Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος (Νόθος)

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Επιχειρήματα περί της σωματικής εμφάνισης του Χριστού και των Αποστόλων

Ανασκευή των εικονομαχικών ισχυρισμών σχετικά με την ηλικία των αγίων, την κόμη των Ναζηραίων, την εμφάνιση των Αποστόλων και τη σωματική φύση του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 9 από 11

Ἀλλ’ ὧδε μὲν ταῦτα ἐχέτω· ἐπὶ δὲ τὸν προκείμενον σκοπὸν ἴωμεν· ὡς γὰρ σαφῆ καὶ τετρανωμένην ὁ τῶν φασμάτων κατάπλεως τὴν ἑαυτοῦ πλάνην καὶ βλασφημίαν παρίστησιν, ἀκουσόμεθα ὁποῖά τινα τοῖς προλαβοῦσιν ἐπάγει. ÷ Ἅμα δὲ καὶ ψεύδονται ἐξ ἰδίας αὐτῶν ἐννοίας, μορφὰς τῶν ἁγίων ἄλλως καὶ ἄλλως ἀνατυποῦντες, ποτὲ μὲν γέροντας, ποτὲ δὲ νεωτέρους τοὺς αὐτοὺς, ἃ μὴ ἑωράκασιν ἐμβατεύοντες· κόμην γὰρ ἔχοντα τὸν Σωτῆρα γράφουσιν ἐξ ὑπονοίας, διὰ τὸ Ναζωραῖον αὐτὸν καλεῖσθαι, εἴπερ οἱ Ναζωραῖοι κόμας ἔχουσι· σφάλλονται δὲ οἱ τοὺς τύπους αὐτῷ συνάπτειν πειρώμενοι· οἶνον γὰρ ἔπινεν ὁ Σωτὴρ, ὃν οἱ Ναζωραῖοι οὐκ ἔπινον. ÷ Ἀγάσαιτο ἄν τις αὐτὸν τῆς συνέσεως, ὡς οὐδὲ ἡβάσκειν ἢ γηράσκειν τοὺς ἁγίους ἀνέχεται, ἀλλ’ ἐκ πρώτης γενέσεως ἐπὶ τῆς αὐτῆς ἡλικίας ἵστασθαι, οὐδὲ δίδωσι νηπιότητος ἢ νεότητος ἢ γήρως διαφοράν.

Ταῦτα δὲ τί ἄλλο ἢ γελᾶσθαι ἄξια, καὶ τοῖς ἐπὶ σκηνῆς ἀποπέμπεσθαι; Ὡς οὖν ἐπὶ τῶν ἁγίων οὐδεμίαν διαφορὰν ἐπί τε ἡλικίας καὶ σχήματος δίδωσιν, οὕτως οὐδὲ τὸν Χριστὸν κόμην ἔχειν βούλεται, δι’ ὃ καταιτιᾶται τοὺς κομήτην αὐτὸν γράφοντας, ὥσπερ μὴ ἀληθῶς κομῶντα, κενεμβατοῦντας δὲ ἐν οἷς μὴ ἑωράκασι. Πρὸς δέ γε καὶ ἐξ ὑπονοίας διὰ τὸ Ναζωραῖον καλεῖσθαι· ἐπείπερ οἱ Ναζωραῖοι κόμας εἶχον, ἐξ οὗ καὶ σφαλλομένους ἀποφαίνεται, τοὺς τύπους αὐτῷ συνάπτειν πειρωμένους· ὡς τοῦ ἀσφαλοῦς κατ’ αὐτὸν ἔχοντος, μηδαμόθεν αὐτῷ τοὺς τύπους προσήκειν· ὡς ἂν πρὸς τοῖς ἄλλοις μηδὲ τὰ ἐπὶ τῇ θυσίᾳ τῇ κατὰ τὸν Ἰσαὰκ τυπικῶς πάλαι πραττόμενα πρόσοιτο. Ὁ τοίνυν τοὺς τύπους ἐπὶ Χριστοῦ ἀναιρῶν, προδήλως τὴν θεόπνευστον ἀθετεῖ γραφὴ, καθ’ ἣν ἐν πνεύματι προανεκηρύχθησαν· τοῦτο δὲ τί ἄλλο ἐστὶν, ἢ ὅλην τὴν θείαν ἠρνῆσθαι οἰκονομίαν; Εἰ γὰρ οἱ προσκιαγραφήσαντες τὴν ἀλήθειαν τύποι ἀναιροῦνται, ἀκόλουθον ἂν εἴη καὶ τὸν οὗ εἰσι τύποι, αὐτὴν φημὶ τὴν ἀλήθειαν, συνοιχήσεσθαι.

Πῶς οὖν σφάλλονται, ἐπάγει τὸ αἴτιον εὐθύς· ÷ Ὅτι οἶνον, φησὶν, ἔπινεν ὁ Κύριος, ὅνπερ οἱ Ναζωραῖοι οὐκ ἔπινον. ÷ Ὃ δὴ τεκμήριον τίθησι τοῦ μάτην ἐπὶ Χριστῷ τύπους προαγορεύεσθαι, συγκαταλελύσθαι δὲ καὶ τοὔνομα· καὶ τοῦτο παρὰ τοὺς λόγους αὐτοῦ ἀναφαίνεται, ψευδεῖς εἶναι τοὺς θείους χρησμοὺς καὶ τὰς προφητικὰς προῤῥήσεις, αἳ πόῤῥωθεν Ναζωραῖον αὐτὸν κεκλῆσθαι προανεφώνησαν, ὧν τύποι τῶν μελλόντων ἦσαν τὰ πρὶν ἱστορούμενα· ψευδῆ δὲ καὶ τὰ θεῖα τυγχάνειν εὐαγγέλια, αὐτούς τε τοὺς εὐαγγελισαμένους ἀπατεῶνας δεδεῖχθαι, ὡς ἅ γε οὐκ εἶδον οὐδὲ ἔμαθον τηνάλλως ἀναγράψαντας· ἢ γὰρ ὡς οὐκ εἰδότας οἶνον πεπωκέναι τὸν Χριστὸν διακρούεται καὶ ὑψηλότερόν τι αὐτὸς γινώσκειν φαντάζεται, ἢ εἰδότας, σφαλλομένους καὶ αὐτοὺς Ναζωραῖον καλεῖν, καὶ ἁπαξάπλως ἐς προῦπτον τῷ ἐκκλησιαστικῷ φρονήματι ἀπομάχεται. Ἀφ’ ὧν οὖν θαρσεῖ λέγειν ἐσφαλμένους τοὺς ἀκειρεκόμην τὸν Χριστὸν γράφοντας, ἀπὸ τούτων δείκνυται, ὁποίαν περὶ τοῦ κυριακοῦ σώματος ἐκέκτητο φαντασιούμενος τὴν διάληψιν.

Εἰ γὰρ κόμην οὐκ εἶχεν ὁ Σωτὴρ, οὐκ οἶδα ὅθεν αὐτῷ καὶ τἄλλα ὁμολογηθήσεται· ἀπὸ οὖν τοῦ κυριωτάτου τῶν τοῦ σώματος μελῶν, τῆς κεφαλῆς ἤτοι τῆς κόμης, εἰκότως καὶ τὰ λοιπὰ τοῦ σώματος συναναιρεῖ μέλη, καὶ τοῦτο φανερὸν ἐκ τῆς ἐπαγωγῆς ποιεῖ· ÷ Οὐ πρέπον, λέγων, ἐστὶ Θεὸν ἔχειν ἡμᾶς ἐν χρώμασι καὶ μέλεσι ζωγραφούμενον. ÷ Ἐν οἷς πάλιν ὁρῶμεν Εὐσέβιον τὸν δυσσεβῆ δογματίζοντα. Εἰ γὰρ γράφεσθαι οὐκ ἐδίδου Χριστὸν ἐν μέλεσι, σαφὲς ὡς οὐδὲ ἀνειληφέναι τὸ καθ’ ἡμᾶς σῶμα τὸ παράπαν τὸν θεῖον Λόγον ἐδόξασε. Ταύτῃ τοι καὶ τὸ γραφόμενον τοῦ Χριστοῦ κατὰ τὸ ἀνθρώπειον εἶδος, ἐν εἰδωλολατρείας ἐκτυπώματι ἀπεικαζόμενον διϊσχυρίζετο. Ἀλλὰ καὶ ἃ μὴ ἑωράκασιν ἐμβατεύοντας τοὺς γράφοντας καὶ πλάσσοντας ἀπὸ ἰδίας ἐννοίας ἀποφαίνειν βούλεται, ὡς οὐδαμῶς ἐν πράγμασι καὶ ἀληθείᾳ τῶν παρ’ ἡμῖν κηρυσσομένων καὶ πιστευομένων ὑπάρχειν τι οἰόμενος· οὕτως ἔξω τῆς ὑγιαινούσης πίστεως ἑαυτὸν καὶ τοῦ ἐντεῦθεν μακαρισμοῦ ἵστησι.

Τῶν πεπιστευκότων γὰρ οἱ μὴ τεθεαμένοι ἐξ ὧν οὐχ ἑωράκασι τὸ μακάριοι ἀποφέρονται. «Μακάριοι γὰρ, ὁ Κύριος ἔφησεν, οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.» Εἰ δὲ καὶ οἶνον ἔπινεν ὁ Χριστὸς, εἰ μὴ τῇ θείᾳ ἐξουσίᾳ συγχωρητέον, τῇ γοῦν συγκαταβάσει, μετὰ τῶν ἄλλων τῆς σωτηρίου οἰκονομίας, καὶ τοῦτο ἀναθετέον. Ἡμῖν δὲ εἰς πληροφορίαν καὶ πίστωσιν τῶν παρὰ χριστιανοῖς πρεσβευομένων ἀποχρώντως ἔχει ἡ ἀποστολικὴ παράδοσις, ἥτις ἔκ τε ἱστοριῶν καὶ τῆς κρατησάσης μέχρι καὶ νῦν κατὰ τὴν ἐκκλησιαστικὴν συνήθειαν κρατύνεται.

Καὶ τούτων οὕτως ἐξητασμένων, παρήχθω καὶ νῦν Ἐπιφάνιος καὶ δοκιμαζέσθω, εἰ συνῳδὰ τοῖς προκειμένοις διαγορεύει. Γράφει τοίνυν ἐν τῷ κατὰ Μασσαλιανῶν λόγῳ, ἡνίκα τισὶ τῶν ἐν τοῖς κατὰ τὴν μέσην τῶν ποταμῶν μοναστηρίοις κόμας ἐπιτρεφόντων ἐπέπληττε, τοιάδε· «Ἀλλότριον γάρ ἐστι τῆς καθολικῆς Ἐκκλησίας σάκκος προφανὴς καὶ κόμη μὴ ἐκτεμνομένη, ἀπὸ τοῦ κηρύγματος τῶν ἀποστόλων· «Ἀνὴρ γὰρ οὐκ ὀφείλει κομᾷν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων.» Τὸ δὲ χεῖρον καὶ ἐναντίον οἱ μὲν τὸ γένειον τὴν μορφὴν τοῦ ἀνδρὸς ἀποτέμνουσι, τρίχας δὲ τῆς κεφαλῆς πολλάκις κομῶσι. Καὶ περὶ μὲν τοῦ γενείου ἐν ταῖς Διατάξεσι τῶν ἀποστόλων φάσκει ὁ θεῖος λόγος καὶ ἡ διδασκαλία, μὴ φθείρειν, τοῦτ’ ἔστι μὴ τέμνειν τρίχας γενείου, μηδὲ ἑταιρισμῷ κατακοσμεῖσθαι, μηδὲ ὑπερηφανίας ὑπόδειγμα δικαιοσύνης τὴν προέλευσιν ἔχειν· ἔπρεπε γὰρ Ναζωραίοις τοῦτο μόνον διὰ τὸν τύπον· τύπῳ γὰρ ἤγοντο οἱ παλαιοὶ τοῦ μέλλοντος ἔσεσθαι, ἔχοντες κόμην ἐπὶ τῆς κεφαλῆς διὰ τὴν εὐχὴν, ἕως ὅτου ἦλθεν ἡ εὐχὴ τοῦ κόσμου καὶ ἐτελειώθη· κεφαλὴ δὲ πέφηνεν ὁ Χριστὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, καὶ ἐγνώσθη τῷ κόσμῳ, ὁ ὢν ἀεὶ καὶ μὴ γινωσκόμενος παρὰ τῇ πάσῃ ἀνθρωπότητι, ἢ μόνον ἐνίοις τοῖς εἰς αὐτὸν πεπιστευκόσιν, ἵν’ ὅταν γνῶμεν τὴν κεφαλὴν, μὴ καταισχύνωμεν τὴν κεφαλήν.»

Ἀλλὰ μὴν αὐτὸς καὶ ἐν τῷ κατὰ Ἀντιδικομαριανιτῶν λόγῳ, τοὺς υἱοὺς Ἰωσὴφ Ναζωραίους ὄντας παραδίδωσιν· ὅθεν καὶ τὸν θεῖον Ἰάκωβον ἀδελφὸν τοῦ Κυρίου ἔφησε διὰ τὸ ὁμοδίαιτον καὶ σύντροφον· ἔτι καὶ τοὺς υἱοὺς Ζεβεδαίου τῆς αὐτῆς ἐχομένους πολιτείας εἰσάγει.

Ἤδη δὲ καὶ ὁ μέγας Ἰωάννης ὁ Χρυσόστομος Ναζωραῖον τὸν Χριστὸν οἶδεν, ἀπό τε τῆς ἀνατροφῆς καὶ ἐν Ναζαρὲτ διαγωγῆς. Εἰ οὖν οἱ προτεθέντες λόγοι οἰκεῖοι, ὡς ἀληθῶς, καὶ γνήσιοι τοῦ θείου Ἐπιφανίου τυγχάνουσι, πῶς εἰς ταὐτὸν οἴσομεν τόν τε δριμέως καὶ αὐθάδως ἐσφάλθαι καθοριζόμενον τοὺς τῷ Χριστῷ τύπους πειρωμένους συνάπτειν, καὶ τὸν τοὺς τύπους βεβαιοῦντα καὶ θαρσαλέως ἀποφαινόμενον; ὡς· «Ἔπρεπε Ναζωραίους τοῦτο μόνον διὰ τὸν τύπον· τύπῳ γὰρ ἤγοντο οἱ παλαιοὶ τοῦ μέλλοντος ἔσεσθαι, ἔχοντες τὴν κόμην ἐπὶ τῆς κεφαλῆς,» καὶ ἃ τούτοις ἕπεται. Ἠλίθιον οὖν καὶ μανίας τῆς ἀνωτάτω, κατὰ τοσοῦτον τῶν δοξῶν ἀντικειμένων καὶ ἀλλήλων διῳκισμένων, ἐκεῖνα τὰ δυσσεβῶς πεφλυαρημένα εἰς Ἐπιφάνιον ἀναφέρειν, ἢ ὡς αὐτοῦ τὸ σύνολον παραδέχεσθαι. Ἐπεὶ οὖν ἦλθεν ὁ Χριστὸς, ἡ κεφαλὴ τῶν τύπων, πληρώσων νόμον καὶ προφήτας, καθάπερ ὁ ἀληθὴς ἔχει λόγος, ᾧ δὴ καὶ Ἐπιφάνιον συμφθεγγόμενον ὁρῶμεν· «Οὐκ ἦλθον γὰρ, φησὶ, καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι,» οἱ δὲ τύποι κατ’ ἀλήθειαν ὑπῆρξαν.

Καὶ γὰρ οἱ περὶ τὸν Σαμψὼν τὸν κριτὴν ἐκεῖνον, καὶ τὸν ἱερὸν Σαμουὴλ, καὶ οἱ ἄλλοι ταῖς ἀληθείαις ἦσαν ἄνθρωποι, καὶ οὐ ψευδῆ καὶ ἀπατηλὰ τὰ τοῦ Πνεύματος λόγια, καὶ δὴ καὶ εἰς τύπον τοῦ πάντων ἡμῶν Σωτῆρος προὔκειντο. Καὶ Χριστὸς ἄρα ἀληθὴς ἄνθρωπος γεγονὼς, ὥσπερ καὶ Θεὸς ἀψευδὴς ὢν, ὁ αὐτὸς τοὺς ἐπ’ αὐτῷ προγεγραμμένους τύπους, καὶ καθ’ ὃ Ναζωραῖος, πεπλήρωκεν, ἀληθὴς Ναζωραῖος καὶ γενόμενος καὶ λεγόμενος. Οὐκοῦν οὐ σφάλλονται οἱ τοὺς τύπους αὐτῷ συνάπτειν πειρώμενοι, ᾗ δοκεῖ τῷ παράφρονι· σφάλλεται δὲ οὑτοσὶ ὁ ἐξάγιστος καὶ τῆς Ἐπιφανίου δόξης ἀντίθετος, ἠπατημένην καὶ πεφενακισμένην περὶ τὴν ἐνσωμάτωσιν τοῦ Χριστοῦ δόξαν ἔχων, καὶ τὰ Μαρκίωνος καὶ Μάνεντος ἡμῖν πνέων.

Τούτων ἱκανῶς ἐκβασανισθέντων, ἐπισκέψασθαι καιρὸς καὶ τῶν ἑξῆς τοῦ ἀνοσίου λόγων τὴν ἐμμέλειαν καὶ ἀκρίβειαν. Τοιαῦτα γὰρ ἐπάγει τοῖς φθάσασιν· ÷ Καὶ αὐτὸ γὰρ ὅπερ πλάσσουσιν ἀπὸ ἰδίας ἐννοίας διανοούμενοι, ψεύδονται· γράφουσι γὰρ Πέτρον τὸν ἅγιον ἀπόστολον οἱ πλάνοι γέροντα ἄνδρα, τὴν κεφαλὴν καὶ τὸ γένειον κεκαρμένον· γράφουσι δὲ καὶ τὸν ἅγιον Παῦλον, ἄλλοι μὲν ἀναφαλαντέα, ἄλλοι δὲ φαλακρὸν γενειήτην, καὶ τοὺς ἄλλους μαθητὰς ψιλῶς κεκαρμένους. ÷ Οὕτω μὲν οὖν καταμωμεῖται καὶ τωθάζει τοὺς οὕτω τοὺς ἀποστόλους γράφοντας, ψευδολογοῦντας δὲ καὶ ἐξ ἰδίας ἐννοίας πλάσσοντας ἀποφαίνει· τί δοκοῦν αὐτῷ, πότερον ὀνόματα ψιλὰ σωμάτων χηρεύοντα, καὶ οἷα τὰ κατ’ ἐπίνοιαν μόνην θεωρούμενα τοὺς ἀποστόλους τιθέμενος· ἢ ἑτέρας παρὰ τὴν ἡμετέραν μεταλαχόντας φύσεως, καθ’ ἣν οὔτε γράφεσθαι, οὔτε τὸ γηραιὸν, οὔτε μὴν τὸ κείρεσθαι διαφαίνεται; Ἡμᾶς δὲ προσέχειν τὸν νοῦν ἀκριβῶς προσήκει τοῖς λεγομένοις, ὡς ἂν εἰδείημεν τοῦ σοφοῦ διδασκάλου τοὺς λόγους, οἷοί περ ἂν εἶεν καὶ ὅπως ἀγχινοίας καὶ συνέσεως ἔχοντες, καὶ εἰς ὅ τι αὐτῷ εὐδοξίας ἐκβήσονται.

Εἰ μὲν οὖν τὰ ἄτοπα διαφυγεῖν ἕλοιτο, ὡς ἂν μὴ εἰς τὸ ἀνύπαρκτον καὶ ἀνυπόστατον τοὺς ἀποστόλους περιστήσειε, τῶν πλαστογραφούντων δὲ τὸ ψευδὲς ἐξελέγξειε, τοῖς ἀντικειμένοις ἐκ παντὸς θέσθαι ἀναγκασθήσεται· καὶ ἡβῶντας αὐτοὺς καὶ κομῶντας ὁμολογήσειε, καὶ οὕτως ὡς ὑφεστῶτας δεχόμενος καὶ εἰ βούλοιτο γράψειεν, ἵνα τὸ ὑπειλημμένον αὐτῷ ἀληθὲς καὶ πλασμάτων ἐλεύθερον βεβαιώσηται.

Ἴδωμεν λοιπὸν τίνα τὰ ἑξῆς ἐπαγόμενα καὶ εἰ τοῖς προειλημμένοις ἐστὶ σύνδρομα· νῦν μὲν γὰρ ψευδεῖς καὶ πλάνους τοὺς κεκαρμένους τοὺς ἀποστόλους γράφοντας διαθρυλεῖ· προϊὼν δὲ τοῖς αὐτοῖς περιπίπτων ὅσον οὔπω ἁλώσεται, δι’ ὧν λοιπὸν κεκαρμένον καὶ οὐ κομήτην τὸν Χριστὸν καὶ ὅμοιον αὐτοῖς δεικνύειν πειρώμενος συλλογίζεται, καὶ φησίν· ÷ Εἰ τοίνυν κόμην εἶχεν ὁ Σωτὴρ, οἱ δὲ ἄλλοι μαθηταὶ ἦσαν κεκαρμένοι, καὶ μὴ ἦν αὐτὸς κεκαρμένος καὶ ἴσος αὐτοῖς φαινόμενος, τίνι λόγῳ Φαρισαῖοι καὶ οἱ Γραμματεῖς τριάκοντα ἀργύρια ἐδίδουν τῷ Ἰούδᾳ μισθοῦ χάριν, ὅπως φιλήσας αὐτὸν ὑποδείξῃ αὐτοῖς, ὅτι Οὗτός ἐστιν ὃν ζητεῖτε; δυνάμενοι καὶ δι’ ἑαυτῶν καὶ ὑπ’ ἄλλων γνῶναι διὰ τοῦ σημείου τῆς κόμης, ὃν ἐζήτουν εὑρεῖν καὶ μὴ μισθὸν δοῦναι. ÷ Ὄντως διὰ τῶν δοκούντων αὐτῷ πρὶν ἐψευσμένων τὰ πλέον ἀπιστούμενα νῦν τῷ λόγῳ διασκευάζει· σκοπεῖν γὰρ δεῖ· ἵνα τὴν ἐπὶ Χριστῷ κόμην ἀνασκευάσῃ, τοὺς οἰκείους ὥσπερ ἐπιλαθόμενος ἀναιρεῖ λόγους· καὶ ἃ πρότερον κατὰ τῶν μαθητῶν Χριστοῦ ἐληρώδησεν ἠγνοηκὼς, ψευδεῖς καὶ πλάνους τοὺς κεκαρμένους αὐτοὺς ἀνιστοροῦντας διακηρύσσων, νῦν ἤδη ὁμολογουμένως κεκαρμένους λαβὼν, ἐπ’ ἀνατροπῇ τῆς Χριστοῦ κόμης προχειρίζεται, καὶ εἰς ἀπόδειξιν τῶν εἰκαίων λόγων ἐπάγεται.

Ὅμοιον γὰρ τοῖς μαθηταῖς βουλόμενος τὸν Χριστὸν ἐκδεικνύναι, τουτέστι κεκαρμένον καὶ αὐτὸν, τῇ ψιλώσει τῶν μαθητῶν συντίθεται. Εἰ μὴ γὰρ κεκαρμένους ἐδέξατο, οὐκ ἂν ἄλλως τὸ κενολογούμενον κατεσκεύαζεν· οὐδὲ γὰρ ἕτερόν τι εἰλῆφθαι ὑπελείπετο, ἐπεὶ οὐδὲν κομήτου καὶ ψιλοῦ μέσον. Ὅπερ πρότερον χαλεπαίνων οὐκ ἐδίδου· διὸ περιτέτραπται αὐτῷ εἰς τοὐναντίον τὸ ἐπιχείρημα, ἐπὶ κενοῖς δὲ κενώτερά πως περινοῶν, τῷ ἐκ τοῦ Ἰούδα φιλήματος σημείῳ εἰς σύστασιν τῆς παρανοίας αὐτοῦ καὶ κουφότητος προσεχρήσατο· ὃ πρὸς διάκρισιν τῆς τῶν μαθητῶν καὶ τοῦ. Σωτῆρος ὁμοιότητος τοῖς Φαρισαίοις ἐχρησίμευσεν, ἵνα καὶ διὰ τούτου φανῇ κεκαρμένους τοὺς μαθητὰς νῦν εἰσφέρων καὶ ἐναντία φρονῶν ἑαυτῷ. Ἐνταῦθα δὲ κόμας καὶ ἀποκάρσεις ἀκούοντες, καὶ ὑπὸ τῶν Φαρισαίων ζητούμενον τὸν Χριστὸν, καὶ τὸν προδότην ἐκμισθούμενον, μὴ ἀποθώμεθα, ὡς κυρίως καὶ κατὰ ἀλήθειαν ἄνθρωπον ὄντα καθ’ ἡμᾶς τὸν Σωτῆρα εἰσάγει.

Ἀναμιμνήσκεσθαι γὰρ χρὴ τῶν ἔναγχος περὶ τῶν μελῶν εἰρημένων Χριστοῦ, ἔτι καὶ τῶν παρὰ τοῦ θεοφόρου Ἐπιφανίου παρατεθειμένων φωνῶν, δι’ ὧν ἐλέγχει τοὺς εἰς μύθους τετραμμένους καὶ οὐχ οἵαν τὴν καθ’ ἡμᾶς σάρκα καὶ τρίχας καὶ ὄνυχας ἔχειν τὸν Κύριον δοξάζοντας· οἵ εἰσιν οἱ περὶ τοὺς μιαροὺς καὶ ἐξαγίστους Βαλεντῖνον καὶ Μαρκίωνα καὶ Μάνεντα καὶ τοὺς λοιποὺς, περὶ ὧν ἤδη καὶ προεῤῥήθη. Ἐμύθευον γὰρ ὁ μὲν [Βαλεντῖνος] «δούλου μορφὴν ἀνειληφέναι τὸν Κύριον λέγων, οὐκ αὐτὸν τὸν δοῦλον· καὶ ἐν σχήματι γεγενῆσθαι, οὐκ αὐτὸν τὸν ἄνθρωπον προσειλῆφθαι, καὶ ἐν ὁμοιώματι ἀνθρώπου, οὐκ ἄνθρωπον πεφηνέναι.» Ὁ δὲ [Μαρκίων] «δοκήσει Χριστὸν πεπονθέναι καὶ ταφῆναι· καὶ μηδὲ ἄνθρωπον ἀληθῶς, ἀλλ’ ἐν ὁμοιώματι ἀνθρώπου γεγενῆσθαι.» Ὁ δὲ [Μάνης] «ὅτι τῶν Ἰουδαίων βουλομένων ποτὲ λιθάσαι τὸν Χριστὸν, καὶ τῆς παρανομίας αὐτῶν τὴν τόλμαν εἰς ἔργον ἀγαγεῖν, ἔδειξε σαφῶς τὴν ἑαυτοῦ οὐσίαν ὁ τοῦ ἀνωτάτου φωτὸς υἱὸς, καὶ μέσος αὐτῶν διελθὼν, οὐχ ὡρᾶτο. Ἡ γὰρ ἄϋλος μορφὴ συσχηματισαμένη τὸ εἶδος τῆς σαρκὸς, ὁρατὴ μὲν οὐκ ἦν· ἐψηλαφᾶτο δὲ οὐδαμῶς διὰ τὸ μηδεμίαν ἔχειν κοινωνίαν τὴν ὕλην πρὸς τὸ ἄϋλον· μία γὰρ φύσις τὸ ὅλον, εἰ καὶ σαρκὸς ὡρᾶτο μορφή.»

Οἱ δ’ αὖ τούτων ἀθεώτεροι τρανῶς τὸ ἀπερίγραπτον ἐπὶ Χριστοῦ πεφλυαρηκότες, ὡς τὸν ἄνθρωπον, ὃν ἐκ τῆς Μαρίας ἀνέλαβεν ὁ Κύριος, ποτὲ μὲν εἰς πνεῦμα μετέβαλε, ποτὲ δὲ εἰς σῶμα, καὶ ὅτι αὐτὸ τὸ σῶμα τοῦ Κυρίου ἀπερίγραπτον ἦν, καθάπερ ἡ θεία φύσις. —Ἴσως τῆς τῶν Δοκητῶν μοίρας τις πικρὸς ἡμῶν φανεῖται κατήγορος, [ὃς] ὑψοῦ διάρας τὴν κεφαλὴν καὶ τὴν ὀφρῦν καθ’ ἡμῶν ἀνασπάσας, μέγα ἐπικομπάσειε· καὶ ὡς οὔπω ἐφικνουμένους τοῦ λόγου διαγελάσειεν· «Οὐ γὰρ ἠγνόησε, φησὶ, τοὺς ἑαυτοῦ λόγους ὁ διδάσκαλος, ἀλλ’ ὅτι καθ’ ὑμᾶς ταῦτα λέγων ἐπέξεισι τῷ σκοπῷ.» Πρὸς ὃν τί φήσομεν; Εἰ μὲν εἶχεν ἐγκαλεῖν λέγων· τίνος ἕνεκεν ὁμοίους ἀλλήλοις τὸν Χριστὸν καὶ τοὺς μαθητὰς γράφετε; εἴ που τοῦτο γινόμενον ἔτυχεν (οὐχ ὧδε γὰρ ἔχει τὰ γραφόμενα), ἦν ἂν αὐτῷ τοῦτο εἰς ἀνατροπὴν τοῦ καθ’ ἡμᾶς λόγου ἰσχυρὸν, ἢ εἰ μέχρι τῆς ἀποκάρσεως καὶ τῆς κόμης ἵστατο, εἶχεν ἄν τι παραμυθίας φάρμακον ὁ λόγος αὐτῷ. Ἐπειδὴ δὲ ἐπήγαγε τὴν φονικὴν κατὰ Χριστοῦ τῶν Φαρισαίων γνώμην, καὶ τὸν προδότην εὐθὺς μισθαρνοῦντα μαθητὴν, καὶ τὸ ἐκ τοῦ φιλήματος τεκμήριον, ὡς ἴδιον τὸν λόγον τῆς ἀποκάρσεως ἁλίσκεται λαβών.

Ἄλλως τε δὲ οὐδεὶς τῶν νοῦν ἐχόντων τὸ ὅλον τῶν τιθεμένων εἰς ἀπόδειξιν λόγου προτάσεων σύστημα, ἐξ ἀμφιβόλων ἢ ἐξ ἀλλοτρίων ὅλων ὑποθέσεων παραλαμβάνει, εἴπερ μέλλοι τὴν οἰκείαν ὡς ἀληθῶς κατασκευάζειν καὶ συμπεραίνειν δόξαν. Ἀλλότριον γὰρ τοῦτο τῶν ἀποδεικτικῶν λόγων. Εἶτα, συγκεχωρήσθω ἐκεῖνο· τί οὖν πρὸς τὸ ἕτερον τοῦ λόγου ἀντειπεῖν σχοίη; Εἰ γὰρ ὡς ψευδῆ τὸν λόγον τῆς ἀποκάρσεως ἔλαβε, καὶ ὡς ἐξ ὑποθέσεως τυχὸν, εἰς ταυτὸν πάλιν τῆς ἀπονοίας περιπεσεῖται.

Ἐξ ἀνάγκης γὰρ κομήτας δέξεται καὶ οὐκ ἐθέλων τοὺς μαθητάς· ἀμήχανον γὰρ κατ’ ἀμφότερα τὸν αὐτὸν κατὰ ταὐτὸν ὑπάρξαι κομήτην τε καὶ ψιλόν. Καὶ τοῦτο οὐδεὶς τῶν σωφρονούντων εἴποι ἂν πώποτε. Τί οὖν τὸ ἐντεῦθεν συναγόμενον; Εἰ κομῆται ὑπῆρχον οἱ μαθηταὶ, ὅμοιος δὲ καὶ ἴσος αὐτοῖς ὁ Σωτὴρ κατὰ τὸν τοῦ διδασκάλου ὑμῶν λόγον ἐδείκνυτο, καὶ διὰ τοῦτο τοῦ Ἰουδαϊκοῦ πρὸς διάκρισιν αὐτῶν ἐδέησεν φιλήματος· κομήτης ἄρα καὶ ὁ Σωτὴρ ἦν, τῷ ὁμοίῳ καὶ ἀπαραλλάκτῳ τῶν μαθητῶν σχήματι ἤδη καθορώμενος· καὶ ψευδὴς πάλιν καὶ οὗτος αὐτῷ πεφώραται ὁ λόγος, δι’ οὗ σφαλλομένους καὶ ψευδεῖς τοὺς τὸν Χριστὸν κομῶντα γράφοντας δεικνύειν ἐπεχείρησεν. Ἑαυτῷ ἄρα ἐξ ἑνός γε τοῦ τρόπου ὁ σοφώτατος περιπεσεῖται· τοιοῦτον ἡ ἀσέβεια καὶ τὸ ψεῦδος ἑαυτῷ καὶ τῇ ἀληθείᾳ ἐς προῦπτον ἀντικαθίστασθαι.

Τὸ δ’ οὖν ἐκ τῶν λόγων τοῦ σοφοῦ παριστάμενον, ὥσπερ τὸν Χριστὸν ἀδιάρθρωτόν τε καὶ μελῶν ἄνευ, καὶ τὸ πᾶν εἰπεῖν, ἀσώματον τερατεύεται (ἐξ οὗ δὴ καὶ ἄγραφον ἐπίσταται), οὕτω καὶ περὶ τῶν ἀποστόλων φαντασιούμενος διατίθεται. Εἰ γὰρ νεωτέρους μὴ γράφεσθαι, οὔτ’ οὖν γέροντας· ἐψιλωμένους δὲ ὡς ἥκιστα, κομῶντας δὲ οὐδ’ ὁπωσοῦν καταδεχόμενος, τί ποτ’ ἂν ἄλλο ἐρεῖ, ἢ ὅτι οὐδὲ γεγόνασι τὴν ἀρχὴν ὑπέλαβεν ἄν; Λείπεται οὖν θεοὺς ζωγραφητοὺς καὶ αὐτοὺς ἀποδεικνύειν, καὶ ἤχοις κενοῖς τὰς τούτων τυποῦσθαι προσηγορίας.

Ἔοικε γὰρ ὁ τὴν Χριστοῦ ἐξομνύμενος σάρκωσιν, μηδὲ πεπεῖσθαι Χριστῷ, ἐν ᾧ πρὸς τὸν κορυφαῖον τῶν μαθητῶν ἀπεφαίνετο, νεώτερον μὲν ἑαυτὸν ἤδη ζωννύοντα, γηραῖον δὲ ὑφ’ ἑτέρου ζωσθησόμενον. Καὶ τὰ μὲν τοιαῦτα ἐκείνῳ ἐφαρμοσθήσεται.

Ἡ δὲ καθολικὴ Ἐκκλησία κατὰ τὸ εὐαγγελικὸν κήρυγμα ἐν τῇ καθ’ ἡμᾶς μορφῇ τὸν Χριστὸν καὶ εἶναι καὶ ὁρᾶσθαι διὰ παντὸς δοξάζει, καὶ ὁμοιοπαθὲς ἡμῖν ἔχοντα σῶμα, καὶ τοῖς σωματικοῖς, ὅσα φυσικὰ καὶ ἀδιάβλητα, προσχρώμενον, βρώσεώς τε καὶ πόσεως ἀνεχόμενον· ὥστε καὶ φάγου καὶ οἰνοπότου δόξαν ἀπενέγκασθαι καὶ ὑπὸ τῶν ὄχλων συνεχόμενον καὶ ἀποθλιβόμενον, καὶ τὸ ἐμφερὲς κατὰ τὸ εἶδος καὶ τὸ σχῆμα τοῖς πολλοῖς διασώζοντα· ἀνθρώπων γὰρ πῆ μὲν ἐοικέναι ἀλλήλοις, πῆ δὲ ἀπεοικέναι· ἐξ οὗ καὶ ἐν χρείᾳ τοῦ σημείου γενέσθαι τοῖς κυριοκτόνοις συμβέβηκεν.