Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος (Νόθος)

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Αναίρεση εικονομαχικών κακοδοξιών και θεολογία της απεικόνισης του Λόγου

Αντίκρουση των ισχυρισμών περί ρεμβασμού των εικόνων και υπεράσπιση της δυνατότητας απεικόνισης του ενανθρωπήσαντος Θεού Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 3 από 11

Ἔδει λοιπὸν ἡμᾶς δείξαντας μὴ ὄντα Ἐπιφανίου τὰ γεγραμμένα, καταθέσθαι τὸν λόγον, οὐ γὰρ τὰ δογματιζόμενα, τοῦ παρεγγράπτου δὲ προσώπου τὸ ἐπίσημον εἰς τὸν κατὰ τῆς Ἐκκλησίας πόλεμον τοὺς ἐχθροὺς διανίστησιν· ὅμως οὐ παραιτητέον ἡμῖν τοῖς κενολογουμένοις ἀντεπεξέρχεσθαι. Τί οὖν φησὶν ὁ Ἐπιφανίδης; οὐ γὰρ ἔτι, τῶν τεχνασμάτων ἐκκαλυφθέντων, καλεῖν Ἐπιφάνιον θέμις. ÷ Οὐκ ἐξέσται χριστιανῷ δι’ ὀφθαλμῶν μετεωρίζεσθαι καὶ ῥεμβασμῷ νοός· ἀλλ’ ἐγγεγραμμένα καὶ ἐντετυπωμένα ἔστω πᾶσι τὰ πρὸς τὸν Θεόν. ÷ Ὅλος φαντασιώδης ὢν, καὶ δοκήσει οὐκ ἀληθείᾳ τὴν τοῦ λόγου σάρκωσιν πεπρᾶχθαι οἰόμενος, εἰς ἔλεγχον δὲ τῆς ἑαυτοῦ παρανοίας καὶ ἀσεβείας τῶν ἱεροτυπιῶν τὴν γραφὴν καθορῶν, ἐναργῶς ταύτην καὶ κατὰ ἀλήθειαν γεγενῆσθαι δεικνύουσαν, μετριώτερόν πως τίθεται, καὶ τὴν τῆς γνώμης πονηρίαν ἐκ τοῦ προφανοῦς τέως οὐκ ἀποφαίνει.

Προσποιεῖται δὲ τῇ Χριστιανῶν εὔνους εἶναι δόξῃ καὶ ὁμολογίᾳ, κατηγορεῖ δὲ τῷ ὄντι τῆς καθ’ ἡμᾶς ὀρθῆς τε καὶ εὐσεβοῦς ὑπολήψεως, νομοθετῶν ὥσπερ μὴ ἐξεῖναι χριστιανῷ δι’ ὀφθαλμῶν μετεωρίζεσθαι καὶ ῥεμβασμῷ νοός· οὐ συνιεὶς ὁ ἀνόητος ὅτι οὐκ ἀποπλανᾷ ταῦτα τὸν νοῦν, ἐπὶ τὰς ἐκεῖθεν δὲ θεωρίας ἀνάγει μᾶλλον· ἐπεὶ καὶ τῶν λεγομένων καὶ ἀκουομένων τὰ δι’ ὄψεως ἐμφανιζόμενα ἐναργέστερόν πως τῶν ἀπ’ αὐτῶν δηλουμένων τοὺς λόγους ἐντυποῖ τῇ ψυχῇ, ὡς διαρκέστερον παραμένειν ἐν τῇ μνήμῃ παρακατατιθέμενα, ὅσῳ καὶ τὸ ὀπτικὸν τοῦ ἀκουστικοῦ μᾶλλον δραστήριον, καὶ πρὸς πίστιν τὸ ἐπαγωγὸν πλέον ἔχον. Εἰ μὲν οὖν τῷ ἐκείνου νῷ καὶ τῶν τῆς αὐτῆς ἐκείνῳ μεταλαχόντων ἀπάτης μετεωρισμὸς καὶ ῥεμβασμὸς τὰ ἅγια πρόκειται, τοῦτ’ ἂν καὶ Ἰουδαίοις καὶ Βαρβάροις καὶ Ἕλλησιν ἔσται. Οὕτω γὰρ καὶ Χριστὸς, ἡνίκα ἐσταυρωμένος κηρύσσεται, «Ἰουδαίοις ἐστὶ σκάνδαλον, ἔθνεσι δὲ μωρία· καὶ ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστίν.»

Ὅτι δὲ, ἐν ᾧ ταῦτα λέγουσι, σκότους καὶ ἀπιστίας τὸν νοῦν ἐμπίπλανται, πρὸς τὴν ἐνοικοῦσαν τοῖς ἱεροῖς χάριν, ὧν χάριν εἰσὶ τύποι, τὰς νοερὰς ἐνεργείας ἐξαμαυρούμενοί πως καὶ ἀπομύοντες, καὶ μάλα ἰσχυρισαίμην· καὶ γὰρ «τὸ Εὐαγγέλιον ἡμῶν ἐν τοῖς ἀπίστοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ· ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ.» Εἴ τις γὰρ ἂν αὐτῶν διαπύθοιτο, ἐπειδὰν ταῦτα ὁρῶσιν, εἰς τίνος μνήμην προσάγονται· τί ἐροῦσιν ἢ πάντως Χριστοῦ; οὐ γὰρ ἂν ἑτέρου εἰπεῖν ἔχοιεν, εἰ μὴ παντελῶς ἔξω νοῦ καὶ φρενὸς καθεστήκασιν.

Τί οὖν τὸ ἐντεῦθεν βλάβος αὐτοῖς; λέγειν θαῤῥείτωσαν. Ἀλλ’ ἐκεῖνο ἀληθὲς εἰπεῖν ὅτι βαρὺς αὐτοῖς ἐστιν ὁ Χριστὸς καὶ εἰς μνήμην ἰὼν, καὶ ἐν εἰκόνι βλεπόμενος. Χριστιανοῖς γὰρ (ἐπειδὴ ἡμεῖς ἐσμεν οἱ χριστιανοὶ τῇ τοῦ Θεοῦ σωζόμενοι χάριτι, καὶ ὃ βλέπομεν, οἴδαμεν· καὶ ὃ ἀκούομεν, συνίεμεν) οὐ μόνον οὐ τὸ μετεωρίζεσθαι ἢ ῥεμβασμὸν νοὸς παρέξει (πῶς γὰρ οἷόντε ἃ τὴν μνήμην Χριστοῦ ἐμφανέστατα δηλοῖ;), ἀλλὰ ταῖς ἀληθείαις αὐταῖς τήν τε θείαν ἐνανθρώπησιν αὐτοῦ ἡμῖν ὑπογράφει, τῶν τε θαυμάτων καὶ παθημάτων ἅπερ ὑπὲρ ἡμῶν ἔδρασέ τε καὶ ἔπαθεν, εἰς ἀνάμνησιν ἄγει· ὡς δὲ κατάνυξιν καὶ εὐλάβειαν τῶν ὁρώντων πιστῶν ταῖς ψυχαῖς ἐμποιεῖ, τί χρὴ λέγειν; διεγείρει τε γὰρ αὐτῶν τὰ φρονήματα πρὸς δοξολογίαν καὶ ἐξομολόγησιν ὧν πεπόνθαμεν διὰ τῆς μεγάλης καὶ φιλανθρώπου αὐτοῦ συγκαταβάσεως, μεγίστων καὶ ἀξιαγάστων εὐεργεσιῶν χάριν, αὐτῷ τὴν χάριν ἀνατιθέντων, οὐ τοῖς χρώμασι προσνεμόντων· οὐδαμοῦ γὰρ παρὰ χριστιανοῖς τοῦτο ὑπείληπται ἢ νενόηται. Καὶ τὰ μὲν τῆς εἰρημένης χρήσεως τοιαῦτα.

Ἔτι δὲ πρόσκειται ἑτέρα χρῆσις ἐκ τῆς δογματικῆς αὐτοῦ ἐπιστολῆς, ὧδέ πως ἔχουσα· ÷ Εἴ τις τὸν θεῖον τοῦ Θεοῦ Λόγου χαρακτῆρα κατὰ τὴν σάρκωσιν ἐξ ὑλικῶν χρωμάτων ἐπιτηδεύει κατανοῆσαι ... ÷ Ταῦτα ὡς οὐκ ἔστι τοῦ θεοφόρου Ἐπιφανίου, παντί τῳ σαφές· ὅτι δὲ ἄλλος Εὐσέβιος διὰ τῶν λόγων τούτων ἡμῖν ἀναδέδεικται, οὐδένα ἂν οἶμαι τῶν νοῦν ἐχόντων πρὸς ἀμφιβολίαν ἰδεῖν. Ὥσπερ γὰρ ἐκεῖνος ἐξ ὅλων ὅλην μεταβεβλῆσθαι τὴν τοῦ δούλου μορφὴν ἐδογμάτιζεν, ἐξ οὗ τὸ μηδὲ εἶναι σῶμα καὶ σάρκα, καὶ διὰ τοῦτο μηδὲ γράφεσθαι συνεπέραινεν· οὕτως οὗτος τὴν σάρκωσιν ἐπὶ Χριστοῦ παντελῶς ἀναιρεῖ, ἢ τὸ διηλλαγμένον πρὸς τὴν τοῦ δούλου μορφὴν ὅλως οὐδὲν καὶ ἀναιρεῖ τοσοῦτον, ὡς μηδὲ τὸ παράπαν ἐπὶ Χριστοῦ σαρκός τι παρακολουθεῖν γνώρισμα, μήτε μὴν χαρακτηρίζεσθαι αὐτὸν καθ’ ὅντινα οὖν τρόπον ἐκ τῶν τῆς σαρκὸς ἰδιωμάτων· δι’ ὃ Λόγου Θεοῦ μόνον χαρακτῆρα κατονομάζει, οὐδαμῶς τοῦ συνθέτου τῆς κατὰ Χριστὸν ὑποστάσεως μνήμην ποιούμενος. Εἰ γὰρ καὶ σάρκωσιν παρατίθεται, οὐχ ὡς ὑπάρχουσαν καὶ σωζομένην ὁμολογῶν, ἀλλ’ ὡς οὐκ οὖσαν· ἔνθεν καὶ τὴν τῶν ὑλικῶν χρωμάτων ἐπιτήδευσιν πρὸς κατανόησιν τοῦ χαρακτῆρος τοῦ θείου Λόγου ἀπαναίνεται, Λόγου μόνου λέγων χαρακτῆρα, ὡς ἀκοινωνήτου τῆς καθ’ ἡμᾶς φύσεως, καὶ τέλεον τὴν τῆς σαρκὸς φύσιν παρωθούμενος.

Ἀλλὰ περὶ τούτων καὶ πρώην ἐν τοῖς πρὸς Εὐσέβιον εἴρηται. Τοῦτο δὲ μόνον ἐν τῷ παρόντι φαμὲν, ὡς οἱ καθ’ ἡμᾶς θεολόγοι προεληλυθέναι Θεὸν μετὰ τῆς προσλήψεως ἓν ἐκ δύο τῶν ἐναντίων τὸν Χριστὸν ἐκπαιδεύουσιν· καθ’ ἃ δὴ καὶ ὁ τῆς ἀληθείας ἔχει λόγος. Εἰ οὖν κατὰ τὴν σάρκωσιν, ἤγουν καθ’ ὃ τὴν σάρκα τὴν ἡμετέραν πεφόρηκε, καὶ ὤφθη ἀνθρώποις πλὴν ἁμαρτίας γεγονὼς ἄνθρωπος, δι’ ὑλικῶν χρωμάτων τὸν χαρακτῆρα, ἤγουν τὴν ὑπόστασιν, οὐ κατανοηθήσεται, λείπεται πάντως κατὰ τὴν θεότητα, καὶ καθ’ ὃ Θεοῦ Λόγος, διὰ τούτων κατανοηθήσεσθαι· ἐπεὶ πῶς καὶ ἐν τίνι τῶν ἐναντίων ὁ λόγος καὶ τὸ διάφορον σωθήσεται; Ἐξ οὖν ἀτόπου μείζονι ἀτόπῳ περιπεπτώκεσαν (τοῦτο πεπονθότες, εἰς ταὐτὸν λέγοντες σάρκα καὶ Θεὸν συνηνέχθαι φύσεως), ἢ μηδὲ τὸ παράπαν διασεσῶσθαι τὴν σάρκα, ἢ μηδὲ τὴν ἀρχὴν ἀνειλῆφθαι· ὧν τί ἀτοπώτερον, ἢ ἀθεώτερον! Διὸ πόῤῥω τῆς καθολικῆς Χριστοῦ Ἐκκλησίας τὰ ἔκθεσμα αὐτῶν καὶ ἀνόσια ἐξελαυνέσθωσαν δόγματα.

Παρ’ ἡμῖν γὰρ τοῖς τὴν ὀρθὴν καὶ ἀδιάβλητον κεκτημένοις πίστιν, «ὁ χαρακτὴρ τῆς τοῦ Πατρὸς ὑποστάσεως,» θεῖος Λόγος, εἷς καὶ ὁ αὐτὸς μετὰ τοῦ προσλήμματος, τοῦ καθ’ ἡμᾶς γεώδους καὶ ὑλικοῦ, ὁμολογεῖταί τε καὶ πιστεύεται· διὸ καὶ ἐξ ὑλικῶν χρωμάτων γράφεται καὶ νοεῖται ὡς ἄνθρωπος· καθ’ ὃ γὰρ Λόγος καὶ Θεὸς, ἄληπτος πάντη καὶ ἀκατανόητος, σώζων ἐν ἑαυτῷ καὶ τὸ διττὸν τῶν φύσεων, καὶ τὸ ἑνιαῖον τῆς ὑποστάσεως. Εἶτα, ἐπειδὴ καὶ ἀνάθεμα τοῖς εἰρημένοις τῷ πεφαντασιωμένῳ πρόσκειται, τί φαμὲν ἡμεῖς; ἡμέτερον μὲν οὐδὲν, τῶν ἡμετέρων δὲ, τῶν τε ἐν τῇ κατ’ Ἔφεσον ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ, καὶ τῶν ἄλλων ὁσίων πατέρων ἡμῶν. ÷ Εἴ τις οὐχ ὁμολογεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν περιγραπτὸν τῷ σώματι, προσθείη δ’ ἂν αὐτῷ καὶ γραπτὸν ἀπερίγραπτόν τε καὶ ἄγραπτον τῇ θεότητι, ἔστω ἀνάθεμα. ÷ Ἐφ’ ἑτέραν δὲ χρῆσιν Ἐπιφανίδου ἴωμεν ἧς ἡ ἐπιγραφὴ πρόκειται οὕτως· ÷ Ἐκ τοῦ λόγου τοῦ ἁγίου Ἐπιφανίου, τοῦ κατὰ τῶν ἐπιτηδευόντων ποιεῖν εἰδωλικῷ θεσμῷ εἰκόνας εἰς ἀφομοίωσιν τοῦ Χριστοῦ καὶ τῆς Θεοτόκου καὶ τῶν μαρτύρων, ἔτι δὲ καὶ ἀγγέλων καὶ προφητῶν. ÷ Ἔδει μὲν ἡμᾶς πρὸς τοιούτους ὕθλους καὶ λήρους τὴν σιωπὴν προτιμῆσαι· μὴ ἀποκρίνεσθαι γὰρ ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ παρὰ τῶν ἱερῶν παιδευόμεθα Γραμμάτων.

Ἀλλά γε διὰ τοὺς ὑπὸ τῶν ληρημάτων τούτων παιζομένους οὐκ ἀποκνητέον ἡμῖν τὸν λόγον. Ὅτι γὰρ ἐξ αὐτῆς τῆς ἐπιγραφῆς, ὥσπερ ἐκ βαλβῖδός τινος τῆς δυσσεβείας προϊὼν, κατὰ τῆς καθολικῆς Ἐκκλησίας καὶ τῆς χριστιανῶν θεοσοφίας ἐπιλυττᾷ, οὐδὲ λόγου δεήσειν οἶμαι τοῖς γε τῶν πεφλυαρημένων ἐπῃσθημένοις· ἀθετῶν γὰρ τὸ τῆς θείας οἰκονομίας μυστήριον, ὁμολογεῖν οὐ βούλεται ὅσον ἐκεῖθεν ἡμῖν τῆς χάριτος καὶ τῶν εὐεργετημάτων τὸ μέγεθος, καὶ ὡς παντὸς εἰδωλικοῦ θεσμοῦ καὶ πάσης ἑλληνικῆς βδελυρίας ἡ Ἐκκλησία τῇ τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείᾳ καθαρεύει τε καὶ ἀπήλλακται. Φανερὸν δὲ ἐκ τούτων, ὅτι τῇ κενοφωνίᾳ Εὐσεβίου συμφθέγγεται, τῆς αὐτῆς ἐκείνῳ τυγχάνων συμμορίας. Ὥσπερ γὰρ ἐκείνῳ ἡ ἐθνικὴ συνήθεια, οὕτω τούτῳ ὁ θεσμὸς ὁ εἰδωλικὸς προβέβληται.