Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς συνοδικῆς ὁρισμοῦ τοῦ ἔτους 815

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Οι αιρετικές πηγές των εικονομάχων και η ορθόδοξη διδασκαλία περί του περιγραπτού της ανθρώπινης φύσεως

Αποκαλύπτεται ότι οι απόψεις περί απερίγραπτου σώματος προέρχονται από τον Μανιχαϊσμό και άλλες αιρέσεις, και αντιπαραβάλλονται με τις γνήσιες μαρτυρίες πλήθους αγίων Πατέρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 6 από 18

τούτων οὕτως ἐξητασμένων, ἐπὶ τὰς φωνὰς ἐκείνας μετελεύσομαι (ἐπὶ καιροῦ γὰρ ἂν εἴη εἰς μέσους παραθεῖναι), ἀφ’ ὧν οὗτοι καὶ οἱ νεόκτητοι πατέρες αὐτῶν ὁρμώμενοι καὶ μυσταγωγούμενοι ἐπὶ τοσοῦτον ἀσεβείας ἐξεκυλίσθησαν. τῆς οὖν δοκήσεως ταύτης καὶ φαντασίας πρῶτος ὁ μιαρὸς καὶ θεήλατος Βαλεντῖνος κατῆρξεν, ὃς τοῦ ἀποστόλου λέξεις τινὰς ἀποσυλήσας τολμᾷ κατὰ τοῦ μυστηρίου τῆς θείας οἰκονομίας ἀπορρίψαι τοιαῦτα, μορφὴν δούλου εἰληφέναι λέγων τὸν κύριον, οὐκ αὐτὸν τὸν δοῦλον, καὶ ἐν σχήματι ἀνθρώπου γεγενῆσθαι αὐτόν, οὐκ αὐτὸν τὸν ἄνθρωπον ἀνειλῆφθαι, ἐπ’ αὐτὴν δὲ τὴν θεότητα διαβαίνειν τὰ πάθη τὰ ἀνθρώπινα. τοιαῦτα δὲ οὐδὲ αὐτὸς ὁ ἐνεργῶν διὰ τῆς πονηρᾶς ἐκείνης γλώσσης δυσφημῆσαι τετόλμηκεν. ἐντεῦθεν λοιπὸν αὐτῷ συνήγετο ἀπερίγραπτον λέγειν τοῦ κυρίου τὸ σῶμα. μετ’ ἐκεῖνον ὁ μιαρώτερος καὶ θεοστυγέστερος Μαρκίων, ἐκ τῆς μυσαρᾶς καρδίας τὸν δυσώδη τῆς φαντασίας ἀπερευγόμενος βόρβορον, ὡς ἐκ πλειόνων βλασφημιῶν ὀλίγα παραθέσθαι, φάσκει τὸν Χριστὸν δοκήσει πεπονθέναι καὶ τεθάφθαι, καὶ ὅτι οὐκ ἄνθρωπος ἀληθῶς, ἀλλ’ ἐν ὁμοιώματι ἀνθρώπου γέγονεν.

ὁ τούτῳ παρωνομασμένος, πολλῷ δὲ τυγχάνων ὀψίγονος, Μαρκιανὸς ὁ ἀθεώτατος τῇ θεοστυγεῖ καὶ πολυωνύμῳ τῶν καλουμένων Μασσαλιανῶν συμφθειρόμενος αἱρέσει, τοῦ ἀπεριγράπτου τὴν φωνὴν τρανέστερον ἐκπομπεύων ἐπισημαίνεται, ἐπεὶ ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τῶν ληρωδουμένων παρ’ αὐτοῖς ἀναγέγραπται οὕτως· Λέγουσιν ὅτι ὁ ἄνθρωπος ὃν ἀνέλαβεν ἐκ τῆς Μαρίας ὁ κύριος, ποτὲ μὲν αὐτὸν εἰς πνεῦμα μετέβαλλεν, ποτὲ δὲ εἰς σῶμα, καὶ ὅτι αὐτὸ τὸ σῶμα τοῦ κυρίου ἀπερίγραπτον ἦν καθάπερ ἡ θεία φύσις. ὁ τούτων ἀθεώτερος μάλιστα καὶ βδελυρώτερος, ὁ τῆς μανίας ἐπώνυμος Μάνης ἐν τῇ πρὸς Ὀδδὰν ἐπιστολῇ γράφει τοιάδε· Τῶν Γαλιλαίων δύο φύσεις ὀνομαζόντων ἔχειν τὸν Χριστόν, πλατὺν καταχέομεν γέλωτα, ὡς οὐκ εἰδότων ὅτι ἡ οὐσία τοῦ φωτὸς ἑτέρᾳ οὐ μίγνυται ὕλῃ, ἀλλ’ ἔστιν ἀκραιφνής, ἑνωθῆναι ἑτέρᾳ οὐσίᾳ μὴ δυναμένη, κἂν δοκῇ ταύτῃ συνῆφθαι. ἡ δὲ τοῦ Χριστοῦ προσηγορία ὄνομά ἐστιν καταχρηστικόν, οὔτε εἴδους οὔτε οὐσίας ὑπάρχον σημαντικόν. τὸ δὲ ἀνώτατον φῶς, τοῖς ἑαυτοῦ συνουσιωμένον, ἔδειξεν ἑαυτὸ ἐν τοῖς ὑλικοῖς σώμασιν σῶμα, μία ὢν αὐτὸς φύσις τὸ πᾶν. ἔτι ὁ αὐτὸς ἐν τῇ πρὸς Σκυθιανὸν ἐπιστολῇ (ἔν τισι δὲ Βαλεντίνου, τοῦ διδασκάλου Μάνεντος, ἐπιγέγραπται) οὕτω φάσκει· Ὁ δὲ τοῦ ἀϊδίου φωτὸς υἱὸς τὴν ἰδίαν οὐσίαν ἐν τῷ ὄρει ἐφανέρωσεν, οὐ δύο ἔχων φύσεις, ἀλλὰ μίαν ἐν τῷ ὁρατῷ καὶ ἀοράτῳ.

ἐκ δὴ τούτων ἐπιφημιζόμενον τῷ Χριστῷ τὸ ἀπερίγραπτον, ὥσπερ φθοροποιόν τι νόσημα, εἰς τοὺς περὶ Ἄρειον τὸν ἐμμανῆ καὶ τοὺς τὰ Ἀρείου φρονοῦντας ἐγκατέσκηψεν. οἷς ἑπόμενος ὁ τῆς Ἀρειανικῆς μανίας ἔξαρχος καὶ τῶν νῦν ἀρειανιζόντων, ταυτὸν δὲ εἰπεῖν μανιχαϊζόντων, διδάσκαλος κορυφαῖος Εὐσέβιος πρὸς τὴν βασιλίδα Κωνσταντίαν ἐπιστέλλων, ἐν τῷ περὶ τῆς τοῦ σωτῆρος μεταμορφώσεως γενόμενος τόπῳ γράφει τοιαῦτα· Δύο μορφῶν αὐτῷ παρισταμένων, περὶ μὲν τῆς τοῦ θεοῦ μορφῆς οὐδὲ αὐτὸς ἡγοῦμαί σε ζητεῖν. εἶτα μικρὸν ὑποβὰς φησίν· Ἀλλὰ γὰρ πάντως τῆς τοῦ δούλου μορφῆς ἐπιζητεῖς καὶ οὗ δι’ ἡμᾶς περιεβλήθη σαρκίου. ἀλλὰ καὶ τοῦτο τῇ δόξῃ τῆς θεότητος ἀνακεκρᾶσθαι μεμαθήκαμεν καὶ καταπεπόσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. καὶ οὔτι που θαυμαστὸν εἰ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοιοῦτόν που πέφηνεν, ὁπότε καὶ ἐν ἀνθρώποις ἔτι βιοτεύων ὁ θεὸς λόγος, τοῖς ἐγκρίτοις τῶν αὐτοῦ λόγων προαρραβωνιζόμενος τὴν θέαν τῆς αὐτοῦ βασιλείας, μεταβαλὼν τὴν τοῦ δούλου μορφήν, αὐτὴν ἐκείνην ἐπὶ τοῦ ὄρους ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν ἐπιδέδεικται, ὅτε τὸ μὲν πρόσωπον αὐτοῦ ἀπήστραψεν ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ὡς τὸ φῶς.

τίς οὖν τῆς τοσαύτης ἀξίας τε καὶ δόξης τὰς ἀποστιλβούσας καὶ ἀπαστραπτούσας μαρμαρυγὰς οἷός τε ἂν εἴη καταχαράξαι νεκροῖς καὶ ἀψύχοις χρώμασιν, τί λέγων ἐνταῦθα τὸ ἀνακεκρᾶσθαι καὶ μεταβαλὼν ἢ ὅπερ προϊὼν ἐξ ὅλων ὅλην μεταβεβλῆσθαι τὴν δούλειον ἔφη μορφήν; καὶ ἔτι μεταταῦτα εἰς θεὸν μεταβληθεῖσαν ἀπαρακαλύπτῳ φωνῇ ἐκτίθεται. εἶτα καὶ ὑπηρέτην, πρὸς δέ γε καὶ δεύτερον θεὸν τὸν μονογενῆ ἀθέως δοξάζει, ἡνίκα φάσκει ὅτι Ὁ ἀνωτάτω πατήρ, θεὸν καὶ κύριον καὶ βασιλέα τῶν ὅλων μόνον αὐτὸν μετά γε ἑαυτὸν ἀναδείξας. ἃ δὲ καὶ ἕτερα βλασφημῶν γράφει, τοῖς ἐντυγχάνουσι τῇ ἐπιστολῇ ἔνδηλα γενήσεται· ἅπερ ἅπαντα ἀλλότρια τῆς εὐαγοῦς ἡμῶν τυγχάνει ὁμολογίας· περὶ ὧν καὶ ἐν ἑτέροις ἡμῖν ἐξήτασται. τῶν οὖν ἠφανίσθαι καὶ μὴ σεσῶσθαι τὴν καθ’ ἡμᾶς φύσιν ἐπὶ Χριστοῦ καὶ διατοῦτο τὸ ἀπερίγραπτον ἐπ’ αὐτῷ κενολογούντων ἡ συναυλία τοιαύτη. ὧν ἐστιν καὶ Ἐπιφανίδης τὶς τῆς φασματώδους μοίρας τυγχάνων (Ἐπιφάνιον δὲ τὸν ἱερὸν τῆς Κυπρίων νήσου ἀρχιερέα ἐπιγράφουσιν) καὶ εἴ τινες ἄλλοι τῆς ἀπατηλῆς δοκήσεως ἐξηγήσαντο, ὡς μεταταῦτα λεχθήσεται. οἷς καὶ οὗτοι συνεξεφύρθησαν, παρ’ ὧν καὶ τοῦ ἀπεριγράπτου τὴν φαντασίαν μεμύηνται, τὴν πραγματιωδῶς καὶ κυρίως γεγενημένην τοῦ σωτῆρος ἡμῶν σάρκωσιν ἠθετηκότες, καὶ οἷα λώβην ἐσχάτην τῶν ψυχῶν παρεδέξαντο.

ἀλλ’ οὗτοι μὲν ἅπαντες μετὰ τῆς βλασφημίας ἐρρέτωσαν· ἡμῖν δὲ τὰ θεῖα τῶν διδασκάλων τῆς ἐκκλησίας δόγματα, ὥσπερ ἔκ τινος ὑψηλοτάτης περιοπῆς τῆς θείας ἐπιπνοίας ἀπηχούμενα, τῆς τοῦ θεοῦ λόγου συγκαταβάσεως διατρανούτωσαν τὸ ἀπλανὲς καὶ μέγα μυστήριον, τῶν μὲν ἀθυρογλωττούντων ἀσεβῶν ἐπιστομίζοντα τὴν ἀσέβειαν, τῶν εὐσεβούντων δὲ τὴν παρρησίαν ἐπιρρωννύοντα, καὶ σύμφωνον καὶ ἐναρμόνιον τῆς ὀρθοδοξίας ἡμῖν τὴν ᾠδὴν ἀναπλέκοντα. εἶμι λοιπὸν καὶ ταῦτα προσφόρως δείξων καὶ εὐκαιρότατα. ἡγείσθω δὲ τῆς ἱερᾶς τρίτης συνόδου τὰ θεῖα ὁρίσματα. θεσπίζει γὰρ ὧδε· Εἴ τις οὐχ’ ὁμολογεῖ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ θεόν, περιγραπτὸν κατὰ τὸ ἀνθρώπινον, ἀπερίγραπτον δὲ κατὰ τὴν θεότητα, ἔστω ἀνάθεμα. ἑπέσθω δὲ καὶ τὰ τούτοις συγγενῆ τε καὶ σύνδρομα.

ὁ γοῦν ἱερὸς καὶ μέγας Ἀθανάσιος, ὁ τῆς μεγάλης Ἀλεξάνδρου πρόεδρος καὶ μέγας τῆς εὐσεβείας ὑπέρμαχος, κατὰ τῶν τὰ Σαμοσατέως τοῦ δυσσεβοῦς φρονούντων καὶ περὶ πίστεως καὶ ὅτι εἷς ὁ Χριστός, φράζει τοιάδε· Ταῦτα καὶ νῦν ζητοῦσίν τινες, Ἑλληνικὴν καὶ Ἰουδαϊκὴν νοσοῦντες κακίαν καὶ μὴ παραδεχόμενοι μὴ δὲ πιστεύοντες ὅλως σωματοῦσθαι θεόν, ἀλλ’ ἢ λογισμοῖς ἀνθρωπίνοις καὶ σοφίᾳ Ἑλληνικῇ γνῶναι καὶ καταλαβεῖν μᾶλλον βουλόμενοι τὰ μεγάλα καὶ ἀκατάληπτα· πῶς γεγέννηται τὸ ἀσώματον, πῶς δὲ καὶ πρόεισιν καὶ ποῦ τὸ πανταχῇ ὂν καὶ πάντα περιέχον καὶ πάντα πληροῦν. καὶ ἐκ τοῦ πῶς καὶ ὅπως, εἰς ἀπιστίαν ἐχώρησαν, καὶ ἀντὶ γεννήσεως ἐπλάσαντο ποίησιν, καὶ ἀντὶ προόδου κτίσιν καὶ πάροδον κατεσκεύασαν. οὕτω πάλιν καὶ ἐπὶ τῆς σαρκώσεως· πῶς σαρκοῦται, πῶς σωματοῦται, πῶς συντίθεται πρὸς σῶμα βραχὺ ὁ ἀχώρητος; πῶς δὲ καὶ ἑνοῦται τὸ ἄκτιστον τῷ κτιστῷ καὶ τῷ περιγραφομένῳ τὸ ἀπερίγραφον; πῶς καὶ ἐν μέρει ὁ μέγας ἐκεῖνος καὶ ἀμέτρητος καὶ ἀμέριστος; ἢ γὰρ τὸ μέγα εἰς μικρὸν συνεστάλη χωρίον ἢ τὸ μικρὸν γέγονεν μέγα ἢ μέρος τῆς θεότητος καὶ οὐ τὸ πᾶν ὑπεδέξατο· ὅπερ ἔστιν ἀσεβές. οἷς ἀκολούθως καὶ ὁ μέγας ἐν θεολογίᾳ λεγέτω Γρηγόριος ἐν τῷ εἰς τὸ ἅγιον Πάσχα λόγῳ· Ἐνιαύσιον δὲ ὡς ἥλιον δικαιοσύνης· ἢ ἐκεῖθεν ὁρμώμενον ἢ τῷ ὁρωμένῳ περιγραπτὸν καὶ εἰς ἑαυτὸν ἐπιστρέφοντα.

ταῦτα ἐπεξηγείσθω καὶ σαφηνιζέτω ὁ μέγας τῆς εὐσεβείας ὁμολογητὴς Μάξιμος φάσκων· ‘Ἥλιος δικαιοσύνης’ ὁ κύριος προσαγορεύεται, ὡς ποιητὴς καὶ συντελεστὴς τῶν αἰώνων καὶ ὡς ἀρχὴ πάντων καὶ τέλος. ‘ἐκεῖθεν’ δὲ ‘ὁρμώμενος’ εἴρηται ‘ἢ τῷ ὁρωμένῳ περιγραπτός’, ἢ ὡς φῶς ἐκ φωτὸς καὶ θεὸς ἀληθινός, τοῦ πατρὸς γεννητῶς ὁρμώμενος, ἢ ὡς ἄνθρωπος ὁ αὐτός, τῷ καθ’ ἡμᾶς ὁρωμένῳ τῆς φύσεως εἴδει περιγραπτός, καθάπερ ὁ ἥλιος ἐκ τοῦ οὐρανοῦ ὁρώμενος τῷ φαινομένῳ δισκοειδεῖ σώματι περιγέγραπται. τοιαῦτα καὶ ἐν τῇ πρὸς Ἰωάννην τὸν Κουβικουλάριον δογματικῇ ἐπιστολῇ γράφει· Ἑκάτερόν τε ἐπαληθεύοντα, τὸ θεῖον ὁμοῦ καὶ τὸ ἀνθρώπινον, πιστοῦσθαι θαύμασι θείοις καὶ παθήμασιν ἀνθρωπίνοις· καὶ κατὰ μὲν τὴν ἑαυτοῦ πρὸς τὸν πατέρα φύσιν τε καὶ οὐσίαν, ἄκτιστον, ἀόρατον, ἀπερίγραφον, ἀναλλοίωτον, ἄτρεπτον, ἀπαθῆ, ἄφθαρτον, ἀθάνατον, δημιουργὸν τῶν πάντων, κατὰ δὲ τὴν τῆς σαρκὸς αὐτοῦ φύσιν καὶ ἡμετέραν, τὸν αὐτὸν κτιστόν, παθητόν, περιγραπτόν, χωρητόν, θνητόν· τὸν αὐτὸν μέν, οὐ κατὰ τὸ αὐτὸ δέ, διὰ τὰ ἐξ ὧν καὶ ἐν οἷς τὸ εἶναι ἔχει. ἔτι ὁ αὐτὸς θεῖος Γρηγόριος ἐν τῇ πρὸς Κληδόνιον πρώτῃ ἐπιστολῇ τῆς αὐτῆς ἐννοίας ἐπειλημμένος ἀποφαίνεται·

Οὐ γὰρ τὸν ἄνθρωπον χωρίζομεν τῆς θεότητος, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν δογματίζομεν, πρῶτον μὲν οὐκ ἄνθρωπον, ἀλλὰ θεὸν καὶ υἱὸν μόνον καὶ προαιώνιον, ἀμιγῆ σώματος· ἐπὶ τέλει δὲ καὶ ἄνθρωπον προσληφθέντα ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, παθητὸν σαρκί, ἀπαθῆ θεότητι· περιγραπτὸν σώματι, ἀπερίγραπτον πνεύματι, τὸν αὐτὸν ἐπίγειον καὶ οὐράνιον, ὁρώμενον καὶ νοούμενον, χωρητὸν καὶ ἀχώρητον, ἵνα ὅλῳ ἀνθρώπῳ τῷ αὐτῷ καὶ θεῷ ὅλος ἄνθρωπος ἀναπλασθῇ πεσὼν ὑπὸ τὴν ἁμαρτίαν. φωτιζέτω ἡμᾶς οὗτος ὁ θεῖος διδάσκαλος καὶ ἐκ τοῦ εἰς τὰ Φῶτα εἰρημένου αὐτῷ λόγου ταῦτα· Ἐπειδὴ καθαρὰν αὐτοῦ τὴν θεότητα φέρειν, οὐ τῆς ἐν γενέσει καὶ φθορᾷ φύσεως, διὰ τοῦτο τὰ ἄμικτα μίγνυται· οὐ γενέσει μόνον θεὸς οὐδὲ σαρκὶ νοῦς οὐδὲ χρόνῳ τὸ ἄχρονον οὐδὲ μέτρῳ τὸ ἀπερίγραπτον, ἀλλὰ καὶ παρθενίᾳ γέννησις καὶ ἀτιμία τῷ καὶ τιμῆς ἁπάσης ὑψηλοτέρῳ καὶ πάθει τὸ ἀπαθὲς καὶ τῷ φθαρτῷ τὸ ἀθάνατον. φανερὸν δὲ ὅτι ἐνταῦθα ὁ πατὴρ τῷ μέτρῳ ἀντὶ τοῦ περιγραπτοῦ ἐχρήσατο, ἀντιθεὶς τῷ ἀπεριγράπτῳ. πᾶν γὰρ ὃ μέτρῳ ὑποπέπτωκεν περιγραπτὸν πάντως ἐστίν. καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἐκ τῶν λοιπῶν πειστέον ἀντιθέσεων, καθ’ ἃς τὰ ἐναντία ἀλλήλαις παρέθετο.

ἑξῆς προκείσθω καὶ ὁ μέγας Εὐστάθιος, ὁ τῆς Ἀντιοχέων πάλαι γενόμενος πρόεδρος, ἐν τῷ ἐπιγεγραμμένῳ αὐτοῦ λόγῳ θεωρηματικῶς ‘εἰς τὸ ἐπίγραμμα τῆς στηλογραφίας’ οὑτωσὶ λέγων, περὶ τοῦ νομοθέτου Μωσέως τὸν λόγον ποιούμενος· Φαίνεται τοίνυν ὅτι διττὰς ὑποτίθεται στηλῶν εἰδέας· οὐ γὰρ ἂν τὴν τοῦ Ἰακὼβ ἀποδεχόμενος ἐυφήμως ἐπετίμα ταῖς τῶν ἐναντίων ὡς ἀσεβῶς ἱδρυμέναις. ἀλλ’ ἐκεῖναι μὲν εἰδωλολατρίας ἐκτυποῦσι φάσματα δαιμονιώδη κακοδόξως, ἡ δὲ τοῦ προπάτορος Ἰακὼβ οὐ τὴν αὐτὴν ἐκείναις ἐμφαίνει πραγματείαν. ὁ γάρ τοι δίκαιος ἀνὴρ ἐνηχηθεὶς ἁγίῳ πνεύματι πρῶτον μὲν αὐτὸ τὸ σωματικὸν εἶδος ὁρᾷ τοῦ Χριστοῦ προαναζωγραφούμενον ἐναργῶς, ὅπερ ἔστιν ὁρατὸν καὶ τοπικῆς ἐχόμενον περιγραφῆς· δεύτερον δὲ καὶ τὸ νικηφόρον τοῦ σταυροῦ τρόπαιον κλίμακι προσεμφερῶς ἀπεικαζόμενον ἱστορεῖ. τούτῳ γὰρ καὶ ἐπεστηρίχθη μετεώρως, ἑλκύσας ἅπαντας πρὸς ἑαυτόν. ὁ τῆς Νυσαέων διακοσμῶν τὴν ἱεραρχίαν εἰσβαινέτω ἐπὶ τούτοις θεῖος Γρηγόριος, ἐν τοῖς Κατηχητικοῖς αὐτοῦ λόγοις τὰ παραπλήσια δοξάζων· Ἀλλὰ μικρόν, φησίν, καὶ εὐπερίγραπτον ἡ ἀνθρωπίνη φύσις, ἄπειρον δὲ ἡ θεότης· καὶ πῶς ἂν περιληφθῇ τῷ ἀτόμῳ τὸ ἄπειρον; καὶ τίς τοῦτο φησίν, ὅτι τῇ περιγραφῇ τῆς σαρκὸς καθάπερ ἐν ἀγγείῳ τινὶ ἡ ἀπειρία τῆς θεότητος περιελήφθη;

οὐδὲ γὰρ ἐπὶ τῆς ἡμετέρας ζωῆς ἐντὸς κατακλείεται τῶν τῆς σαρκὸς ὅρων ἡ νοερὰ φύσις, ἀλλ’ ὁ μὲν ὄγκος τοῦ σώματος τοῖς οἰκείοις μέρεσι περιγράφεται, ἡ δὲ ψυχὴ τοῖς τῆς διανοίας κινήμασιν πάσῃ κατ’ ἐξουσίαν ἐφαπλοῦται τῇ κτίσει. ὁ ἱερὸς Ἀμφιλόχιος, ὁ τῆς Ἰκονιατῶν ἐπιτροπεύσας, Σελεύκῳ μὲν τῷ ἐπιτηδείῳ ἐπιστελλέτω, τοῖς προκειμένοις δὲ συμφθεγγόμενος δογματιζέτω τρανέστερον· Ὥστε τὴν τοῦ θεοῦ μορφὴν καὶ τὴν τοῦ δούλου μορφὴν συντελεῖν εἰς ἓν πρόσωπον υἱοῦ τε καὶ κυρίου Ἰησοῦ Χριστοῦ· οὕτως θεόν τε καὶ ἄνθρωπον ὁμολογῶ τὸν υἱὸν τοῦ θεοῦ, ἕνα υἱὸν δύο φύσεων, παθητῆς καὶ ἀπαθοῦς, θνητῆς καὶ ἀθανάτου, ψηλαφητῆς καὶ ἀνεπάφου, ἀνάρχου καὶ ἀρξαμένης, ἀπεριγράφου καὶ περιγραφομένης. ἐρεῖ δὲ καὶ μετὰ βραχέα· Τίκτεται τοίνυν ἐκ τῆς ἁγίας Μαρίας ὁ δεσπότης Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ οὐ τῇ ἀπεριγράφῳ ἀλλὰ τῇ περιγεγραμμένῃ φύσει. ἔφην γὰρ ἐν τοῖς ἀνωτέρω τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ ἀπερίγραφον εἶναι καὶ περιγεγραμμένον· κατὰ μὲν τὴν θείαν φύσιν ἀπερίγραφον, κατὰ δὲ τὴν ἀνθρωπίνην περιγεγραμμένον· καθ’ ἣν καὶ ἐν φάτνῃ καὶ ἐν σπαργάνοις καὶ ἐν σταυρῷ καὶ ἐν τάφῳ περιεγέγραπτο ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, κατὰ τὴν θεότητα δὲ ἀπεράντως καὶ ἀπεριγράφως τὰ πάντα περιεῖχέν τε καὶ περιέχει.

τοῖς ἰσοδυναμοῦσι δὲ τὰ κατὰ τὴν ἐπιστολὴν διεξερχόμενος συμπεραιοῖ τὸν λόγον οὕτως· Εἷς τοίνυν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ παθητὸς καὶ ἀπαθής, παθητὸς μὲν σαρκί, ἀπαθὴς δὲ θεότητι, ὁρατὸς σαρκί, ἀόρατος θεότητι, περιγραπτὸς σαρκί, ἀπερίγραφος θεότητι· ἀρχὴν χρονικὴν ἔχων κατὰ τὴν σάρκα, ἄναρχος κατὰ τὴν θεότητα. καὶ ταῦτα μέν, ὡς ἐμαυτὸν πέπεικα, εὖ ἔχοντα πεποίημαι. ὁ κατὰ τὴν Μυρηνῶν ἐκκλησίαν ἐμπρέψας Μεθόδιος ὁ ὅσιος εἰς τόνδε εἰστρεχέτω τὸν ἱερὸν σύλλογον, μέθοδον ὥσπερ ἱερὰν ἡμῖν καὶ σύντομον προχειριζόμενος ἐν τῷ πεποιημένῳ αὐτῷ εἰς τὴν τῆς ὑπαπαντῆς καλουμένην ἡμέραν ἑορτασίμῳ λόγῳ, καὶ συμφώνως τοῖς προκειμένοις ᾀδέτω καὶ πρὸς τὴν πάναγνον θεομήτορα τὰ ἐπ’ εὐλογίαις ὑμνούμενα φωνείτω·

Εὐλογημένη σύ, παντευλόγητε καὶ πασιπόθητε· ἐπ’ εὐλογίαις κυρίου τὸ θεοχαρίτωτόν σου ὄνομα, θεογεννήτρια, δᾳδοῦχε πάντων· ἡ περιγραφή, ἵν’ οὕτως εἴπω, τοῦ ἀπεριγράπτου, ἡ ῥίζα τοῦ τιμιωτάτου ἄνθους, ἡ μήτηρ τοῦ πλάσαντος, ἡ τίτθη τοῦ τρέφοντος, ἡ περιοχὴ τοῦ περιέχοντος, ἡ φέρουσα τὸν φέροντα ῥήματι πάντα. τί οὖν ἕτερον ἡμῖν τὰ προκείμενα ῥητὰ τοῦ πατρὸς παρίστησιν ἢ τὸ περιγεγράφθαι Χριστὸν σωματικῶς ἐν τῇ κατὰ τὴν παναγίαν παρθένον νηδύϊ κυοφορούμενον, καὶ μάλιστα τῷ εἰρῆσθαι περιγραφὴν τοῦ ἀπεριγράφου καὶ περιοχὴν τοῦ περιέχοντος; ὁ θεῖος Ἱππόλυτος, ὁ τῆς Πορτίων ἐκκλησίας ἰθύνων τοὺς οἴακας, λυέτω τὴν ἱερὰν γλῶσσαν καὶ καταγορευέτω καὶ βαλλέτω κραταιῶς τοὺς νῦν ἀναφανέντας τῆς συγχυτικῆς μοίρας Βήρωνας καὶ Ἡλίκωνας. λέξει γοῦν ὧδε· Τὸ γὰρ ἄπειρον κατ’ οὐδένα λόγον ἢ τρόπον ἐπιδέχεται κίνησιν, οὐκ ἔχον ὅποι καὶ περὶ ὃ κινηθήσεται· τροπὴ γὰρ τοῦ κατὰ φύσιν ἀπείρου κινεῖσθαι μὴ πεφυκότος ἡ κίνησις. διὸ καὶ καθ’ ἡμᾶς ἀληθῶς γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας ὁ τοῦ θεοῦ λόγος, ἐνεργήσας τε καὶ παθὼν ἀνθρωπίνως ὅσα τῆς φύσεώς ἐστιν ἀναμάρτητα καὶ φυσικῆς σαρκὸς περιγραφῆς ἀνασχόμενος δι’ ἡμᾶς, τροπὴν οὐχ’ ὑπέμεινεν, μηδενὶ παντελῶς, ᾧ ταυτόν ἐστιν τῷ πατρί, γενόμενος ταυτὸν τῇ σαρκὶ διὰ τὴν ἕνωσιν.

καὶ αὖθις κατὰ τὸν αὐτὸν εἰρήσεται λόγον· Ὥσπερ οὖν ἐφ’ ἡμῶν, ὅσον εἰκάσαι τὸ παντελῶς ἀνείκαστον, διὰ τῆς σωματικῆς ἡμῶν γλώσσης ἀτρέπτως ἡ κατὰ φύσιν τῆς ψυχῆς λογικὴ προφέρεται δύναμις, οὕτως καὶ ἐπὶ τῆς ὑπερφυοῦς τοῦ θεοῦ λόγου σωματώσεως διὰ τῆς αὐτοῦ παναγίας σαρκός, ἐν οἷς ἂν θεϊκῶς ἐνήργησεν, δίχα τροπῆς ἡ παντοκρατορικὴ καὶ τῶν ὅλων ποιητικὴ τῆς ὅλης θεότητος ἐνέργεια ἐδείκνυτο, πάσης ἐκτὸς κατὰ φύσιν περιγραφῆς διαμένουσα, κἂν διὰ σαρκὸς διέλαμπε φύσει πεπερασμένης. ἐπιστατέον δὲ ὅτι τὸ πεπερασμένης ταυτόν ἐστιν τῷ ‘περιγεγραμμένης’. μετὰ δὴ τούτους ὁ θεοφόρος διανιστάσθω Ἀναστάσιος, ὁ τῆς Ἀντιοχέων μεγαλοπόλεως ἐγχειρισθεὶς τὰ πηδάλια, καὶ καθαιρείτω τοὺς ἀνιδρύτους καὶ κατασεσεισμένους καὶ γνώμην καὶ δόγματα καὶ δὴ καὶ ὁριζέσθω· Ἰδιότης ἐστὶν τὸ κυρίως ἔν τινι φύσει ἰδικῶς γνωριζόμενον, ἐν ἑτέρᾳ δὲ μὴ εὑρισκόμενον. οἷον τί λέγω· ἐν τῇ θείᾳ φύσει τὸ προαιώνιον, τὸ ἄκτιστον, τὸ ἀπερίγραπτον, ἅτινα οὐχ’ ὑπάρχουσιν ἐν ἄλλῃ οἱᾳδήποτε οὐσίᾳ οὔτε ἐν αὐτῷ τῷ παναγίῳ σώματι τοῦ Χριστοῦ κατ’ οὐσίαν· οὔτε γὰρ προαιώνιόν ἐστιν οὔτε ἄκτιστον, οὔτε ἀπερίγραπτον ἔσται ποτέ.

ἐντεῦθεν ὁ ἱεροκῆρυξ προερχέσθω Σωφρόνιος, ὃς τὸν τῶν Ἱεροσολυμιτῶν ἔν τε δόγμασιν ἔν τε πράξεσιν κατεκάλλυνεν θρόνον, καὶ σωφρονιζέτω τοὺς ἀκολασταίνοντας καὶ ἀφραίνοντας· καὶ διδασκέτω μὴ πόρρω θέειν τῆς ἐκκλησίας τῶν θείων ὁρισμάτων, ἐν τῇ πρὸς Ὀνώριον τὸν τῆς Ῥωμαίων ἱερωσύνης οὐκ εὐαγῶς ἐξηγησάμενον δογματικῇ ἐπιστολῇ ὧδέ πῃ συγγεγραφώς· Ἐκ δύο φύσεων τὸν Χριστὸν νομίζοντες. καὶ μετὰ βραχέα· Ἁπτὸν τὸν αὐτὸν καὶ ἀνέπαφον, περιγραπτὸν τὸν αὐτὸν καὶ ἀπερίγραφον. καὶ μετά τινα· Ὅθεν καὶ τόπον ὡς ἡμεῖς ἐκ τόπου μετέβαινεν ὁ Χριστὸς δῆλον δήπου, ἐπεὶ καὶ κατὰ ἀλήθειαν γέγονεν ἄνθρωπος καὶ φύσιν τὴν ἡμῶν ἔσχεν ἀμείωτον καὶ περιγραφῆς ἠνέσχετο σώματος καὶ σχῆμα τὸ ἡμῖν ἁρμόζον πεφόρεκεν. σωματικὴ γάρ, τοῦτ’ ἔστιν σώματος, καὶ ἡ μορφὴ τυγχάνει τοῦ σχήματος, καθ’ ἣν ἐν μήτρᾳ συλληφθεὶς διεπέπλαστο καὶ ἣν εἰς ἀεὶ διετήρησεν καὶ εἰς αἰῶνα τηρεῖ τὸν ἀπέραντον. καὶ μετ’ ὀλίγον· Εἷς υἱὸς γινωσκέσθω ὁ πᾶσαν ἐξ ἑαυτοῦ προφέρων ἐνέργειαν, θείαν τε καὶ ἀνθρώπειον, ταπεινὴν καὶ ὑπέρογκον, χθαμαλὴν καὶ οὐράνιον, σαρκικὴν καὶ ἀσώματον, ὁρατὴν καὶ ἀόρατον, περιγραπτὴν καὶ ἀπερίγραπτον, ἀναλογοῦσαν αὐτοῦ τῇ δυάδι τῶν φύσεων.

λεόντειον δὲ ἐξαλλέσθω καὶ σμερδαλέον ὁ σοφὸς καταβρυχέσθω Λεόντιος, ἐκδειματῶν ἐντόνως τῶν ἐναντίων τοὺς σκύλακας, μεγίστην αὐτοῖς ἐνεργαζόμενος παρὰ τῶν θείων δογμάτων τὴν πτοίαν, τοὺς κατὰ τῆς ποίμνης Χριστοῦ ἐπιφυέντας ἀγρίους θῆρας τοὺς περὶ Νεστόριον καὶ Εὐτυχέα τοὺς μιαρωτάτους καὶ ἀθεωτάτους τῇ ἀλκῇ καὶ τῇ πλοκῇ τῶν γλαφυρῶν δογμάτων εὐτόλμως τε καὶ γενναίως ἀποσοβῶν, ἐκεῖνά που διαπεραίνων ἐν λόγοις· Ἀλλ’ ἡ ψυχή, φασὶν οἱ τῆς διαιρέσεως πρόμαχοι, περιγέγραπται ἐν τῷ σώματι καὶ πάθη δέχεται καὶ ἀλγηδόνας ὑπομένει. καὶ εἰ οὕτως ἥνωται ὁ λόγος, ὥρα καὶ αὐτὸν τοῖς ἴσοις ὑποβάλλειν, καὶ ποιεῖν αὐτὸν παθητὸν καὶ περιγραπτόν. τί δέ; οὐχὶ μᾶλλον ὑμεῖς ταῦτα κατασκευάζετε, εἴποιμι ἄν, ἅπερ ἡμῖν ἐγκαλεῖτε; δεδοίκατε γὰρ αὐτὸν σαρκὶ συνάπτειν καὶ ὅλῳ ἀνθρώπῳ, ὡς ἐξ ἀνάγκης περιγραφησόμενον καὶ πεισόμενον. εἰ μὲν οὖν φύσει παθητὸς ὁ λόγος ἢ τὴν ἐν τόπῳ δέχεται περιγραφήν, ἔσται ταῦτα ἐν αὐτῷ δι’ αὐτόν, ἀλλ’ οὐ διὰ τὴν πρὸς τὸ περιγραπτὸν καὶ παθητὸν σῶμα ἕνωσιν· καὶ ἔσται οὕτως παθητὸς καὶ περιγραπτός, κἂν μὴ πέπονθε μὴ δὲ περιγέγραπται. εἰ δὲ φύσει ἄτρεπτός ἐστιν καὶ ἀπερίγραπτος καὶ ἀπαθής, κἂν ἐν σώματι γένηται, σῴζοι ἂν τὸν ἴδιον τῆς ἀπαθείας καὶ παντελῆ τῆς ἀτρεψίας λόγον.

ὁ τῆς Κυπρίων ἱερομύστης, ὁ μακάριος καὶ σημείων παραδοξοποιῶν ἐργάτης Ἐπιφάνιος, ὃν κατήγορον ἀλλ’ οὐ συνήγορον ἐναργῆ ἐν τοῖς ἑαυτῶν ἀτόποις δόγμασιν οἱ δυσσεβεῖς κέκτηνται, ἑπομένως ἡμῖν τὸν περὶ τῆς περιγραφῆς εἰσηγείσθω λόγον, κἂν μὴ πρὸς ἔπος ἀποφαινόμενος, ὅμως γοῦν οὐδὲν ἧττον καὶ δι’ ἑτέρων πλειόνων λέξεων τὴν αὐτὴν ἡμῖν τῆς περιγραφῆς ἔννοιαν παριστώντων διεξερχόμενος εὐκρινῶς, ἐν τῷ Ἀγκυρωτῷ αὐτοῦ καλουμένῳ βιβλίῳ ὡδὶ συγγεγραφώς· Ὅσα γὰρ ἐν ἀνθρώπῳ καὶ εἴ τι ἐστὶν ἄνθρωπος, ταῦτα ἦλθεν καὶ ἔλαβεν ὁ μονογενής, ἵνα ἐν τῷ τελείῳ ἀνθρώπῳ τελείως τὸ πᾶν τῆς σωτηρίας θεὸς ὢν ἀπεργάσηται, μηδὲν ἀπολείψας τοῦ ἀνθρώπου, ἵνα μὴ τὸ ἀπολειφθὲν μέρος εἰς μέρος πάλιν γένηται βρώματος διαβόλου. τούτων τῶν λόγων τί ἂν γένοιτο πρὸς τὴν τοῦ ζητουμένου εὕρεσιν ἐμφαντικώτερον; τὸ γὰρ ὅσα ἐν ἀνθρώπῳ καὶ οἷα ἄνθρωπος καὶ τὰ λοιπὰ ταυτὸν ἐκείνῳ σημαίνουσιν. τί οὖν πρὸς τὸ ἐν ἀνθρώπῳ τέλειον φαῖεν; εἰ μὴ περιγραπτὸς ὁ ἄνθρωπος, οὐχ’ ὁπωσοῦν τέλειος· ἀλλ’ οὐδὲ ἄνθρωπος ὅλως ἔσται. ὥστε τὸ κατὰ τὸ ἀνθρώπινον περιγραπτὸν εἶναι τὸν σωτῆρα πάντων μᾶλλον τῶν ἄλλων πατέρων διεκήρυξεν.

Κλήμης ὁ ἱερὸς ὁ Ἀλεξανδρείαθεν τοῖς προανατεταγμένοις παρομαρτείτω καὶ κατὰ ἰουδαϊζόντων γράφων λεγέτω τοιάδε· Σολομῶν ὁ τοῦ Δαυῒδ παῖς ἐν ταῖς Βασιλείαις ἐπιγραφομέναις τὴν τοῦ ἀληθινοῦ νεὼ κατασκευὴν συνείς, οὐ μόνον ἐπουράνιον εἶναι καὶ πνευματικήν, ἤδη δὲ καὶ εἰς τὴν σάρκα διαφέρειν, ἣν ἔμελλεν οἰκοδομεῖν ὁ τοῦ Δαυῒδ υἱός τε καὶ κύριος εἴς τε τὴν αὐτὸς αὐτοῦ παρουσίαν, ἔνθα καθιδρύεσθαι καθάπερ τι ἄγαλμα ἔμψυχον διεγνώκει, εἴς τε τὴν κατὰ σύνοδον πίστεως ἐγειρομένην ἐκκλησίαν κατὰ λέξιν λέγει·

Εἰ ἀληθῶς ἄρα κατοικήσει ὁ θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; κατοικεῖ δὲ ἐπὶ τῆς γῆς σάρκα περιβαλλόμενος κύριος, καὶ μετὰ ἀνθρώπων αὐτῷ κατοίκησις γίνεται ἐν τῇ κατὰ τοὺς δικαίους συνθέσει τε καὶ ἁρμονίᾳ, νεὼν ἅγιον ἐργαζομένῳ τε καὶ ἀνιστάντι· γῆ γὰρ οἱ δίκαιοι, τὴν γῆν ἔτι περικείμενοι, καὶ γῆ ὡς πρὸς τὸ μέγεθος παραβαλλόμενοι τοῦ κυρίου. ταύτῃ τοι καὶ ὁ μακάριος Πέτρος οὐκ ὀκνεῖ λέγειν·

Καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας τὰς προσδεκτὰς τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ. ἐπὶ δὲ τοῦ σώματος, ὃ κατὰ περιγραφὴν τόπον ἔνθεον ἑαυτῷ καθιέρωσεν ἐπὶ γῆς, ὁ κύριος «Λύσατε», εἶπεν αὐτός, «τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» εἶπον οὖν οἱ Ἰουδαῖοι· «Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ὁ ναὸς οὗτος οἰκοδομήθη, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;» ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος. τὴν ὑποκειμένην χρῆσιν οὐκ ἦν ἀναγκαῖον παρατίθεσθαι· οὐ γὰρ τῶν ἐπισήμων οὐδὲ τῶν ἄγαν ἐπιφανῶν ὁ Γαλάτης ὁ ἐξ Ἀγκύρας Θεόδοτος. ἀλλ’ ἐπεὶ οἱ δι’ ἐναντίας λόγους αὐτοῦ παραπλαττόμενοι παραφέρουσιν, μὴ δεῖν τὸν Χριστὸν περιγράφεσθαι ἢ εἰκονίζεσθαι νομοθετοῦντας, εἰς αἰσχύνην καὶ ἔλεγχον αὐτῶν ταύτην ὑπετάξαμεν, ἵνα καὶ ἐντεῦθεν δειχθῶσιν νόθους καὶ ἀλλοκότους φωνὰς εἰσφέροντες, ἐξ ὧν τὸ ψεῦδος συνιστάνειν, κρύπτειν δὲ τὴν ἀλήθειαν, σπουδὴν ἅπασαν τίθενται. ἐν γὰρ τῷ εἰς τὴν πανύμνητον θεοτόκον καὶ τὸν Συμεῶνα συντεθειμένῳ αὐτῷ λόγῳ γέγραφε τοιάδε·

Χαίροις, χώρημα ἐλάχιστον χωρῆσαν τὸν τοῖς πᾶσιν ἀχώρητον. καὶ τίς τὴν γενεὰν τοῦ ἀρχαιοτέρου τῆς γεννήσεως διηγήσεται; τί θαυμάσομεν; τὸν θεῖον καὶ ἀνέκφραστον τόκον ἢ τὴν ἀνερμήνευτον λοχόν; οὐ περιδράττεται λόγῳ τὰ ὑπὲρ λόγον· οὐ περιγράφεται νῷ τὰ ὑπὲρ ἔννοιαν. εἰ γὰρ καὶ γράφει γραφεὺς τὴν μητέρα τῆς οἰκονομίας, ἀλλ’ οὐχ’ ἑρμηνεύει λόγος τὸν τρόπον τῆς κυοφορίας. ἀρχὴν ἐπιθῶμεν τῷ τόκῳ; ἀλλ’ οὐχ’ ὑφέστηκεν ἄτερ τοῦ ἀνάρχου. βρέφος ὀνομάσωμεν τὸν τεχθέντα; ἀλλὰ τὸν παλαιὸν τῶν ἡμερῶν κέκτηται προκαταρκτικὸν καὶ αἴτιον. νικᾷ τὴν ὕφεσιν ἡ ἐπίτασις καὶ ὑπερίπταται τῆς περιγραφῆς τὸ ἀπερίγραπτον. τοιαῦτα ἡμῖν ἀεὶ ἡ θεία μητροπάρθενος ἐν ἁγίαις αὐτῆς ἐπιλάμψεσιν προκομίζει τὰ ἀγαθά, ὅτι παρ’ αὐτῇ πηγὴ ζωῆς. ἐπιστατέον δὲ ὅτι γραφομένην εἰσάγων τὴν τοῦ Χριστοῦ μητέρα, οἶδεν καὶ τὸν ἐξ αὐτῆς κατὰ σάρκα τεχθέντα γραφόμενον ὡς ὁμοούσιον σαρκὶ καὶ αὐτῇ. ὡσαύτως καὶ τὴν περιγραφὴν ἐπὶ τοῦ σωματικοῦ τοῦ κατὰ Χριστὸν τίθησιν, ὥσπερ τὸ ἀπερίγραφον ἐπὶ τῆς θεότητος. αἱ μὲν οὖν περιγραπτὸν τὸν Χριστὸν κατὰ τὸ ἀνθρώπινον αὐτῇ λέξει τῶν θεοφόρων συνῳδὰ καταγγέλλουσαι φωναὶ καὶ ὡς οὐκ ἔχον φύσιν ἐστὶν συμπεριγεγράφθαι τὸν θεῖον λόγον περιγραφομένῳ τῷ σώματι ἢ κεχωρίσθαι πάντως ἀπ’ αὐτοῦ (οὐδεὶς γὰρ ὁ συναναγκάσων λόγος ἐξευρεθήσεται), ὡς ἐκ προχείρου τε καὶ κατὰ δύναμιν παραθέσθαι, αὗται.

αἱ δὲ ὅσαι τέλειον ἡμῖν τὸν ἕνα υἱὸν καὶ κύριον Ἰησοῦν Χριστὸν καὶ θεὸν ἡμῶν ἐν ἀνθρωπότητι καὶ τέλειον τὸν αὐτὸν ἐν θεότητι εἰσηγοῦνται, αἵπερ οὐδὲν ἧττον τὸ κατ’ αὐτὸν σῶμα περιγραπτὸν κηρύσσουσιν, ὥσπερ τὴν θεότητα ἀπερίγραπτον, τί δεῖ λέγειν ὡς πλεῖσται καὶ ἄπειροι, ἤδη δὲ καὶ ἐν ἅπασιν σύνδρομοι; ἃς εἰ μέλλοιμεν ταῖς προκειμέναις ἐπισυνάπτειν φωναῖς, εἰς ἀπέραντον τὸν λόγον ἐξοίσομεν· οἷς δὲ μέλει δογμάτων εὐθύτητος καὶ τῆς σωτηρίας τῆς ἑαυτῶν ἔξεστιν βουλομένοις ἀνιχνεύειν μετ’ ἐμμελείας καὶ ἀναλέγεσθαι, πρὸς τὸν σκοπὸν τοῦ μυστηρίου τῆς θείας οἰκονομίας ἀπευθυνούσας καὶ ποδηγούσας. οἱ δὲ πρὸς τοσοῦτον στόλον ὁσίων καὶ μακαρίων ἀνδρῶν παρὰ τῆς τοῦ πνεύματος συγκροτούμενον χάριτος ἀντιφερόμενοι καὶ πρὸς τὸ ἐναστράπτον τῆς ἀληθείας σέλας ἀντωπεῖν φιλονεικοῦντες, τίνων οὐκ ἂν εἶεν ἀθλιώτεροι, τῷ σκότῳ τῆς πλάνης ἐξαμαυρούμενοι; ποίας δὲ συγγνώμης τεύξονται; μᾶλλον δὲ ποίοις κατακρίμασιν ὑπόδικοι οὐ γενήσονται, καὶ κατὰ τὸν τῇδε βίον φευκτοὶ καὶ ἀποτρόπαιοι τοῖς εὐσεβοῦσι δεικνύμενοι καὶ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα τιμωρίᾳ μακρᾷ καὶ ἀπεράντῳ κολάσει καταδικασθησόμενοι; ἀλλ’ οὗτοι μὲν τὴν ἑαυτῶν ἐρχέσθωσαν· ἡμεῖς δὲ καὶ αὖθις ἐπὶ τοῖς καταλειφθεῖσιν εἰς ἐπίσκεψιν παλινοστήσωμεν.