Τοιαῦθ᾽, ὡς ἐκ πολλῶν βραχέα δοῦναι τῇ ἱστορίᾳ, οἱ ἐξ ἑσπέρας στρατοὶ κατὰ τῆς Χριστοῦ κληρονομίας παρηνομήκασιν, ἐπ᾽ οὐδενὶ τῶν ὅλων τὸ φιλάνθρωπον ἐνδειξάμενοι, ἀλλὰ πάντας ἀποξενώσαντες χρημάτων καὶ κτημάτων, οἰκημάτων τε καὶ ἐσθημάτων, καὶ μηδενὸς τῶν πάντων μεταδόντες τοῖς ἔχουσι. ταῦτα ὁ χαλκοῦς αὐχήν, ἡ ἀλαζὼν φρήν, ἡ ὀρθὴ ὀφρύς, ἡ ἀεὶ ξυριῶσα καὶ νεανισκευομένη παρειά, ἡ φιλαίματος δεξιά, ἡ ἀκροχολῶσα ῥίν, ὁ μετέωρος ὀφθαλμός, ἡ ἄπληστος γνάθος, ἡ ἄστοργος γνώμη, ἡ τορὴ καὶ τροχαλὴ λαλιὰ καὶ μόνον οὐκ ἐπορχουμένη τοῖς χείλεσι, μᾶλλον δὲ οἱ παρ᾽ ἑαυτοῖς ἐπιστήμονες καὶ σοφοί, οἱ εὔορκοι καὶ φιλαλήθεις καὶ μισοπόνηροι καὶ τῶν Γραϊκῶν ἡμῶν εὐσεβέστεροί τε καὶ δικαιότεροι καὶ τῶν Χριστοῦ διαταγμάτων φύλακες ἀκριβέστεροι, τὸ δὲ πλέον, οἱ τὸν σταυρὸν ἐπ᾽ ὤμων ἀράμενοι καὶ πολλάκις κατὰ τούτου καὶ τῶν θείων λογίων ἐπομοσάμενοι τὰς μὲν τῶν Χριστωνύμων χώρας παρελθεῖν ἀναιμωτί, μὴ προσνεύσαντες ἀριστερά, μηδ᾽ ἐκκλίναντες δεξιά, κατὰ δὲ Σαρακηνῶν ὁπλίσαι τὰς χεῖρας καὶ τὰ ξίφη πορφυρῶσαι τοῖς αἵμασιν, οἳ τὴν Ἱερουσαλὴμ ἐξεπόρθησαν, μηδ᾽ ἀνδρίσασθαι γυναιξὶν ἢ καθ᾽ ὁμιλίαν αὐταῖς συνελθεῖν ἐφ᾽ ὅσον ἂν χρόνον τὸν σταυρὸν ἐπωμάδιον φέρωσιν ὡς ἡγνισμένοι θεῷ καὶ τὴν αὐτοῦ πορείαν στελλόμενοι.