Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς συνοδικῆς ὁρισμοῦ τοῦ ἔτους 815

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η αναγωγή της τιμής στο πρωτότυπο και η πραγματικότητα του αναστημένου περιγραπτού σώματος

Ανασκευάζονται οι παρερμηνείες λόγων του Μεγάλου Βασιλείου και του Γρηγορίου του Θεολόγου, αποδεικνύοντας ότι το αναστημένο σώμα του Χριστού παραμένει υλικό και περιγραπτό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 13 από 18

ἡμῖν γὰρ οὐκ ἐξεγένετο, καίτοι πολλὰ καμοῦσιν, ὅτι μὴ ἑνὶ μόνῳ ἀντιγράφῳ καὶ τούτῳ νεογράφῳ περιτυχεῖν, ἐν φρουραῖς ἀσφαλεστάταις ἤδη ἐγκαθειργμένοις καὶ μηδαμοῦ ἐλευθεριάζειν συγκεχωρημένοις, οὐ μὴν οὐδὲ πόδα προτείνειν πώποτε ἀλλ’ ὅτι μὴ δὲ λόγον τινὰ κατ’ ἐξουσίαν προΐεσθαι. καὶ ταῦτα μὲν ὡδὶ λελέχθω, ἑξῆς δὲ παραφέρουσιν φωνὰς τοῦ μεγάλου, ὡς φασίν, Βασιλείου ἐκ τοῦ περὶ τῆς τοῦ ἀνθρώπου γενέσεως εἰς τὸ κατ’ εἰκόνα λόγου πρώτου διαγορευούσας τοιάδε· Εἰ μὴ τὴν τοῦ γενέσθαι καθ’ ὁμοίωσιν δύναμιν ἡμῖν ἐχαρίσατο, οὐκ ἂν τῇ ἑαυτῶν ἐξουσίᾳ τὴν πρὸς θεὸν ὁμοίωσιν ἐδεξάμεθα. νῦν δὲ δυνάμει ἡμᾶς ἐποίησεν ὁμοιωτικοὺς θεῷ· δύναμιν δὲ δοὺς πρὸς τὸ ὁμοιοῦσθαι θεῷ, ἀφῆκεν ἡμᾶς ἐργάτας εἶναι τῆς πρὸς θεὸν ὁμοιώσεως, ἵνα τέλειος ᾖ τῆς ἐργασίας ὁ μισθός, ἵνα μὴ ὥσπερ εἰκόνες ὦμεν παρὰ ζωγράφου γενόμεναι, εἰκῇ καὶ μάτην κείμεναι· ὅταν γὰρ ἀκριβῶς μεμορφωμένην εἰκόνα ἴδῃς τῇ ποικιλίᾳ τῶν χρωμάτων, οὐ τὴν εἰκόνα ἐπαινεῖς ἀλλὰ τὸν ζωγράφον θαυμάζεις. ταῦτα, ὡς τοῖς συνιοῦσιν καὶ τῆς διὰ λόγων οὐκ ἀμοιροῦσιν παιδεύσεως εὔγνωστον καὶ εὐσύνοπτον, οὐδενὶ τρόπῳ τῇ τῆς ἐκκλησίας ἐλευθερίᾳ λυμαίνεται, τοῖς ἀσυνέτοις δὲ καὶ τὰ αἰσθητήρια τῆς ψυχῆς λελωβημένοις πρὸς ἰσχὺν τοῦ κατ’ αὐτοὺς σαθροῦ καὶ διερριμμένου λόγου δοκεῖ προΐσχεσθαι.

εἰ μὲν οὖν τοῦ μεγάλου Βασιλείου τυγχάνει ὄντα συντάγματα, οὔπω σύμφημι, ἕως ἂν ὁ τούτου σύγγονος, ὁ ἱερὸς λέγω Γρηγόριος ὁ τῆς Νυσαέων κατὰ τὴν ἱερωσύνην ἐκπρεπῶς προεδρεύσας, ὃς πάντων μάλιστα τὰ τοῦ ὁμαίμονος ᾔδει, λέγων ἀπόσχηται ἐλλειπῆ εἶναι τοῖς εἰς τὴν ἑξαήμερον τεθεωρημένοις αὐτῷ τὴν εἰς τὸν ἄνθρωπον θεωρίαν, ἣν ἀναπληροῦν οἷα φοιτητὴς διδασκάλου σκοπὸν προὔθετο· ἐν οἷς οὐδὲ οὕτω σαφῶς τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν ὡς ἐνταῦθα γέγραπται διελόμενος εὑρίσκεται. ὅμως δ’ οὖν, ἐάν τι ὑπεναντίον τοῦ ἐκκλησιαστικοῦ φρονήματος ὁ λόγος ἔχῃ, ἀκριβέστερόν τε καὶ ἐξεταστικώτερον ἐπισκεψώμεθα. τὸ γὰρ φάναι· ἵνα μὴ ὡς εἰκόνες ὦμεν παρὰ ζωγράφων γενόμεναι, εἰκῇ καὶ μάτην κείμεναι, τί πρὸς κατηγορίαν τῆς εἰκόνος Χριστοῦ καὶ τῶν ἁγίων φέρειν δύναται; ἢ τί πρὸς ἀτιμίαν προστρίψεται; ἴσμεν γὰρ καὶ μάτην καὶ εἰκῇ κειμένας εἰκόνας καὶ μάλιστα οἵαιπερ αἱ παρ’ Ἕλλησιν μάτην ἐκπεποιημέναι καὶ κείμεναι καὶ ἄλλως ἀνδρῶν μιαρῶν καὶ ἀνοσίων (ὁποῖοι δὴ εἰσὶν οἱ τῆς ἀποστασίας ταύτης ἀρχηγοὶ καὶ οἱ τῶν ἄλλων αἱρέσεων ἔξαρχοι), καὶ οὐδὲ εἰκῇ καὶ ἁπλῶς κείμεναι, ἀλλὰ καὶ βδελυκταὶ καὶ κατάπτυστοι καὶ τοῦ πατεῖσθαι ἄξιαι. ἀλλ’ οὐδὲν παρὰ τοῦτο τοῖς ἱεροῖς πρὸς μῶμον ἀναφανεῖται· οὐδὲ γὰρ εἰ φευκτοὶ οἱ παρ’ Ἕλλησιν ναοὶ καὶ θυσίαι ἤδη καὶ τὰ παρ’ ἡμῖν ὡσαύτως νομισθήσεται.

εἰ δέ τινες τῶν τῆς ἐκκλησίας ἐχθρῶν ἐν τούτοις περιτραχύνονται καὶ τὴν ψυχὴν ὑπ’ ὀργῆς ἐξοιδαίνουσιν, ἔδει μᾶλλον ἐπὶ ταῖς Χριστοῦ χαλεπαίνειν καὶ τῶν ἁγίων ὕβρεσιν, ὅσῳ καὶ μᾶλλον τὰ ἅγια τῶν ἐναγῶν ἀσυγκρίτως ὑπεραίροντά εἰσιν καὶ προφερέστερα. εἰ γὰρ εἰς τιμὴν ἐκείνοις γεγράφαται, τί τῆς τιμῆς τὸν Χριστὸν καὶ τοὺς ἁγίους ἀποστεροῦσι βασκαίνοντες; ὡς γὰρ ἐπίσης ἥ τε τιμὴ τούτων καὶ ἡ ὕβρις ἐπὶ τὰ ἀρχέτυπα ἄνεισιν, οὐδενὶ μὲν ἄγνωστον, ἐνδηλότερον δὲ ἡμῖν κατέστησαν καὶ οἱ τῆς πρεσβύτιδος Ῥώμης ἱεράρχαι· ὅταν γὰρ ὁ κατάρξας τῆς ὕβρεως τὸν χρίσαντα ἀρχιερέα, τῆς ἀρχιερωσύνης καὶ τῆς τιμῆς παρέλυσεν καὶ τοῦ θρόνου μετέστησεν, ὥσπερ τὴν θείαν οὐ κατορρωδήσας κρίσιν, καὶ πρὸς τὴν ἐπαφωμένην τῆς ἀνοσίας κεφαλῆς δεξιὰν τὴν αἰδῶ παρωσάμενος, τὴν εἰκόνα τὴν ἐκείνου, καίτοι τὸ πρὶν τιμῶντες, τηνικαῦτα καθεῖλον αἰσχρῶς ἀτιμώσαντες, ἵν’ ἐξ ὧν κακῶς ἔδρασεν, τὸ παθεῖν χεῖρον μὴ διαδράσῃ. τοιοῦτον δή τι καὶ πάλαι ἐπὶ τῆς Ἀντιόχου γεγενημένον ἱστόρηται ἡνίκα τὴν πρὸς τὸν βασιλέα οἱ πολῖται ἀπέχθειαν ἔσχον. Θεοδόσιος δὲ ἦν ὁ τὰ Ῥωμαίων σκῆπτρα τὸ τηνικαῦτα διέπων.

ἐκεῖνον μὲν ἀμύνασθαι οὐχ’ οἷοί τε γενόμενοι, ἐπὶ τοὺς ἐκείνου δὲ ἀνδριάντας τὴν μῆνιν καὶ τὰς ὀργὰς ἐξέχεαν· καὶ δὴ ἂν τὴν ὕβριν οὐ φέρων, ἐκ βάθρων τὴν πόλιν αὐτοῖς οἰκήτορσιν ἀνάστατον πεποιήκει (ἤδη γὰρ καὶ πῦρ ἀνάπτειν ἠπείλει), εἰ μὴ ὁ ἐν τῷ τότε τῆς κατὰ τὴν πόλιν ἱερωσύνης ἐπιτροπεύων διαπρεσβευόμενος πλείσταις λιταῖς καὶ ἱκεσίαις τὴν βασιλέως ὀργὴν ἔστησεν καὶ τὸν θυμὸν καταμαλάξαι ἴσχυσεν καὶ τὴν ὅσον οὔπω τὰ πάνδεινα πείσεσθαι μέλλουσαν περιεσώσατο πόλιν. τοιαῦτα καὶ κατὰ τὴν Ἀλεξάνδρου μεγαλόπολιν, ἤδη δὲ καὶ ἐν ἑτέραις πόλεσιν διαπραχθέντα ᾄδεται. ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανακτέον ἡμῖν τὸν λόγον. τί γὰρ ἡμῖν ἐπηρεάζειν ἰσχύσειαν ἐκ τοῦ λέγεσθαι τὸν ζωγράφον μᾶλλον ἢ τὴν ἀκριβῶς ἐπησκημένην εἰκόνα θαυμάζεσθαι; εἶτα πόθεν ἡ τοῦ γραφέως εὐφυΐα καταδειχθήσεται καὶ πόθεν τὸ θαυμάζεσθαι ἕξει, εἰ μὴ πρότερον τὸ ἀποτελεσθὲν ἔργον παρ’ αὐτοῦ θαυμασθήσεται; καὶ γὰρ τὸ κάλλιστα ἠσκημένον εἶδος πρότερον ἐφ’ ἑαυτοῦ τὸν θεατὴν ἑλκύσαν, τηνικαῦτα πρὸς τὸν εἰργασμένον παραπέμπει διὰ τῆς τέχνης, εἰ μὴ καὶ τὸν γεγραφότα, ὡς οὐκ εὖ εἰρηκότα, ὅτι ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται, καταιτιάσοιντο. μάτην οὖν ἀνοηταίνοντες καὶ εἰκῇ φλυαροῦντες οἱ ἐντεῦθεν τῇ ἰδίᾳ ὑπολήψει παρίστασθαι δοκοῦντες ἁλώσονται.

συμμαχήσειεν γὰρ ἡμῖν μᾶλλον καὶ οὗτος ὁ λόγος· ὁπηνίκα γὰρ ἀκριβῶς εἰκόνα τοῦ κυρίου γεγραμμένην κατίδοιμεν, καὶ τὸν ζωγράφον ἐπαινοῦμεν καὶ διὰ τῆς ἀκριβοῦς ἐμφερείας πρὸς τὸ ἀρχέτυπον ἀναγόμεθα καὶ οὐκ εἰκῇ γεγραμμένην οἰόμεθα· οὐδὲ γὰρ οὕτω κατ’ ἐκείνους τυφλώττομεν ἢ νοσοῦμεν τὰ τῆς ψυχῆς αἰσθητήρια, ἀλλ’ εἰς εὐχρηστίας καὶ ὠφελείας ὑπόθεσιν τοῖς εὐσεβέσιν ἀνεστηλωμένην ἀποφαινόμεθα. οὐκοῦν τῶν μὲν εἰκαίων καὶ ματαίων εἰκῇ καὶ μάτην καὶ αἱ εἰκόνες κείσθωσαν, τῶν δ’ αὖ θείων καὶ τιμίων ἀναλόγως τιμάσθωσαν. ἡμεῖς δέ, εἰ μὲν τοῦ μεγάλου Βασιλείου τὰ προκείμενα γνήσια τυγχάνει γεννήματα ἢ μή, οὐδὲν διοισόμεθα· παρατιθέμενα δὲ τούτοις, τὰ παρὰ πᾶσιν συμφωνούμενα καὶ τὴν ἰσχὺν τῆς οἰκειότητος αὐτῶν ἐπαγγελλόμενα, τὰ δοκοῦντα αὐτοῖς ἡμῖν ἐμφανιζέσθωσαν. ἐν μὲν γὰρ τοῖς εἰς τὸν ἱερὸν Ἀμφιλόχιον τὸν τοῦ Ἰκονίου ἱεράρχην ἐπεσταλμένοις τὸ ἐκ τῆς φωνῆς τῆς εἰκόνος διπλοῦν σημαινόμενον, ὅπερ κατὰ φύσιν καὶ ὃ κατὰ τέχνην, θεωρεῖται διατρανῶν, ἔτι καὶ τὸ ἐκ τῆς ὁμωνυμίας οἰκεῖον καὶ τὸ ἀμέριστον τῆς τιμῆς, ἀπὸ τῶν τεχνητῶν ὁρμώμενος ἐπὶ τὰ φυσικὰ καὶ τὴν θεολογίαν πρὸς παράδειγμα χρώμενος, μέτεισιν. ἔχει δὲ οὕτως ὅτι Βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς.

οὔτε γὰρ τὸ κράτος σχίζεται οὔτε ἡ δόξα μερίζεται· ὡς γὰρ ἡ κρατοῦσα ἡμῶν ἀρχὴ καὶ ἐξουσία μία, οὕτω καὶ ἡ παρ’ ἡμῶν δοξολογία μία καὶ οὐ πολλαί· διότι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει. ὃ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, ἐκεῖ φυσικῶς ὁ υἱός· καὶ ὥσπερ ἐπὶ τῶν τεχνητῶν κατὰ τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτω καὶ ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου φύσεως ἐν τῇ κοινωνίᾳ τῆς θεότητός ἐστιν ἡ ἕνωσις. ἑαυτῷ δὲ καὶ τῇ ἀληθείᾳ πανταχοῦ ἀκολουθῶν ὁ σοφώτατος οὗτος ἀνήρ, καὶ ἐν τοῖς κατὰ τοῦ θεομισοῦς Σαβελλίου λόγοις τὰ αὐτὰ διέξεισιν, ὅτι τῶν ἐπιφανῶν ἀνδρῶν αἱ εἰκόνες οὐκ εἰκῇ οὐδὲ μάτην κεῖνται, ἀλλ’ ἡ ἐπὶ ταύταις τιμή, τῶν ὧν εἰσιν εἰκόνες τὴν τιμὴν βεβαιοῖ. καὶ τοῦτο παρίστησιν οὕτω πως φάσκων· Οὐδὲ γὰρ κατὰ τὴν ἀγορὰν ὁ τῇ βασιλικῇ εἰκόνι ἐνατενίζων καὶ βασιλέα λέγων τὸν ἐν τῷ πίνακι δύο βασιλεῖς ὁμολογεῖ, τήν τε εἰκόνα καὶ τὸν οὗ ἐστιν εἰκών, οὔτ’ ἐὰν δείξας τὸν ἐν τῷ πίνακι γεγραμμένον εἴπῃ· «Οὗτός ἐστιν ὁ βασιλεύς», ἀπεστέρησεν τὸν πρωτότυπον τῆς τοῦ βασιλέως προσηγορίας· μᾶλλον μὲν οὖν ἐκείνῳ τὴν τιμὴν ἐβεβαίωσεν διὰ τῆς τούτου ὁμολογίας· εἰ γὰρ ἡ εἰκὼν βασιλεύς, πολλῷ δήπου εἰκὸς βασιλέα εἶναι τὸν τῇ εἰκόνι παρεχόμενον τὴν αἰτίαν. ἆρ’ οὖν εἰκῇ καὶ μάτην αἱ εἰκόνες αὗται κείμεναι παρὰ τῷ πατρὶ λέγονται; ἢ τίμιαι παρ’ αὐτῷ γνωρίζονται;

οἱ ἔχοντες ὦτα ἀκούειν ἀκουέτωσαν, οἱ ἔχοντες ὀφθαλμοὺς ὁρᾶν ὁράτωσαν, οἱ ἔχοντες νοῦν νοείτωσαν καὶ ἐπῃσθημένοι κρινέτωσαν. οἵδε γὰρ μὴ δὲ ὅσον εἰκόνι γηγενοῦς βασιλέως τῇ Χριστοῦ νέμουσιν εἰκόνι, τοῦ γε μόνου ὡς ἀληθῶς βασιλέως καὶ πάντων βασιλεύοντος βασιλέων. ἀλλ’ εἰ τῶν ἐν σκήπτροις αἱ εἰκόνες τοσαύτης ἔλαχον τιμῆς, πολλάκις καὶ τῶν ἀναξίως τῆς ἀρχῆς ἐπειλημμένων, αὐτοῦ δὴ Χριστοῦ καὶ τῶν ἁγίων πηλίκον ἂν εἶεν ἐπικλεέστεραι καὶ σεβασμιώτεραι; τί τὰ πολλὰ λέγειν; οἶδεν ὁ διδάσκαλος τὸ ἀπ’ αὐτῶν χρήσιμον καὶ ὠφέλιμον, ἡνίκα μάλιστα τὰς ἀριστείας τῶν ἀγαθῶν ἀνδρῶν, ὥσπερ δὴ καὶ τὰ λογογραφούμενα, δημοσιεύουσιν καὶ πολλοὺς εἰς ἀνδρείαν καὶ αὗται διεγείρουσιν· ὅπερ ἐν τῷ εἰς τοὺς ἁγίους Τεσσαράκοντα μάρτυρας ἐγκωμίῳ προβάλλεται καὶ ὅσα εἰς τὸν ἅγιον μάρτυρα Βαρλαὰμ φράζει· καὶ ἐπεὶ ταῦτα προαναγέγραπται, οἱ βουλόμενοι ἐντυγχανέτωσαν καὶ τὸ ἐκεῖθεν ὠφέλιμον ποριζέσθωσαν. ἑπόμενα τούτοις τὸν ἱερὸν Γρηγόριον τὸν Νυσαέων ἱεράρχην παρακομίζουσιν ὡς οἴονται διδάσκοντα οὕτως·

Μηκέτι τὴν σωματώδη καὶ δουλικὴν μορφὴν ἐν τῇ σεαυτοῦ πίστει ἀνατυπώσῃ, ἀλλὰ τὸν ἐν τῇ δόξῃ τοῦ πατρὸς ὄντα καὶ ἐν μορφῇ θεοῦ ὑπάρχοντα καὶ θεὸν ὄντα λόγον, τοῦτον προσκύνει καὶ μὴ τὴν τοῦ δούλου μορφήν. οἱ σωματώδεις τὸ φρόνημα καὶ δουλικοὶ τὴν γνώμην, δουλικὴν ἀλλ’ οὐκ ἐλευθέραν περὶ τὴν ἐνσωμάτωσιν Χριστοῦ τὴν διάληψιν κέκτηνται, ἀμαθῶς ὁμοῦ καὶ δυσσεβῶς τὰ τῆς κατὰ Χριστὸν δουλικῆς μορφῆς παρανοοῦντές τε καὶ παρεξηγούμενοι. οὐ γὰρ ὡς αὐτοὶ δολοῦντες πάντα κατὰ τὸ σύνηθες καπηλεύουσιν, καὶ τὰ τοῦ πνεύματος ἔχει διδάγματα· ὅσοι γὰρ πιστοί τέ εἰσιν καὶ τὸ μυστήριον τῆς καθ’ ἡμᾶς θεοσοφίας πεπαιδευμένοι ἴσασιν σαφῶς ὡς οὐχ’ ἡ γραφομένη τοῦ σωτῆρος εἰκὼν ἐνταῦθα δηλοῦται (ἀνόσιον γὰρ τὸ οὕτως ὑπολαμβάνειν, καὶ πόρρω τῆς ἀληθείας διέστηκεν), ἀλλ’ ἡ καθ’ ἡμᾶς ἣν ὁ θεῖος λόγος προσείληφεν ἀνθρωπεία φύσις γνωρίζεται· ὅ ἐστι τὸ συγγενὲς καὶ ὁμοφυὲς ἡμῖν σῶμα. καὶ οὐδένα ἂν οἶμαι τοῦτο διαφεύγειν ὅτι μὴ μόνους τοὺς καὶ λεληθότας ἑαυτοὺς καὶ παίζοντας, ἐπειδὴ καὶ ὁμοούσιος ἡμῖν ὁ Χριστὸς τὸ κατὰ σάρκα κεχρημάτικεν.

οὕτω γοῦν καὶ τὸ ἐν μορφῇ θεοῦ ὑπάρχειν αὐτὸν οὐδὲν ἕτερον κατασημήνειεν ἂν ἢ τὴν θείαν φύσιν αὐτὴν καθ’ ἣν ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ ὁ αὐτὸς υἱὸς εἶναι παρ’ ἡμῶν πιστεύεται, ἂν ἄρα τῷ λέγοντι πείθωνται· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ’ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. οἱ δὲ προπετεῖς εἰς κατηγορίαν τῶν ὀρθῶν ἡμῶν δογμάτων καὶ τὴν εἰς Χριστὸν παροινίαν ἔργον ἀεὶ ποιούμενοι, τὸν νοῦν φαντασιούμενοι καὶ πλανώμενοι, ἐπὶ τὰ χρώματα καὶ τοὺς τύπους τὴν μορφὴν ταύτην μεταχρωννύουσιν, ἵνα ταῦτα ὑποθέμενοι τῆς Χριστιανῶν εὐκλεοῦς ὁμολογίας καταφλυαρήσωσιν ὡς δῆθεν εἰς χρώματα τιθεμένων τὴν πίστιν. πλὴν εὐπρόσωπον ἀφορμὴν πρὸς κακηγορίαν ἡμῶν προΐσχεσθαι δόξαντες, τὴν ἰδίαν ἀβελτηρίαν μετὰ τῆς ἀσεβείας δημοσιεύουσιν, ἀγνοήσαντες ὅτι οὐ περὶ εἰκόνων ἀλλὰ τοῦ ἀρχετύπου καὶ τοῦ κυριακοῦ σώματος χάριν ὧδε ὁ λόγος τῷ διδασκάλῳ παρείληπται· οὐ γὰρ θεμιτὸν ὑπονοεῖν ἑτέρως αὐτὸν ἢ ὡς ὁ ἀποστολικὸς ἔχει νοῦς καὶ τῆς ἐκκλησίας τὸ δόγμα, τὰ ἀποστολικὰ ἐκδέχεσθαι. εἰς ὅσον δὲ κακοῦ προΐασιν ὅτι οὐδὲ μέχρι τῶν τύπων ἵστανται, ἀλλὰ καὶ αὐτοῦ κατατολμῶσιν τοῦ θείου σώματος.

καὶ γὰρ τῇ ἐξαπάτῃ τῶν Δοκητῶν βουκολούμενοι, μὴ δὲ σεσῶσθαι ἢ συνυπάρχειν νῦν τὸ σῶμα τῷ λόγῳ κατισχυρίζονται· ἐξ οὗ τὸ μὴ εἰκονίζεσθαι Χριστὸν αὐτοῖς συνεισάγεται. καὶ θαυμαστόν γε οὐδέν, εἰ τὴν Χριστοῦ μνήμην ἐκ ποδῶν ποιεῖσθαι παντὶ τρόπῳ σπουδάζοντες, ἐπ’ αὐτῷ τὴν ὕβριν ἀναφέρουσιν καὶ ἀπὸ τῶν τύπων ἢ σὺν τοῖς τύποις τοῖς ἀρχετύποις ἐφάλλονται, παντάπασιν τὴν τοῦ θεοῦ ἀθετοῦντες σάρκωσιν. τί γὰρ εἰς ἀδοξίαν Χριστοῦ χεῖρον τοῦ τὸ κατ’ αὐτὸν σωματικὸν εἶδος ἐν χρώμασιν τιθέμενον καθορίζεσθαι; οὐκοῦν ἐπειδήπερ ἀπεναντίας πρὸς τὰ τῶν διδασκάλων καὶ φρονοῦσι καὶ ἀφορμῶσι λόγια, οὐδὲν παρὰ τῶν προβεβλημένων αὐτοῖς εἰς συνηγορίαν παρακερδῆσαί τι δυνήσονται, αἴσχους δὲ μᾶλλον καὶ ἀτιμίας πλησθήσονται. καὶ ταῦτα μὲν ὧδε· μὴ ταραττέτω δὲ ἡμᾶς ὁ τὸ μὴ προσκυνεῖσθαι τὴν τοῦ δούλου μορφὴν παρεγγυῶν λόγος· τὰ γὰρ κατὰ τὴν θείαν ἀνάστασιν τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ μυστήρια μεγάλα καὶ ἐξαίσια· οἷα θεωρῶν ὁ πατὴρ καὶ ταῦτα πνευματικώτερον καὶ ὑψηλότερον διασκευάζων, ἐν οἷς καὶ περὶ τῶν σεμνῶν γυναικῶν τὴν μνήμην εἰσάγει· Ἔστω, φησίν, καὶ ἐν ταῖς ἡμετέραις χερσὶν ἀρώματα ἡ πίστις καὶ ἡ συνείδησις· αὕτη γὰρ τοῦ Χριστοῦ ἐστιν εὐωδία.

καὶ ἐπειδὴ τὸν περὶ πίστεως ἀνεκίνει λόγον, εἰδὼς ὡς ἡ ἀληθινὴ καὶ κατὰ λατρείαν ἡμῶν προσκύνησις εἰς τὴν ὑπέρθεον καὶ ζωαρχικὴν τριάδα τὴν ἐν μιᾷ θεότητι καὶ οὐσίᾳ γνωριζομένην ὁμολόγως καὶ εὐαγῶς ἀναφέρεται, καὶ οὐδὲν δοῦλον ἢ κτιστὸν ἢ σωματῶδες ἢ ἐπείσακτον ἐν αὐτῇ θεωρεῖται, ἐγκελεύεται ὅτι Εἰ καὶ ὁ εἷς τῆς αὐτῆς ὑπερουσίου τριάδος, ὁ θεῖος λόγος, σεσωμάτωται, μηδαμῶς ἐντεῦθεν εἰς σῶμα τετράφθαι αὐτὸν ὑπολάμβανε. διὸ μὴ δὲ τὴν προσληφθεῖσαν δούλειον μορφὴν ἐν τῇ σεαυτοῦ ἀνατυπώσῃ πίστει μὴ δὲ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκύνησιν αὐτῇ ἰδικῶς καὶ ὡς καθ’ ἑαυτὴν ἀνατίθει κατὰ τὴν κελεύουσαν ἐντολήν·

Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις, ὡς ἂν μὴ εἰς κτίσμα ἡ λατρεία ἡ καθ’ ἡμᾶς καταφέροιτο· κτίσμα γὰρ καὶ τῶν ἐν κτίσμασι τελούντων ὁ προσειλημμένος τῷ λόγῳ ἅγιος ναός. αὐτῷ δὲ τῷ θείῳ λόγῳ τῷ ἐν τῇ δόξῃ τοῦ πατρὸς ὄντι καὶ ἐν μορφῇ θεοῦ καὶ φύσει θεῷ καὶ ἀκτίστῳ καὶ συνανάρχῳ τῷ θεῷ καὶ πατρὶ ὑπάρχοντι καθαρὰν καὶ ἀμώμητον τὴν προσκύνησιν πρόσαγε, ἀμιγῶς τοῦ ὁπωσοῦν κτίσματος καὶ πάσης ὑλικῆς ἐμφάσεως καθαρεύουσαν, γινώσκων αὐτὸν ἀληθῶς θεὸν ὄντα καὶ τοῦ παντὸς κύριον, ὅτι Καὶ ὁ πατήρ, φησίν, τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ. καθὸ οὐδαμῶς εἰς κτίσμα ἡ καθ’ ἡμᾶς πίστις συγκατακλείεται οὐδὲ συνταπεινοῦται τοῖς κτίσμασιν· κἂν γὰρ τὴν καθ’ ἡμᾶς ὑπέδυ πτωχείαν ὁ λόγος, θεὸς ὡσαύτως μεμένηκεν, ἀπαθὴς καὶ ἀναλλοίωτος. καὶ τὰ μὲν περὶ τῆς ἀλήπτου καὶ ὑπερουσίου θεότητος, ὡς ἐξῃρημένην παρὰ πάσης κτίσεως δέχεται τὴν ἐν λατρείᾳ προσκύνησιν, τοιαῦτα· ὅτι δὲ καὶ τὸ προσληφθὲν τῷ θεῷ λόγῳ σῶμα παρὰ πᾶσιν πιστοῖς προσκυνητὸν καὶ τοῦ παντὸς σεβασμοῦ ἐστιν ἄξιον, οὐ πολλῷ ὕστερον δειχθήσεται. μάλιστα δὲ ταῦτα προτίθησιν ὁ διδάσκαλος, πανταχόθεν τὴν παρὰ τῶν δυσωνύμων Ἀρειομανιτῶν φυεῖσαν κτισματολατρίαν ἐξείργων, ἥτις τὸ τηνικάδε πάντας σχεδὸν ἀνθρώπους ἀκμάζουσα ἐπενέμετο.

γινώσκειν δὲ χρὴ ὡς ἔν τισιν τῶν ἀντιγράφων φέρεται· τὸν ἐν τῇ δόξῃ τοῦ πατρὸς ὄντα καὶ θεὸν ὄντα, τοῦτον προσκύνει λαβόντα τὴν τοῦ δούλου μορφήν. καὶ ἐπειδὴ οὐκ ὀλίγαι βίβλοι ἐν τούτῳ τὸ σύμφωνον κέκτηνται, ἱκαναί εἰσιν ἤδη καὶ ἀξιόχρεοι φροντίδων τε καὶ πραγμάτων τοὺς πιστοὺς ἀπαλλάξαι, τὸ γνησιώτερόν τε καὶ οἰκειότερον πρὸς τὸν τῆς ἐκκλησίας παριστάνουσαι λόγον. τάχα δ’ ἂν οἱ παρανοεῖν ἢ παρανομεῖν εἰς τὰ θεῖα κατειθισμένοι κἀκ τῶν προκειμένων πατρικῶν ῥητῶν ἀπεσκευάσθαι τὸ σῶμα Χριστοῦ κατὰ τοὺς Μανιχαίων μύθους καὶ λήρους ἀποφαίνεσθαι κατατολμήσουσιν, ἀλλ’ ὡς οὐκ ἀποβέβληται, εἰ καὶ πρὸς τὸ ἄμεινον ἀσυγκρίτως μετεστοιχείωται καὶ πρὸς θεοειδεστέραν λῆξιν ἀναβέβηκεν—ἐξ οὗ δικαίως μάλα τις ἀποφανεῖται κἀνταῦθα ὡς δὴ καὶ περιγράφεται καὶ μὴν καὶ εἰκονισθήσεται—, αὐτοῦ πρώτου τοῦ διδασκάλου διακούσονται οἷα περὶ τοῦ κυριακοῦ σώματος καὶ τῆς ψυχῆς κατὰ τόνδε τὸν λόγον θεοπρεπῶς διέξεισιν ὅτι Πάλιν πρὸς ἄλληλα τὰ διαστάντα συμφύεται, καὶ ἔτι μεταταῦτα ὅτι Προσάγει τὸν ἑαυτοῦ ἄνθρωπον ὁ λόγος τῷ ἀληθινῷ πατρί. ἀλλὰ μὴν καὶ ἐν τῷ εἰς τὴν ἀνάληψιν τοῦ σωτῆρος λόγῳ λευκότερον διαλαμβάνων· Καὶ δεῖ πάλιν, φησίν, ἀνοιχθῆναι τὰς ὑπερκειμένας πύλας αὐτῷ. ἀντιλαμβάνουσιν τὴν προπομπὴν οἱ ἡμέτεροι φύλακες καὶ ἀνοιχθῆναι αὐτῷ τὰς ὑπερκειμένας πύλας παρακελεύονται, ἵνα πάλιν ἐν αὐταῖς δοξασθῇ.

ἀλλ’ ἀγνοεῖται ὁ τὴν ῥυπαρὰν στολὴν τοῦ ἡμετέρου βίου περιβαλόμενος, οὗ τὸ ἐρύθημα τῶν ἱματίων ἐκ τῆς ληνοῦ τῶν ἀνθρωπίνων κακῶν. διατοῦτο παρ’ ἐκείνων ἡ ἐρωτηματικὴ αὕτη φωνὴ πρὸς τοὺς προπομπεύοντας γίνεται·

Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; εἶτα ἡ τούτων ἀπόκρισις οὐκέτι· Ὁ κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ, ἀλλά· Κύριος τῶν δυνάμεων, ὁ τοῦ παντὸς ἐξημμένος τὸ κράτος. ἔδει τὴν ῥυπαρὰν στολὴν δυσωπηθέντας τοὺς ἀμύστους μὴ ἀγνοεῖν ὡς συνανιὸν σύνεστιν τῷ λόγῳ τὸ σῶμα. οὐχ’ ἥκιστα δὲ ταῦτα πιστώσεται ἐγκωμίοις τὸν θεῖον πρωτομάρτυρα γεραίρων Στέφανον, ἐν οἷς τὰ τεθεαμένα αὐτῷ ἐναθλοῦντι τοῖς σκάμμασιν, λόγου καὶ θεωρίας κρείττονα, ἐκδηλότερον διαγράφει, φάσκων ὧδε· Ὁ μὲν γὰρ ἐκβὰς τὴν φύσιν καὶ πρὶν ἐκβῆναι τοῦ σώματος, βλέπει τοῖς καθαροῖς ὀφθαλμοῖς οὐρανίας αὐτῷ πύλας διϊσταμένας καὶ τὰ ἐντὸς τῶν ἀδύτων διαφαινόμενα, αὐτὴν δὲ τὴν θείαν δόξαν καὶ τὸ τῆς δόξης ἀπαύγασμα. καὶ τῆς μὲν πατρικῆς δόξης οὐδεὶς ὑπογράφεται χαρακτὴρ διὰ τοῦ λόγου, τὸ δὲ ἀπαύγασμα ἐν τῷ ὀφθέντι τοῖς ἀνθρώποις εἴδει τῷ ἀθλητῇ καθορᾶται καὶ ὡς ἦν χωρητὸν τῇ ἀνθρωπίνῃ φύσει οὕτως φαίνεται. τὸ δὲ ἀνθρώπειον εἶδος εἴ τι διαφέρει τοῦ ἀνθρωπείου σώματος, οἱ πεφενακισμένοι ἐξηγείσθωσαν, ἢ τὸ κεκαθάρθαι καὶ ἀνώτερον παθῶν καὶ φθορᾶς γεγονέναι, καθὰ πολλαχῶς προείρηται· οἶμαι ἱκανὰ ταῦτα, δεικνύοντα διὰ τῆς ἐν ἀλλήλοις συμφωνίας τὴν τοῦ πατρὸς δόξαν οἵαν περὶ τοῦ κυριακοῦ ἐκέκτητο σώματος.

συμφραζέτω δὲ καὶ ὁ ὁμώνυμος κἀνταῦθα μέγας Γρηγόριος (οἷς οὐδὲν ἧττον τὸ περὶ τὴν πίστιν καὶ ἀρετὴν ὁμόγνωμον καὶ ὁμότιμον ἢ ὅσον γε τὸ ὁμώνυμον) τοιαῦτα περὶ τῶν αὐτῶν θεωρῶν. φησὶ γοῦν ἐν τῷ περὶ τοῦ βαπτίσματος λόγῳ·

Οὐκέτι μὲν σάρκα, οὐκ ἀσώματον δέ, οἷς οἶδεν λόγοις θεοειδεστέρου σώματος, σάρκα κἀνταῦθα τὰ σαρκικὰ λέγων παθήματα κατὰ τὸν εἰρηκότα ἀπόστολον· εἰ γὰρ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. καὶ αὖ πάλιν ἐν τῷ εἰς τὴν Πεντηκοστὴν λόγῳ· Τὰ μὲν σωματικὰ τοῦ Χριστοῦ πέρας ἔχει, μᾶλλον δὲ τὰ τῆς σωματικῆς ἐνδημίας· ὀκνῶ γὰρ εἰπεῖν τὰ τοῦ σώματος ἕως ἂν μηδεὶς πείθῃ με λόγος ὅτι κάλλιον ἀπεσκευάσθαι τῷ σώματι. περὶ τῆς εἰς οὐρανοὺς ἀνόδου τοῦ κυριακοῦ σώματος αὐτὸς ἡμῖν πάλιν διαλεγέσθω· Ἂν εἰς οὐρανοὺς ἀνίῃ, συνάνελθε· γενοῦ μετὰ τῶν παραπεμπόντων ἀγγέλων ἢ τῶν δεχομένων. ἀρθῆναι ταῖς πύλαις διακέλευσαι, ὑψηλοτέρας γενέσθαι, ἵνα ἐκ τοῦ παθεῖν ὑψηλότερον δέξωνται. ἀπόκριναι τοῖς ἀποροῦσιν διὰ τὸ σῶμα καὶ τὰ τοῦ πάθους σύμβολα οἷς μὴ κατελθὼν συνανέρχεται, καὶ διατοῦτο πυνθανομένοις·

Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης, ὅτι Κύριος κραταιὸς καὶ δυνατὸς ἐν πᾶσίν τε οἷς ἀεὶ πεποίηκεν καὶ ποιεῖ καὶ τῷ νῦν πολέμῳ καὶ τροπαίῳ περὶ τῆς ἀνθρωπότητος· καὶ δὸς τῷ διπλῷ τῆς ἐρωτήσεως διπλῆν τὴν ἀπόκρισιν. εἴπερ οὖν ἐθελήσομεν συνηγορούσας τούτοις τὰς τῶν πατέρων φωνὰς ἐνταῦθα παραλαβεῖν, λάθοιμεν ἂν εἰς ἄπειρον τὸν λόγον ἐκφέροντες, ἐνὸν τοῖς εὐαγγελικοῖς στέρξαντας λόγοις τὰ πλεῖστα καταλιπεῖν. ὁ γὰρ εἰπών· Ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι ἀπ’ ἐμαυτοῦ καὶ πάλιν λαβεῖν αὐτήν, ὡς ἀληθῶς τῷ θανάτῳ προσομιλήσας, πάλιν ἐγήγερται μετὰ τοῦ πεπονθότος σώματος καὶ τοῖς μαθηταῖς ἐμφανίζεται καθόσον κατοπτεῦσαι τὴν δόξαν ἐκείνην ἄξιον, καὶ διαπιστοῦσιν τὴν ἀνάστασιν, ἐπεὶ ἐδόκουν πνεῦμα θεωρεῖν, τὴν πλευρὰν καὶ τοὺς ἥλους παραδείκνυσιν, ὡς καὶ τὸν ἐπαφώμενον μαθητὴν πεπεισμένον μεγαλοφώνως ἐκβοᾶν· Ὁ κύριός μου καὶ ὁ θεός μου. βρώσεώς τε καὶ πόσεως ἀνέχεται ὥστε τὸν αὐτὸν ἐκεῖνον εἶναι καὶ μετὰ τὴν ἔγερσιν πιστεύεσθαι. καὶ ποδῶν ἀχράντων τὰ σεμνὰ ἐκεῖνα ἅπτονται γύναια. καὶ τἄλλα πάντα τελέσας εἰς οὐρανοὺς μετὰ τοῦ πεπονθότος σώματος ἄνεισιν. μάρτυρες ἀξιόληπτοι οἱ τεθεαμένοι καὶ τῶν προπεμπουσῶν θείων δυνάμεων αἱ φωναὶ ὡς καὶ πάλιν αὐτὸν ἐλεύσεσθαι καθ’ ὃν τρόπον τεθέανται. οὐκοῦν ἔστιν τὸ σῶμα· καὶ ἐμφραττέσθω πᾶν στόμα κατὰ τῆς θείας ἐνσωματώσεως λαλοῦν ἄδικα.

εἰ γὰρ ταῦτα οὐκ ἦν, τὸ σῶμα τεθνηκὸς οὐκ ἐγήγερται καὶ τὸ βλάσφημον ἐπὶ τὰς κεφαλὰς τῶν ἀπειθούντων· οἴχεται γὰρ λοιπὸν ἡ ἀνάστασις καὶ φαντασία τὰ ὀφθέντα καὶ πλάσματα· μάταιον ἡμῶν τὸ κήρυγμα. καὶ τηνάλλως ταῦτα γέγραπται καὶ πεπίστευται, ὡς ἐξεῖναι αὐτοῖς κατὰ τὸν οἰκεῖον διδάσκαλον Ἀπολινάριον μὴ δύο φύσεις, μίαν προσκυνητὴν καὶ μίαν ἀπροσκύνητον, ὁμολογεῖν, μίαν δὲ φύσιν, ἐκ τῆς συγχυτικῆς καὶ ἀθέου ὁρμωμένους παραφροσύνης. ἡμεῖς δέ, ὅπως ἂν τὰ τῆς σωματώδους καὶ δουλικῆς μορφῆς ἐκλάβοιεν οἱ ἀνόσιοι, τὸ σῶμα εἶναι τοῦ Χριστοῦ, καὶ διὰ τὸν προσειληφότα προσκυνητὸν καὶ ἅγιον καὶ ζωοποιὸν εἶναι, θεωθὲν ὅλον καὶ παντὸς ἁγιασμοῦ χορηγὸν δοξάζομεν κατὰ τὸ εὐαγγελικὸν καὶ πατρικὸν κήρυγμα. αὐτός τε γὰρ ὁ διδάσκαλος τοιαῦτα ἐν ἑτέροις λόγοις διαλαμβάνων σαφέστερον γράφει· Ὥστε καὶ τὸ ἀνθρώπινον τῷ θείῳ καὶ τὸ θεῖον τῷ ἀνθρωπίνῳ κατονομάζεσθαι· διὸ καὶ ὁ ἐσταυρωμένος κύριος τῆς δόξης ὑπὸ τοῦ Παύλου προσαγορεύεται καὶ προσκυνούμενος ὑπὸ πάσης κτίσεως τῶν τε ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων Ἰησοῦς ὀνομάζεται. ἔτι μὴν καὶ ὁ τῆς ἀθανασίας ἐπώνυμος ἀποφαίνεται·

Εἴ τις τὴν τοῦ κυρίου ἡμῶν σάρκα ἄνωθεν λέγει καὶ μὴ ἐκ τῆς ἁγίας Μαρίας τῆς παρθένου, ἢ τραπεῖσαν τὴν θεότητα εἰς σάρκα ἢ συγχυθεῖσαν, ἢ παθητὴν τὴν τοῦ κυρίου θεότητα, ἢ ἀπροσκύνητον τὴν τοῦ κυρίου ἡμῶν σάρκα ὡς ἀνθρώπου καὶ μὴ προσκυνητὴν ὡς κυρίου καὶ θεοῦ σάρκα, τοῦτον ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ τοῦ θεοῦ ἐκκλησία. πλείστων δὲ λόγων πρὸς τοῦτο εἰρημένων τῷ ἱερῷ Ἐπιφανίῳ, τῷ τῆς Κυπρίων ἐκκλησίας προεδρεύσαντι, οἷς κατὰ αἱρέσεων ἐχρήσατο, τῶν πολλῶν ἀφέμενοι ὀλίγοις ἀρκεσθησόμεθα. οὗτος γὰρ ἐν τῷ ἐπιγεγραμμένῳ αὐτοῦ λόγῳ περὶ τοῦ ἁγίου πνεύματος ὅπως δεῖ θεὸν ὁμολογεῖσθαι σὺν πατρὶ καὶ υἱῷ φράζει τοιαῦτα· Καὶ βασιλεὺς ἐν ναῷ καθέζεται καὶ οἱ προσκυνοῦντες τὸν βασιλέα ἀπὸ μήκοθεν προσκυνοῦσιν ἐν τῷ ναῷ τῷ ἰδίῳ καὶ οὐδεὶς μεμηνὼς λέγει τῷ βασιλεῖ· «Ἔξελθε ἐκ τοῦ ναοῦ σου, ἵνα σε προσκυνήσω.» οὐδεὶς γὰρ τολμᾷ λέγειν τῷ μονογενεῖ· «Ἄφες τὸ σῶμα, ἵνα σε προσκυνήσω», ἀλλὰ προσκυνεῖ τὸν μονογενῆ ἄκτιστον σὺν ναῷ τῷ ἁγίῳ ὃν ἔλαβεν ἐλθὼν ὁ λόγος, καὶ οὐδεὶς λέγει· «Ἀνάστα ἐκ τοῦ θρόνου σου, ἵνα σε προσκυνήσω δίχα τοῦ θρόνου», ἀλλὰ προσκυνεῖ τὸν βασιλέα σὺν τῷ θρόνῳ, καὶ προσκυνεῖται Χριστὸς σὺν τῷ σώματι τῷ ταφέντι καὶ ἐγηγερμένῳ.

ἐπισφραγιζέτω ταῦτα ὁ μέγας ἀπόστολος Φιλιππησίοις γράφων· Τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ’ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. οἷς προσκείσθω καὶ ταῦτα· Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανῷ ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα, φησίν, κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. ἡλίκον δ’ ἂν εἴη ἐκεῖνο τὸ σῶμα καὶ ὅπως δόξης ἔλαχεν καὶ ἀξιώματος, ὁ μέγας Ἰωάννης ὁ Χρυσόστομος φραζέτω·

Βαβαί· ἐκείνῳ τῷ καθημένῳ ἐν δεξιᾷ τοῦ θεοῦ σύμμορφον [αὐ] τοῦ<το> τὸ σῶμα γίνεται· ἐκείνῳ τῷ προσκυνουμένῳ ὑπ’ ἀγγέλων, ἐκείνῳ ᾧ παραστήκουσιν αἱ ἀσώματοι δυνάμεις, ἐκείνῳ τῷ ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, ἐκείνῳ σύμμορφον γίνεται. πέρας ἐπικείσθω ἡ ἱερὰ πέμπτη σύνοδος μιᾷ προσκυνήσει τὸν θεὸν λόγον μετὰ τῆς σαρκὸς προσκυνεῖσθαι καθορίζουσα, ὡς ἐν τοῖς ἐπάνω προγέγραπται. τούτοις προστεθῆναι ἀναγκαῖον ὡς οἱ πάλαι μὲν τῇ ἀπάτῃ τοῦ πονηροῦ δράκοντος δελεαζόμενοι ἄνθρωποι σωματώδεις τινὰς καὶ ὑλικὰς μορφὰς ἐν τῇ ἑαυτῶν ἀνετύπουν πίστει, τοῖς κτίσμασιν ὡς θεοῖς προσανέχοντες καὶ τὸν μόνον φύσει καὶ ἀληθινὸν θεὸν ἀγνοήσαντες· καὶ οὐκ ἀμφίλογον. ἐπιφανέντος δὲ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ τοῖς ἐπὶ γῆς, τῆς αἰχμαλωσίας τοῦ πικροῦ τυράννου ἀπηλλάγμεθα. καὶ οὐκέτι σκιὰ γοῦν κτίσεως ἐν τῇ καθ’ ἡμᾶς ὁπωσοῦν ἀνατυποῦται πίστει· ἐνελάμφθημεν γὰρ παρὰ τῆς αὐτοῦ χάριτος καὶ μεμυήμεθα ὃ δεῖ προσκυνεῖν.

διὸ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν ἡμῶν καὶ προσκύνησιν θεῷ ζῶντι καὶ ἀληθινῷ προσφέρομεν, ἤγουν τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, τῇ μιᾷ θεότητι καὶ ἐξουσίᾳ καὶ βασιλείᾳ καὶ κυριότητι, τριάδα μὲν σέβοντες τῷ τρισὶν δοξάζεσθαι ὑποστάσεσιν, μονάδα δὲ προσκυνοῦντες τῷ τῇ οὐσίᾳ ἑνιζομένην γνωρίζεσθαι· καὶ τὴν ἐλπίδα οὐ σώματι, οὐ κτίσματι, ἀλλ’ ἐν θεῷ τῶν ὅλων ἀνατιθέμεθα. καὶ ταῦτα μὲν ὧδε λελέχθω· ἐπὶ δὲ τὰ ἑπόμενα πρόϊμεν, ἐν οἷς ἔκκειται τοῦ θεηγόρου Γρηγορίου ἐκ τῶν ἐπῶν αὐτοῦ ῥῆσις ἔχουσα τόνδε τὸν τρόπον· Ὕβρις πίστιν ἔχειν ἐν χρώμασιν, μὴ ἐν καρδίᾳ· ἡ μὲν γὰρ ἐν χρώμασιν εὐχερῶς ἐκπλύνεται, ἡ δὲ ἐν τῷ βάθει τοῦ νοός, ἐκείνη μοι προσφιλής. ταῦτα ἐκθέμενοι πόσης οὐκ ἂν εἶεν ἀβελτηρίας ἐπίμεστοι; ὁ γὰρ ἐπὶ τῷ ἐλέγχῳ τοῦ πέλας μὴ σωφρονιζόμενος τῆς βληχώδους ἀλογιστίας ἀνοητότερος κριθήσεται.

ὅπερ καὶ οὗτοι νῦν ὑπομένοντες σαφῶς καταδείκνυνται· τῆς γὰρ τοιαύτης χρήσεως καὶ πάλαι ἀναπτυχθείσης καὶ τὴν δέουσαν ἐξάπλωσιν καὶ ἑρμηνείαν τῆς διανοίας εὐσύνοπτον παρὰ τῶν πρὶν τοῦ ὀρθοῦ λόγου προεστηκότων εἰληφυίας, τῆς τε ἀμαθίας καὶ δυσσεβείας τῶν κακῶς καὶ ἀνοήτως χρησαμένων ἐληλεγμένης, οὐ καταδύονται οἱ ἄθλιοι ὑπ’ ἀνοίας καὶ ἀναιδείας πάλιν ἐν τοῖς ἑαυτῶν συνείρειν λόγοις· ἐξ ὧν στηλιτεύονται οἷ δυσβουλίας καὶ ἀπαιδευσίας καθίκοντο, κατὰ τῶν ἱερῶν ἀπεικασμάτων τοὺς τοιούτους λόγους προάγοντες. οὐ γὰρ ἐκείνων χάριν τῷ πατρὶ ταῦτα εἴρηται, τῆς δὲ μὴ ἐν καρδίᾳ καθιδρυμένης ἀλλὰ στόματι μόνῳ ὁμολογουμένης πρὸς θεὸν πίστεως. τοῦτο δὲ σαφέστερον δείκνυται εἴ τις ἐμμελέστερον ἐπιστήσειεν κἂν τῷ πρώτῳ τῶν ἐπῶν λόγῳ· ἔχει γὰρ οὕτως·

Τοῖς δ’ ἄλλοις κεν ἔοιμι γέλως ἐμὰ κήδεα βάζων, ὧν πίστις κραδίην ἄκρην ἐχάραξεν ἐλαφρή, οὐδὲ διὰ σπλάγχνων ἦλθ’ ἵμερος ὀξὺς ἄνακτος, ζῶσιν δὲ ἐνθάδε μοῦνον ἐφημέρια φρονέοντες. δῆλον δὲ ἐπειδή, καθ’ οὓς χρόνους ὁ λαμπτὴρ οὗτος τῆς ἐκκλησίας διηύγαζεν, ἡ τῶν Ἀρειομανιτῶν ἐπεκράτει λύσσα, πᾶσαν σχεδὸν τὴν ὑπὸ Ῥωμαίοις ἐπινεμομένη ἀρχήν, ἐν οἷς ἡ εὐχέρεια πολλή, βεβαίως περὶ τὴν πίστιν οὐκ ἐρηρεισμένοις· τὸ δ’ αὐτὸ ἐναργέστερον καὶ ἐν ἑτέροις λόγοις διδασκαλικῶς διαλεγόμενος ποιεῖ· δεῖ γὰρ ἐκ τῶν ὁμολογουμένων τὰ δοκοῦντα ἀμφίβολα λύεσθαι. ἐν μὲν γὰρ τῷ εἰς τὰ ἐγκαίνια λόγῳ φησίν· Χθὲς πίστιν εἶχες τὴν τῶν καιρῶν, σήμερον τὴν τοῦ θεοῦ γνώρισον. ἐν δὲ τῷ εἰς τὸ βάπτισμα, αὐτῇ λέξει κέχρηται καὶ διανοίᾳ λέγων· Δεῖ δὲ μὴ σοφισθῆναι τὸν καθαρμὸν ἀλλ’ ἐνσημανθῆναι, λαμπρυνθῆναι τελείως ἀλλὰ μὴ χρωσθῆναι, μὴ δὲ ἐπικάλυψιν τῶν ἁμαρτιῶν ἀλλ’ ἀπαλλαγὴν ἔχειν τὸ χάρισμα. ἐν ᾧ πάλιν παρεγγυᾷ· Φύλασσέ μοι τὰ γεγραμμένα, ἐν καιροῖς τρεπτοῖς ἄτρεπτος μένων περὶ ἀτρέπτου πράγματος. ὡς οὖν ἐνταῦθα ἀπὸ τοῦ τρεπτοῦ τῶν καιρῶν τοὺς ἀστηρίκτους καὶ ἀπαγεῖς πρὸς εὐσέβειαν, εὐπαρακόμιστον δὲ τὴν γνώμην ἐφ’ οἷς ἡ τῶν καιρῶν βραβεύει ῥοπὴ κεκτημένους καταιδεῖ, οὕτω καὶ ἐν τοῖς προκειμένοις ῥητοῖς ἀπὸ τοῦ ἀλλοιωτοῦ τῶν χρωμάτων αὖθις κατονειδίζει, τὸ τῆς ὕβρεως αἶσχος ἐπιγράφων αὐτοῖς.

τί οὖν φησιν ἐπίμωμον καὶ ἐφύβριστον καὶ τοῦ κράτους τῆς καθ’ ἡμᾶς εὐσεβείας ἀλλότριον; ὥσπερ τὰ χρώματα εὐαπόβλητά γε ὄντα καὶ εὐαλλοίωτα ῥᾳδίως ἐκπλύνεται καὶ ἐκκρούεται, οὕτω καὶ ὑμᾶς εὐχερῶς πρὸς τοὺς καιροὺς περὶ τὴν πίστιν μετασχηματίζεσθαι καὶ οἷον μεταχρώννυσθαι καὶ περιτρέπεσθαι, προσῆκον ἐγκαθιδρύσθαι καὶ βεβηκέναι ὡς ἀσφαλέστατα καὶ κατὰ τὰ ἀποστολικῶς εἰρημένα ἐγγεγραμμένην ἔχειν οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις. καρδίᾳ μὲν γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. πῶς δὲ οὐκ ἤγαγεν εἰς ἔννοιαν τοὺς παχεῖς τὴν διάνοιαν ἐκεῖνο δὴ τὸ ἀγχίθυρον κείμενον ὅτι οὐ περὶ χρωμάτων, οἵων αὐτοὶ ᾔδεσαν, ὁ λόγος τῷ πατρί; ἐπιφέρει γάρ· Βένθος ἐμοὶ φίλον (ὅπερ αὐτοὶ ἔφασαν· ἡ ἐν βάθει τοῦ νοός, ἐκείνη μοι προσφιλής) πρὸς ἀντιδιαστολὴν ἐκείνης τῆς οἷον ἐξ ἐπιπολῆς κεχρωσμένης καὶ ταχέως διαρρεούσης, λεγόμενον, καθάπερ τὰ χρώματα τοῦ ὑποκειμένου μόνον περιχρῴζει τὴν ἐπιφάνειαν· ἀνόητον οὖν ἐκεῖνα καὶ ἀνάξιον περὶ τῆς θεολογικῆς οἴεσθαι ῥήσεως.

οὗτοι δὲ ἤτοι ταῖς ἁπλαῖς τῶν λόγων ἐπιβολαῖς τῷ προφανεῖ καταπιστεύοντες τῆς αἰσθήσεως καὶ ψιλῇ τῇ προφορᾷ τοῦ λόγου παριστάμενοι διαμαρτάνουσιν περὶ τὰ ἐκ τῆς διανοίας δηλούμενα, ἢ τὰ εὖ καὶ ὀρθῶς εἰρημένα παραχαράσσοντες (ἐπεὶ τοῦτο αὐτῶν τοῦ τρόπου τὸ ἰδιαίτατον) πρὸς τὸ οἰκεῖον περιέλκουσιν βούλημα. ὡς γὰρ τὰ παρὰ τοῦ ἱεροῦ Γρηγορίου τοῦ Νυσαέως ἐν τῷ εἰς τὸν μέγαν Βασίλειον ἐπιταφίῳ κατὰ Ἀρειανῶν εἰρημένα, κτίσμα τὸν συμφυᾶ υἱὸν τοῦ θεοῦ καὶ πατρὸς βλασφημούντων κατὰ τῆς ἐκκλησίας, ὡς ἀθέως καὶ πονηρῶς ἔδοξαν εἰδωλολατρίας χάριν παρήγαγον, οὕτω κἀνταῦθα ἑαυτοῖς ὁμοιούμενοι τὰ περὶ πίστεως τῷ πατρὶ λεγόμενα ἐπὶ χρώματα καὶ ὕλας μετήγαγον· καὶ ἅπερ ἐκεῖνος ἐν παραδείγματος τρόπῳ παρέλαβεν, οὗτοι εἰς πίστεως λόγον κακῶς παρανοοῦντες ἐκδέχονται. εἰ δὲ δὴ περὶ χρωμάτων εἰρῆσθαι ταῦτα τὶς δοίη, τῇ ἀνοίᾳ τούτων συγκαθιστάμενος, τίς ὤφθη ποτὲ Χριστιανῶν πίστιν εἰς χρώματα θέμενος ἢ τὴν ἐλπίδα εἰς ὕλην τὴν φαινομένην κτησάμενος; οὐχ’ ὕβρις οὖν Χριστιανοῖς ἐντεῦθεν προσφύεται, ἡ παράνοια δὲ τῶν κατηγορούντων καὶ τὸ ἀβέλτερον περιφανῶς διαδείκνυται. καὶ ὅσον μὲν εἰς λόγον ἧκεν τῆς πίστεως, ταῦτα· ὃ δὲ περὶ τοῦ θεοσόφου πατρὸς τῶν ἱερῶν εἰκονισμάτων χάριν λέγειν πάρεστιν, ἐκ τῶν ἰδίων αὐτοῦ δογμάτων λαβόντες τὰς ἀφορμὰς διαλεξόμεθα.

νόμος αὐτοῖς ἐκ τῆς τοῦ ἀπεριγράφου φωνῆς ἀναιρεῖν τὸν Χριστὸν εἰκονίζεσθαι· ὥστε ἐκ τοῦ ‘περιγραπτοῦ’ πάντως εἰκονισθήσεται. εἰ οὖν ὁ διδάσκαλος οὗτος πανταχοῦ περιγραπτὸν τὸν Χριστὸν κηρύσσει τῷ σώματι, ὡς ἤδη καὶ παρεθέμεθα, οἶδεν ἄρα αὐτὸν καὶ εἰκονιζόμενον, καὶ μάτην ἐκ τῶν λόγων αὐτοῦ τοῖς εὐσεβοῦσιν ἐπηρεάζειν οἱ τάλανες οἴονται. ἐλέγξει τοὺς ἄφρονας ἡ παρ’ αὐτοῦ εἰς τὸν μέγαν Βασίλειον ἀνατεθεῖσα εἰκών, ἔτι καὶ τὰ κατὰ Πολέμωνα συγγεγραμμένα, ὡς προδέδεικται. ἐντεῦθεν ἐπ’ ἄλλην ματαιοπονίαν μεταρυθμίζονται φάσκοντες· Ἰωάννης δὲ ὁ Χρυσόστομος ἐν τῷ εἰς Ῥωμανὸν τὸν μάρτυρα· Μὴ γὰρ τοίχοις ὁ Χριστὸς περιγράφεται; μὴ γὰρ ὀφθαλμοῖς ὁ ἡμέτερος δεσπότης ὁρᾶται; ὁ ἐμὸς δεσπότης, μᾶλλον δὲ ὁ τῶν ὅλων δεσπότης Χριστός, οὐρανὸν οἰκεῖ καὶ κόσμον ἡνιοχεῖ· καὶ θυσία τούτῳ ψυχὴ πρὸς αὐτὸν ἀνανεύουσα, καὶ μία τούτῳ τροφή, τῶν πιστευόντων ἡ σωτηρία. ἴδωμεν δὲ ὅ,τι αὐτοῖς ἀπόνασθαι καὶ ἐνθένδε συμβήσεται. τὸ τοῦ ἀπεριγράπτου πρόσρημα, πρόβλημα τῆς αἱρέσεως τῆς αὐτῶν, πανταχοῦ περιφέρουσιν· ὅπερ ἐνταῦθα ἐκ πολλῆς περιχαρείας περιπτυξάμενοι καὶ ὥσπερ ἥδιστον θήραμα τὴν λέξιν περιχαίνοντες, περὶ δὲ τὸ σημαινόμενον τῆς φωνῆς ἀπονυστάξαντες, κεναῖς ἐλπίσιν φυσηθέντες ᾤχοντο.

ἑαυτοῖς δὲ μᾶλλον ἢ ἑτέροις μαχόμενοι ἁλίσκονται, ὥσπερ οἰκείοις ὅπλοις βαλλόμενοι καὶ τοῖς ἐξευρημένοις καταβαλλόμενοι μηχανήμασιν· λέληθεν γὰρ αὐτούς, σοφούς τε ἄγαν οἰομένους εἶναι καὶ ἀμαθίαν τῶν διδασκάλων καταγράφοντας, ὡς οὐ τὸ γράφεσθαι ἤτοι τὸ εἰκονίζεσθαι ἡ περιγραφὴ δηλοῖ· οἷς γὰρ ἀλλήλοις ταῦτα διαφέρουσιν, καὶ ἐνταῦθα μὲν εἴρηται, πλατύτερον δὲ ἐν ἑτέροις διείληπται. σαφὲς δ’ ἂν τοῦτο κἀκ τῶν προκεχειρισμένων τῷ μάρτυρι πρὸς τὸν διώκοντα γένοιτο λόγων· Ὁ ἐμὸς Χριστός, φησίν, ὃν σὺ διώκεις, ὦ τύραννε, ἐν τοίχοις οὐ περιγράφεται οὐδὲ κρατεῖται ἢ περιέχεται τοίχοις ἵνα σοι καὶ καταληπτὸς γένηται, κἂν πλείονα λυττᾷς, τὸν πέλεκυν ᾑμαγμένον ἐπιφερόμενος. πῶς καὶ τίνι τρόπῳ; ὅτι οὐδὲ πάρεστιν ἐπὶ γῆς νῦν σωματικῶς. καὶ τοῦτο ἐκδηλότερον ἔτι δείκνυσιν τά τε προηγούμενα τῆς χρήσεως καὶ τὰ ἑπόμενα. τίνα ταῦτα; ἐν οἷς μὲν γὰρ λέγεται πρὸς τὸν τύραννον· Αἰδέσθητι τοῦ σταυρωθέντος τοὺς ὅρους. ὅροι δὲ τοῦ σταυρωθέντος οὐ τῆς ἐκκλησίας οἱ τοῖχοι, ἀλλὰ τῆς οἰκουμένης τὰ πέρατα. ἐκ δὴ τούτων μανθανέτωσαν τί ποτέ ἐστιν περιγραφή, ὅτι οὐδὲν ὅρου ἀπέοικεν, εἴ γε πολλάκις ὑπογραφαὶ ἀντὶ ὅρων ἐν οἷς χρὴ παραλαμβάνονται καὶ ὅροι ὑπογραφικοὶ προσαγορεύονται· οὕτω γὰρ ποικίλως τὸ τῆς γραφῆς ὄνομα συντιθέμενον μεταλαμβάνεται.

καὶ γινωσκέτωσαν ὅτι τὸ λεγόμενον μὴ περιγράφεσθαι τοίχοις τὸν Χριστόν, οὐχὶ τὸ μὴ εἰκονίζεσθαι αὐτὸν τοίχοις ἐπαγγέλλεται (οὐδὲ γὰρ εἰκόνος μνήμην ὅλως ὧδε ὁ λόγος αἰνίττεται), ἀλλ’ αὐτὸν τὸν σταυρωθέντα Χριστόν, τοίχοις μὴ περιορίζεσθαι ἤτοι μὴ περιγράφεσθαι· ταυτὸν γὰρ σημαίνει ἀμφότερα. ὡς γὰρ ἐν τοῖς ἐπάνω εἴρηται μὴ εἶναι ὅρους τοῦ σταυρωθέντος τῆς ἐκκλησίας τοὺς τοίχους, οὕτως ἐνταῦθα μὴ εἶναι περιγραφὴν καὶ ὅρον τοὺς τοίχους, περιγράφοντας καὶ περιορίζοντας τὸν Χριστόν. τὰ δὲ ἑπόμενα, ὁποῖα; ὅτι Οὐδὲ ὀφθαλμοῖς ὁρᾶται οὐδὲ λίθον καὶ ξύλον οἰκεῖ, πιπράσκων ἀντὶ βοῶν καὶ προβάτων τὴν πρόνοιαν. μὴ γὰρ βωμὸς αὐτοῦ τοῖς συναλλάγμασιν μεσιτεύει; αὕτη τῶν σῶν δαιμόνων ἡ λίχνη προσαίτησις. ἆρ’ οὖν τὸ εἰρῆσθαι μὴ ὁρᾶσθαι Χριστὸν ὀφθαλμοῖς ἀνθρωπίνοις, ἢ λίθον καὶ ξύλον μὴ οἰκεῖν, εἰκόνος Χριστοῦ μνήμην ἡμῖν ἐμποιεῖ; ἢ οὐχὶ προδήλως τὸν Χριστὸν αὐτὸν μήτε ὁρώμενον σωματικῶς μήτε λίθον καὶ ξύλον οἰκεῖν παρίστησιν; τὸ δ’ οὖν μὴ πιπράσκειν ἀντὶ βοῶν καὶ προβάτων τὴν πρόνοιαν, μὴ δὲ βωμὸν αὐτοῦ τοῖς συναλλάγμασιν μεσιτεύειν πρὸς εἰκόνας ἁρμόσασθαι, τῆς τῶν ἀνοσίων ἂν εἴη ἀναισθησίας καὶ κτηνωδίας· παρὰ γὰρ τοῖς ἐχέφροσιν καὶ τὰ τῆς ψυχῆς ὑγιαίνουσιν αἰσθητήρια οὔτε νοηθείη οὔτε λεχθείη ἄν ποτε.

εἰ οὖν τὰ εἰρημένα τὸν Χριστὸν αὐτόν, οὐ τὴν εἰκόνα τοῦ Χριστοῦ μηνύει, πῶς οὐχὶ καὶ τὸ ἐν τοίχοις μὴ περιγράφεσθαι εἰρημένον, αὐτὸν τὸν Χριστὸν ἡμῖν, οὐ τὴν Χριστοῦ εἰκόνα πληροφορήσει νοεῖν; δεῖ γὰρ ἐκ τῶν συντεταγμένων πολλῶν καὶ φανερῶν ὄντων καὶ τὸ ἓν καὶ δοκοῦν ἀμφίβολον δοκιμάζεσθαι. ποῖος οὖν αὐτοῖς ἐνταῦθα τρόπος ἀπάτης λελείψεται καὶ δολιότητος, ματαίαις καὶ πονηραῖς ἐπινοίαις κατὰ τῆς ἀληθείας ὁπλίσασθαι; ὃ δὲ μάλιστα διδάξαι καὶ πεῖσαι τοὺς ἀπειθεῖς ἐχρῆν, ἡ ὁρμὴ τοῦ διώκοντος. ὁ γὰρ διώκων ἐνταῦθα τὸν μάρτυρα τύραννος, τίνος ἐκόλαζεν ἕνεκεν; ἆρα εἰκόνων; ἢ αὐτοῦ Χριστοῦ χάριν; τί οὖν ἀποφανοῦνται πρὸς τὸ ἑξῆς ἐπαγόμενον· ὁ ἐμὸς δεσπότης, φησίν, μᾶλλον δὲ ὁ τῶν ὅλων δεσπότης, οὐρανὸν οἰκεῖ; μήποτε ἆρα καὶ εἰκόνα Χριστοῦ οὐρανὸν οἰκεῖν δώσουσιν, ἵνα καὶ ἐξ οὐρανῶν τὴν εἰκόνα Χριστοῦ καταγαγεῖν σπουδάσωσιν; καὶ πῶς οὐ φανερὸν ἐντεῦθεν ὅτι τὸ ἐν τοίχοις μὴ περιγράφεσθαι τὸ ἐν τοίχοις μὴ οἰκεῖν τὸν Χριστὸν λέγεται μὴ δὲ σωματικῶς ἐν αὐτοῖς περιείργεσθαι καὶ ὁρίζεσθαι ἅπερ ὁ τῆς περιγραφῆς λόγος παρίστησιν; ἀνάλογον γὰρ καὶ ὅμοιον ἐνταῦθα τῷ οἰκεῖν τὸ περιγράφεσθαι. ἐπεὶ οὖν ἡ τοπικὴ περιγραφὴ σαφῶς ἡμῖν ὧδε ἀναφαίνεται (οὐ γὰρ γραφῆς καὶ εἰκόνος λόγος), πόθεν πρὸς τὰ κακῶς αὐτοῖς ὑπονενοημένα οὕτως ἀπαντησόμεθα; τί οὖν φημι;

εἰ οὐ λίθον οὐδὲ ξύλον, ἃ τοὺς τοίχους συνίστησιν, ὁ Χριστὸς οἰκεῖ—ἵνα ἐξ ὧν καὶ αὐτοὶ συνομολογοῦσιν ληψώμεθα, δῆλον δὲ δήπου ὡς τὸ οἰκεῖν που, σώματος, οὐκ εἰκόνος λέγεται εἶναι—οὐδὲ πάρεστιν ἐν αὐτοῖς, ἄρα διατοῦτο οὐδὲ ἐν τοίχοις περιγραφήσεται. πῶς γὰρ ἐν ᾧ τόπῳ τίς μὴ πάρεστιν περιγραφήσεται; εἰ δὲ ἐν τούτοις οὐκ οἰκεῖ, κατ’ οὐρανοὺς πάντως οἰκεῖ, κατ’ οὐρανοὺς δηλαδὴ καὶ περιγραφήσεται, δῆλον δὲ σωματικῶς, ἐπεὶ καὶ οὐρανὸς τοῦ παντὸς περιγραφὴ καὶ ὅρος ἐστίν τε καὶ λέγεται. ὅλως δὲ τὸ ἐν τῷδε μὲν εἶναι τῷ τόπῳ καὶ ἐν τῷδε οἰκεῖν, ἐν τῷδε δὲ μὴ δὲ εἶναι μὴ δὲ οἰκεῖν, οὐδὲν ἕτερον ἢ περιγραφῆς ἡμῖν πάντῃ τε καὶ πάντως ἔννοιαν ὑποτίθεται. εἰ δὲ σεσωματωμένος καὶ νῦν ὁ Χριστός ἐστιν, καθὰ οἱ ἀληθινοὶ προσκυνηταὶ αὐτοῦ πιστεύομεν, ἴδιον δὲ σώματος τὸ τόπῳ περιγράφεσθαι, περιγραπτὸς ὁ Χριστὸς ἄρα, κἂν οἱ φιλαπερίγραπτοι μὴ πείθωνται, καὶ περιπείρονται ῥᾳδίως ἐξ ἀπιστίας καὶ ἀμαθίας ἐξ ὧν διαδιδράσκειν ᾤοντο. ὃ δὲ πλέον αὐτοὺς παρεκρούσατο ἡ τῶν τοίχων ὀνομασία ἐστίν· καὶ γεγόνασιν τῶν τοίχων ἀναισθητότεροι καὶ τῶν λίθων ἀκινητότεροι, σκληρὰν καὶ ἀτεράμονα τὴν καρδίαν πρὸς τὴν σύνεσιν τῶν ἀληθῶν θέμενοι καὶ μηδὲν πλέον τῶν λεγομένων ἢ ἀκουομένων καὶ τοῖς αἰσθητοῖς προσπιπτόντων ὄμμασιν ἐννοεῖν δυνάμενοι.

οἱ γὰρ τοῖχοι οὐκ εἰκονογραφίας χάριν παρελήφθησαν, ἀλλὰ τοῦ ἐμπεριέχειν καὶ ἐμπερικλείειν ἅπερ ἐν τοίχοις περιέχεσθαι πέφυκεν καὶ ἐντὸς καθορίζεσθαι. καὶ οὐ συνῆκαν οἱ δείλαιοι ὅτι τὰ εἰρημένα ἅπαντα πρὸς ἀντιδιαστολὴν τῶν παρ’ Ἕλλησιν μυσαρῶν σεβασμάτων προενήνεκται.

Ἕλληνες γὰρ τὰ ἑαυτῶν ξόανα τοίχοις καὶ ἀδύτοις καὶ σκοτεινοῖς τόποις ἐγκατακλείοντες (ἐπεὶ τῷ ὄντι σκότους εἰσὶν ἄξια) αὐτοῦ μόνον τοὺς ἐνῳκισμένους περιγράφεσθαι νομίζουσιν ἀνοηταίνοντες, ξύλα γε ὄντας καὶ λίθους καὶ ὁποίας ἂν εἶεν ὕλης. ὁ δὲ Χριστὸς καὶ θεὸς ἡμῶν, ὡς ἀληθῶς εἰπεῖν, σωματικῶς νῦν ἐπὶ γῆς οὐκ ἐνδημῶν (ὡς θεὸς γὰρ πανταχοῦ καὶ ὑπὲρ τὸ πᾶν ἐστιν) οὐδὲ τοίχοις καὶ δόμοις τισὶν περιειργόμενος πιστεύεται· εἰς οὐρανοὺς γὰρ μετὰ τοῦ προσλήμματος ἀνιών, συμπάρεδρον τῷ θρόνῳ τῷ πατρικῷ τὴν ἀπαρχὴν τοῦ καθ’ ἡμᾶς φυράματος ἀπειργάσατο· καὶ θώκοις ἐγκαθίδρυται τοῖς ἐκ δεξιῶν τοῦ θεοῦ καὶ πατρός, ᾧ οἶδεν αὐτὸς θεϊκῷ τρόπῳ. οὐκοῦν περιγραπτὸν ἐκ παντὸς τὸ Χριστοῦ σῶμα καὶ οὐκ ἐκείνοις μᾶλλον ἢ τῷ ἐκκλησιαστικῷ φρονήματι συνηχήσει τε καὶ συλλήψεται τὰ εἰρημένα· εἰ δὲ ταῦτα οὕτως ἔχει, καὶ γράφεται δήπου καὶ εἰκονίζεται. οἱ δὲ περὶ τὴν λέξιν τῆς γραφῆς σκοτισθέντες καὶ ταυτὸν εἶναι οἰόμενοι γραφήν τε καὶ περιγραφὴν εὐκαίρως τοὺς ἐλέγχους τῆς ἀμαθίας ἐκ περιτροπῆς ὑποδέχονται. πάντα γὰρ πρὸς τὸ οἰκεῖον βούλημα θηρεύειν ἀβούλως καὶ σφαλερῶς διαγωνίζονται ἵνα ὅτῳ δὴ τρόπῳ τὴν Χριστοῦ μνήμην ἀφέλοιντο· βαρὺς γάρ ἐστιν αὐτοῖς καὶ ἐν εἰκόνι βλεπόμενος καὶ εἰς μνήμην ἐρχόμενος.