Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος (Νόθος)

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Παράθεση αιρετικών κειμένων και η συγγένειά τους με την εικονομαχία

Παράθεση δοξασιών Αρειανών, Μανιχαίων και άλλων αιρετικών, αποδεικνύοντας τις πηγές των εικονομαχικών φρονημάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 11 από 11

Ἐπειδὴ δὲ ἔν τισι τῶν πρόσθεν εἰρήκαμεν λόγων, ὡς Ἀρειανοὶ συμφέρονται Μανιχαίοις, ἐπηγγέλμεθα δὲ αὐτῶν παραθέσθαι τὰς δόξας, εὔκαιρον ἡγησάμεθα πρὸς τῷ τέλει τοῦδε τοῦ γράμματος τὰ ὑποσχεθέντα ἐπιτελέσαι, ὅπως γνοῖεν οἱ ἐντυγχάνοντες ἐκ τίνων διδασκάλων καὶ ὁποίων δογμάτων ὥρμηνται οἱ νῦν κατὰ τῆς Χριστοῦ Ἐκκλησίας ἐπανιστάντες τὸν πόλεμον.

Εὐδοξίου Κωνσταντινουπόλεως Ἀρειανοῦ, ἐκ τοῦ περὶ σαρκώσεως λόγου. «Πιστεύομεν εἰς ἕνα τὸν μόνον ἀληθινὸν Θεὸν καὶ Πατέρα, τὴν μόνην ἀρχὴν, ἀγέννητον καὶ ἀπάτορα, ἀσεβῆ, ὅτι μηδένα σέβειν πέφυκεν, ὡς ἐπαναβεβηκυῖα. Καὶ εἰς ἕνα Κύριον Χριστὸν τὸν Υἱὸν, εὐσεβῆ, ἐκ τοῦ σέβειν ὀρθῶς τὸν Πατέρα, καὶ μονογενῆ μὲν, ὅτι κρείττων πάσης τῆς μετ’ αὐτὸν κτίσεως, πρωτότοκον δὲ, ὅτι τὸ ἐξαίρετόν ἐστιν καὶ πρώτιστον τῶν κτισμάτων, σαρκωθέντα, οὐκ ἐνανθρωπήσαντα· οὔτε γὰρ ψυχὴν ἀνθρωπίνην ἀνείληφεν, ἀλλὰ σὰρξ γέγονεν, ἵνα διὰ σαρκὸς τοῖς ἀνθρώποις ὡς διὰ παραπετάσματος Θεὸς χρηματίσῃ· οὐ δύο φύσεις, ἐπεὶ μὴ τέλειος ἦν ἄνθρωπος, ἀλλ’ ἀντὶ ψυχῆς, Θεὸς ἦν ἐν σαρκὶ, μία τὸ ὅλον κατὰ σύνθεσιν φύσις· παθητὸς δι’ οἰκονομίαν, οὔτε γὰρ ψυχῆς ἢ σώματος παθόντος [τὸν κόσμον] σώζειν ἠδύνατο.» Ἀποκρινέσθωσαν οὖν, πῶς ὁ παθητὸς καὶ θνητὸς, τῷ κρείττονι τούτων Θεῷ, πάθους τε καὶ θανάτου ἐπέκεινα, δύναται εἶναι ὁμοούσιος;

Λουκίου, ἐπισκόπου Ἀλεξανδρείας, Ἀρειανοῦ, ἐκ τοῦ εἰς τὸ Πάσχα λόγου. «Ποῦ τοίνυν ἔδει ψυχῆς, ἵνα τέλειος ἄνθρωπος συμπροσκυνῆται Θεῷ; διὰ τοῦτο βοᾷ τὴν ἀλήθειαν Ἰωάννης· «Ὁ Λόγος σὰρξ ἐγένετο,» ἀντὶ τοῦ, Συνετέθη σαρκὶ, οὐ μὴν ψυχῇ, καθάπερ οἱ νῦν τὴν πίστιν καπηλεύοντες λέγουσιν· ἀλλ’ ἥνωτο μὲν τῷ σώματι, καὶ εἷς γέγονε μετ’ αὐτοῦ. Ἐπεὶ πῶς ὁ Χριστὸς, εἰ μὴ ἓν πρόσωπον, μία σύνθετος φύσις, καθάπερ τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον γνωρίζομεν;

Εἰ δὲ ψυχὴν εἶχεν, ὡς οἱ νόθοι τὰ νόθα νῦν τῆς Ἐκκλησίας διδάσκουσιν, μάχεται τὰ κινήματα Θεοῦ καὶ ψυχῆς· αὐτοκίνητον γὰρ τούτων ἑκάτερον πρὸς ἐνεργείας διαφόρους ἀγόμενον.» Ἡ μὲν τῆς ἀρειανικῆς δυσσεβείας λώβη, ὡς ἐκ τῶν προτεθειμένων τὸ πᾶν τῆς μιαρᾶς ἐκείνης αἱρέσεως παραστῆσαι, τοιαύτη· ἡ δὲ τῆς μανιχαϊκῆς ἀθεΐας λύσσα διὰ τῶν ἑξῆς ἐκτεθησομένων δηλωθήσεται.

Μανοῦ ἐκ τῆς πρὸς Σκυθιανὸν ἐπιστολῆς, — ἐν ἑτέροις δὲ Βαλεντίνου τοῦ διδασκάλου Μάνεντος ἐπιγέγραπται ... «Ὁ δὲ τοῦ ἀϊδίου καὶ ἀοράτῳ.» Τοῦ αὐτοῦ· ἐκ τῆς πρὸς Κόνδαρον Σαρακηνὸν ἐπιστολῆς ... «Ἰουδαίων βουλομένων.» Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ὀδδᾶν ἐπιστολῆς. ÷ Τῶν Γαλιλαίων δύο φύσεις ὀνομαζόντων ἔχειν τὸν Χριστὸν, πλατὺν καταχέομεν γέλωτα, οὐκ εἰδότων, ὅτι ἡ οὐσία τοῦ φωτὸς ἑτέρᾳ οὐ μίγνυται ὕλῃ, ἀλλ’ ἔστιν ἀκραιφνὴς, ἑνωθῆναι ἑτέρᾳ οὐσίᾳ μὴ δυναμένη, κἂν δοκῇ ταύτῃ συνῆφθαι. Ἡ δὲ τοῦ Χριστοῦ προσηγορία ὄνομά ἐστι καταχρηστικὸν, οὔτε εἴδους, οὔτε οὐσίας ὑπάρχον σημαντικόν.

Τὸ δὲ ἀνώτατον φῶς τοῖς ἑαυτοῦ συνουσιωμένον ἔδειξεν αὑτὸ ἐν τοῖς ὑλικοῖς σώμασι σῶμα, μία ὂν αὐτὸς φύσις τὸ πᾶν. ÷ Ταῦτα ὡς συγγενῆ καὶ ὁμότιμα τοῖς Εὐσεβίου καὶ Ἐπιφανίδου δόγμασιν, οἷα ἐκ μιᾶς φθοροποιοῦ καὶ πικρᾶς ῥίζης βλαστήσαντα, προφανές. Εἰ δὲ χρὴ καὶ ἑτέρων δυσσεβῶν παραθέσθαι φωνὰς ταῖς προειρημέναις συνᾳδούσας, τῶν φαντασίᾳ καὶ δοκήσει καὶ οὐκ ἀληθῶς τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν γεγενῆσθαι εἰσηγουμένων, ἀπὸ τοῦ δόξαι κακῶς καὶ ἀνοήτως εἰς μίαν φύσιν σύνθετον τὰς δύο συνανακεκρᾶσθαι καὶ τετράφθαι φύσεις, οὐκ ἀποκνητέον ἡμῖν δι’ ὀλίγων καὶ ταύτας παραστῆσαι, ὡς ἂν εἰδέναι ἔχοιεν οἱ ἐντυγχάνοντες ἐντελέστερον, ἐκ τίνων διδασκάλων καὶ οἵων ἀνοσίων διδαγμάτων, τὸ μὴ δεῖν περιγράφεσθαι καὶ εἰκονίζεσθαι τὸν Χριστὸν κατὰ τὸ ἀνθρώπινον εἴρηται.

Ἀπολλιναρίου τοῦ ἀνοήτου καὶ ματαιόφρονος πρὸς Πέτρον. «Φύσει μὲν Θεὸν καὶ φύσει ἄνθρωπον τὸν Κύριον λέγομεν· μιᾷ δὲ καὶ συγκράτῳ φύσει σαρκικῇ τε καὶ θεϊκῇ.»

Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ σαρκώσεως λόγου. «Ὢ καινὴ πίστις καὶ μίξις θεσπεσία! Θεὸς καὶ σὰρξ μίαν ἀπετέλεσε φύσιν.»

Τοῦ αὐτοῦ πρὸς Διόδωρον· ἐν ἑτέρῳ πρὸς Ἡράκλειον ἐπιγέγραπται. «Ἄλλης καὶ ἄλλης οὐσίας μίαν εἶναι καὶ τὴν αὐτὴν προσκύνησιν, ἀθέμιτον· τουτέστι ποιητοῦ καὶ ποιήματος, Θεοῦ καὶ ἀνθρώπου· μία δὲ ἡ προσκύνησις Χριστοῦ, καὶ κατὰ τοῦτο ἐν τῷ ἑνὶ ὀνόματι νοεῖται Θεὸς καὶ ἄνθρωπος. Οὐκ ἄρα ἄλλη καὶ ἄλλη οὐσία Θεὸς καὶ ἄνθρωπος, ἀλλὰ μία κατὰ σύνθεσιν Θεοῦ πρὸς σῶμα ἀνθρώπινον.»

Τοῦ αὐτοῦ πρὸς Διόδωρον. «Πῶς τὸ πρᾶγμα οὐ δυσσεβὲς, ἄλλην οὐσίαν κτιστὴν καὶ δουλικὴν μίαν ἔχειν καὶ τὴν αὐτὴν προσκύνησιν τῷ Κτίστῃ καὶ Δεσπότῃ;» Καὶ πάλιν ἐν τῷ περὶ σαρκώσεως λόγῳ φησίν· «Ἀδύνατον τὸν αὐτὸν καὶ προσκυνητὸν ἑαυτὸν εἰδέναι, καὶ μή· ἀδύνατον ἄρα, τὸν αὐτὸν εἶναι Θεόν τε καὶ ἄνθρωπον ἐξ ὁλοκλήρου, ἀλλ’ ἐν μονότητι συγκράτου φύσεως θεϊκῆς σεσαρκωμένης.»

Διοσκόρου ἐκ τῆς παρ’ αὐτοῦ γραφείσης ἐπιστολῆς ἀπὸ Γάγγρων εἰς Ἀλεξάνδρειαν. «Εἰ μὴ τὸ αἷμα Χριστοῦ κατὰ φύσιν Θεοῦ ἐστι καὶ οὐκ ἀνθρώπου, τί διαφέρει τοῦ αἵματος τῶν τράγων καὶ τῶν μόσχων καὶ τῆς σποδοῦ τῆς δαμάλεως; Καὶ τοῦτο γὰρ γήϊνον καὶ φθαρτὸν, καὶ τὸ αἷμα τῶν κατὰ φύσιν ἀνθρώπων γήϊνόν ἐστιν καὶ φθαρτόν· ἀλλὰ μὴ γένοιτο ἑνὸς τῶν κατὰ φύσιν λέγειν ἡμᾶς ὁμοούσιον τὸ αἷμα Χριστοῦ.» Ἐντεῦθεν καὶ οἱ περὶ τὸν φρενοβλαβῆ καὶ μιαρὸν Εὐτυχέα ἐκ δύο μὲν φύσεων ἐληρώδουν τὸν Χριστὸν εἶναι, τὴν ἐν δύο φωνὴν παντάπασιν παραιτούμενοι.

Ἐκ τῆς συγγραφῆς Τιμοθέου πρεσβυτέρου τῆς κατὰ Μαρκιανιστῶν ἤτοι Ἀκεφάλων, καθ’ ὧν ἠγωνίσατο Κύριλλος Ἀλεξανδρείας, Φλαβιανὸς, Θεόδοτος Ἀντιοχείας, Λιτόϊος Μελιτηνῆς καὶ Ἀμφιλόχιος Ἰκονίου, οἵτινες καὶ πεπραγμένα συνεστήσαντο κατὰ τῆς τοιαύτης αἱρέσεως, κεφ. Ηʹ. «Λέγουσιν ὅτι τὸν ἄνθρωπον ὃν ἀνέλαβεν ἐκ τῆς Μαρίας ὁ Κύριος, ποτὲ μὲν αὐτὸν εἰς πνεῦμα μετέβαλλε, ποτὲ δὲ εἰς σῶμα, καὶ ὅτι αὐτὸ τὸ σῶμα τοῦ Κυρίου ἀπερίγραπτον ἦν, καθάπερ ἡ θεία φύσις.»