Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς συνοδικῆς ὁρισμοῦ τοῦ ἔτους 815

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η ισοτιμία λόγου και εικόνας και η διδακτική δύναμη της εικονογραφίας κατά τους Πατέρες

Παρατίθενται μαρτυρίες μεγάλων Πατέρων περί της αναγωγικής λειτουργίας των εικόνων, επιβεβαιώνοντας πως η τέχνη των χρωμάτων διδάσκει εξίσου αποτελεσματικά με τον γραπτό λόγο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 11 από 18

Καὶ τὰ μὲν ἐκ τῶν τοῦ αὐτοῦ μεταλαχόντων ὀνόματος (ὀκνῶ γὰρ εἰπεῖν προσώπου) ἀντίθετα πρὸς αἰσχύνην τῶν ἀθετούντων εἰς τὸν οἶκον τοῦ νοητοῦ Δαυΐδ, τοιαῦτα· ἐῶμεν δὲ τανῦν λέγειν, ὥστε μὴ ἐν παρεκβάσει τοῦ προκειμένου σκοποῦ γενέσθαι, οἷα καὶ ὅσα πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ εἴ τις ἄλλη ἀντίθετος τοῦ ὀρθοῦ λόγου μοῖρα καὶ ἕτεροι ἱεροὶ ἄνδρες τῆς εὐσεβείας προμαχησάμενοι ἀντεῖπον, Ἀναστάσιός τε ὁ θεοφιλὴς ὁ κατὰ τὸ Σιναῖον ὄρος ἤτοι τῆς Ἀντιοχέων προεδρεύσας, καὶ Ἰωάννης ὁ τῆς Θεσσαλονικέων ἐπιτροπεύσας ἀρχιερωσύνης, Σέργιός τε καὶ Μόσχος οἱ εὐλαβέστατοι καὶ Κωνσταντῖνος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ τῆς μεγάλης κατὰ τὴν βασιλεύουσαν ἐκκλησίας γνωρισθείς· ὧν οἱ λόγοι ὁποῖοι καὶ ὑπὲρ τίνων τοῖς φιλοπόνως ἐκζητοῦσιν ἐμφανεῖς καθίστανται. ἐντεῦθεν ἐφ’ ἑτέραν χρῆσιν οἱ τῆς Ἰουδαϊκῆς μοίρας ἵενται Θεοδότου τοῦ ἐκ Γαλατίας ἐπιγραφομένην τοὔνομα ἔχουσαν ὧδε· Τὰς τῶν ἁγίων εἰδέας οὐκ ἐν εἰκόσιν ἐξ ὑλικῶν χρωμάτων διαμορφοῦν παρειλήφαμεν, ἀλλὰ τὰς τούτων ἀρετὰς διὰ τῶν ἐν γραφαῖς περὶ αὐτῶν δηλουμένων οἷόν τινας ἐμψύχους εἰκόνας ἀναμάττεσθαι δεδιδάγμεθα, ἐκ τούτου πρὸς τὸν ὅμοιον αὐτοῖς διεγειρόμενοι ζῆλον· ἐπεὶ εἰπάτωσαν οἱ τὰς τοιάσδε ἀναστηλοῦντες μορφὰς ποίας ἄρα ἐκ τούτων καταπολαύοιεν ὠφελείας, ἢ ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται πνευματικῇ θεωρίᾳ.

ἀλλ’ εὔδηλον ὡς ματαία ἡ τοιαύτη ἐπίνοια καὶ διαβολικῆς μεθοδείας εὕρημα. τί οὖν πρὸς ταῦτα ποιεῖν ἐχρῆν; παραγράφεσθαι μὲν εὐθὺς τουτονὶ τὸν Θεόδοτον ἀλογῆσαί τε τὰς φωνὰς ὡς ἀλλοτρίας τῆς καθολικῆς ἐκκλησίας καὶ μὴ δὲ τοῦ ὁπωσοῦν ἀξιοῦν λόγου, ἐπεὶ τῷ ἔναγχος ἐκτεθειμένῳ διαλόγῳ παραβαλλόμενος τοῖς μὲν παρὰ τοῦ Ἰουδαίου λεχθεῖσιν καθίσταται σύμφωνος, τοῖς δὲ παρὰ τοῦ ἱεράρχου δογματιζομένοις ἀντίπαλος ἀναφαίνεται· οὐκ ἄδηλον οὖν τοῖς νοῦν ἔχουσιν ὅποι καὶ μετὰ τίνων τετάξεται. ὅμως δ’ οὖν τῆς τῶν ἀσεβῶν ἀναισχυντίας χάριν οὐκ ἀναδυόμεθα πρὸς τὸν λόγον, ἀλλ’ οὕτως πρὸς τὰ προκείμενα ἀπαντησόμεθα· πρῶτον μὲν μὴ δὲ ἡγεῖσθαι τοῦ ἐξ Ἀγκύρας Θεοδότου ὑπάρχειν ταῦτα γεννήματα, καὶ ὅπως, οὐκ εἰς μακρὰν ἐροῦμεν· ἔπειτα δὲ εἰ καὶ δοθείη τοῦτο, οὐδὲν πρόσαντες τῇ ἐκκλησίᾳ ἐντεῦθεν ἢ ἐπίμωμον συναντήσεται· λέγεται γὰρ τῶν διαβεβλημένων εἶναι οὑτοσὶ ὁ Θεόδοτος, οὐ τῶν ἐγκεκριμένων τῷ τῶν πατέρων χορῷ. ἵνα δὲ καὶ ἡμεῖς τὰ δοκοῦντα καὶ ὅσον ἡ τῶν ἀληθῶν κρίσις ἐπιτρέπει καταστοχάζεσθαι εἰσαγάγωμεν, τοιαῦτά τινα περὶ αὐτοῦ λέγομεν· γνώριμον ἤδη ἀνθρώπῳ παντὶ ὡς τὰ ἀμφιβαλλόμενα τῶν λόγων ἐκ τῶν ὁμολογουμένων κρίνεται καὶ τὰ νενοθευμένα ἐκ τῶν γνησίων δοκιμάζεται.

λόγος τοίνυν ἑορταστικὸς τῷ ἐκ Γαλατίας Θεοδότῳ πεποίηται, ἐγκώμιον εἰς τὴν πανάμωμον θεομήτορα καὶ εἰς τὸν δίκαιον Συμεῶνα τὴν ὑπόθεσιν ἔχων, χρόνῳ τε βεβαιούμενος καὶ τοῖς εἰδόσιν τῶν γνησίων αὐτοῦ κρινόμενος. ἐνταῦθα οὖν τοιαῦτα περὶ τῆς ἁγίας παρθένου διέξεισιν· Τί θαυμάσομεν; τὸν θεῖον καὶ ἀνέκφραστον τόκον ἢ τὴν ἀνερμήνευτον λοχόν; οὐ περιδράσσεται λόγῳ τὰ ὑπὲρ λόγον, οὐ περιγράφεται νῷ τὰ ὑπὲρ ἔννοιαν. εἰ γὰρ καὶ γράφει γραφεὺς τὴν μητέρα τῆς οἰκονομίας, ἀλλ’ οὐχ’ ἑρμηνεύει λόγος τὸν τρόπον τῆς κυοφορίας. βρέφος ὀνομάσωμεν τὸν τεχθέντα; ἀλλὰ τὸν παλαιὸν τῶν ἡμερῶν κέκτηται προκαταρκτικὸν καὶ αἴτιον· νικᾷ τὴν ὕφεσιν ἡ ἐπίτασις καὶ ὑπερίπταται τῆς περιγραφῆς τὸ ἀπερίγραφον. τίνος οὖν ἕνεκεν ταῦτα παρεθέμεθα; οἱ τῆς οἰκονομίας τοῦ σωτῆρος ἐχθροὶ σπουδὴν ἅπασαν καταβέβληνται, διὰ τῆς τοῦ ἀπεριγράφου φωνῆς τὸ μηδαμῶς εἰκονίζεσθαι τὸν Χριστὸν κατασκευάζοντες, καθαιρεῖσθαι δὲ αὐτοῦ πανταχοῦ τὸ ἱερὸν ἀπεικόνισμα· ἐφ’ ᾧ κανὼν αὐτοῖς κεκύρωται καὶ προχειρότατον ἔχουσιν ὡς, τούτου ἐκ ποδῶν γινομένου, ἀκόλουθον εἶναι πάντως καὶ τὰ τῶν ἁγίων συνοιχήσεσθαι ἀπεικάσματα καὶ τοῖς πρὸς τῷ ἑνὶ συναναιρεῖσθαι καὶ τὰ πρὸς τοῖς πολλοῖς.

εἰ οὖν σαφῶς ἐνταῦθα ὁ Θεόδοτος περιγραφόμενον κηρύσσει τὸν Χριστόν, ἤδη δὲ καὶ τὴν τεκοῦσαν παρθένον γραφομένην, ᾗ συγγεγράφθαι καὶ τὸ οἰκεῖον βρέφος ἀκόλουθον (καὶ τοῦτο τοῖς τῇ ἀληθείᾳ καὶ τοῖς τῆς φύσεως προσέχουσι νόμοις ὀρθῶς ὡμολόγηται, ὥσπερ σὺν πατρὶ ἔχειν τὸ ἀπερίγραπτον πρόδηλον ἂν εἴη), ὡς καὶ τοὺς λοιποὺς ἁγίους γραφομένους παρειληφὼς ἐπίσταται, καὶ εἰ διὰ τὸ ἀπερίγραπτον ἀναιρεῖται τὸ εἰκονίζεσθαι Χριστόν, ταύτῃ δὲ καὶ τοὺς ἁγίους. περιγραπτὸν ἄρα κηρύσσων οὗτος τὸν Χριστὸν οἶδεν αὐτὸν καὶ εἰκονιζόμενον· καὶ εἰ τοῦτο, καὶ τοὺς ἁγίους εἰκονιζομένους ἐξ ἀνάγκης εἰδὼς εἰσαχθήσεται. οὐκοῦν εἰ οὕτως παρίσταται τὸ Θεοδότου φρόνημα, ψευδῆ ἄρα καὶ ἀλλότρια τοῦ ἐπὶ χεῖρας Θεοδότου ὑπάρχουσιν ἅπερ οὗτοι ἐπ’ ὀνόματι ἐκείνου πλασάμενοι παράγουσιν· οὐ γὰρ ἐπὶ τοσοῦτον ἀνοίας ἐξώκειλεν ὡς τἀναντία ἑαυτῷ φρονεῖν τε καὶ γράφειν. πῶς γὰρ οἷόν τε τὸν αὐτὸν ἐν ἐγκωμίου μέρει καὶ τὸν γραφέα γράφοντα δέχεσθαι καὶ διαβολικῆς μεθοδείας εὑρήματα τὰ αὐτὰ διορίζεσθαι; ὁ δὲ μέγας παρ’ αὐτοῖς Λεόντιος ἀμήχανον τὸ Χριστὸν ἐν εἰκόνι γράφεσθαι διὰ τὸ ἀπερίγραπτον ἀπισχυρίζεται. οὐδὲν δὲ χεῖρον καὶ αὐτὴν ἐπισκέψασθαι τὴν λέξιν· τὰς τῶν ἁγίων εἰδέας, φησίν, οὐκ ἐξ ὑλικῶν χρωμάτων διαμορφοῦν παρειλήφαμεν.

ἀλλ’ ἡμεῖς γε οἱ Χριστιανοὶ παρειλήφαμεν, παῖδες παρὰ πατέρων ἄνωθεν διαδεξάμενοι· καὶ εἴπερ πρὸς τὸ μὴ παρειληφέναι καταφεύγεις καὶ τοῦτό σοι πρόφασις τῆς εἰς τοὺς ἁγίους ὕβρεως, πολλῷ μᾶλλον ἡμεῖς ἐπὶ τὸ παρειληφέναι καταφευξούμεθα καὶ τοῦτο ἡμῖν τῆς εἰς τοὺς ἁγίους τιμῆς ἀφορμὴ καὶ ὑπόθεσις. καὶ ὅθεν μάνθανε· ὅτι γε δὴ παρὰ τῶν συγγεγραμμένων βίβλων, αἳ τοὺς ἄθλους καὶ τὰς ἀριστείας αὐτῶν ἡμῖν διαγορεύουσιν. εἰ δὲ σὺ πόρρω τῆς Χριστιανῶν θεοσεβείας αὐλίζῃ καὶ ἠγνόηταί σοι τὰ παρ’ ἡμῖν ἔθη καὶ θεσμοὶ καὶ μυστήρια, καὶ τῆς ἐποφειλομένης τοῖς ἁγίοις τιμῆς ὑπάρχεις ἀμύητος, ἐπὶ σὴν κεφαλὴν τὸ κρῖμα καὶ τὸ τῆς ἀμαθίας ἔγκλημα· τῇ γὰρ καθολικῇ ἐκκλησίᾳ οὐδὲν ἐντεῦθεν προστρίψεται πρόκριμα, ἐπεὶ καὶ τοὺς σοὺς λήρους ὡς ἀλλοτρίους βδελυσσόμεθα. ὅταν γάρ τις τὸ ψεῦδος λαλῇ, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ ἐν τῇ ἀληθείᾳ οὐχ’ ἕστηκεν. ὡς μὲν οὖν τῆς ἁπασῶν ἐσχάτης ἠλιθιότητος ταυτὶ τὰ ἔκτοπα ῥήματα καὶ φρενὸς ἀλόγου καὶ ἀλλοκότου, οὐδένα ἂν οἶμαι τῶν νοῦν ἐχόντων ἀντερεῖν.

καὶ οὐκ οἶδα πότερον οὗτος ὁ ἐμβρόντητος τῆς ἀγνωσίας καὶ ἀβλεψίας καταγνωσθείη, ἢ οἱ τοὺς λόγους τούτου ὡς νόμον ἰσχυρὸν καὶ ἀπαράβατον κανόνα παραδεχόμενοι· ὡς γὰρ ἐξ ἀρχῆς ἡμῖν ταῦτα παραδέδοται, καὶ ἡ ὄψις διδάσκαλος καὶ ἡ πληθὺς τῶν γεγραμμένων καὶ τῶν θείων οἴκων ἡ ἄπειρος καὶ τοῦ χρόνου τὸ μήκιστον, ὃ πάντων ἐστὶν τὸ ἰσχυρότατον· βεβαιοῖ γὰρ τὰ φαινόμενα καὶ τῶν πιστῶν ἡ παραδοχὴ καὶ ἡ μέχρι καὶ νῦν ἀναστήλωσις· οἱ δέ γε πρὸς πᾶσαν κτίσιν καὶ οἰκουμένην ὅλην παραταττόμενοι οὐκ ἐρυθριῶσιν. πρὸς μὲν οὖν τὴν τοῦ σωτῆρος εἰκόνα οὐδὲν τέως ἐνταῦθα ἀποτολμᾷ δύσφημον φθέγξασθαι ὁ ἐξάγιστος—ἔλαθεν ἴσως—, πρὸς τοὺς ἁγίους δὲ τρανῶς προπηλακίζων ἀποδύεται· τοῖς γοῦν ἄλλοις μάρτυσιν αὐτῶν τὸ δόξαν τοῦ Χριστοῦ πολύμορφον, ἀφορμὴ τῆς φασματώδους δόξης αὐτῶν γέγονεν. τούτῳ δὲ ποία πολυμορφία ἢ πολυειδία τῆς ἑκάστου τῶν ἁγίων εἰδέας ἐξευρεθήσεται, μιᾶς καὶ τῆς αὐτῆς ἑκάστῳ ἐνούσης κατὰ τὸ ἰδιάζον τοῖς ἀφοριστικοῖς γνωρίσμασιν, ἵνα ταύτῃ καὶ τὸ μὴ γράφεσθαι κατασκευάζοιτο; ἢ κἀνταῦθα τὸ ἀπερίγραπτον αὐτῶν προστήσεται; ἀλλ’ οὐκ ἀσυμφανὲς ὅτι, ὥσπερ ἔχθιστοι τῆς Χριστοῦ οἰκονομίας, οὕτω καὶ τῶν ἁγίων οἱ δυσμενέστατοι τυγχάνουσιν, ἵνα καὶ πάλιν ὑβριζομένῳ Χριστῷ συνυβρίζωνται, ὥσπερ καὶ πρὶν παθόντι ὑπὲρ ἡμῶν συνέπαθον, καὶ αὖθις συνδοξασθῶσιν, καὶ ἐν ζῶσιν μάρτυρες καὶ ἐν εἰκόσιν μάρτυρες.

οὐδαμῶς οὖν ταῦτα Χριστιανοῦ φιλομάρτυρος. πόθεν, κἂν τὰς ἀρετὰς αὐτῶν προΐσχεσθαι σχηματίζωνται; οὕτω γὰρ βαρὺς αὐτοῖς ὁ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος, καὶ οἱ ἅγιοι φευκτοὶ καὶ ἀπόπεμπτοι κἀν τοῖς ὁμοιώμασιν αὐτῶν δεικνύμενοι. ἐπειδὴ δὲ οἱ ἀσύνετοι οὐ συνιᾶσιν τὸ ἐν τοῖς μάρτυσιν αὐτῶν ἀσύμφωνον καὶ ἀσύμβατον—τολμῶσι γὰρ καὶ τῶν θείων ἡμῶν πατέρων φωνὰς παραπεποιημένας ἢ κακῶς νοηθείσας παράγειν—, φέρε τὰς γνησίας αὐτῶν φωνὰς τούτοις ἡμεῖς ἀντιπαραθέμενοι, μὴ δὲ γὰρ ἄλλοθεν ἢ ἐντεῦθεν τόν τε συνασπισμὸν αὐτῶν διαλύσωμεν καὶ τὸ λοιπὸν ἐληλεγμένους τῆς παρανοίας καὶ ἀφροσύνης αὐτοὺς ἀποδείξωμεν· ἰδοὺ γὰρ ἐπὶ θύραις ἑστήκασιν οὐ συνήγοροι, ἀλλὰ κατήγοροι, λόγοις παίοντες ἀληθείας καὶ παραδειγματίζοντες τοὺς δόλους τῶν παρανόμων καὶ τὴν ὑπόκρισιν· ὅπως τε παρειλήφασιν ταῦτα καὶ ἑωράκεσαν, μεγαλοφώνως βοῶντες, καὶ ἄλλοις παραδιδόναι προήχθησαν. καὶ ἡγείσθω ὁ μέγας Ἰωάννης ὁ τῆς βασιλίδος ἀρχιερεὺς ὁ Χρυσόστομος ἐν τῷ εἰς τὸν Ἰὼβ λόγῳ τοιαῦτα φάσκων·

Ὡς γὰρ ἐπὶ τῶν ἄλλων μαρτύρων ἔνι πολλάκις ἰδεῖν ἐν γραφῇ τὰ παθήματα, καὶ τοῖχος ἕστηκεν διηγούμενος τοὺς ἀγῶνας τοῦ μάρτυρος καὶ γραφέων χεῖρες πομπεύουσιν τῆς ἀρετῆς τὴν ὑπόμνησιν, οὕτως κἀνταῦθα. τὰ παραπλήσια δὲ καὶ <ἐν> τοῖς εἰς τὸ ἔνδυμα τοῦ ἱερέως αὐτῷ πέφρασται· Ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν εὐσεβείας πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι ἐλαύνοντα βαρβάρων νέφη· εἶδον πατούμενα βαρβάρων φῦλα καὶ τὸν Δαυῒδ ἀληθεύοντα· Κύριε ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. τοιαῦτα καὶ εἰς τὸν ἱερὸν Μελέτιον τῆς Ἀντιόχου ἀρχιερέα εἰρημένα αὐτῷ, ἐνορᾶν πάρεστιν· Οὐ πρὸς τὸ ὄνομα δὲ τοσοῦτον ἐπάθετε πόθον μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸν τοῦ σώματος τὸν τύπον. ὅπερ οὖν ἐν ὀνόμασιν ἐποιήσατε, τοῦτο καὶ ἐπὶ τῆς εἰκόνος ἐπράξατε τῆς ἐκείνου· καὶ γὰρ ἐν δακτυλίων σφενδόναις καὶ ἐν ἐκπώμασιν καὶ ἐν θαλάμων τοίχοις καὶ πανταχοῦ τὴν εἰκόνα τὴν ἁγίαν ἐκείνην διεχάραξαν πολλοί, ὡς μὴ μόνον ἀκούειν τῆς ἁγίας προσηγορίας ἐκείνης, ἀλλὰ καὶ καθορᾶν αὐτοῦ πανταχοῦ τοῦ σώματος τὸν τύπον καὶ διπλῆν τινα τῆς ἀποδημίας ἔχειν παραμυθίαν. ὅπως δὲ αὐτὸς ὁ ἱερὸς ἡμῶν διδάσκαλος πολλοῦ ἐτίμα τὰ τῶν ἁγίων ἐκτυπώματα δηλώσει ἡμῖν καὶ τὰ ἐν τῷ βίῳ αὐτοῦ τῷ ἐνθέῳ συγγεγραμμένα, ὧδέ πως ἔχοντα· Ἠγάπα δὲ ὁ μακάριος Ἰωάννης τὰς ἐπιστολὰς τοῦ σοφωτάτου Παύλου ἄγαν.

καὶ μετ’ ὀλίγα· Ἦν δὲ καὶ τὸ ἐκτύπωμα τοῦ ἀποστόλου Παύλου ἔχων ἐν εἰκόνι ἔνθα ἀνεπαύετο διὰ τὴν τοῦ σώματος ἀσθένειαν βραχύ τι (ἦν γὰρ πολυάγρυπνος ὑπὲρ φύσιν), καὶ ἡνίκα διήρχετο τὰς ἐπιστολὰς αὐτοῦ, ἐνητένιζεν αὐτῇ καὶ ὡς ἐπὶ ζῶντος αὐτοῦ οὕτως προσεῖχεν αὐτῷ, μακαρίζων αὐτόν, καὶ ὅλον αὐτοῦ τὸν λογισμὸν πρὸς αὐτὸν εἶχεν φανταζόμενον καὶ διὰ τῆς θεωρίας αὐτῷ ὁμιλῶν. καὶ μεθ’ ἕτερα·

Ὡς δὲ ἐπαύσατο ὁ Πρόκλος λαλῶν, ἀτενίσας τῇ εἰκόνι τοῦ ἀποστόλου καὶ θεασάμενος τὸν χαρακτῆρα αὐτοῦ ὅμοιον τοῦ ὀφθέντος αὐτῷ, βαλὼν μετάνοιαν τῷ Ἰωάννῃ, δακτυλοδεικτῶν τὴν εἰκόνα, εἶπεν· «Συγχώρησόν μοι, πάτερ· ὃν εἶδον λαλοῦντά σοι ὅμοιός ἐστιν τούτῳ· ὡς δὲ ὑπολαμβάνω, καὶ αὐτός ἐστιν.» συμφθεγγέσθω τούτοις καὶ ὁ θεῖος Βασίλειος καὶ ὑποτιθέσθω τοῖς ζωγράφοις καὶ προσταττέτω διανίστασθαι καὶ ταῖς παρ’ ἑαυτῶν τέχναις καὶ τοῖς χρώμασιν περιλάμψαντας μεγαλύνειν τοὺς μάρτυρας καὶ τοὺς ἄθλους αὐτῶν. οὐ μὴν δέ γε ἀλλὰ καὶ ἡττᾶσθαι τὸν λόγον ὑπὸ τῆς τέχνης ὁμολογείτω· ἅπερ γράφοντα αὐτὸν εἰς τὸν ἅγιον μάρτυρα Βαρλαὰμ ἔγνωμεν, ἆρ’ οὖν οὐ παρείληφεν; ἢ ὡς παρειληφὼς καὶ τοῖς μετ’ αὐτὸν ὡσαύτως ποιεῖν μεταδίδωσιν, ἀξίως τῆς οἰκείας ἀρετῆς πράττων καὶ τῆς εἰς τοὺς μάρτυρας τιμῆς, ἤδη δὲ καὶ εἰς δόξαν τοῦ τῶν μαρτύρων θεοῦ; ἔχει δὲ τὰ γεγραμμένα οὕτως· Ἀνάστητέ μοι, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι· τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις· ἀμαυρότερον παρ’ ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν.

ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος παρ’ ὑμῶν νενικημένος γραφῇ· χαίρω τῇ τοιαύτῃ τῆς ὑμετέρας ἰσχύος σήμερον ἡττώμενος νίκῃ· ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ’ ὑμῶν γραφομένην τὴν πάλην· ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμμένον εἰκόνος. κλαυσάτωσαν δαίμονες καὶ νῦν ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι. φλεγομένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νικῶσα δεικνύσθω· ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. ἐμφανὲς οὖν ὡς καὶ ὁ μέγας οὗτος διδάσκαλος διατρανοῖ ἐναργέστερόν πως δεικνύειν τὴν τῶν πραγμάτων ἀλήθειαν τὰ παρὰ τῆς τῶν ζωγράφων τέχνης γραφόμενα, κἂν οἱ τὴν διάνοιαν βεβουκολημένοι ἐπ’ ἀλληγορίαις ἀνοήτως τρέπονται καὶ πρὸς μυθοποιΐας ἐκφέρονται φάσματα, φρενὸς ἐκστάντες ἅμα καὶ πίστεως καὶ πόρρω τῆς τοῦ διδασκάλου ἐννοίας ἀπαγόμενοι, τὰς τοιαύτας φωνὰς τροπικῶς, ὥσπερ ὀνειροπολοῦντες, παρεξηγούμενοι. ἀδελφὰ τοῖς τοῦ διδασκάλου λόγοις καὶ ὁ ἀδελφὸς εἰσηγείσθω Γρηγόριος ὁ τῆς Νυσαέων ἱεράρχης, περιπαθῶς ἐπὶ τῇ θυσίᾳ τῇ κατὰ τὸν πατριάρχην Ἀβραὰμ διακείμενος, καὶ δὴ καὶ λεγέτω· Εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον, ἐναργῶς τῆς τέχνης ὑπ’ ὄψιν ἀγούσης τὴν ἱστορίαν.

πρόκειται ὁ Ἰσαὰκ παρ’ αὐτὸ τὸ θυσιαστήριον ὀκλάσας ἐπὶ τὸ γόνυ καὶ περιηγμένας ἔχων εἰς τοὐπίσω τὰς χεῖρας· ὁ δὲ ἐπιβεβηκὼς κατόπιν τῷ παιδὶ τῆς ἀγκύλης καὶ τῇ ἀριστερᾷ χειρὶ τὴν κόμην τοῦ παιδὸς πρὸς ἑαυτὸν ἀνακλάσας, ἐπικύπτει τῷ προσώπῳ ἐλεεινῶς πρὸς αὐτὸν ἀποβλέποντι, καὶ τὴν δεξιὰν καθωπλισμένος τῷ ξίφει πρὸς τὴν σφαγὴν κατευθύνει, καὶ ἅπτεται ἤδη τοῦ σώματος ἡ τοῦ ξίφους ἀκμή, καὶ τότε αὐτῷ γίνεται θεόθεν φωνή, τὸ ἔργον κωλύουσα. ὁ αὐτὸς δὴ οὗτος πατὴρ ἐν τοῖς εἰς τὸν ἅγιον μάρτυρα Θεόδωρον τοιάδε διεξέρχεται· Ὁ ἐλθὼν τοίνυν εἴς τι χωρίον ὅμοιον τούτῳ ἔνθα σήμερον ὁ ἡμέτερος σύλλογος, ὅπου μνήμη δικαίου καὶ ἁγίων λείψανα, πρῶτον μὲν τῇ μεγαλοπρεπείᾳ τῶν ὁρωμένων ψυχαγωγεῖται, οἶκον βλέπων ὡς θεοῦ ναὸν ἐξησκημένον λαμπρῶς τῷ μεγέθει τῆς οἰκοδομῆς καὶ τῷ κάλλει τῆς ἐπικοσμήσεως· ἔνθα καὶ τέκτων εἰς ζῴων φαντασίαν τὸ ξύλον ἐμόρφωσεν καὶ λιθοξόος εἰς ἀργύρου λειότητα τὰς πλάκας ἐπέξεσεν.

ἐπέχρωσέν τε καὶ ζωγράφος τὰ ἄνθη τῆς τέχνης, ἐν εἰκόνι διαγραψάμενος τὰς ἀριστείας τοῦ μάρτυρος, τὰς ἐνστάσεις, τὰς ἀλγηδόνας, τὰς θηριώδεις τῶν τυράννων ἐπηρείας, τὴν φλογοτρόφον ἐκείνην κάμινον, τὴν μακαριωτάτην τελείωσιν, τοῦ ἀγωνοθέτου Χριστοῦ τῆς ἀνθρωπίνης μορφῆς τὸ ἐκτύπωμα· πάντα ἡμῖν ὡς ἐν βιβλίῳ τινὶ γλωττηφόρῳ διὰ χρωμάτων τεχνουργησάμενος, σαφῶς διηγόρευσεν τοὺς ἀγῶνας τοῦ μάρτυρος καὶ ὡς λειμῶνα λαμπρὸν τὸν νεὼν κατηγλάϊσεν· οἶδεν γὰρ καὶ γραφὴ σιωπῶσα ἐν τοίχῳ λαλεῖν καὶ τὰ μέγιστα ὠφελεῖν· καὶ ὁ τῶν ψηφίδων συνθέτης ἱστορίας ἄξιον πεποίηκεν τὸ πατούμενον ἔδαφος. καὶ ὁ τοῖς αἰσθητοῖς οὕτω φιλοτεχνήμασιν ἐνευπαθήσας τὴν ὄψιν ἐπιθυμεῖ λοιπὸν καὶ αὐτῇ πλησιάσαι τῇ θήκῃ, καὶ ἁγιασμὸν καὶ εὐλογίαν τὴν ἐπαφὴν εἶναι πιστεύων. εἰ δὲ καὶ κόνιν δέον φέρειν τὴν ἐπικειμένην τῇ ἐπιφανείᾳ τῆς ἀναπαύσεως, ἀεὶ δῶρον ὁ χοῦς λαμβάνεται καὶ ὡς κειμήλιον ἡ γῆ θησαυρίζεται· τοῦ γὰρ αὐτοῦ λειψάνου προσάψασθαι, εἴ ποτέ τις ἐπιτυχία παράσχῃ τὴν ἐξουσίαν, ὅπως ἐστὶν πολυπόθητον καὶ εὐχῆς τῆς ἀνωτάτω δῶρον, ἴσασιν οἱ πεπειραμένοι καὶ τῆς τοιαύτης ἐμφορηθέντες δυνάμεως.

ὡς σῶμα γὰρ ἀνθοῦν οἱ βλέποντες κατασπάζονται, τοῖς ὀφθαλμοῖς, τῷ στόματι, ταῖς ἀκοαῖς, πάσαις ταῖς αἰσθήσεσιν προσάγοντες, ἢ τὸ τῆς εὐσεβείας καὶ τοῦ πάθους προχέοντες δάκρυον· ὡς ὁλοκλήρῳ καὶ φαινομένῳ τῷ μάρτυρι τὴν τοῦ πρεσβεύειν ἱκεσίαν προσάγουσιν, ὡς δορυφόρον τοῦ θεοῦ παρακαλοῦντες αὐτόν, ὡς λαμβάνοντα τὰς δωρεὰς ὅταν ἐθέλῃ ἐπικαλούμενος. τούτοις σύνδρομα καὶ εἰς τὸν ἅγιον μάρτυρα διέξεισιν Βασιλίσκον τοιάδε λέγων· Τὰ μὲν περὶ τῆς ὑπομονῆς τοῦ ἀνδρός, ὅσα περὶ διηγήσεως, ταῦτα ἴσμεν· ἅτινα εἶδον ἐγὼ πολλάκις ἐν τοίχῳ γραφέντα καὶ φοβοῦντα πρὸ τῆς πείρας τοὺς ἀγνοοῦντας τῇ πείρᾳ τε τῆς βασάνου τὸ ἀφόρητον <δεικνύντα>· οἶδεν γὰρ καὶ γραφὴ σιωπῶσα λαλεῖν καὶ τὰ μέγιστα ὠφελεῖν. ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος ἀναφαινέσθω· οὗτος δὴ τὸν μέγαν Βασίλειον πλείστοις καὶ μεγίστοις ἐγκωμίοις ἐπάρας, τὴν ἐκ τῶν λόγων καταβαλλόμενος δύναμιν καὶ ἡττᾶσθαι ὑπὸ τῆς μεγαλοφυΐας καὶ ἀρετῆς τοῦ ἀνδρὸς διομολογήσας, εἰκόνι τοῦτον γεραίρειν ἔδοξεν, ἐμφανέστερον παριστῶν ἐκεῖθεν τὰ τοῦ πόθου· ἣν ἀναθεὶς αὐτῷ καὶ ἡρωϊκοῖς μέτροις καὶ ἐλεγείοις ἐφαίδρυνεν, ὡς ζῶντι προσφθεγγόμενος τῷ γεγραμμένῳ· ὧν τοὺς τελευταίους παραθέντες στίχους, τοὺς λοιποὺς τοῖς βουλομένοις ἐντυγχάνειν καὶ τὴν τῶν ἀγίων ἀναμανθάνειν δόξαν παρήσομεν.

ἔχουσι δὲ ὧδε· Χαίροις, ὦ Βασίλειε, καὶ εἰ λίπες ἡμέας, γρηγορίου τόδ’ ἐστιν γράμμ’ ἐπιτυμβίδιον, μῦθος δ’ ὃν φιλέεσκες, ἔχοις χρέος, ὦ Βασίλειε, τῆς φιλίης καὶ σοὶ δῶρον ἐπευκτότατον. Γρηγόριος, Βασίλειε, τεῇ εἰκόνι τήνδ’ ἀνέθηκα τῶν ἐπιγραμματίων, θεῖε, δυωδεκάδα. τούτοις ἑπέσθω Ἀστέριος ὁ τῆς Ἀμασέων γεγονὼς πρόεδρος θαυμαστῶς ὅπως μουσουργῶν ἐκείνην τὴν ἔκφρασιν, ὄπα λειριόεσσαν ἱείς, ὡς ἄν τις εἴποι ποιητικῶς, καὶ τεθεάσθω πάλιν τὴν ἱερὰν ἐκείνην γραφὴν τῆς πανευφήμου μάρτυρος καὶ τὴν τέχνην θαυμαζέτω τὴν τῶν ζωγράφων καὶ εἰς μέγα αἴρειν πειράσθω, καὶ τοὺς λόγους παρεξεταζέτω τῇ τέχνῃ ὡς οὐ φαυλότερα μουσοπόλων τὰ φάρμακα καὶ καταρχέτω τοῦ λόγου ὧδέ πῃ ἔχοντος· Πρώην μέν, ὦ ἄνδρες, Δημοσθένην εἶχον ἐν χερσὶν τὸν δεινόν, καὶ Δημοσθένους ἐκεῖνα ἔνθα δὴ τὸν Αἰσχίνην πικροῖς βάλλει τοῖς ἐνθυμήμασιν· ἐγχρονίσας δὲ τῷ λόγῳ καὶ πυκνωθεὶς τὴν διάνοιαν, ἀνέσεως ἐδεόμην καὶ περιπάτου ὥστε μοι λυθῆναι μικρὸν τῆς ψυχῆς τὸ πονούμενον· προελθὼν δὲ τοῦ δωματίου καὶ ὀλίγα τοῖς γνωρίμοις συμβαδίσας ἐπ’ ἀγορᾶς, ἐκεῖθεν εἰς τὸ τοῦ θεοῦ τέμενος ἀφικόμην εὐξόμενος ἐν σχολῇ.

ὡς δὲ καὶ τούτου τυχὼν ἕνα δὴ τῶν ὑποστέγων δόμων ἐβάδιζον, εἶδον ἐκεῖ γραφήν τινα καί με κατ’ ἄκρας εἷλεν ἡ θέα· Εὐφράνορος ἂν εἶπες εἶναι τὸ φιλοτέχνημα ἤ τινος ἐκείνων τῶν παλαιῶν, οἳ τὴν γραφικὴν ἦραν εἰς μέγα, ἐμψύχους ὀλίγου δέοντος ἐργασάμενοι πίνακας. δεῦρο δ’ εἰ βούλει—καὶ γὰρ σχολὴ νῦν διηγήματος—φράσω σοι τὴν γραφήν· οὐδὲ γὰρ φαυλότερα πάντως τῶν ζωγράφων οἱ μουσῶν παῖδες ἔχομεν φάρμακα. γυνή τις ἱερὰ παρθένος ἀκήρατον θεῷ τὴν σωφροσύνην καθιερώσασα (Εὐφημίαν καλοῦσιν αὐτήν), τυράννου δέ ποτε τοὺς εὐσεβοῦντας ἐλαύνοντος, μάλα προθύμως τὸν ἐπὶ θανάτῳ εἵλετο κίνδυνον· οἱ δὲ δὴ πολῖται καὶ κοινωνοὶ τῆς θρησκείας ὑπὲρ ἧς ἐτελεύτησεν, ὡς ἀνδρείαν ὁμοῦ καὶ ἱερὰν τὴν παρθένον θαυμάσαντες, πλησίον τοῦ ἱεροῦ τὴν θήκην δειμάμενοι καταθέμενοί τε τὴν λάρνακα, τιμὰς τελοῦσιν αὐτῇ, καὶ τὴν ἐτήσιον ἑορτὴν κοινὴν καὶ πάνδημον ποιοῦνται πανήγυριν. οἱ μὲν οὖν τῶν τοῦ θεοῦ μυστηρίων ἱεροφάνται καὶ λόγῳ τιμῶσιν τὴν μνήμην ἀεί, καὶ ὅπως ἐξετέλεσεν τὸν τῆς καρτερίας ἀγῶνα, ἐπιμελῶς τοὺς συνιόντας λαοὺς ἐκδιδάσκουσιν· ὁ δὲ δὴ ζωγράφος εὐσεβῶν καὶ αὐτὸς διὰ τῆς τέχνης τὰ κατὰ δύναμιν πᾶσαν τὴν ἱστορίαν ἐν σινδόνι χαράξας, αὐτοῦ που περὶ τὴν θήκην ἱερὸν ἀνέθηκε θέαμα.

ἔχει δὲ ὧδε τὸ φιλοτέχνημα· ὑψηλὸς ἐπὶ θρόνου καθίδρυται δικαστής, πικρὸν καὶ δυσμενὲς βλέπων εἰς τὴν παρθένον (ὀργίζεται γὰρ ὅταν ἐθέλοι κἀν ταῖς ἀψύχοις ὕλαις ἡ τέχνη), δορυφόροι δὲ τῆς ἀρχῆς καὶ στρατιῶται πολλοί, οἱ μὲν τῶν ὑπομνημάτων ὑπογραφεῖς δέλτους φέροντες καὶ γραφίδας· ὧν θάτερος ἀναρτήσας ἀπὸ τοῦ κηροῦ τὴν χεῖρα, βλέπει πρὸς τὴν κρινομένην σφοδρῶς, ὅλον ἐκκλίνας τὸ πρόσωπον ὥσπερ παρακελευόμενος γεγωνότερον λαλεῖν, ἵνα μὴ κάμνων περὶ τὴν ἀκοὴν ἐσφαλμένα γράφῃ καὶ ἐπιλήψιμα. ἕστηκεν δὲ ἡ παρθένος ἐν φαιῷ χιτῶνι καὶ ἱματίῳ τὴν φιλοσοφίαν σημαίνουσα, ὡς μὲν ἔδοξεν τῷ γραφεῖ, καὶ τὴν ὄψιν ἀστεία, ὡς δὲ ἐμοὶ δοκεῖ, τὴν ψυχὴν κεκαλλωπισμένη ταῖς ἀρεταῖς. ἄγουσι δὲ αὐτὴν πρὸς τὸν ἄρχοντα δύο στρατιῶται, ὁ μὲν ἕλκων ἐπὶ πρόσω, ὁ δὲ κατόπιν ἐπείγων. κεκραμένον τῆς παρθένου τὸ ἦθος αἰδοῖ καὶ στερρότητι, νεύει μὲν γὰρ εἰς γῆν ὥσπερ ἐρυθριῶσα τὰς ὄψεις τῶν ἀρρένων, ἕστηκεν δὲ ἀκατάπληκτος, οὐδὲν πάσχουσα πρὸς τὸν ἀγῶνα δεινόν.

ὡς ἔγωγε τοὺς ἄλλους τέως ἐπῄνουν ζωγράφους, ὅταν ἐθεασάμην τῆς γυναικὸς ἐκείνης τῆς Κολχίδος τὸ δρᾶμα, ὅπως μέλλουσα τοῖς τέκνοις ἐπιφέρειν τὸ ξίφος ἐλέῳ καὶ θυμῷ μερίζει τὸ πρόσωπον· καὶ θάτερος μὲν τῶν ὀφθαλμῶν τὴν ὀργὴν ἐμφανίζει, θάτερος δὲ τὴν μητέρα μηνύει φειδομένην καὶ φρίττουσαν, νῦν δὲ τὸ θαῦμα ἀπ’ ἐκείνης τῆς ἐννοίας πρὸς ταύτην μετέθηκα τὴν γραφήν· καὶ σφόδρα γε ἄγαμαι τοῦ τεχνίτου ὅτι μᾶλλον ἔμιξε τῶν χρωμάτων τὸ ἦθος, αἰδῶ τε ὁμοῦ καὶ ἀνδρείαν κεράσας, πάθη κατὰ φύσιν μαχόμενα. προβαινούσης δὲ εἰς τὸ πρόσω τῆς μιμήσεως, δήμιοί τινες ἐν χιτωνίσκοις γυμνοὶ ἤδη ἤρχοντο τοῦ ἔργου· καὶ ὁ μὲν δραξάμενος τῆς κεφαλῆς καὶ ἀνακλίνας εἰς τὸ κατόπιν, παρεῖχεν τῷ ἑτέρῳ εὐτρεπὲς εἰς τιμωρίαν τῆς παρθένου τὸ πρόσωπον, ὁ δὲ παραστὰς ἐξέκοπτε τῶν ὀδόντων· σφύρα δὲ καὶ τέρετρον φαίνεται τῆς τιμωρίας τὰ ὄργανα. δακρύω δὲ τὸ ἐντεῦθεν καί μοι τὸ πάθος ἐπικόπτει τὸν λόγον· τὰς γὰρ τοῦ αἵματος σταγόνας οὕτως ἐπέχρωσεν ὁ γραφεύς, ὥστε εἴποις ἂν προχεῖσθαι τῶν χειλέων ἀληθῶς καὶ θρηνήσας ἀπέλθοι. δεσμωτήριον μεταταῦτα· καὶ πάλιν ἡ παρθένος σεμνὴ ἐν τοῖς φαιοῖς ἱματίοις κάθηται μόνη, ἐκτείνουσα τὼ χεῖρε πρὸς οὐρανὸν καὶ καλοῦσα θεὸν ἐπίκουρον τῶν δεινῶν.

εὐχομένῃ δὲ αὐτῇ φαίνεται ὑπὲρ κεφαλῆς τὸ σημεῖον, ὃ δὴ νόμος Χριστιανοῖς προσκυνεῖν τε καὶ ἐπιγράφεσθαι, σύμβολον οἶμαι τοῦ πάθους ὅπερ αὐτὴν ἐξεδέχετο. εὐθὺς γοῦν καὶ μετ’ ὀλίγον πῦρ ἀλλαχοῦ σφοδρὸν ὁ ζωγράφος ἀνῆψεν, ἐρυθρῷ χρώματι ἔνθεν καὶ ἔνθεν ἐπιλαμφθέντι σωματοποιήσας τὴν φλόγα, ἵστησιν δὲ μέσην αὐτήν, τὰς μὲν χεῖρας πρὸς οὐρανὸν διαπλώσασαν, ἀχθηδόνα δὲ οὐδεμίαν ἐπιφαίνουσαν τῷ προσώπῳ, ἀλλὰ τοὐναντίον γεγηθυῖαν ὅτι πρὸς τὴν ἀσώματον καὶ μακαρίαν ἐξεδήμει ζωήν. μέχρι τούτου καὶ ὁ ζωγράφος ἔστησεν τὴν χεῖρα κἀγὼ τὸν λόγον· ὥρα δέ σοι καὶ αὐτήν, εἰ βούλει, τελέσαι τὴν γραφήν, ἵνα κατίδῃς ἀκριβῶς, εἰ μὴ πολὺ κατόπιν τῆς ἐξηγήσεως ἤλθομεν. τί πρὸς ταῦτα φατέ; ἆρα συνήγοροι ἀλλήλοις οἱ συγκεκλημένοι παρ’ ὑμῖν μάρτυρες; ἢ οὐχὶ δὴ μᾶλλον τὴν εἰς ἄκρον ἀντίθεσιν ἔχει τά τε παρὰ τῶν θεοφόρων ἡμῖν ἐγνωσμένα πατέρων καὶ ἅπερ τοῦ παρ’ ὑμῖν κεχειροτονημένου Ἰουδαιόφρονος Θεοδότου ἡ χρῆσις φέρει; ὁπότερα μὲν οὖν ἑλέσθαι τούτων, τῆς ὑμῶν ἀβελτηρίας ἠρτήσθω· παρὰ γὰρ τοῖς σωφρονοῦσιν φανερὸν καθίσταται ὅτι καὶ ἦν ἐξ ἀρχῆς τὰ τῶν ἁγίων ὁμοιώματα καὶ παρείληπται ἐν τῇ ἐκκλησίᾳ παρὰ Χριστιανοῖς, οἷς μάλιστα πλέων ὁ πόθος ὁ πρὸς τοὺς ἁγίους καὶ τὸ σέβας ἐνήκμασεν. ὁ γοῦν μὴ παρειληφώς, οὐδὲ Χριστιανός, καὶ μάτην ὁ δυσσεβὴς οὗτος καὶ ἄφρων ἀναισθητεύεται.

πολλῶν δὲ καὶ ἀπείρων λόγων δυναμένων λεχθῆναι, οἳ καὶ τὴν παραδοχὴν καὶ τὸ γέρας ἡμῖν τῶν λεγομένων παριστῶσιν, τοῖς συγκεκλημένοις παρ’ αὐτῶν ἀρκεσθησόμεθα, τῶν ἑξῆς δὲ τοῦ χριστομάχου λόγων ἐχόμεθα· ἀλλὰ τὰς τούτων ἀρετάς, φησίν, διὰ τῶν ἐν γραφαῖς περὶ αὐτῶν δηλουμένων οἷόν τινας ἐμψύχους εἰκόνας ἀναμάττεσθαι δεδιδάγμεθα, ἐκ τούτου πρὸς τὸν ὅμοιον αὐτοῖς διεγειρόμενοι ζῆλον. ἔοικεν ὅλος Ἰουδαῖος ὑπάρχων καὶ τοῦ παλαιοῦ ἀντεχόμενος γράμματος· οὕτω γὰρ αὐτὸν φρονοῦντα ἡ διὰ τῶν ἐν γραφαῖς περὶ τῶν ἁγίων δηλουμένων παρίστησι πρόσρησις τῶν περὶ τὸν Ἀβραὰμ τάχα καὶ Μωσέα καὶ τοὺς προφήτας (οὐ γὰρ ἂν ἑτέρως παρὰ τὸ δοκοῦν τοῖς τῆς ἐκκλησίας διδασκάλοις ἐδογμάτιζεν, εἰ μὴ τῷ Ἰουδαίων κρατούμενος ἔθει), οἷς πάλαι νενομοθέτητο μὴ δεῖν εἰκόνα παντὸς ποιεῖν ὁμοιώματος τῶν ὅσα ἐν οὐρανῷ καὶ γῇ καὶ τοῖς ὕδασιν. ἐπεὶ τίνος ἕνεκεν τὰς μὲν ἀρετὰς τῶν ἁγίων διὰ τῶν γεγραμμένων ἐναπομάττεσθαι οὕτω δεδιδαγμένον τίθεται, τὰς δὲ τούτων εἰδέας γράφεσθαι ἀπαναίνεται, εἰ μὴ τῇ νομικῇ παχύτητι καὶ τῇ σκιᾷ τοῦ γράμματος προσκαθέζεται; καὶ οὕτω τις τοῦτο εἴσεται.

εἰ γὰρ αἱ ἀρεταὶ τῶν ἁγίων οἱονεὶ εἰκόνες ἔμψυχοι διὰ τῶν γεγραμμένων δείκνυνται, τὰ κατορθοῦντα τὰς ἀρετὰς σώματα, πόσῳ δικαιότερον κατὰ τὰς εἰδέας αὐτῶν εἰκονίζεσθαι, ὅσῳ καὶ σῶμα πράξεως ἀναγκαιότερόν τε καὶ τιμιώτερον, ὡς τὰ μὲν ἐνεργοῦντα τὰ δὲ ἐνεργούμενα, καὶ τὰ μὲν ἀποτελοῦντα τὰ δὲ ἀποτελούμενα, καὶ αἴτια καὶ πρῶτα αἰτιατῶν καὶ δευτέρων τῶν ἔργων ὄντων; εἰ γοῦν μὴ ταῦτα οὕτως ἔχοι, καὶ οἶκος καὶ ναῦς καὶ κλίνη τοῦ κατασκευάσαντος οἰκοδόμου καὶ τέκτονος τιμιώτερα. καὶ αἱ μὲν ἀρεταὶ οἷα πράξεις τυγχάνουσαι περὶ τὰ σώματα τὸ ἐπιεικὲς καὶ πρακτικὸν αὐτῶν παραδηλοῦσιν, αἱ εἰδέαι δὲ αὐτὰ τὰ σώματα ἤγουν αὐτοὺς τοὺς ἁγίους ἡμῖν ἐμφανίζουσιν, ὁποῖοί τε ὄντες ἐτύγχανον καὶ ὅπως εὐανδρίας εἶχον καὶ γενναιότητος. καὶ εἰ τὰ ἄψυχα καὶ ἀνείδεα εἰκόνων λόγον αὐτοῖς ἀποπληροῦσιν, ἐπινοίᾳ τινὶ καὶ τροπικῶς σχηματιζόμενα, τὰ ἔμψυχα καὶ εἰδοπεποιημένα καὶ ἃ πέφυκε κυρίως γράφεσθαι καὶ τοιαύτην ἔλαχε φύσιν, πῶς οὐκ εἰκονισθήσεται; ἢ πῶς οὐκ εὔλογον δι’ αὐτὸ τοῦτο μάλιστα, τὴν ὑπερβάλλουσαν ἀρετὴν φημί, τοὺς ἁγίους γράφεσθαι; καὶ γὰρ ἐκ τῶν εἰκονογραφουμένων λαμπρότερον καί, ὡς ἂν εἴποι τις, αὐτόχρημα ταῦτα παραδείκνυνται, ὥσπερ παρόντων αὐτῶν καὶ ἐναθλούντων τοῖς σκάμμασιν καὶ τὰς καθέκαστον ἀριστείας καὶ πράξεις καὶ οὓς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας ἀνεστήσαντο.

εἰ δὲ ἀνθρώπων πλεῖστοι μικρόν τι κατωρθωκότες ἐν τῷ βίῳ περί τε πολέμους καὶ ἕτερα ἐμπρέψαντες ἀνδραγαθήματα, καὶ τούτων τινὲς μιαροὶ τυχὸν καὶ ἄθεοι, βαφαῖς τε καὶ χρώμασιν ψηφῖσί τε λαμπραῖς ἔσθ’ ὅτε ἀνεστήλωνται, πῶς οὐ δικαιότερον τὰς ὑπὲρ λόγον καὶ φύσιν τῶν ἁγίων πράξεις καὶ αὐτούς γε τοὺς ἁγίους κατὰ τὸν ἶσον γράφεσθαι τρόπον; ἆρ’ οὖν οὐχὶ καὶ αὗται αἱ γραφαὶ πρὸς ζῆλον τοὺς ὁρῶντας διανιστῶσιν καὶ μίμησιν; πάνυ μὲν οὖν, εἴποι τις. ἐπισφραγιζέτω δὲ τὸν λόγον πάλιν ὁ μέγας Βασίλειος (καὶ πάλιν ἐκ τῶν δοκούντων αὐτοῖς συνηγόρων ἐλεγχέσθωσαν) ἐν τῷ εἰς τοὺς ἁγίους Τεσσαράκοντα μάρτυρας ἐγκωμίῳ τοιάδε διεξιών· Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ λογογράφοι πολλάκις καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς διήγειραν εἰς ἀνδρείαν ἑκάτεροι· ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας ὑπέγραψεν, ταῦτα γραφὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν, πρόδηλον δὲ ὡς τῆς αὐτῆς ἐφ’ ἑκατέρων ἱσταμένης ὑποθέσεως καὶ τῷ αὐτῷ κοινωνούσης λόγῳ. τίς οὖν θεασάμενος ἁγίου εἰκόνα ἔκ τε τοῦ ὀνόματος ἔκ τε τῆς θέας οὐκ εὐθὺς εἰς μνήμην ὧν κατὰ τοῦ πονηροῦ κράτους ἠρίστευσεν ἵεται καὶ πρὸς τὸν ἐνισχύσαντα καὶ συνεργήσαντα θεὸν ἀναδραμεῖται τῷ νῷ, εὐχαριστίας τε καὶ δοξολογίας ἀναπέμψει καὶ τὰ μέγιστα ἐντεῦθεν κερδανεῖ;

ἐκ δὴ τούτων ἁπάντων ἐμφανὲς καθίσταται ὡς ἄξιόν γε τὰς τῶν ἁγίων εἰδέας ἐξεικονίζεσθαι. ἀπόπληκτον οὖν κομιδῇ πρὸς τὴν τῶν πραγμάτων φύσιν καὶ τὴν ἀλήθειαν αὐτὴν ἀντιφέρεσθαι· τὸ γὰρ τοιαῦτα νοεῖν καὶ φράζειν, φρενὸς βεβλαμμένης καὶ ἀλλοκότου καὶ τῆς νομικῆς τερατείας οἰκειότατον γνώρισμα· καὶ διὰ ταῦτα Ἰουδαῖος οὗτος ἐν δίκῃ νομισθήσεται καὶ τῆς Χριστιανῶν αὐλῆς ὡς ἀλλότριος ἐξελαθήσεται. δῆλοι οὖν εἰσιν οἱ ταῦτα παιδοτριβούμενοι ὡς ὁμοῦ τῇ τῶν ἁγίων εἰδέᾳ καὶ τὰ σώματα καὶ τὰ λείψανα αὐτῶν βδελυκτὰ ἡγήσαντο, συμπατοῦντές τε ἀκλεῶς καὶ τῇ φλογὶ παραδιδόντες· περὶ γὰρ τῶν πρεσβειῶν αὐτῶν, τί χρὴ πρὸς εἰδότας λέγειν, ὅπως ἀποτρεπόμενοι, καὶ τοὺς αἰτοῦντας ἐν αἰτίαις οὐ μικραῖς ποιοῦνται; ἀνθ’ ὅτου δὲ δὴ εἰς μνήμην εἰκόνων ὅλως ἰών, τὰς μὲν κυρίως λεγομένας εἰκόνας (τοῦτο γὰρ ἂν κἀπὶ τῶν τεχνητῶν εἰκόνων εὐλόγως ῥηθείη) διέπτυσεν, ἐξ ὧν καὶ αἱ λεγόμεναι παρ’ αὐτῷ οἱονεὶ ἔμψυχοι εἰκόνες τῆς προσηγορίας μετέλαχον, ταύτας δὲ περιέπει σπουδαίως, καίτοι ἐκ τοῦ τοιούτου λόγου οὐδαμῶς ἀναίρεσις ἐκείνων φανεῖται, μᾶλλον μὲν οὖν καὶ σχέσις τις συνεισάγεται· ὃ γὰρ ἔκ τινος μεταληφθὲν ὠνόμασται προκατηγγελμένον ἐκεῖνο κέκτηται πάντως.

οὕτω γὰρ καὶ ναοὺς ἐμψύχους τοὺς ἁγίους παρὰ τῇ γραφῇ καλουμένους ἴσμεν· Οἴδατε γάρ φησιν, ὅτι ναὸς θεοῦ ἐστέ, δηλαδὴ τῶν ἀψύχων προϋφεστώτων καὶ ὑπαρχόντων, ὡς ἂν εἴποι τις καὶ ἔμψυχον σῶμα, συνεπινοουμένου ἤδη καὶ τοῦ ἀψύχου. ἀλλ’ ὅτι οὐ παρειλήφαμεν, φησίν. ἀλλὰ κατάφωρος ἡ πρὸς τοὺς ἁγίους ἔχθρα διὰ τῶν συνηγόρων σου γέγονεν, καὶ τεθριάμβευται τὸ δολερὸν καὶ ἐπίκλοπον. τῶν μέντοι συνηγόρων ὁ Ἀστέριος ἐκ τοῦ ἐναντίου προαγόμενος φάσκει ὅτι δὴ οἱ ζωγράφοι ἐμψύχους ὀλίγου δέοντος ἐργάζονται πίνακας. ποῖος οὖν ἀποκληρωτικὸς λόγος τὰς μὲν οἱονεὶ ἐμψύχους εἰκόνας ἐγκρίνεσθαι, τὰς δὲ τῷ ὄντι εἰκόνας ἐξείργεσθαι; οὐχ’ ὑγιοῦς ταῦτα φρενός, τὰς μὲν ἀνιστᾶν, τὰς δὲ καθαιρεῖν, ἐπὶ τῆς αὐτῆς ὑποθέσεως καὶ τοῦ λόγου ἱσταμένας καὶ οὐδενὶ ἑτέρῳ τρόπῳ διαφερούσας ἢ τῷ ἀψύχῳ καὶ τῷ οἱονεὶ ἐμψύχῳ προσρήματι, ὥστε καὶ ἑαυτῷ περιπίπτειν τὸν ἀνόσιον· ὁ γὰρ τὸ οἱονεὶ ἔμψυχον διδοὺς δώσει πάντως καὶ τὸ ἄψυχον, ἵνα καὶ ἄκων συστήσῃ ἃ καταλύειν ἐπεχείρησεν. τί γὰρ κωλύει καὶ ταύτας ἀνίστασθαι, ἵνα οἱονεὶ λόγοι τῶν ἁγίων καὶ βίβλοι ἔμψυχοι τοὺς ἄθλους αὐτῶν καὶ ἀριστείας δημοσιεύωσιν;

ὅπερ καὶ ἕτερος τῶν συνηγόρων ὀλίγῳ πρόσθεν προανακέκραγεν ὅτι Ὡς ἐν βιβλίῳ τινὶ γλωττηφόρῳ διὰ χρωμάτων τεχνουργησάμενος ὁ ζωγράφος σαφῶς πάντα τοῦ μάρτυρος διηγόρευσεν· καὶ μὴν καὶ ὅτι Οἶδεν γραφὴ σιωπῶσα ἐν τοίχῳ λαλεῖν καὶ τὰ μέγιστα ὠφελεῖν. οὐκοῦν δεδειγμένου ὅτι καὶ δικαία αὐτῶν ἡ γραφὴ καὶ ἀξία αὐτῶν ἡ παράληψις, ἐπὶ τοὺς λειπομένους τοῦ Ἰουδαϊκοῦ φρονήματος μέτιμεν λόγους· γράφει γὰρ ὧδε· ἐπεὶ εἰπάτωσαν οἱ τὰς τοιάσδε ἀναστηλοῦντες μορφὰς ποίας ἄρα ἐκ τούτων καταπολαύοιεν ὠφελείας, ἢ ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται πνευματικῇ θεωρίᾳ. πάλιν μὴ ἄλλοθεν αὐτῶν τὴν πλάνην ἐλέγχωμεν καὶ τοὺς εἰκαίους ἀνατρέπωμεν λόγους ἢ ἐξ ὧν αὐτοὶ οὐ συνηγόρους ἀλλὰ πολεμίους ἐπικομίζονται, καὶ ὅσον ἐκ τῆς τῶν ἱερῶν τούτων μορφωμάτων ἀναστηλώσεως τὸ ὠφέλιμον παραστήσωμεν. ὁ μὲν οὖν θεῖος Βασίλειος κοινὴν τῆς ἀπὸ τῶν μαρτύρων μνήμης τοῖς ἀκροωμένοις τὴν ὠφέλειαν καταστῆσαι βουλόμενος καὶ ὡς ἐν γραφῇ τῇ κεχρωματουργημένῃ τὰς τῶν ἁγίων ἀριστείας διαχαράττειν ὑποτιθέμενος καὶ παρισοῦσθαι τὴν ἐκ τοῦ λόγου δύναμιν τῇ ἀπὸ τῶν γεγραμμένων ὄψει διοριζόμενος, ὡς ἂν μὴ ἀποδέοι τὰ τῇ ἀκοῇ ἐνηχούμενα τῶν ἀπὸ τῆς ὄψεως κατειλημμένων, ἐμφανεστέρων τε καὶ ἐκτυπωτέρων ὄντων ὅσον καὶ λόγων πράξεις, ταυτὸν δύνασθαι φησὶν τῷ λόγῳ κοσμουμένῳ τὸ ἐγχαραττόμενον τοῖς πίναξιν.

Ὅπερ γὰρ ὁ λόγος τῆς ἱστορίας παρίστησιν, τοῦτο γραφὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν. διὸ καὶ πολλοὺς ἔκ τε τῶν λογογραφουμένων ἔκ τε τῶν ζωγραφουμένων ἀνδραγαθημάτων εἰς ἀνδρείαν διεγείρειν οἱ ἑκατέραν τέχνην μετιόντες ἐπίστανται. ὁ δὲ μέγας Γρηγόριος οὐδὲ ἀνέχεται σιγᾶν τὰ κατὰ Πολέμωνα τὸν παλαιὸν ἐκεῖνον, ἀλλὰ καὶ ἐν θαύματι ποιούμενος ἕν τι τῶν ἐκείνου θαυμάτων, πολλῶν δήπου πάντως γε ὄντων, τίθησιν καὶ ὅτι τὸ ἑταιριζόμενον ὀνίνησιν γύναιον λέξεσιν αὐταῖς ὡδί πως ἔχων· Οὐδ’ ὁ Πολέμων ἔμοιγε σιγηθήσεται· καὶ γὰρ τὸ θαῦμα τῶν ἄγαν λαλουμένων. ἦν μὲν τὸ πρόσθεν οὗτος οὐκ ἐν σώφροσιν καὶ σφόδρα γ’ αἰσχρὸς ἡδονῶν ὑπηρέτης· ἐπεὶ δ’ ἔρωτι τοῦ καλοῦ κατεσχέθη, σύμβουλον εὑρών (οὐκ ἔχω δ’ εἰπεῖν τίνα, εἴτ’ οὖν σοφόν τιν’ εἴθ’ ἑαυτόν), ἀθρόως τοσοῦτον ὤφθη τῶν παθῶν ἀνώτερος, ὥσθ’ ἕν τι θήσω τῶν ἐκείνου θαυμάτων. ἑταιρίδ’ εἰσκαλεῖταί τις ἀκρατὴς νέος, ἡ δ’ ὡς πυλῶνος ἦλθε, φασίν, πλησίον, τῆς δ’ ἦν ὑπερκύπτων Πολέμων ἐν εἰκόνι, ταύτην ἰδοῦσα (καὶ γὰρ ἦν σεβασμία) ἀπῆλθεν εὐθὺς καὶ θέας ἡττημένη ὡς ζῶντ’ ἐπαισχυνθεῖσα τὸν γεγραμμένον. ἀλλ’ οἶμαι εἰπεῖν εὔκαιρον ὅτι κἂν γοῦν ἡ τοῦ Πολέμωνος εἰκὼν καταιδείτω τοὺς ἔκφρονας καὶ ταύτην σεβέσθωσαν, ἐπεὶ τὴν Χριστοῦ εἰκόνα διαπτύειν ἐγνώκεσαν.

ἔτι ὁ ἱερὸς Γρηγόριος ὁ τῆς Νυσαέων τὸ ἐκεῖθεν ἀναγραφέτω ὠφέλιμον, οὐδὲ γὰρ ἀδακρυτὶ παρέρχεται τὴν κατὰ τὴν θυσίαν τοῦ Ἀβραὰμ ἱστορημένην θέαν ὁρῶν· Οἶδεν δέ, φησίν, καὶ γραφὴ σιωπῶσα λαλεῖν καὶ τὰ μέγιστα ὠφελεῖν. ὁ μέγας δὲ Ἰωάννης, ἔκ τε τῆς προσηγορίας ἀκουομένης ἔκ τε τοῦ καθορᾶσθαι τὸν τύπον τοῦ σώματος τοῦ ἱεροῦ Μελετίου, διπλῆν τινα τὴν παραμυθίαν παρέχεσθαι καθορίζεται. τίνος δὲ χάριν ὁ τοσοῦτος τὴν ἁγιωσύνην τὴν κηρόχυτον ἠγάπα γραφὴν εὐσεβείας τε πεπληρωμένην ἐγίνωσκεν, εἰ μὴ τῆς ἐκεῖθεν ὠφελείας ἐπῃσθάνετο; τί δέ; οὐκ ὠφέλιμον τὸ τοῦ μεγάλου Παύλου εἰκόνισμα, ᾧ ἐνητένιζεν καὶ ὡς ζῶντι προσεῖχεν, ὡς αὐτὸν ἐκεῖνον διὰ τῆς θέας ταύτης φανταζόμενος, καὶ προσομιλῶν ὡς παρόντι; Ἀστέριος καὶ αὖθις ὥσπερ ἀστὴρ φαεινὸς ἀνισχέτω καὶ φαιδρυνέτω τὸν λόγον καὶ τῷ γε φιλομάρτυρι προαναφωνείτω ὡς, εἴ που μαρτύρων ἐντύχοις ἱστορουμένοις πάθεσιν, δακρύσας ἂν πάντως ἀπέλθοις. καὶ ταῦτα μὲν ἐκ τῶν παρηγμένων αὐτοῖς μαρτύρων λελέχθω.

εἰ δέ τις καὶ παρὰ τῶν ἐκτὸς τούτων ἱερῶν ἀνδρῶν συλλέγειν ἐθέλοι τὸ ἐντεῦθεν ὠφέλιμον καὶ ὅσον ἐν θαυματουργίαις ᾄδεται, πολλὰ μὲν ὁ συγγεγραμμένος τοῦ μακαρίου Εὐτυχίου βίος, ὃς τοῦ κατὰ τὴν βασιλίδα θρόνου ἱερατικοῦ ἐξηγήσατο, προβάλλει τὰ θαύματα, πλείονα δὲ τὰ τοῦ ἀοιδίμου Σωφρονίου συγγράμματα, ὃς τῆς Ἱεροσολυμιτῶν ἀρχιερωσύνης προέστη, προΐσχεται τὰ παραδοξοποιούμενα καὶ ὅσα ἐν τοῖς μαρτυρίοις τῶν ἁγίων ἀναγέγραπται (μακρὸν γὰρ ἂν εἴη καὶ δυσεξίτητον ἐπιβάλλειν τοῖς καθέκαστα καὶ τὸν περὶ τούτων διεξιέναι λόγον)· τοῖς γὰρ φιλοπόνως καὶ φιλοθέως ἐντυγχάνουσιν εὔγνωστα ἂν γένοιτο τὰ μεγαλεῖα τοῦ θεοῦ αἵ τε ἀκατάληπτοι εὐεργεσίαι, ἃς διὰ τὴν ἀνέκφραστον αὐτοῦ φιλανθρωπίαν καὶ διὰ τοῦδε τοῦ τρόπου προνοῶν τοῦ γένους ἐπιτελεῖσθαι εὐδόκησεν. τοῦ δὲ διαποροῦντα λέγειν· ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται πνευματικῇ θεωρίᾳ; τί ἀλογώτερον ἢ κτηνοπρεπέστερον; πῶς γὰρ ὁ ἔκφρων οὐκ αἰσθάνεται τοὺς οἰκείους λόγους καταστρεφόμενος οὐδὲ συνεώρακεν ὅτι ὅπερ διὰ τῶν ἱερῶν γραμμάτων ἐνωτιζόμεθα, τοῦτο καὶ τὴν γραφὴν ταύτην θεώμενοι ἀναμιμνησκόμεθα; τὴν γὰρ αὐτὴν ἡμῖν εἰσηγεῖται ὑπόθεσιν. ὁ γὰρ εἰκόνα τινὸς ὁρῶν, πῶς οὐκ εὐθὺς ἐπὶ τὸ πρωτότυπον ἀναδραμεῖται τὸν νοῦν, καὶ τὸν ἀπόντα ὡς παρόντα θεώμενος οἰήσεται, οὐκ ἐπὶ τῆς ὑπομνήσεως μόνης ἑστώς;

καὶ πιστώσεται ταῦτα πάλιν ὁ μέγας λέγων Βασίλειος ὅτι Ἅπερ ὁ λόγος διὰ τῆς ἱστορίας παρίστησιν, ταῦτα γραφὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν, καὶ ὡς ἀμφότερα τῆς αὐτῆς δυνάμεως ἔχονται· πρὸς δέ γε καὶ ὁ θεῖος Ἰωάννης ἐν τοῖς λόγοις, οὓς ἐπὶ κατηγορίᾳ (οὐ γὰρ συνηγορίᾳ) ἑαυτῶν οἱ ἄφρονες παρήγαγον, φάσκων οὕτως· Εἰ γὰρ εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς ἢ φίλου ἢ συγγενοῦς νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα καὶ διὰ τῆς εἰκόνος αὐτὸν φαντάζεται τῆς ἀψύχου. ὥστε οὓς προβάλλεται περὶ τῶν ἁγίων λόγους ὁ ἀνόσιος, πεπλασμένοι καὶ κατεσχηματισμένοι αὐτῷ προφέρονται· πῶς γὰρ οὐκ ἔνδηλον ἑαυτὸν παρίστησιν ὅτι λίαν καὶ ἐπὶ τῇ μνήμῃ τῶν ἁγίων ἄχθεται; βαρύτατοι γάρ εἰσιν τῷ ἐναγεῖ, καὶ ἐπὶ μνήμης γινόμενοι καὶ ἐν εἰκόσιν φαινόμενοι. τούτων δὲ τοσούτων ὄντων καὶ προφανῶς ἐν τῇ κατὰ Χριστιανοὺς θεοσεβείᾳ παρειλημμένων, τί προστίθησιν τοῖς προλαβοῦσιν ὁ παραπλήξ, ταῖς τῶν ἁγίων ἐπιλυττῶν τιμαῖς; ἀλλ’ εὔδηλον ὡς ματαία ἡ τοιαύτη ἐπίνοια καὶ διαβολικῆς μεθοδείας εὕρεμα. τὰς τῶν ἁγίων ἰδέας οὐδαμοῦ παρειληφὼς ἐξ ὑλικῶν χρωμάτων διαμορφοῦν, κατισχυρίζεται διαβολικῆς μεθοδείας εἶναι τοῦτο εὕρεμα. πόθεν παρειληφὼς ἔχει; τίς ταῦτα φθεγγόμενον ἐν Χριστιανῶν μοίρᾳ θείη; ἢ οὐχὶ καὶ τῆς Ἰουδαϊκῆς ἀπιστίας φευκτότερον;

ἐδέησεν γὰρ ἂν αὐτῷ καὶ τὰς διαγορευούσας ἡμῖν τῶν ἁγίων ἀριστείας καὶ ἀνδραγαθήματα βίβλους ταῖς ἴσαις καταρρήσεσιν ὑποβάλλειν, ἐπεὶ τὴν αὐτὴν ἡμῖν ἀπαγγελίαν φέρουσιν καὶ οὐδὲν ἐπ’ ἀμφοτέραις τῶν γραφῶν, ὅσον ἐν ὑποθέσει, ὀφθήσεται τὸ διάφορον. εἰ γὰρ ἐκ τῆς τῶν ἀψύχων εἰκόνων προσηγορίας τὸ οἱονεὶ ἔμψυχον ἐπὶ τοῖς λόγοις μετείληπται κἀκεῖθεν τῆς τοιαύτης ὀνομασίας τετύχηκεν, πῶς οὐχὶ καὶ τῆς αὐτῆς διαβολικῆς μεθοδείας εὕρεμα εἰπεῖν ἀποτολμήσειεν, ἵνα καὶ τῆς ὕβρεως ὥσπερ δὴ καὶ τῆς κλήσεως ἤδη μετάσχοιεν; οὐδὲν γὰρ ἧττον κἀκεῖ διᾴττοι ὁ ἐπὶ τῷδε μῶμος· κλέπτει γὰρ τοὺς ἀκροωμένους τοῖς λόγοις ἐπιχρωννύμενος, ἵνα τοῖς ἔργοις καθέλοι τὰ ἅγια. τί οὖν ἡμῖν παρὰ τοὺς λόγους τοῦ θεοστυγοῦς τούτου ἀναφανήσεται; ἆρα οὖν οἱ καθ’ ἡμᾶς θεολόγοι οἱ τοσαύτης μεταλαχόντες ἁγιότητος, οἱ τῶν ἀποστόλων συνόμιλοι καὶ τῶν μαρτύρων ἐφάμιλλοι, διαβολικῆς μεθοδείας μετήρχοντο εὕρεμα, ὁ μὲν τὴν κηρόχυτον ἀγαπήσας γραφὴν καὶ αὐτοῦ τοῦ θείου ἀποστόλου ὡς μέγα τι χρῆμα περιέπων τὸ ἀπεικόνισμα καὶ τἄλλα ὅσα ἡμῖν ἐν τοῖς ἱεροῖς αὐτοῦ διείλεκται συγγράμμασιν, ὁ δὲ καὶ εἰκόνι τιμήσας τὸν μέγαν Βασίλειον τῶν διὰ λόγων ἐγκωμίων πλέον;

πῶς δὲ ἀνεύθυνος τοῦ τοιούτου ἐγκλήματος αὐτὸς ὁ μέγας κατασταθήσεται Βασίλειος ἐπί τισι ποτὲ μάρτυσιν τὰ ὅμοια δρῶν καὶ ὡς ἐξ εἰκόνων οἷα παραδειγμάτων τινῶν καὶ ἀρχετύπων ἐπὶ τοὺς λόγους μετάγων τὸν λόγον καὶ ταύτῃ ἐναργεστέρους καὶ οἷον ἐμψύχους ἐργαζόμενος εἰκόνας, ὥσπερ ἐν τῷ εἰς τοὺς ἁγίους Τεσσαράκοντα μάρτυρας ἐγκωμίῳ διέξεισιν ὡς ἐν γραφῇ λέγων τὰς τούτων ἀριστείας προδεικνύειν; ταυτὸν δὲ δύνασθαι τοῖς παρὰ τῶν λογογράφων τὰ τῶν ζωγράφων, ἐπεὶ περὶ μίαν καὶ τὴν αὐτὴν ὑπόθεσιν ἀμφότεροι στρέφονται, καὶ ταῦτα ὑπόγυον ἡμῖν παρατέθειται· ἤδη δὲ καὶ ἄλλα τούτοις παραπλήσια καὶ δράσαντες καὶ διαλεξάμενοι οὐδὲ τὴν γραφικὴν τέχνην κακίζειν ἐπεχείρησαν πώποτε, ἀλλὰ καὶ ἀποδέχονται καὶ ἐν ἐγκωμίων λόγῳ πολλάκις τιθέασιν ὡς προαποδέδεικται. τί οὖν φημί; εἰ ματαία ἡ τοιαύτη ἐπίνοια καὶ τὰ ἐν οἷς οἱ ἅγιοι καθορῶνται καὶ δι’ ὧν ἡ μνήμη αὐτῶν ἡμῖν ἐγγίνεται διαβολικῆς μεθοδείας τυγχάνει εὕρημα, ὡς ὁ ἐναγὴς ἀποφαίνεται, κινδυνεύσαιεν ἂν τῷ μεγίστῳ οἱ ἅγιοι εἰς ὕβριν καὶ ἀδοξίαν τῷ ὄντι περιΐστασθαι. εἰ μὴ γὰρ ἡ τῶν ἁγίων δόξα ἱκανὴ καὶ τὰ ἐν οἷς αὐτοὶ θεωροῦνται συνδοξάσαι τε καὶ τιμῆσαι, ἀπορήσειαν δόξης, ὡς οὐδ’ αὐτοὶ μεταλαχεῖν ἤδη ποτὲ νομισθήσονται.

ἀλλ’ ὧδ’ ἐστὶν εἰπεῖν ὡς ἀληθῶς ὅτι δὴ ἡ ἐκείνου ψυχὴ ἡ ἐξάγιστος καὶ ἀκάθαρτος διαβολικῆς μεθοδείας ἐτύγχανεν ἔμπλεως καὶ ἡ βδελυρὰ ἐκείνη διάνοια Σατανικῆς ἐνεργείας ἦν ἐργαστήριον καὶ πάσης δαιμονικῆς καὶ πονηρᾶς ἐπινοίας καταγώγιον· ὅτι γὰρ ἐν ᾧ ταῦτα ἐφθέγγετο τοῦ παμπονήρου καὶ λαοπλάνου ἐμπεφόρητο πνεύματος, οὐδεὶς ἂν διαμφισβητήσειεν τῶν θείῳ ἀγομένων πνεύματι καὶ εἰδότων ὅτι ἐν πνεύματι θεοῦ οἱ ἅγιοι λαλοῦσιν μυστήρια· οἷς ἐν ἅπασιν ἀντίθετος δέδεικται ὁ τῆς ἀληθείας ἀντίπαλος. καὶ γὰρ καὶ τοῦτο τοῦ πονηροῦ τὸ μηχάνημα. ὥσπερ γὰρ οἱ ἅγιοι ἱδρῶσι πολλοῖς καὶ πόνοις γενναίως μέχρις αἵματος διηγωνίσαντο κατὰ πάσης μεθοδείας καὶ ἐπινοίας τοῦ πονηροῦ κράτους, πᾶσαν μὲν τὴν τοῦ διαβόλου ἰσχὺν κατασείσαντες, πᾶσαν δὲ τῶν εἰδώλων ἐν οἷς ἐθεραπεύετο πλάνην εὐσθενῶς καθελόντες, οὕτω καὶ οὗτος διὰ δὴ τούτων τῶν ἐναγῶν καὶ θερμῶν ὑπηρετῶν αὐτοῦ ἀντιμηχανᾶται καὶ ἀντιπαρατάττεται πρὸς τοὺς ἁγίους, ἀντέκτισιν οἷον ἐπινοῶν ἀντικαθελεῖν αὐτῶν τὰ σεμνὰ ἀπεικάσματα, οὐ φέρων καὶ νῦν δι’ ὁράσεως αὐτῆς τάς τε ἀριστείας αὐτῶν τήν τε παρρησίαν κατ’ αὐτοῦ ἐναργῶς ἐμφανίζεσθαι. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον· ἔδει δὲ νόθα καὶ ξένα τῆς καθ’ ἡμᾶς εὐσεβείας τὰ παρὰ τῶν ἀναισθήτων προφερόμενα δείξαντας ἐνταῦθα καταλύειν τὸν λόγον καὶ σχολὴν ἀπὸ τῶν λοιπῶν ἄγειν.