιότερον; εὐγνωμονεῖ δὲ καὶ περὶ τὰ τελούμενα θαύματα παρὰ τῆς ἐκεῖθεν φυομένης ἱερᾶς καὶ θεοβλάστου πόας καὶ ὡς ἦν ἅπασιν ἀλεξίκακον ἐπικούρημα.

Ἔτι πρὸς τούτοις φάσκων ὅτι· ÷ Καὶ τῶν ἀποστόλων αὐτῶν τὰς εἰκόνας, Παύλου καὶ Πέτρου καὶ αὐτοῦ δὴ Χριστοῦ διὰ χρωμάτων ἐν γραφαῖς σωζομένας ἱστορήσαμεν, τῶν παλαιῶν ἀφυλάκτως οἷα Σωτῆρας ἐθνικῇ συνηθείᾳ τοῦτον τιμᾷν εἰωθότων τὸν τρόπον. ÷ Ἰδοὺ τοίνυν ὁ παλαιὸς Εὐσέβιος παρὰ τῶν παλαιοτέρων γεγενημένας ἱερὰς Χριστοῦ καὶ τῶν ἁγίων εἰκόνας ἱστορεῖ καὶ συντίθεται· οὕτω μὲν περὶ τὴν ἀλήθειαν τὸ ἀσύμφωνον πρός τε ἑαυτοὺς καὶ ἀλλήλους περιφανῶς κέκτηνται.

Πρὸς δὲ τὸ ψεῦδος τὸ σύνδρομον καὶ ὁμότροπον κεκλήσθωσαν τῶν συνηγόρων καὶ ἕτεροι, μᾶλλον δὲ τοῦ ψεύδους τῶν κατηγόρων, οἱ τῆς καθ’ ἡμᾶς εὐγενείας ὑποφῆταί τε καὶ διδάσκαλοι· λεγέτω τούτων τις· ÷ Εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους, καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον, ἐναργῶς τῆς τέχνης ὑπ’ ὄψιν ἀγούσης τὴν ἱστορίαν. ÷ Ὁ ἱερὸς δὲ οὗτός ἐστι Γρηγόριος, ὁ τῆς Νησαέων ἔχων τῆς ἱερωσύνης τοὺς οἴακας, ἐν οἷς τὸν περὶ θεότητος Υἱοῦ καὶ Πνεύματος λόγον πεποίηται, ἐγκώμιόν τε εἰς τὸν Ἀβραὰμ διεξέρχεται.

Ἕτερος δ’ αὖ λεγέτω· ÷ Ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν εὐσεβείας πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι ἐλαύνοντα βαρβάρων νέφη· εἶδον πατούμενα βαρβάρων φῦλα, καὶ τὸν Δαυὶδ ἀληθεύοντα· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις ÷ Ὁ μέγας οὗτός ἐστιν Ἰωάννης ὁ χρυσόστομος, ὁ αὐτὸς καὶ μαρτύρων ἁγίων ἐξιστορουμένους ἀγῶνας τεθεαμένος. Τὰ παραπλήσια ἀποφαίνεται ἐν τοῖς εἰς τὸν μέγαν Ἰὼβ εἰρημένοις αὐτῷ λόγοις. Ἐχέτω δὲ καὶ τὴν τοῦ θείου Ἀποστόλου καὶ τιμάτω εἰκόνα.

Πρὸς δέ γε καὶ ὁ θεῖος Γρηγόριος τὸν εἰς τὸν μέγαν Βασίλειον πόθον ἀφοσιούμενος, εἰκόνος ἀναθήματι τιμάτω τὸν ἄνδρα, τῶν διὰ λόγων ἐγκωμίων ἡττῆσθαι ὁμολογῶν, ἣν δὴ καὶ ἡρωικοῖς μέτροις καὶ ἐλεγείοις ἐφαίδρυσεν, ὡς ζῶντι προσφθεγγόμενος τῷ γεγραμμένῳ, ὧν οἱ τελευταῖοι στίχοι εἶεν ἂν οἵδε·

Χαίροις, ὦ Βασίλειε, καὶ εἰ λίπες ἡμέας, ἔμπης Γρηγορίου τόδε σοὶ γράμμ’ ἐπιτυμβίδιον. Μῦθος δ’, ὃν φιλέεσκες· ἔχοις χρέος, ὦ Βασίλειε, Τῆς φιλίης, καὶ σοὶ δῶρον ἀπευκτότατον. Γρηγόριος, Βασίλειε, τεῇ εἰκόνι ᾗ ἀνέθηκα Τῶν ἐπιγραμματίων τήνδε δυωδεκάδα.

Καὶ μέντοι καὶ ὁ ἀοίδιμος Κύριλλος εἰς μάρτυρας λόγους συντιθεὶς, τοιαῦτα φραζέτω· ÷ Εἶδον κατὰ τοίχου γραφῆς ἐναθλοῦσαν τοῖς σκάμμασι κόρην, καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν κατώπτευσα. ÷ Ἐμφανιζέσθω καὶ αὐτὸς ὁ μέγας Βασίλειος, καὶ παρακελευέτω καὶ νῦν ζωγράφοις μαρτύρων ἁγίων λαμπρότερον ἀναγράφειν εἰκόνας, καὶ ὁμοῦ τοῖς ἐκείνων ἄθλοις, αὐτὸν τὸν τῶν μαρτύρων ἀγωνοθέτην Χριστὸν συνεγγράφειν τοῖς πίναξι. Παρείσθω νῦν τὰ πολλὰ πρὸς τὸ μὴ μηκύνειν τὸν λόγον· πολλὰ γάρ ἐστιν εἴ τις συλλέγειν βούλοιτο. Τί λέγετε ὑμεῖς, οἱ τοῖς φάσμασι τῶν φαντασιωδῶν ἐπαγαλλόμενοι; εἶδέ τις τῶν πατέρων τῶν πάλαι τὰς εἰκόνας Χριστοῦ τε καὶ ἀποστόλων καὶ τῶν ἄλλων ἁγίων; Πείθεσθε τοῖς συνηγόροις, ἢ τραχύνεσθε τῆς φαντασίας τοῖς κέντροις νυττόμενοι.

Ἔδει δὲ ἡμᾶς, ἓν ἀντὶ πάντων θέντας, λῦσαι τέλεον τὸ ζητούμενον· ἀκούετε λοιπὸν, οἱ τούτων περιεχόμενοι τῶν δογμάτων, τί φησιν ὁ καθ’ ὑμᾶς Ἀστέριος, ὃν κράτιστον ἐν τοῖς ὑμετέροις λόγοις μάρτυρα ἐπιφέρεσθε· καθ’ ἣν χρῆσιν τοῦ ὀρθοῦ καταφρυάττεσθε δόγματος, ἐκ τοῦ εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον λόγου ληφθεῖσαν· «ὄψῃ τὴν ἁμαρτωλὸν τοῖς ποσὶ τοῦ Ἰησοῦ προσπίπτουσαν·» καὶ πάλιν· «Μὴ τὴν ἁμαρτωλὸν γυναῖκα ἐπιμελῶς ὅρα γονυπετοῦσαν τὸν Κύριον Ἰησοῦν·» καὶ Κύριον τὴν εἰκόνα τοῦ Κυρίου μηδενὶ παρακαλύμματι προσχρησάμενος, ἀλλὰ γυμνῇ τῇ φωνῇ Ἰησοῦν καὶ Κύριον τὸ ἐν σηρικοῖς ὑφάσμασιν ἀπεικόνισμα προσηγόρευσε, Χριστιανῶν ἔθεσιν προσομιλῶν ἑπομένοις, οὐκ ἐθνικῇ συνηθείᾳ, ὡς Εὐσεβίῳ δοκεῖ, ὑπαγομένοις· ὅς γε καὶ τῶν ἀρχαιοτέρων, τάχα καὶ ἀρχαιοτέρων τῶν ὑφασμάτων μέμνηται. Ἀλλ’ εἴ πού γε ὑμῖν τοῖς αἱρετοῖς οὐ συναίρεται, οὐδὲ τοῖς παρ’ ὑμῶν διδασκάλοις ὑπείκετε. Φιμούσθω οὖν πᾶσα γλῶσσα καὶ ἐμφραττέσθω πᾶν στόμα κατὰ τῆς Χριστοῦ Ἐκκλησίας φθεγγόμενον ἄδικα.

Εἰ δὲ δὴ πρὸς βασιλεῖς καὶ περὶ βασιλέων ὁ λόγος, μάθετε οἷα ὁ πρῶτος ἐν βασιλεῦσι χριστιανῶν, τὰ πρὸς Θεὸν καὶ τὴν καθ’ ἡμᾶς πίστιν εὐσεβῶν Κωνσταντῖνος πεποίηκεν, ὅπως τε τὰ Ἑλλήνων καθελὼν καὶ τὰ ἡμέτερα τιμήσας καὶ ἀναστήσας, τὰς ἱερὰς ταύτας γραφὰς πανταχοῦ ἀνεστήλωσε· καὶ τούτων ἐστὶ τὴν πίστωσιν δέξασθαι ἐξ αὐτῆς τε τῶν φαινομένων τῆς θέας καὶ ἐξ ὧν πάλαι περὶ αὐτοῦ ἐξιστόρηται. Ὡσαύτως δὲ καὶ οἱ μετ’ ἐκεῖνον ἐκείνῳ τὴν εὐσέβειαν ἐφεπόμενοι περὶ τὰ θεῖα θεοπρεπῶς προτεθύμηνται· δι’ ὃ καὶ ἀρχαιότητι διαφέροντα τίμιά ἐστι καὶ αἰδέσιμα. Εἰ δὲ ἀρχαιότητι οὐ πείθεσθε, οὐδὲ τὰ κατ’ ὀφθαλμοὺς προκείμενα δυσωπεῖ, ἢ τὰ ταῖς ἱστορίαις παραδιδόμενα, οὐδ’ ἂν ἐκ νεκρῶν τις κηρύσσων ἀναστῇ, ἡ ὑμετέρα σκληροκαρδία καὶ ἀδάμαστος πεισθήσεται ψυχὴ, ἕως ἂν ὑμᾶς ἡ κραταία καὶ δικαία τοῦ Θεοῦ μετέλθοι δικαίως χείρ.