Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Ἐπιστολαί

Νικήτας Χωνιάτης

Επιστολές από τη Νίκαια σχετικά με τις βιοτικές δυσχέρειες και τη δικαιολόγηση της σιωπής

Συλλογή επιστολών προς τον Θεόδωρο Ειρηνικό, τον Βασίλειο Καματηρό και άλλους παραλήπτες. Περιγράφεται η κατάσταση ένδειας στη Νίκαια, προβάλλεται ο ησυχαστικός βίος και απευθύνονται εκκλήσεις για υλική και πνευματική συνδρομή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 3 από 4

Τῷ πρώην ἐπὶ τοῦ κανικλείου κῦρ Θεοδώρῳ τῷ Εἰρηνικῷ. Δῶμεν συγγνώμην ἀλλήλοις, φίλτατε ἀδελφέ, ἐφ’ οἷς πρὸς ἀμφοτέρων τὰ μὴ τλητὰ ἠδικήμεθα τὴν διὰ γραμμάτων ὁμιλίαν ἐς ἡλίους μακροὺς ὑπερθέμενοι· οὐ γὰρ ἐκ προσκέψεως ἡ σιγή, ἵνα παρὰ τοῦτο τὰς καρδίας καιώμεθα καὶ ἀντεγκαλῶμεν ἀλλήλοις τὸν ἀπροσήγορόν τε καὶ μὴ φιλάδελφον, ἀλλά τι παρεισενεχθὲν συγκύρημα τὴν ἀγραφίαν παρατεῖναν ἀφασίαν μικροῦ εἰργάσατο, ὁποῖα πολλὰ ὁ χρόνος ἐπάγειν φιλεῖ καινοτόμος ἀεὶ δεικνύμενος.

Ἔγωγε μὲν οὖν ἐσιώπησα νόσοις καὶ συμφοραῖς ἐπαλλήλοις καταπαλαισθεὶς ὡς οὐδέποτε καὶ δυσχερέσιν ἄλλοις ὡμιληκὼς τὴν ἐμὴν ἰσχὺν ὑπερπαίουσι· καὶ τί γὰρ οὐ τῶν ἐμῶν φιλότιμον ἐν δεινοῖς καὶ δυσαχθὲς ὡς οὐχ ἕτερον, ἐπεὶ καὶ πᾶσι μὲν τοῖς ἐκ τοῦ καθ’ ἡμᾶς τάγματος γνωριζομένοις αἱ νῦν ἡμέραι πονηραὶ καὶ ἐπίβουλοι καὶ κατ’ ἐνστάτας δαίμονας ἀγριωποὶ καὶ δυσμείλικτοι, ἐμοὶ δὲ καὶ μάλιστα, εἴγε μὴ μόνον παρὰ τοῖς μέγα δυναμένοις ἀκομιστίαν εὕρομεν, πρὸς οὓς ὡς εἰς λιμένας εὐαγκάλους ἐν νυκτὶ πραγμάτων κατεκολπίσαμεν, ἀλλ’ οὐδὲ τὸν παρακαλοῦντα ὅλως θεώμεθα ἢ τὸν μέχρι χειλέων περιψοφήσεως τὸν ἐλεοῦντα σχηματιζόμενον, <οὐ> πολλοῦ δέω εἰπεῖν ψυχοφθόρον προτείνοντα κύλικα καὶ ταῦτα παρ’ ἅπαν ἕτερον τῆς ὧδε πόλεως αὐχούσης τὸ εὔυδρον, τὴν δὲ οἰνηρὰν ἐκ πίθων ἀνίμησιν, ἣν παρέχειν τοῖς ἐν λύπαις ἡ θεία καὶ ἡμετέρα γραφὴ διεντέταλκε, σχάσιν φλεβὸς ἀτεχνῶς καὶ ζωτικοῦ ῥύακος αἵματος οἱ ἐνταῦθα γνίφωνες ἥγηνται.

Κἀγὼ μὲν οὕτως εἰκῇ τὴν Νίκαιαν παροικῶν τὴν σιδηρᾶν ὄντως τοῖς κατ’ ἐμὲ παρεπιδήμοις κάμινον καὶ σταθμὸν ἀναπεμπάζω φρεσὶν ἕτερον, οὐ καθ’ ἡδεῖαν μεταβολὴν καὶ τόπων ἀμοιβὸν ἀνιστόρησιν, οὐδ’ ὅπως ἄορας ποριζοίμην καὶ λέβητας, ἀλλ’ ὡς ἀκόλους μαστεύοιμι, παρ’ οἷς ζώπυρον φιλίας ἀρχαίας ἐναύεται· σὺ δὲ τὴν ἀγαθὴν μερίδα ἐκλεξάμενος καὶ κλείσας τὰς αἰσθήσεις ὡς θύρας ἀγαθῷ τῷ ἀκροτάτῳ συγγίνῃ καὶ ποθεῖς τὸ τελικώτατον αἴτιον, τὸ μήτε τόπῳ χωρούμενον μήτε διαστήμασιν ὁριζόμενον, τῶν χαμαὶ ἰλυσπωμένων ἡμῶν καὶ ἀξέστων καὶ ἀ<να>γώγων πρὸς ἀρετὴν ἀνεπιστρόφως ἔχων παντάπασι. μακάριος οὖν εἶ τῆς ἡσυχίας καὶ τῆς πρὸς ἑαυτὸν ἐπιστροφῆς καὶ συννεύσεως, ὅθεν σοι καὶ τὸ τὸν νοῦν ἁγιάζειν καὶ οἷον οὐρανὸν τιθέναι χωρητικὸν τοῦ Θεοῦ.

Ἀλλ’ εἴης καὶ τὰ καθ’ ἡμᾶς ἐπισκεπτόμενος γράμμασιν ὡς ἔλαιον ἱλαρύνουσιν οὕτω ταῖς συμφοραῖς κυματούμενα καὶ ὑπερείδων εὐχαῖς ἐν ταῖς πρὸς Θεόν σου ἐντεύξεσιν.

Εἰς φίλον αὐτοῦ. Φασὶν Αὔγαρον (οἱ δὲ φάσκοντες συγγραφεῖς εἰσι, καὶ τοῦτον εἶναι οἶμαι, ὃν ἐπιστολίῳ Χριστὸς ἠμείψατο) παραβαλόντα τῇ Ῥώμῃ καὶ τῷ Αὐγούστῳ Καίσαρι συγγενόμενον μηδαμῶς ῥᾳδίαν εὑρίσκειν ὕστερον τὴν ἐς πατρίδα ἐπάνοδον, τοῦτο μὲν οἷς ἐδεδώκει πεῖραν μεγαλογνώμονος ἀνδρὸς καὶ πραγμάτων ἱκανὴν ἐμπειρίαν τῷ χρόνῳ συλλεξαμένου, τοῦτο δὲ καὶ ὕποπτος φανεὶς ὡς εἰ νόστου μνήσαιτο, νεωτέροις χρήσαιτο πράγμασιν· ὥστε καὶ τὴν οἴκαδε ποθῶν ἐπανάλυσιν καὶ ταύτην αἰτησάμενος πολλάκις ὡς δῶρον τὸν προσιστάμενον ἐνωτίζετο μὴ φιλεῖν Αὔγαρον ἐς ὅσον καὶ χρῆναι Καίσαρα, εἰ μικροῖς ὁρίοις περιγραφομένην πόλιν τὴν Ἔδεσσαν καὶ Καίσαρος ἑκόντος αὐτῷ κληρουμένην προτιμῴη Καίσαρος καὶ τῆς μετ’ αὐτοῦ συνουσίας προτίθησιν. ἠναγκάσθη τοίνυν δι’ εὐμεθόδου τινὸς ὑποδείγματος παραστῆσαι Καίσαρι ὡς καὶ παρὰ τοῖς ἀλόγοις ζῴοις φίλον τι χρῆμα πατρίς· τὰ γὰρ Ὁμήρεια ἔπη οὔμενουν ἔπειθον ἐκεῖνον, ὡς ἔοικεν, οὐδὲν εἶναι πατρίδος γλύκιον, ὡς οὐκ ἔμπρακτα ῥήματα.

θηρεύσας οὖν τῶν κνωδάλων ἔνια καὶ χοῦν ἐκ τῶν ἐκείνοις διατριβῶν ἀμησάμενος κατὰ καιρὸν θεάτρου τὰ μὲν διαφίησι τῷ σταδίῳ, τὴν δὲ γῆν κεκριμένην συμφορηδὸν ἐς ἀναστήματα διατίθησιν· ὅθεν καὶ τοὺς Καίσαρος ὀφθαλμοὺς θεατὰς τῶν δρωμένων ἐπισπασάμενος εἶχε μετὰ βραχὺ ταῖς τῶν θεατρομανῶν λαλαγαῖς τὰ ζῷα διασοβούμενα, ὅπως ἐκεῖνος ἠβούλετο, καὶ τῇδε κἀκεῖσε τοῦ θεάτρου περιστροφάδην ὑπὸ πτοίας φερόμενα καὶ τέλος τῇ συνήθει γῇ προσιόντα κἀκεῖσε συνιζηκότα καὶ τοῦ πλάνου παυσάμενα, τὸν δὲ Καίσαρα διαχεόμενον οὕτω καὶ πειθόμενον, ὡς καὶ παρὰ πᾶσιν ἔρως ἐντέτηκε τῆς συνήθους κόνεως, καὶ Αὐγάρῳ διδόντα τὴν ἐπανάζευξιν.

Τὸν αὐτὸν τοίνυν τρόπον κἀγώ, λαμπρότατε ἀδελφέ, τῆς σῆς θέας καὶ συνηθείας ἐξηρτημένος ὅσα καὶ πατρίδος προσποιητῆς (τῆς γὰρ ἀληθοῦς λαβέσθαι οὐκ ἔξεστι) καὶ μὴ φέρειν ἔχων τὴν ἐπὶ πολὺ διάστασιν καὶ πάλαι μὲν ὥρμων τὴν ἐς σὲ τραπέσθαι· ἐπεὶ δ’ οἱ κάκιστ’ ἀπολούμενοι ἐπιζεφύριοι βάρβαροι ἀνίππους ἡμᾶς καὶ ἀχρύσους ἀνεστίους τε καὶ ἀχίτωνας τοῦ καλλιστείου τῶν πόλεων ἀπεώσαντο, πεζοπορεῖν δὲ οὐ σθένω λυγρῷ καὶ γυομόρῳ γήρᾳ βαρούμενος, οὔτε μὴν τέχνας Δαιδαλείους ἐπίσταμαι, οὐδ’ Αὐγάρου βέβριθα μηχανήμασιν ἀλύπως τὴν ἐς σέ μου μεθοδεύουσιν ἔξοδον, κατὰ τοῦτο τῷ πτερόεντι λόγῳ διακόνῳ χρώμενος προσφθέγγομαί τε τὰ ἐξ ἔθους καὶ προσπτύσσομαι τὰ ἀπόδημα, εἰπεῖν δὲ καὶ καπνὸν ἐκ τῶνδε τῶν γραμμάτων ὡς πυρσὸν αἴρω σοι ἀντιφιλεῖν εἰδότι οὐκ ἔλαττον, ὁποῖον πάλαι καὶ Ὀδυσσεὺς ἰδεῖν ἐγλίχετο τῆς πατρίδος ἐκθρώσκοντα. γένοιτο δὲ καὶ δι’ ὁμιλίας αὐτοπροσώπου σοι ἐντυχεῖν καὶ τῆς σῆς ἀπολαῦσαι καλοκἀγαθίας τρανότερον.

Τῷ θείῳ τοῦ βασιλέως κῦρ Βασιλείῳ τῷ Καματηρῷ. Οἶδα σιωπήσας ἐφ’ ἱκανὸν μηδὲ τῇ σῇ διὰ γραμμάτων προσομιλήσας μεγαλειότητι· πλὴν οὐχ ὡς ἐγνωκὼς ἐξομολογεῖσθαί σοι, ὅταν ἀγαθύνῃς μοι, διεπραξάμην ὧδε τὸ μὴ παρὰ τῷ Δαυὶδ ἐπαινούμενον· πόρρω γὰρ ἡμεῖς τοιᾶσδε καὶ φιλίας καὶ διαθέσεως καὶ διεστήκασι τῶν κολάκων καὶ τῶν βατράχων κατὰ διάμετρον τὰ ἡμέτερα. κόλακες μὲν γὰρ πρὸς τὰς λήψεις ὁρῶσι καὶ ποῦ πότοι γίνονται, διιχνεύουσι, βάτραχοι δὲ ταῖς ἰλύσιν ἐγκαλινδούμενοι κραύγασοί τε εἰσὶ καὶ λαλαγοῦσι διάτορον· εἰ δ’ ἑκάτεροι ἀποβάλωνται, οἱ μὲν τὰ κέρματα, οἱ δὲ τὰ τέλματα, τὴν ἀφασίαν κατὰ κράτος ἀσπάζονται καὶ τῶν φίλων πρώην διατριβῶν ἀπανίστανται.

ἡμεῖς δὲ καὶ πρότερον ἐν τῇ εὐθηνίᾳ ἡμῶν βραχέσιν ἐκ τῶν μεγιστάνων τὸν νοῦν προσείχομεν καὶ τούτων, οὓς ᾔδειμεν λόγῳ καὶ παιδείᾳ χαίροντας καὶ τῷ δικαίῳ μερίδα βραβεύοντας, ὧν ὁ κράτιστος ἅμα καὶ βέλτιστος ἦσθα σὺ καὶ οὐχ ἕτερος· καὶ νῦν δὲ ταπεινωθέντες καὶ πάντων ἐκπεσόντες ὑπὸ τῶν καταρατοτάτων ἑσπερίων ἐθνῶν καὶ μήτε πόλιν μήθ’ ἑστίαν μήτε τι τῶν ἄλλων ἔχοντες, ὧν ἀπαραιτήτως χρῄζουσιν ἄνθρωποι, οὐδενὶ προσηρμόσθημεν ἐς δεῦρο τῶν ἐναντίως ἐχόντων πρὸς ἀρετήν, ἀλλὰ καὶ πάλιν σοὶ πρόσιμεν καὶ σοῦ μόνου δίκην κιττῶν ἐξεχόμεθα καὶ δι’ ὅσα μὲν εὖ ποιεῖν ἡμᾶς προὔθου πολλάκις λαθικηδῆ μετιὼν φάρμακα, οὐκ ἔλαττον δὲ διὰ τὴν σὴν ἐμπειρίαν καὶ φρόνησιν καὶ τὴν ἄδολον φιλίαν καὶ τὴν χρηστοήθη ψυχήν.

Ἐσιώπησα μὲν οὖν, ἵνα τὸν λόγον ἐπαναλάβοιμι, οὐχ ὅτι μὴ τῶν ᾐτημένων τετύχηκα, ἐπεὶ μηδὲ παρὰ σοί, παρὰ δ’ ἑτέρων ἔκειτο γούνασιν ἡ τούτων περάτωσις, ἀλλ’ ὡς μὴ δοκιμάζων ὑπὲρ τὸ δέον ὀχλεῖν τὴν σὴν εὐγένειαν. ἓν μὲν οὖν τοῦτο τῆς σιγῆς αἴτιον· δεύτερον δὲ κἀκεῖνο καὶ ἀληθέστερον, εἰδώς σε καὶ τὸν λοιπὸν ἅπαντα χρόνον τὴν νηστείαν περὶ πλείστου τιθέμενον καὶ μηδέποτε ταύτης ἀπορρηγνύμενον, μάλιστα δὲ τοῖς ἐθίμοις αὐτῆς κατὰ τὸν τεσσαρακονθήμερον καιρὸν προσανέχοντα καὶ μὴ μόνον τὰ εἰς προσευχὴν καὶ μελέτην τῶν θείων λογίων ἐξακριβούμενον, ἀλλὰ καὶ τῷ προφορικῷ λόγῳ μέτρα διδόντα καὶ τὰς τῶν συνήθων ὁμιλίας σταθμῷ ὑπάγοντα, ἀπειπάμην ὅλως πρὸς ἐμαυτὸν ἐπιστρέφειν σε καθάπαξ προθέμενον διὰ νοὸς καὶ σιγῆς Θεῷ συγγίνεσθαι καὶ φαντάζεσθαι τὸ θειότατον φῶς, τὸ ποθεινότατον κάλλος, τὴν τῶν νοερῶν ὀμμάτων αὐγήν, τὴν ἀκήρατον ἀγαλλίασιν, καὶ τὰς ἀκοὰς δέ σου καταβομβεῖν πραγμάτων ἀνονήτων ἐνηχήσεσιν.

Τάχα δ’ ἂν οὐδ’ ἀρτίως ἐδεδώκειν τὴν χεῖρα γράμματι, εἰ μὴ ἀκριβῶς ἠπιστάμην σε καὶ τῶν ἡμετέρων φροντίζοντα καὶ λόγον δοῦναι καὶ λαβεῖν γλιχόμενον· οὐ γὰρ ἐρῶν τῶν ἄνω καὶ πρώτων ἐλλάμψεων ἤδη καὶ τοῦ τῶν ἐγγείων προνοεῖν ἀφίστασαι, ἀλλὰ κατὰ τοὺς ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τῆς Ἰακὼβ κλίμακος ἀγγέλους καὶ τῆς θειοτέρας ἀναβάσεως ἐξέχῃ καὶ τοῖς καθ’ ἡμᾶς ἀνθρωπικῶς συγκατιὼν ὁμιλεῖς ἀμφοτέρωθεν συλλέγων τὰ πρόσφορα, ἐκεῖθεν μὲν τὴν κατάληψιν τοῦ ὄντος, ὡς ἀνθρώπῳ ἐξόν, ἐνταῦθα δὲ τὴν σώτειραν τῶν πλείστων πρόνοιαν· οἶδας γὰρ ὡς καὶ χαίρων τοῖς ἡμετέροις δόγμασι τὴν μὲν ψυχὴν ἐν ταὐτότητι μένουσαν καὶ τροπῆς ἀπαράδεκτον, ἀλλοιωτὸν δὲ τὸ σῶμα καὶ πάθεσιν ὑποκεί<μενον> πληρούμενόν τε καὶ κενούμενον κατὰ τὴν τοῦ πεινῆν καὶ διψῆν δύναμιν, ἀμέλει καὶ τὸ ἐξ ἐναντίων σύνθετον φύσεων πῇ μὲν ταῖς πρὸς τὸ χεῖρον κατασπώμενον ὁρμαῖς ὡς μηδ’ ἔννοιαν ἔχειν Θεοῦ, πῇ δ’ ὡς ἐπὶ ζυγοῦ ταλαντευόμενον καὶ ῥοπῆς ἐπὶ τὸ κάτω μετέχον καὶ ἄνω διὰ τὸ πνεῦμα φερόμενον καὶ νεῦον πρὸς τὸ κέντρον τὴν γῆν καὶ πρὸς τὸ θεῖον κάλλος ἀναπτερούμενον.

κατὰ γοῦν τοῦτο καὶ ὁ τοῦ πνεύματος ἄνθρωπος, κἂν ἕως τῶν οὐρανίων ἐπελαφρισθῇ πτυχῶν, κἂν τῷ κρείττονι μέρει πάντα χαρίσαιτο, οὐκ ἔστιν ὅπως οὐχὶ καὶ τῶν ὧδε ἐπέστραπται καὶ ταῖς μολιβδίσι μὲν τοῦ σώματος ἀνθελκόμενος, τὰ πλείω δὲ τοῖς αὐτοῦ δεομένοις ἐπικαμπτόμενος· οὐδὲ γὰρ ἡ τοιάδε τῶν ἀνθρώπων θέωσις ἐξανθρώπισις.

Κατὰ ταὐτὰ τοίνυν καὶ σὺ μὴ ὡς ἄνθρωπος ἀποθνήσκειν προθέμενος, ἀλλὰ υἱὸς ὑψίστου δι’ ἀρετῆς γεγονέναι, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ διατιθέμενος οὐδὲ τῶν ἐν κοιλάδι τοῦ κλαυθμῶνος ἀπερριμμένων ἡμῶν ἐπιλέλησαι, ἀλλὰ καὶ τὰ καθ’ ἡμᾶς εἰδέναι ποθεῖς, ὅπως τῶν πραγμάτων ἐνδιδόντων καὶ τῆς ἀπὸ σοῦ προμηθείας ἀξιωθήσονται. ἴσθι τοίνυν ὡς τοῦ πρωτοβεστιαρίου καταλαβόντος τὴν Νίκαιαν ὑπηρετήσαμεν τὰ τῷ ἀνδρὶ πρὸς βουλήν· καὶ τῷ μὲν δοκεῖν ηὐχαρίστησεν ἡμῖν καὶ κατένευσε συνάρασθαι πρὸς τὴν παροχὴν τοῦ πολυαιτήτου προσοδίου, ἔτι δὲ ἀορισταίνει τὰ τῆς ὑποσχέσεως καὶ ἡμεῖς λιμῷ ἀπολλύμεθα. εἰ δὲ καὶ γυναικὶ συνεζεύγμεθα ἄφρονι, ἴσως ἂν καὶ τὰ πρὸς τὸν Ἰὼβ ὑπὸ τῆς ἐκείνῳ συνούσης ἠνωτισάμεθα ῥήματα, „μέχρι τίνος καρτερήσεις λέγων· ἰδοὺ ἀναμενῶ χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου,“ καὶ τὰ ἑξῆς μικρόψυχα ῥήματα. ἀλλὰ ταῦτα μὲν οὔτ’ αὐτὸς χειλέων προήσομαι πώποτε (ἴσημι γὰρ τὴν ἐν ἐρήμῳ κατάστρωσιν τοῦ γογγυστοῦ Ἰσραήλ) καὶ τῇ γυναικὶ δὲ τονθορυζούσῃ δριμέως ἐνιδὼν ἐπιπλήξαιμι, ἵνα μὴ μόνον ἀκερδῶς, ἀλλὰ καὶ λίαν ἐπιβλαβῶς πειραζώμεθα· τὸ δὲ σὸν δραστικὸν ἐν λόγοις καὶ δεξιὸν ἐν πράξεσι κἀπὶ πᾶσιν αἰδέσιμον ἀρωγὸν προβαλοῦμαι.

πέποιθα γάρ, ὡς εἰ γενναίως βουληθείης, δυνηθείης πεῖσαι τὴν ἐπ’ ἐμοὶ συστείλασαν τὸ φιλόδωρον καὶ ῥᾳδίως οὕτω μεταβληθεῖσαν ἐκ λαμπρᾶς σχέσεως εἰς ἀντίρροπον παρόρασιν· εἰ μὲν γὰρ ὅλον χάρις τὸ δοθησόμενον, τίς ἡμῶν πρὸς ὑποδοχὴν χάριτος ἐπιτηδειότερος πολυτεκνίᾳ εὐθηνουμένων καὶ συνηθείᾳ τῇ ἐκ προγόνων δικαιουμένων, εἰπεῖν δὲ καὶ πρὸς εὐχαριστίαν ἑτοιμότερος; εἰ δὲ καὶ δουλείαν ἡ δόσις βούλεται, οὐδὲ πρὸς ταύτην ἀποσπούδαστα τὰ ἡμέτερα· εἰ δὲ μηδέτερον τούτων, ἀνεύθυνος ἡ ἀπόφασις. καὶ τίς ἡ μὴ συμπληρουμένη ἔργῳ κατάφασις ἄνδρα καθυβρίζουσα πένητα, ἴσως δὲ καὶ Θεὸν δι’ αὐτὸν παροργίζουσα, ὡς διδάσκει με Σολομῶν οὑτωσὶ παροιμιαζόμενος· „ὁ ἀτιμάζων πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν“.

Εἴης μοι πολυχρόνιος ὑπὸ Θεοῦ φυλαττόμενος.