Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Κατηγορία κατὰ τοῦ πατριάρχου Ἰωάννου τοῦ Καματηροῦ

Νικήτας Χωνιάτης

Η ευθύνη των αρχιερέων για την έκπτωση της πολιτείας

Επισήμανση της ευθύνης της ιεραρχίας για την ηθική πτώση της συγκλήτου, παραδείγματα ιεροσυλίας προς χάριν των αρχόντων και περάτωση της κριτικής παρέκβασης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 4 από 4

Ἐῶ γὰρ λέγειν ὡς καὶ ἡμῶν τῶν ἐπὶ τῆς βουλῆς τὴν παρρησίαν ἀφείλοντο οὗτοι καὶ κατήραξαν τοῦ ὕψους καὶ τῆς τιμῆς κατηδάφισαν καὶ συμπερισαίνειν σφίσιν δίκην κυνιδίων Μελιταίων τοὺς βασιλεῖς ἐδίδαξαν. τί γὰρ ἂν ἐδράσαμεν τὸν τῆς πρώτης καθέδρας ἀρχιερέα καὶ τοὺς καθεξῆς ὁρῶντες ἀρχιποίμενας ἐκχωροῦντας ὡς ἐν ἑνὶ νεύματι καὶ ῥήματι τὰ ἱερὰ σκεύη τῶν ναῶν ἐκσπᾶν καὶ παραβάλλειν εἰς ὀψωνιασμὸν ὡσεὶ κυσὶ τοῖς ἔθνεσι τῶν ἰδιωτικῶν ἑκάστῳ χρημάτων, εἰπεῖν δὲ καὶ τῶν κοινῶν ἀπαρατρώτων μενόντων καὶ ταμειουλκουμένων παρὰ τοῖς ἔχουσι. πάντως ῥιψοκινδύνως ἀντιτείνοντες ἦμεν ἂν ἐπὶ τράχηλον ὠθούμενοι καὶ τοῦ τότε βήματος ἀποσφενδονούμενοι. τὸ γὰρ παράδειγμα τῆς μὴ εὐκαίρου παρρησίας ἐγγύς, ὁ συγκαθήμενος βασιλεῖ καὶ συγχωρῶν αὐτεπαγγέλτως καὶ τὰ μὴ ἐφ’ ὁπόσοις προσκέκληται· ὥστε εἰ προσσχεῖν ἀπροσπαθῶς τις θελήσειε, μείζω τῶν ἐκ τῆς ἀρχικῆς ἰσχύος τοὺς ἐκ τοῦ ἱεροῦ καταλόγου δεινὰ πάνδημα πεπραχότας εὑρήσει δήπουθεν. οἱ μὲν γάρ, ὅσα ὑπέβαλεν ἡ τῆς ἀρχῆς μεγαλειότης καὶ τὸ πολὺ τῆς δυναστείας καὶ ἡ γνώμη, ἄτοπά τε καὶ μὴ διεπράξαντο. οἱ δέ, σὺν οἷς ἔδρασαν, κοινοῖς ἐναντίοις καὶ πολλοῖς τῶν ἐν τοῖς σκήπτροις ἀπωλείας γεγόνασιν αἴτιοι ὡς Θεοῦ παραστᾶται τὸ πείθειν ἔχοντες καὶ μηδέν τι δίχα τῆς ὑψόθεν ῥοπῆς καὶ λέγειν καὶ πράττειν κρινόμενοι.

ὀλίγοι γάρ εἰσιν, οἳ διὰ τῆς ἐνστηθίου θυρίδος προκύπτειν ἔχουσι καὶ τὰ τῶν καρδιῶν εἰδέναι διανοήματα. ἀλλὰ τούτων μὲν ἅλις, ἵνα μὴ παρά τισι δόξωμεν κατενωτισάμενοι μὲν τὰς οἰκείας φαυλότητας, τὰς δὲ τῶν πέλας ἐνωπίους φέροντες καὶ ταῦτ’ ἐκτοξεύοντες περίεργον ὅρασιν.