Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς συνοδικῆς ὁρισμοῦ τοῦ ἔτους 815

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Έλεγχος και καταδίκη των αποστατών κληρικών και της αντικανονικής τους συνόδου

Στηλιτεύεται η αναιδής και παράλογη στάση όσων αποστάτησαν από τους ορθόδοξους επισκόπους, αθετώντας τις έγγραφες ομολογίες τους προς όφελος της κοσμικής εξουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 4 από 18

ἄξια ταῦτα ὡς ἀληθῶς τῆς ἐκείνων ἐμπληξίας καὶ ἀπονοίας προέρχεται, καὶ ὡς οὐδεμιᾶς κακίας ὑπερβολὴν ἀπολείπει, οὐδεὶς ἂν οἶμαι τῶν συνέσει διαφερόντων διαμφισβητήσειεν· εἰς ἔσχατον γὰρ ἀλογίας καὶ ἀμαθίας, ὡς ἀληθὲς ὧδε εἰπεῖν, ἀπῴχοντο· καὶ φρενῶν ἔξω καὶ τοῦ εἰκότος λογισμοῦ οὕτω φλυαροῦντες παραφερόμενοι, τῶν ἀλόγων ἀλογώτεροι καὶ τῶν ἀμαθῶν ἀμαθέστεροι δείκνυνται. τί γὰρ δρῶσιν; οἷα εἰκὸς τοὺς ἐν παραφροσύνῃ καὶ μανίᾳ δεινῶς ἁλόντας, καὶ τοὺς οἰκείους καὶ συνήθεις ἠγνοηκότας, ὁρμᾶν λίαν αἰσχρῶς καὶ ἀτόπως καὶ τῷ παρατυχόντι ὅπλῳ χρωμένους ὡς ἀμυνεῖσθαι καὶ τὰ ἀνήκεστα εἰς αὐτοὺς διαθήσειν, ταύτῃ γάρ μοι δοκοῦσιν καὶ οἵδε ἐμφανῶς διατεθεῖσθαι. καὶ γὰρ τῷ ψεύδει τεθωρηγμένοι καὶ τὰς γλώσσας ἐμμανῶς παραθήξαντες καὶ ὅπλοις ἀσεβείας ἐπισφαλῶς παραταττόμενοι καὶ οἷα ἐξεστηκότες καὶ νοῦ τοῦ σώφρονος παρενεχθέντες, πρὸς τοὺς ἑαυτῶν διδασκάλους πολεμίων δίκην ὁμόσε χωροῦσιν· ταυτὸν δὲ εἰπεῖν, αὐτῷ τε Χριστῷ καὶ τοῖς ἱεροῖς ἡμῶν δόγμασιν ἀκόσμως ἐφάλλονται, καὶ τὰ μετὰ πάσης ἐμμελείας καὶ ἀκριβείας ὑπὸ μεσίτῃ θεῷ καὶ τοῖς βραβεύσασιν θείοις θεσμοῖς ἐκπεφωνημένα ἀπερισκέπτως τῷ ὄντι κατασείειν καὶ περιτρέπειν τολμῶσιν, κενῷ φυσώμενοι τῷ φρυάγματι. πόθεν οὖν ταῦτα;

καὶ ἐκ ποίων ἱερογράφων λογίων μυηθέντες, ἢ ἐκ ποίων ἀποστολικῶν καὶ πατρικῶν κανόνων παιδευόμενοι, οὕτω πρὸς τοὺς πνευματικῶς ὠδίνοντας πολεμίως διετέθησαν οἱ συνόδοις ἱερατικαῖς ἐπαγγελλόμενοι ἕπεσθαι; ἐκ ποίων συνόδων παρειληφότες φαίνονται; ἀλλ’ οὐδεὶς αὐτοῖς ἀληθείας παραστήσεται λόγος· πάσης δὲ ἱερατικῆς εὐταξίας πόρρω που θέοντες καὶ τοῦ ὀρθοῦ παρατετραμμένοι φρονήματος, τὸ ἀδικεῖν καὶ κακῶς λέγειν ἢ τὸ εὖ πράττειν καὶ εὐεργετεῖν ἀνθῃρημένοι, ἐκεῖνα καὶ φρονεῖν καὶ λέγειν ἀκλεῶς διεγνώκεισαν. ἀμαθεστάτοις ἐπισκόποις ἐπακολουθήσασα. βαβαί, βαβαί. πόσης ταῦτα γέμει τῆς σοφίας καὶ τῆς συνέσεως, πόσης τῆς πολυμαθείας καὶ ἀγχινοίας. τίς οὐκ ἂν θαυμάσαιτο καὶ ἐκπλαγείη τὸ ἀναίσχυντον αὐτῶν καὶ μειρακιῶδες φρόνημα; οὐδὲ εἰς αἴσθησιν ἦλθον ὅποι αὐτοῖς ταῦτα ἐκβήσεται τὰ ληρήματα. τίσιν οὖν προσκρούουσιν; καὶ τίσιν τὴν ὕβριν ταύτην ἀνατιθέασιν καὶ τῆς ἀμαθίας τὸ αἴτιον ἐπινέμουσιν;

εἰ μὲν οὖν ἀγνοουμένοις τισὶν καὶ μακρῷ τῷ πρόσθεν χρόνῳ τὸν δίαυλον τῆς ζωῆς διανύσασιν, ἐκάλυψεν ἂν ὁ χρόνος αὐτῶν τὸ προπετὲς καὶ φιλολοίδορον· εἰ δὲ τοῖς ἑαυτῶν ἀρχιερεῦσιν καὶ διδασκάλοις, παρ’ ὧν τάς τε χειροτονίας ἐδέξαντο καὶ οἱ θρόνοι αὐτοῖς ἐπεκηρύχθησαν (οἳ κατὰ τὸ θεῖον θυσιαστήριον αὐτοὺς διὰ τοῦ εὐαγγελίου, οὗ ἡ ἱερὰ βίβλος ἐποχουμένη δι’ αὐχένος ἐφέρετο, ἐν χάριτι γεγεννήκασιν καὶ τὸ τῆς ἱερωσύνης αὐτοῖς ἐπεκλήρωσαν ἀξίωμα, τῷ μυστικῷ τελειοῦντες χρίσματι, τά τε θεῖα δόγματα εἰσηγήσαντο καὶ πᾶσαν ἱερατικὴν διδασκαλίαν καὶ εὐταξίαν ἐμύησαν καὶ λαοῦ πιστοῦ ἡγεῖσθαι προκεχειρίκασιν καὶ τετιμήκασιν), πῶς οὐκ ἂν εἶεν πάντων ἀμαθῶν τῷ ὄντι ἀμαθέστατοι καὶ πάντων ἀφρόνων ἀφρονέστατοι καὶ τοῦ τετάχθαι ἐν ἱερεῦσιν μακράν; ὡς δ’ οὖν ταῖς ἀληθείαις ἐπὶ τὰς ἑαυτῶν κεφαλὰς τῆς ἀμαθίας τὸ ἔγκλημα περιτρέποντες οἴσουσιν, ἀμαθεῖς τε καὶ παραπλῆγες καὶ τῆς οἰκείας ἐπιλελησμένοι προθέσεως ἐξελεγχόμενοι, ὅδε ὁ λόγος δηλώσει. εἰ γὰρ ἀληθεύοιεν ταῦτα φάσκοντες, τίς οὕτως ἀνόητος ἀμαθεστάτων διδασκάλων ἀμαθεστάτους πολὺ μᾶλλον μαθητὰς ἐπὶ σκέψει καὶ ἐκζητήσει δογμάτων θείων προαγομένους προσήσεται; εἰ γὰρ οἱ διδάσκαλοι ἀμαθεῖς, οἱ μαθητευόμενοι πόσης οὐκ ἂν εἶεν ἀμαθίας καὶ ἀπαιδευσίας ἔμπλεοι;

Οὐκ ἔστιν γὰρ φησὶν ὁ κύριος, μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, ὥσπερ οὐδὲ δοῦλος ὑπὲρ τὸν ἑαυτοῦ κύριον. ἐοίκασιν οὖν μὴ δὲ τὸν θεσπέσιον Παῦλον διδάσκαλον προσίεσθαι, παρακαλοῦντα οὓς διὰ τοῦ εὐαγγελίου ἐγέννησεν, μιμητὰς αὐτοῦ γίνεσθαι, ὅπως οὐ μιμηταί, ἀλλ’ ὑβρισταὶ τῶν διδασκάλων γινόμενοι. εἰ δὲ ψευδῆ ἃ παρ’ αὐτοῖς λέγεται τυγχάνει, αὐτοὶ μᾶλλον τὸ ἀσύφηλον καὶ βάναυσον ἐπασκοῦντες φωραθήσονται, τῷ συνήθει ψεύδει ἀεὶ συγκλωθόμενοι, ὡς ἑαυτοῖς ἤδη τὸν μῶμον τῆς ἀμαθίας, οὐ τοῖς διδασκάλοις, προστρίβοιντο, καὶ οὐδὲν ἧττον ἀσεβοῦντες ἢ ἀμαθαίνοντες ἁλώσονται· ὥστε οὐδαμόθεν τὸ ἀνεύθυνον ἕξουσιν καὶ περιτέτραπται αὐτοῖς τὸ πολυμαθὲς εἰς τὸ ἀμαθὲς καὶ ἄμουσον καὶ ἠλίθιον. ἀλλὰ ταυτόν μοι πάσχειν δοκοῦσιν καὶ ἐξ ἀλογίας ὡς ἀληθῶς καὶ ἀμαθίας ὅπερ οἱ μέθῃ πολλῇ βεβαπτισμένοι, τὸ ἴδιον πάθος τοῖς νήφουσιν ἐπονειδίζοντές πως καὶ ἐπικαλοῦντες· ὑπ’ ἀναλγησίας γὰρ καὶ ἀπονοίας οἷον ἐκμεμεθυσμένοι, αἰσχραῖς ὕβρεσιν τῶν διδασκάλων τὴν ὑπόληψιν χραίνειν καὶ πλύνειν οἴονται· ἤ, ὅπερ εἰπεῖν οἰκειότερον, καθάπερ οἱ μεμηνότες, τῶν οἰκείων σαρκῶν ἁπτόμενοι, ἢ οἱ τὸ ξίφος καθ’ ἑαυτῶν ὑπὸ θυμοῦ καὶ ἐκστάσεως περιωθοῦντες, οὕτω τὴν συκοφαντίαν καὶ λοιδορίαν κατὰ τῶν κεχρικότων ὑφαίνοντες, ἐφ’ ἑαυτοῖς ἀντιπεριέλκειν τὸν μῶμον καὶ τὴν λώβην οὐδαμῶς ἐπαισθάνονται.

ὅμως δ’ οὖν οὐδὲ ἐνταῦθα ξένον τι τῆς ἀγνωμοσύνης καὶ δυσνοίας αὐτῶν συνήνεκται· εἰ γὰρ τὸν προδόντα τοῖς κυριοκτόνοις καὶ κατὰ Χριστοῦ φονῶσιν Ἰουδαίοις μαθητὴν τὸν διδάσκαλον ἐζήλωσαν καὶ τὸν ἶσον τρόπον ἀπεμιμήσαντο, αὐτὸν τὸν πρῶτον καὶ μέγαν ἀρχιερέα καὶ κεφαλὴν τῆς ἐκκλησίας καὶ κοινὸν τῶν ἁπάντων δεσπότην καὶ διδάσκαλον Χριστὸν καταπροέμενοι καὶ ὡς ἥκιστα φειδοῦς ἀξιώσαντες, σχολῇ γε ἂν τοῖς καθηγεμόσι καὶ ἀρχιερεῦσιν κατασταῖεν εὐνούστατοι. ὁ γὰρ ἀθετῶν τὸν κτίσαντα, πῶς στέρξει τὸν χρίσαντα; καὶ εἰ περὶ τὴν ἄρρητον τοῦ θεοῦ λόγου συγκατάβασιν οὕτω διετέθησαν, τὰς μεγίστας ἐκείνας εὐεργεσίας καὶ τηλικαύτην χάριν παρ’ οὐδὲν θέμενοι, τί οὐκ ἂν δράσειν κατὰ τῶν διδασκάλων πονηρὸν καὶ ἀπηχέστατον ἔμελλον καὶ εἰς τὴν τῶν πατέρων ὁσίαν ἐμπαροινῆσαι μνήμην; οὓς δέον διὰ τιμῆς ἁπάσης ἄγειν, προκινδυνεύειν τε τοῦ παρ’ αὐτοῖς κατηχημένου ὀρθοῦ λόγου, εἰς τοὐναντίον οἵδε ἅπαν ἐτράποντο, καὶ διδασκάλοις καὶ δόγμασιν ἀληθέσιν ἐκφρόνως καὶ ἀνοσίως ἀντιπαραταττόμενοι. Οὐαὶ οἱ σοφοὶ παρ’ ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες, τῆς θείας ἀκούομεν λεγούσης γραφῆς.

οὗτοι δ’ ἂν εἶεν οἱ οἰήσει σοφοί, διακένοις φυσήμασι βουκολούμενοι καὶ ὑπ’ αὐθαδείας καὶ φιλαυτίας τετυφωμένοι, ἐφ’ ᾧ τῶν χρισάντων μὲν σοβαρῶς κατεπαίρεσθαι, τῆς δ’ αὖ πνευματικῆς ὠδῖνος προπετῶς λίαν κατεπιφύεσθαι, ἵνα νόθοι λοιπὸν καὶ οὐ δόκιμοι οὐδὲ γνήσιοι τοῦ εὐαγγελίου υἱοὶ χρηματίζωσιν. εἰσὶν δὲ σοφοὶ ἀπὸ μόνου τοῦ βούλεσθαι καὶ σοφίας δίχα, ἵνα τὴν προφητικὴν ἀρὰν ἐθελούσιον ἐφ’ ἑαυτοῖς ἐπισπάσωνται, καὶ ἐπιστήμονες τῷ οἴεσθαι (οὐ γὰρ τῷ εἶναι), ἐπιλήσμονες δὲ ὡς ἀληθῶς ὧν πρὶν μεμύηνται καὶ πεπείρανται, ὡμολόγησάν τε καὶ προέστησαν θείων δογμάτων, ὡς ἂν τὸ εὐπαράφορον καὶ εὐπαρακόμιστον τῆς ἀγεννοῦς ψυχῆς ἐφ’ ἃ μὴ προσῆκεν ἐμφανῶς στηλιτεύηται, ὁπότε τὴν πιστευθεῖσαν αὐτοῖς καλὴν παρακαταθήκην ἀφυλάκτως προὔδωκαν, ἧς καὶ τὸ μικρὸν παρεωραμένον καὶ ἀτημέλητον κινδυνῶδές τ’ ἂν εἴη καὶ σφαλερώτατον. ὢ γλώσσης πονηρᾶς, ἣν ἀκρατῶς ἐπαφεῖναι κατὰ τῶν τεκόντων ἐν χάριτι οὐ δεδίασιν. ὢ ψυχῆς ἀναιδοῦς καὶ θηριώδους τρόπου καὶ γνώμης μοχθηρᾶς καὶ δυσγνώμονος, ὡς ἄρα γε ἔθεντο καὶ αὐτοὶ νεῦρον σιδηροῦν τὸν τράχηλον καὶ τὸ μέτωπον χαλκοῦν κατὰ τὴν Ἰουδαϊκὴν ἀπείθειαν· ὥσπερ ἐκεῖνοι ἐπὶ τοὺς προφήτας καὶ ἀπεσταλμένους, οὕτω καὶ οὗτοι ἐπὶ τοὺς ἀρχιερεῖς τε καὶ διδασκάλους.

καὶ ὃ δὴ πᾶσαν αὐτῶν ἀπολογίαν δικαίως ἀποκλείει καὶ τῆς οὐρανίου δίκης ὑπευθύνους καθίστησιν, ὅτι κατὰ τῆς ἱερᾶς ἐκείνης συνόδου ἐπιλυττήσαντες, ἀναθέμασιν βάλλειν οὐ κατεπτήχασιν· οἳ δὴ κατὰ τὸν ἐκπεφωνημένον παρ’ αὐτῆς θεῖον καὶ ἔνθεσμον ὅρον τὰ χειρόγραφα ἔθεντο, χερσὶν οἰκείαις ἐπὶ ταῖς χειροτονίαις ὑποσημηνάμενοι καὶ τὸν τύπον τοῦ σταυροῦ διαγράψαντες καὶ ἀναθέμασιν φρικτοῖς καταζευγνύντες τοὺς τὰ ἐνταῦθα καθωρισμένα παραβαίνειν τολμῶντας. τίς οὖν ἀποίσεται καὶ ποῖ χωρήσοι τὸ ἀνάθεμα, αὐτοὶ ψηφιζέσθωσαν, ἵνα, καθάπερ οἱ κατὰ στερροῦ τινὸς καὶ ἀντιτύπου βάλλοντες εἰς ἑαυτοὺς τὰς βολίδας ἀντανακλωμένας δέχοιντο, οὕτω κἀκεῖνοι ἄρα τὸ παρ’ αὐτοῖς ἐγγραφὲν ἀνάθεμα ἀντιπεριϊστάμενον ἐφ’ ἑαυτοῖς ἐκ παντὸς ἐπισπάσωνται. ποῦ οὖν τὸ χρῖσμα; οἴχεται. ποῦ δὲ ἡ χάρις; περιῄρηται. ποῦ τὸ ἱερὸν εὐαγγέλιον; καταπεπάτηται. πῶς καὶ τίνα τρόπον; ὅτι δὴ πάντα κανόνα καὶ λόγον ἱερατικὸν ἠθετήκασιν, πᾶσαν ἣν κατήχηνται διδασκαλίαν ἢ καὶ ἐδίδαξαν, ἤδη διέπτυσαν, τῆς ἑαυτῶν ὁμολογίας καὶ δόξης πάμπαν ἐκλελησμένοι. τίς οὖν τὸ λοιπὸν ἐναριθμίους ἐν ἱερεῦσιν καταλογιεῖται ἀποκηρύκτους ἑαυτοὺς τῆς ἐκκλησίας ἁπάσης σαφῶς καταστήσαντας;

φαίη δ’ ἄν τις καὶ ὧδε· εἰ μὲν δίκαια ποιοῦντες τοῦτ’ ἔδρασαν καὶ ἀναθεμάτων ἄξιοι οἱ τελοῦντες ὑπῆρχον τὴν σύνοδον, εὐκάτοπτον ἂν εἴη ὡς τῆς ἱερωσύνης ἀνάξιοι δείκνυνται, καὶ ὅ,τι παρ’ αὐτοῖς ἱερατικὸν κεκριμένον ἢ πεπραγμένον εἴη, εἰκῇ καὶ μάτην γεγονὸς πέπρακται καὶ ὡς ἥκιστα προϊέναι εἰς ἐνέργειαν ἄξιον· οὐκοῦν οὐδὲ οὗτοι ἱερεῖς οὐδὲ μετέλαχον χάριτος, ὁπότε παρὰ τῶν ἀναξίων τῆς ἱερωσύνης τὰ τῆς ἱερωσύνης αὐτοῖς ἐπικεκήρυκται. εἰ δὲ ψευδῆ καὶ ἄδικα λέγοιεν, οἷα δὴ παρὰ πάντα τὸν τοῦ ἱεροῦ κανόνος λόγον διαπραττόμενοι, τὴν χειροτονίαν καὶ τὴν χάριν αὐτὴν παρῃρημένοι, πόρρω παντὸς ἱερατικοῦ λόγου τετάξονται καὶ πατραλοῖαι εἰκότως νομισθήσονται, ψεῦσται καὶ ἀλαζόνες καὶ ἄδικοι καὶ παραβάται τῶν οἰκείων συνθηκῶν καὶ πάντων ἅπερ κατὰ τὸ θεῖον θυσιαστήριον ἐπ’ αὐτοῖς ἐνώπιον θεοῦ καὶ ἀγγέλων πέπρακται στηλιτευόμενοι. οὕτω δὴ φανερῶς τὰ ἅγια ἐξορχούμενοι καὶ κατὰ τῆς πάντων ἡμῶν μητρός, τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, χεῖρας ἐπανατεινόμενοι, εὐλόγως ἤδη καὶ μητραλοῖαι κριθήσονται. ἐξ ὧν τί συμβαίνει; μὴ δὲ Χριστιανῶν πολιτείας μετέχειν αὐτούς, ἤπουγε κατὰ τοὺς ἱεροὺς συλλόγους ἰέναι καὶ κανονικῶν κριμάτων ἐφάπτεσθαι.

ὁπόσης γὰρ εἶεν κατηγορίας καὶ διαβολῆς ἄξιοι, συνιδεῖν ῥᾷον καὶ ἀταλαίπωρον, τὸν μὲν ἐφ’ ᾧ τοῦ ἱερᾶσθαι θεῷ λαχόντες θεόλεκτον σύλλογον ἀθέσμως καὶ ἐκφρόνως ἐξομοσάμενοι, τὸν Ἀρειανικὸν δὲ καὶ Μανιχαϊκὸν θίασον ἀκόσμως καὶ μανικῶς προσηκάμενοι. οὐκοῦν πανταχόθεν αὐτοῖς συνήνεκται παντὸς θείου χοροῦ καὶ τοῦ τῆς ἐκκλησίας ἀπεληλάσθαι πληρώματος, μήτιγε καὶ σύνοδον κεκλῆσθαι τὴν παρ’ αὐτοῖς κακῶς καὶ ἀνιέρως συγκαττυθεῖσαν κυκήθραν καὶ τὰ ἐν αὐτῇ τερατολογούμενα κατὰ τῆς Χριστιανῶν θεοσεβείας ἔκτοπα καὶ ἀπαίσια δυσφημήματα. τάχα τολμηροί τινες καὶ ἀναίσχυντοι, οἳ πάντα τὰ ὀρθῶς καὶ καλῶς τεθειμένα πρὸς τὸ δοκοῦν, καὶ ἐναντίως ἔχοντα, παρευθύνουσιν, ὑπὸ κακουργίας καὶ μοχθηρίας ἑλκόμενοι, τῶν προκειμένων καταδραμοῦνται· καὶ δὴ καὶ ἐνστήσονται περιπίπτειν ἑαυτῷ τὸν λόγον ἀνοήτως ἰσχυριζόμενοι, αἰτιάσοιντό τε τοὺς διδασκάλους, τὴν τῶν μαθητευθέντων κακίαν ἐπ’ αὐτοὺς ἀναφέρειν πειρώμενοι. ἀλλ’ εὖ ἴστωσαν ὡς ψυχρὰν καὶ εἰκαίαν ἐπινοοῦσι τὴν ἔνστασιν· οὐ γὰρ εἰ κακὸς ὁ μαθητὴς ἀποβῇ, τοῦ διδασκάλου τὸ αἴτιον, ἀλλ’ εἰ κακῶς μαθητευθῇ, ἔγκλημα· οὐδὲ τῆς χρηστῆς διδασκαλίας τὸ παράλογον, τῆς μοχθηρᾶς δὲ τοῦ φοιτητοῦ προαιρέσεως πρόκριμα, ἐπεὶ οὐ πρὸς τὰ μαθήματα ὧδε ὁ λόγος ἥκει, ἀλλ’ ἐπὶ τοὺς μετιόντας πρόεισιν.

ἐνταῦθα μὲν γὰρ τὰ διδάγματα θεοπρεπῆ καὶ εὐσεβείας κατάπλεα καὶ παρὰ πᾶσιν Χριστιανοῖς τὸ ἀξιόχρεων καὶ ἀποδεκτὸν κέκτηνται· οἱ δέ γε μυηθέντες, τὸ παραληφθὲν χρηστὸν ἀπαναινόμενοι, ἐπὶ τὴν ἔκφυλον καὶ ἀπατηλὴν καὶ κίβδηλον πλάνην μετῄεσαν· ὃ δὴ ἐλεεινότατον καὶ δακρύων ἄξιον. οὐ γὰρ ἔστησαν ἐν τῷ θεμελίῳ τῆς πίστεως, ἐν ᾧ τὸ κατ’ ἀρχὰς ᾠκοδόμηνται, ἀλλ’ οἱ τῆς πέτρας ἐσαλεύθησαν καὶ οἱ τοῦ ἀκρογωνιαίου αἰσχρῶς κατεσείσθησαν, ἐρηρεισμένους καὶ ἑδραίους ἐνταῦθα τοὺς νοητοὺς πόδας οὐκ ἔχοντες. ὥστε οὐ τῶν διδασκάλων οὐδὲ τῶν μαθημάτων τὸ αἴτιον, ἀλλὰ τῆς τοῦ αὐτεξουσίου ῥοπῆς καὶ τῶν μοχθηρῶν ἕξεων τῶν ῥᾳδίως πρὸς τὰ φαῦλα φερόντων τὸ εὐπερίτρεπτον. εἰσὶ γάρ εἰσι τούτων ἔνιοι, οἳ πρὸς ἀπειρημένας ἀπονενευκότες καὶ ἀσχήμονας πράξεις καὶ πονηρῷ συνειδότι βαλλόμενοι, δέει τοῦ μή, ἐπειδὰν ἁλοῖεν, δίκας τῶν συνεγνωσμένων ὑφέξειν, περὶ τὴν πίστιν ἐναυάγησαν, διπλοῦν ὑπομείναντες τὸ ναυάγιον. τούτων ἕτεροι καὶ ἐπὶ κανονικοῖς αἰτιαθέντες ἐγκλήμασιν καὶ τῆς ἱερωσύνης ἐξωθούμενοι, προεδρίοις ἐπὶ τῆς τοῦ συνεδρίου αὐτῶν τετίμηνται ματαιότητος.

τῶν εἰρημένων τὸ ἀσφαλὲς σαφῶς τις πολλαχόθεν κατόψεται, ἀπ’ αὐτοῦ τοῦ ἱεροῦ εὐαγγελίου ὁρμώμενος· οὐ γὰρ πονηρῶν διδαγμάτων ὁ προδότης μαθητὴς κατήκοος γεγονὼς τὸν δεσπότην προὔδωκεν τὸν ἑαυτοῦ καὶ διδάσκαλον, ἀλλ’ ὄργανον τοῦ πονηροῦ εὑρεθεὶς δαίμονος καὶ ὅλον αὐτὸν εἰς τὴν ψυχὴν τὴν βέβηλον εἰσδεξάμενος, τῶν κατηχημένων λογίων ἀπήρνηται τὸ σωτήριον. τοιαῦτα καὶ κατὰ τὸ ἀποστολικὸν κατίδοι τις συνενεχθέντα κήρυγμα· ὃ μὴ τηρήσαντες οἱ περὶ Νικόλαον καὶ Σίμωνα, Δημᾶν τε καὶ Φύγελον καὶ εἴ τινες ἕτεροι ἐπὶ τὴν ματαίαν καὶ ἄθεον μετετάξαντο πλάνην· οἵ γε καὶ τὸν θεῖον μονονουχὶ παρώρμουν Ἰωάννην τοιάδε τινὰ γράφειν· Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἐξ ἡμῶν ἦσαν, μεμενήκεισαν ἂν μεθ’ ἡμῶν· ἃ δὴ καὶ οἱ ἐξ ἡμῶν νῦν ἐξελθόντες καὶ ἡμᾶς λέγειν καὶ γράφειν παρασκευάζουσιν. καὶ πολλὰ ἄν τις εὕροι τούτων ἐκ παραλλήλου θέσθαι ἀνάλογα καὶ προσόμοια· ἅπας γὰρ ὁ βίος τῶν τοιούτων γέμει παραδειγμάτων.

ἐπεὶ οὖν ἐξ ἡμῶν ἐξελθόντες καὶ τοῦ κοινοῦ τῆς ἐκκλησίας ἀποτετμημένοι σώματος, καὶ αὐτοῦ δὴ Χριστοῦ τῆς κεφαλῆς πάντων ὡς ἀπωτάτω ἀποχωρήσαντες, γυμνοὶ καὶ ἄοπλοι καὶ τῆς τῶν κρειττόνων συμμαχίας πεφηνότες ἀνεπικούρητοι, ἐπὶ τοὺς ἀρτιφανεῖς αὐτῶν διδασκάλους αὐτομολήσαντες μεθαρμόζονται, ἀσπασίως δὲ ὑποδεχόμενοι συμφύρονται αὐτοῖς ἐπί τε δόγμασιν ἐπί τε πράξεσιν, ἔργοις τε κοινωνοῦντες καὶ λόγοις, καὶ ὑπασπισταὶ τῆς ματαιότητος πεφανέρωνται, πάντως που, ὡς τὸ εἰκὸς καὶ τὸ ἀκόλουθον ἐννοεῖν δίδωσιν, καὶ εἰδώλοις ὡσαύτως ἐκείνοις προσκεκυνηκέναι διομολογήσουσιν, ἵνα μηδενὶ τρόπῳ τῆς νέας διδασκαλίας ἀπολιμπάνοιντο. ἀνάγκη λοιπὸν καὶ τοῖς νενομισμένοις ἐπὶ τοῖς ἁλισκομένοις τῇ τοιαύτῃ ἀθεΐᾳ κανόσιν ὑποπεσεῖσθαι. διὸ καὶ θείων σηκῶν καὶ προθύρων ἱερῶν πόρρω που ἀπαγέσθωσαν καὶ αὐλιζέσθωσαν, καὶ τοὺς καθωρισμένους χρόνους ἐπιτετιμημένοι καὶ καταδεδικασμένοι ἀποπληρούτωσαν. πῶς οὖν οἱ ἐπὶ τοσούτοις καὶ τηλικούτοις περιπεπτωκότες αἰτιάμασιν κατὰ συνόδους ἐπ’ ἐρεύνῃ κριμάτων ἐκκλησιαστικῶν συνέλθοιεν; ὃ μὴ δὲ φορητὸν λέγειν μὴ δὲ λεγόντων ἀκούειν ἀνεκτόν. οὕτω μὲν οὖν ὁ πολύϊδρις οὗτος καὶ πολύμητις ὅμιλος καί, ὡς ἄν τις ποιητικῶς φράσοι, τῆς σοφίας καὶ πολυμαθείας τὸ ἄκρον ἄωτον, τοὺς διδασκάλους ὑπερβαλόμενοι μακρῷ, ἐπὶ τοσοῦτον παρανοίας καὶ ἀβουλίας παρενεχθέντες κατῴχοντο.

ἓν δὲ τοῦτο τοὺς ἄγαν σοφοὺς καὶ ἀκριβεῖς ἐπιστήμονας διαπέφευγεν, τὸ μὴ εἰδέναι ὅτι πρὸς διδασκάλους ἡ μάχη. καὶ τὰ μὲν ἐκείνων τοιαῦτα· ἡμεῖς δὲ τοῦ σκοποῦ καὶ αὖθις ἐπιληψόμεθα. ἀμαθεστάτοις ἐπισκόποις ἐξακολουθήσασα· ἐκ τῶν παρὰ τῶν ἐναντίων λεγομένων καὶ ὁμολογουμένων πολὺ μᾶλλον τὸ πιστὸν ἐπάγεται ἡ ἀλήθεια· ὅ μοι κἀνταῦθα καθορᾶσθαι δοκεῖ. ἐκ πολλῆς γὰρ ἀβελτηρίας καὶ ἀπροσεξίας ἐπιτωθάζειν τὴν γυναικείαν ἁπλότητα οἱ παράφρονες ὡρμημένοι, τῆς ἐπ’ ἀνδρείᾳ ἐμμελείας καὶ νήψεως ἔμπλεων ἀποφαίνουσιν καὶ λελήθασιν ἑαυτοὺς συνιστῶντες ἃ καταλύειν ἔδοξαν, καὶ μετῆλθεν αὐτοῖς εἰς τοὐναντίον τὸ ἐπιχείρημα, καὶ οἴχεται διαρρυὲν αὐτῶν τὸ σκευώρημα. ἐμφανὲς γὰρ καθιστῶσιν διὰ τῶν λόγων αὐτῶν ὡς οὐδαμόθεν ἡ ἀφελότης ἐκείνη σχοίη τὸ ἐπιλήψιμον· ἱερεῦσιν γὰρ ὡς ἀληθῶς ἐπηκολούθησεν, οὐκ ἀμαθεστάτοις ὡς δοκεῖ τοῖς ἀλογωτάτοις καὶ ἀνουστάτοις, σοφοῖς δὲ καὶ λογικοῖς καὶ τὸ ἀκραιφνὲς ὡς ἐφικτὸν τῇ νῦν καταστάσει ἠσκηκόσιν· καὶ γὰρ τά τε θεῖα καὶ τὰ ἀνθρώπεια ὑπῆρχον δαημονέστατοι καὶ ὧν κρείττονας ὁ κατ’ αὐτοὺς οὐκ ἤνεγκε χρόνος.

καὶ τήν τε περὶ τὴν ἱερωσύνην αἰδῶ τετήρηκεν καὶ τῶν θείων νόμων τὸ ἀδιάπτωτον ἠσπάσατο καὶ τὴν περὶ τὰ θεῖα εὐλάβειαν σαφῶς ἐπεδείξατο καὶ σπουδαία πρὸς τιμὴν τῆς τοῦ σωτῆρος ἡμῶν οἰκονομίας ὤφθη καὶ ἁπαξαπλῶς πάσῃ ἐκκλησιαστικῇ εὐταξίᾳ τὴν πρέπουσαν ὀφειλὴν ἔνειμεν. ἠκολούθησε τοιγαροῦν, οὐκ ἐβιάσατο· συνήργησεν, οὐκ ἠνάγκασεν· νόμοις εἶξεν θείοις, οὐκ ἐμπαθεῖ δεδούλευκεν φρονήματι, οὐ τυραννίδι καὶ ἐξουσίᾳ ἐπιθεμένη, πειθοῖ δὲ μᾶλλον καὶ εὐβουλίᾳ χρωμένη καὶ τοῖς ἄλλοις ἀξιοπρεπέσιν ἑπομένη θεσπίσμασιν· ἵνα τί τὸ ἐντεῦθεν ἀποίσεται; ἵνα τὰ διεστῶτα τὸ πρὶν ἐπισυνάψῃ καὶ τὰ διεσκορπισμένα, ἃ κακῶς ὁ πονηρὸς διέτεμεν, ἐπισυναγάγῃ καὶ τῇ κεφαλῇ Χριστῷ τὰ μέλη ὡς ἐν ἑνὶ σώματι συμβιβαζόμενα ὑποτάξῃ καὶ καταλλάξῃ ἀλλήλοις ἐκπεπολεμωμένα καὶ τὴν εἰρήνην βραβεύσῃ τῇ ἐκκλησίᾳ καὶ πάσῃ τῇ πολιτείᾳ καί, τὸ πᾶν εἰπεῖν, ἵνα ἡ δόξα κυρίου κρατυνθῇ, καὶ εὖ βιώσῃ τὸ ἀστασίαστον ἡ ποίμνη Χριστοῦ κεκτημένη· καὶ δὴ καὶ ἀπέβαινεν οὕτως. καὶ διὰ ταῦτα ἡ προτροπὴ καὶ ἡ κλῆσις τῶν ἱερέων καὶ ἄθροισις, ἀλλ’ οὐχὶ κατὰ τοὺς ἐφ’ ἡμῶν νῦν ἀναδειχθέντας τυραννικοὺς καὶ βιαίους καὶ τοὐναντίον ἅπαν πράττοντας, βιαίως γε τῇ ποίμνῃ Χριστοῦ εἰσπίπτοντας, τυραννίδι τε καὶ ἀνάγκῃ ἐπικειμένους, ἵνα τὴν οἰκείαν δόξαν καὶ τῶν θελημάτων τὸ ἐμπαθὲς ἑαυτοῖς περιποιήσωνται.

ἐξ ὧν ὁ κλόνος καὶ ἡ σκοτόμαινα τοῦ παντὸς καὶ ὁ πᾶσαν τὴν ὑπὸ Ῥωμαίοις ἀρχὴν ὑπολαβὼν θόρυβος. καὶ ἡ μὲν γυναικεία ἀφελότης οὕτως ἐπακολουθήσασα οὕτω καὶ διέθηκεν καὶ διήνυσεν τὰ κατὰ τὴν ἐκκλησίαν τοῦ θεοῦ πράγματα· ὑμεῖς δέ (δίκαιον γὰρ διαπυθέσθαι καὶ ἀναμαθεῖν) τίσιν ἐπακολουθήσαντες ἐκεῖνα καὶ ἐφρονήσατε καὶ ἐπράξατε, ἃ καὶ φρονεῖν καὶ πράττειν ἐδικαιώσατε; εἰ μὲν οὖν τὸ θαρσεῖν ὑμῖν πάρεστιν, ἀποφήνασθε· εἰ δ’ οὖν γε, ἀλλὰ τὴν ἀκοὴν ὑπόθεσθε καὶ εἰδότων λέγειν ἀκούετε. ὑμεῖς τοίνυν, παρὸν τῶν χρισάντων τοῖς δόγμασιν ἕπεσθαι, ταυτὸν δὲ εἰπεῖν τοῖς ἀποστολικοῖς καὶ πατρικοῖς διδάγμασιν, καὶ παντὶ σθένει χρωμένους περιέχεσθαι καὶ προκινδυνεύειν τῆς ὀρθῆς ὁμολογίας καὶ πίστεως, ἐπὶ τὸ καινὸν καὶ ἀλλότριον τῆς ἐκκλησίας ἐφεύρημα μετετάξασθε, πᾶσαν μὲν ἱερατικὴν παράδοσιν κατόπιν θέμενοι, πᾶσαν δὲ ἱερωσύνης εὐταξίαν ἀποσκευασάμενοι καταλελύκατε· καὶ τοῖς περικοσμίοις ἄρχουσι καὶ πράγμασιν ἀκλεῶς καὶ ἀνιέρως ὑποφερόμενοι καὶ τῷ γεηρῷ καὶ χαμαὶ ἐρχομένῳ καὶ συρομένῳ συμφθαρέντες φρονήματι ὤφθητε οἱ τῆς ἐκκλησίας καθηγεμόνες ὡς μετατιθέντες ὅρια. Ἐφ’ ὑμᾶς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου, διὰ φωνῆς προφητῶν ἁγίων ὁ τῶν ὅλων φησὶν κύριος.

Καὶ ἠπειθήσατε τοῦ προσέχειν καὶ ἐδώκατε νῶτον παραφρονοῦντα καὶ τὰ ὦτα ὑμῶν ἐβαρύνατε τοῦ μὴ εἰσακούειν καὶ τὴν καρδίαν ὑμῶν ἐτάξατε ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους, οὓς ἐξαπέστειλεν κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν, ἄλλος τῶν προφητῶν ἐπικαλείτω. καὶ δὴ καὶ ἕτερος ταλανίζων ἐπιθρηνείτω· Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφη εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐναντίον ἐμοῦ ἐν ταῖς ἀδικίαις σου, λέγει κύριος. καὶ ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο· καὶ ὁ θεὸς οὐκ ηὐδόκησεν ἐν αὐτοῖς. εἶτα ἀπειθοῦντες τὰ πρὸς κύριον ἀπέστρεψαν καὶ ἠθέτησαν καθὼς καὶ οἱ νεοφανεῖς πατέρες αὐτῶν μετεστράφησαν εἰς τόξον στρεβλόν. εἰ δὲ χρὴ Παῦλον ἐπὶ φαύλων θαυμάζειν μετάθεσιν, ὑμᾶς μᾶλλον ἢ Γαλάτας θαυμάσεται, οὕτω ταχέως μετατιθεμένους ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο, διὰ τὴν ἀπὸ τοῦ χρόνου καὶ τῆς συνεχοῦς διδασκαλίας φυσίωσιν· παρ’ ὃ μὴ δέ, κἂν ἄγγελοι εὐαγγελίζωνται, ἀκούειν θέμις διὰ τὸ φρικτὸν τοῦ ἀναθέματος.

πρὸς δέ γε καὶ ὁ τοῦ σωτῆρος μαθητὴς ἐμβριθέστερον ἐπιπλήξειεν, Ἐοίκατε, λέγων, κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ· ὑπὸ πολλῆς γὰρ ἀθυμίας ὄντως καὶ εὐχερείας πρὸς πᾶν ὁτιοῦν τὸ δοκοῦν εὐπαράφοροι τυγχάνοντες ῥᾳδίως μεταβάλλεσθε, τοῦ Χαλκιδικοῦ Εὐρίπου δεικνύμενοι ἀπιστότεροι. ταῦτα ἐνωτίσασθε καὶ σύνετε ἐλεγχόμενοι, καὶ αἰσχύνθητε ἀνθ’ οἵων εἰς οἷα κατωλισθήσατε, νῦν γοῦν ἐπαισθόμενοι, οἱ τὴν ἀστείαν καὶ βασιλικὴν τῆς εὐγενοῦς καὶ ἀμωμήτου ἡμῶν πίστεως τρίβον ἀπολιπόντες, πρὸς τὴν τραχεῖαν δὲ καὶ ἀνάντη καὶ ἐπ’ ἀκάνθαις καὶ κρημνοὺς φέρουσαν ἀβούλως καὶ σφαλερῶς ἐκκεκλικότες. τὸ γὰρ τῆς χάριτος ἠθετήσατε πνεῦμα, τῶν ὑγιαινόντων τῆς πίστεως ἀλογήσαντες λόγων καὶ πρὸς τὸ λαοπλάνον τοῦ ψεύδους τὸ ἐνεργοῦν εἰς τοὺς υἱοὺς τῆς ἀπειθείας μεταρρυέντες, ἐντάλμασιν καὶ βουλήμασιν ὑπαγόμενοι τῶν λαλούντων διεστραμμένα, κατεφθαρμένων καὶ ψυχὴν καὶ διάνοιαν. τί γὰρ σοφισθήσεται ἢ τί χρηστὸν ἐννοήσειεν ὁ τῷ Μαμωνᾷ ἡττώμενος καὶ τοῖς τῆς σαρκὸς κτηνοπρεπῶς ὑποκύπτων πάθεσιν, οὐδαμῶς τῶν εἰς δόξαν θεοῦ συντεινόντων ἢ ψυχῆς φερόντων ὄνησιν ἐν φροντίδι ποτὲ γεγενημένος; οὕτως ὑμεῖς τῷ ἐκφύλῳ καὶ βαρβάρῳ συμπλακέντες φρονήματι, βαρβαρίζειν μᾶλλον ἢ χριστιανίζειν προείλεσθε.

οἱ δέ γε κατὰ τὴν θεόλεκτον ἐκείνην καὶ καθ’ ἡμᾶς μεγάλην καὶ οἰκουμενικὴν σύνοδον θεσπέσιοι ἄνδρες, ὁπόσον τὸ ὑπερφερὲς καὶ ὑπεραῖρον ἤθει τε καὶ λόγῳ καὶ πράξεσιν ἐν τῇ καθ’ ἡμᾶς ἠνέγκαντο γενεᾷ, θείᾳ χάριτι καὶ εὐλαβείᾳ καὶ σεμνότητι βίου κοσμούμενοι, τοῖς βουλομένοις συνιδεῖν ἐυπετές· στῦλοί τε γὰρ τῆς ἐκκλησίας πεφήνασιν ἀκατάσειστοι καὶ πίστεως ἔρεισμα καὶ πύργοι τῶν θείων ἡμῶν δογμάτων ἀκαθαίρετοι, καὶ τούτων μάλιστα ὅσον ἐν προεδρίαις ἐπέλαμπεν τῶν τε ἡμεδαπῶν τῶν τε ἐπηλύδων ἁγίων ἀνδρῶν. ὧν οἶμαι οἰχομένων, συνοίχεται τὰ τῆς ἀρετῆς καὶ τοῦ λόγου καὶ γνώσεως κράτιστα· ὥσπερ γὰρ ἄνθος ἐαρινῆς λογιότητος ἐν χειμῶνι τῆς κατὰ τὴν καθ’ ἡμᾶς γενεὰν ἀλογίας καὶ ἀπιστίας τεθηλότες, τὴν εὐσέβειαν ἡμῖν μετὰ τοῦ λόγου συμπεριήνθησαν. ἀλλὰ νῦν, τῆς ἀσεβείας πάλιν ἐπιχειμαζούσης καὶ τὸν κρυμὸν τῆς ἀπιστίας δριμὺν ἐπιτεινούσης, ἀπομαρανθὲν ἀπελήλαται, κεχερσωμένην καὶ ἄγονον τῆς ἀρετῆς καὶ πίστεως τὴν ἄρουραν καὶ πικρῶς ἀκανθοφοροῦσαν τῆς κακίας καὶ ἀπειθείας τὰ κέντρα ἀπολιπόν. ἀλλ’ οἱ τὸ ἀκοινώνητον πρὸς τὴν ἐκείνων μεγαλοφυΐαν ἔχοντες, ὥσπερ χύτρα εὔθραυστος τῇ στερρότητι τῶν γενναίων οἷον λέβητι προσκροτούμενοι, τὸ σύντριμμα ἐφ’ ἑαυτοῖς οἱ ἀγεννεῖς καὶ ἀνάλκιδες δέξονται. ἀλλὰ τί ταῦτα;