Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Κατηγορία κατὰ τοῦ πατριάρχου Ἰωάννου τοῦ Καματηροῦ

Νικήτας Χωνιάτης

Αντικανονικές εκλογές και υποβάθμιση του αρχιερατικού αξιώματος

Στηλίτευση της προώθησης αμύητων και κοσμικών προσώπων σε αρχιερατικούς θρόνους, η οποία οδήγησε στην κολακεία της εξουσίας και την απώλεια της εκκλησιαστικής παρρησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 3 από 4

καὶ ἔστιν ἀπὸ τούτων ὡς ἐξ ἀκανθῶν ῥόδα τρυγῆσαι καὶ ὡς ἐκ σαρκὸς ὄφεων πανάκειαν θηράσασθαι σώτειραν, λέγω δὴ τὸ ὑποβαλεῖν καθαιρέσει καὶ ποιμένας καὶ ὑποποίμενας, ὁπόσοι μὴ τῆς πίστεως ἴδρεις, μηδὲ μυεῖν ἐπιστάμενοι, ὧν προίσταντο, τὰ τῆς ὀρθοδόξου πίστεως δόγματα ἀκολούθως τῷ ἑαυτῶν ἐπαγγέλματι, ἀλλὰ δὴ καὶ τοὺς παρά τινων κατηγορηθέντας πλήκτας καὶ ἅρπαγας καὶ τοὺς δεξαμένους ἐς κοινωνίαν τοὺς παρά τινων καθαιρεθέντας, ἔτι δὲ στασιαστὰς ἐλεγχθέντας καὶ τοὺς τοῖς πτωχοῖς στοιχείοις τὰ κατὰ τὸν βίον ἀνάπτοντας πράγματα, ἅπερ εἰ μὴ τοῖς λοιποῖς συνηφάντωται κοινωφελέσιν ἐθίμοις τῆς ἐκκλησίας, ἀλλ’ ἦν ἀπαράβατα ἐσδεῦρο ὡς τῷ ὀρθῷ δοκοῦντα λόγῳ καὶ καλῶς τοῖς πρώην θεοφιλέσι πατράσι κεκυρωμένα, οὐκ ἂν βωλοκόποι τινὲς καὶ τελῶναι καὶ κνωδάλων ἀγρευταὶ καὶ παραδυναστεύοντες ἀναφανδὸν μεγιστᾶσι καὶ τῶν τῆς πίστεως δογμάτων εἰς τέλος ἀμύητοι καὶ γόητες καὶ ἅρπαγες τῶν ἀρχιερατικῶν ἐπέβαινον θρόνων, εἰπεῖν δὲ καὶ οἳ τῶν τελωνῶν βιαιότερον, οὓς ποιμαίνειν τετάχαται, καλαμώμενοι μηδὲ τῆς κουρᾶς μέχρι τῶν ἐρίκων καὶ τῆς ἀμέλξεως τοῦ γάλακτος περιιστῶντες τῶν ὑποφόρων τὴν ὀφειλήν, ἀλλὰ καὶ τὸ δέρμα τῶν σαρκῶν ἀποσύροντες.

ὁπόθεν ἡ μὲν ἐς βασιλεῖς παρρησία καὶ τὸ λαλεῖν ἐνώπιον αὐτῶν καὶ μηδόλως αἰσχύνεσθαι παντελῶς ἀπόλωλεν, ἡ δὲ τῶν πολλῶν ἐς τὸ ἱερατεύειν αἰδὼς ἠφάντωται, ἀκολούθως δὲ καὶ τὸ σέβας τοῦ μεγίστου τῆς ἀρχιερωσύνης χρήματος περιῄρηται. ἀντεισενήνεκται γὰρ ὑπὸ σφῶν τὰ τῶν ἀληθῶν ἀρχιερέων ἀλλότρια, ἡ θωπεία τῶν ἐπὶ τοῦ ἄρχειν καὶ τὸ δουλοπρεπῶς ἐπευδοκεῖν τοῖς ὑπ’ αὐτῶν λαλουμένοις καὶ πραττομένοις, κἂν εἴησαν τῶν ἀθεμίτων ἀθεμιτώτερα.