ταῦτα ἐπεξηγείσθω καὶ σαφηνιζέτω ὁ μέγας τῆς εὐσεβείας ὁμολογητὴς Μάξιμος φάσκων· ‘Ἥλιος δικαιοσύνης’ ὁ κύριος προσαγορεύεται, ὡς ποιητὴς καὶ συντελεστὴς τῶν αἰώνων καὶ ὡς ἀρχὴ πάντων καὶ τέλος. ‘ἐκεῖθεν’ δὲ ‘ὁρμώμενος’ εἴρηται ‘ἢ τῷ ὁρωμένῳ περιγραπτός’, ἢ ὡς φῶς ἐκ φωτὸς καὶ θεὸς ἀληθινός, τοῦ πατρὸς γεννητῶς ὁρμώμενος, ἢ ὡς ἄνθρωπος ὁ αὐτός, τῷ καθ’ ἡμᾶς ὁρωμένῳ τῆς φύσεως εἴδει περιγραπτός, καθάπερ ὁ ἥλιος ἐκ τοῦ οὐρανοῦ ὁρώμενος τῷ φαινομένῳ δισκοειδεῖ σώματι περιγέγραπται. τοιαῦτα καὶ ἐν τῇ πρὸς Ἰωάννην τὸν Κουβικουλάριον δογματικῇ ἐπιστολῇ γράφει· Ἑκάτερόν τε ἐπαληθεύοντα, τὸ θεῖον ὁμοῦ καὶ τὸ ἀνθρώπινον, πιστοῦσθαι θαύμασι θείοις καὶ παθήμασιν ἀνθρωπίνοις· καὶ κατὰ μὲν τὴν ἑαυτοῦ πρὸς τὸν πατέρα φύσιν τε καὶ οὐσίαν, ἄκτιστον, ἀόρατον, ἀπερίγραφον, ἀναλλοίωτον, ἄτρεπτον, ἀπαθῆ, ἄφθαρτον, ἀθάνατον, δημιουργὸν τῶν πάντων, κατὰ δὲ τὴν τῆς σαρκὸς αὐτοῦ φύσιν καὶ ἡμετέραν, τὸν αὐτὸν κτιστόν, παθητόν, περιγραπτόν, χωρητόν, θνητόν· τὸν αὐτὸν μέν, οὐ κατὰ τὸ αὐτὸ δέ, διὰ τὰ ἐξ ὧν καὶ ἐν οἷς τὸ εἶναι ἔχει. ἔτι ὁ αὐτὸς θεῖος Γρηγόριος ἐν τῇ πρὸς Κληδόνιον πρώτῃ ἐπιστολῇ τῆς αὐτῆς ἐννοίας ἐπειλημμένος ἀποφαίνεται·