Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Κατηγορία κατὰ τοῦ πατριάρχου Ἰωάννου τοῦ Καματηροῦ

Νικήτας Χωνιάτης

Έλεγχος των κακών ποιμένων και των άνομων έργων τους

Περιγραφή των καταχρήσεων, των ραδιουργιών εις βάρος ευσεβών και λογίων, και της πνευματικής βλάβης που προκαλούν οι ανάξιοι αρχιερείς στο ποίμνιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 2 από 4

ἐκείνοις δ’ ἐν τῷ παρόντι προσσχεῖν ἄξιον, ὅσα οἱ τὸν τοῦ Χριστοῦ κλῆρον διεξάγειν λαχόντες κατ’ αὐτοῦ τε τοῦ τεταχότος αὐτοὺς εἰς ποιμένας ἐφθέγξαντο καὶ οἷα τοὺς ὑπὸ σφῶν ποιμαινομένους εἰργάσαντο ἔκθεσμα· ἢ μᾶλλον σαφῶς τὰ κατ’ αὐτοὺς ὁ λόγος ἐκθέμενος ἀνεῖται πᾶσιν εἰς ἀνάπτυξιν καὶ ἀκρόασιν καὶ γνῶσιν τῆς ἐπανθούσης ἀθείας καὶ βδελυρίας τοῖς ἀνιέροις τούτοις ἀρχιερεῦσιν, οἳ τὰ πτωχικὰ χρήματα πρὸς φανητιασμὸν οἰκεῖον καὶ τῶν παραδυναστευόντων βασιλεῦσι θεραπείαν ὡς ἀχυρμίαν ἐκλικμῶντες οὓς μὲν τῶν εὐσεβούντων καὶ χαιρόντων ἁπλότητι συστροφαῖς λόγων καὶ διαλεκτικαῖς μεθόδοις ἐς τὸ τῆς ἀπωλείας κατεκρήμνιζον βάραθρον, οἷς δὲ προσβαλόντες ἀπεκρούσθησαν, ὡσεὶ καὶ τείχει Σεμιραμείῳ προσήραξαν, λογιωτέροις αὐτῶν οὖσι καὶ μηδαμῶς κραδαινομένοις ταῖς ἐκ τῶν λογικῶν ἐπιχειρημάτων ἑλεπόλεσι, τούτους διὰ συγκροτήσεως συνόδων ὁμοφρόνων σφίσι καὶ συνάρσεως τῶν τὰ μεγάλα δυναμένων παρὰ τοῖς τὰ βασίλεια σκῆπτρα διέπουσιν ἐκτρῖψαι παντάπασιν ἐπεχείρουν, οὐ μόνον θρόνων καὶ ποιμνίων αὐτοὺς ἀποσφενδονῶντες, ἀλλὰ καὶ τοῦ ζῆν ἀπενέγκαι διὰ μελέτης ἀεὶ τιθέμενοι.

ἐπ’ ἐνίοις δὲ καὶ δόλους καττύσαντες καὶ συκοφάντας ὑποβαλόντες ἤνυσαν ἐντεῦθεν, ὅπερ ἠβούλοντο, τῆς δίκης ἐπιμυσάσης οἷς ἐπίσταται μόνος κρίμασιν ὁ μὴ ὀργὴν ἐπάγειν ἑκάστοτε δοκιμάζων Κύριος, ἐν πολλοῖς καὶ ἐς χρονίαν παράτασιν τὴν τῶν ἐκδίκων ἔργων μετέλευσιν ὑπερτιθέμενος.

Οὕτως ἠφρονεύσαντο ποιμένες καὶ πολλοὶ τούτων τὸν τοῦ Θεοῦ ἀμπελῶνα διέφθειραν. διὰ μὲν οὖν τοῦ προφήτου σχετλιάζων φησὶν ὁ Θεός· “ὢ οἱ ποιμαίνοντες ἑαυτούς.” πρὸς δὲ τὰ παρὰ τουτωνὶ τῶν ἀρχιερέων ῥᾳδιουργηθέντα καὶ κατὰ Θεοῦ πολυμερῶς λαληθέντα τίς ἀπιδὼν οὐδὲ ἑαυτοὺς εὑρήσει ποιμαίνοντας, οὐδὲ τοῦ ποιμνίου καταπεφρονηκότας μόνον, ἀλλὰ καὶ ἑαυτοὺς καὶ τὸ ποίμνιον Θεοῦ ἀποστατήσαντας τέλεον, καὶ πάσης μὲν νοσερᾶς καὶ θανασίμου πόας ἐν μεθέξει τοῦτο πεποιηκότας, παντὸς δὲ μὴ ποτίμου καὶ θολεροῦ νάματος σπᾶσαι πείσαντας, ἐξ οὗ καὶ αὐτοὶ τὸν κρατῆρα ἵστων οἱ προηγοὶ κτίλοι καὶ τοὺς ἠχητικοὺς τῆς ἱερατείας περιηρτημένοι διακενῆς κώδωνας. πλὴν πάντα ἢ τὰ πλείονα πρὸς οἰκεῖον ὄλεθρον καὶ ψυχικὴν τῶν πλείστων ἀπώλειαν οἱ ἀνόσιοι οὗτοι δὴ μετιόντες εἰσίν, ἃ καὶ τῶν χρησίμων ἠσπάσαντο.