Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Χρονικὴ διήγησις

Νικήτας Χωνιάτης

Η δεύτερη βασιλεία του Ισαακίου Β' και ο Αλέξιος Δ' Άγγελος

Η αποκατάσταση του Ισαακίου Β', η συμβασιλεία του Αλεξίου Δ', η σύληση των ναών για την ικανοποίηση των Λατίνων, η μεγάλη πυρκαγιά και η λαϊκή δυσαρέσκεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 15 από 18

ΒΑΣΙΛΕΙΑ ΔΕΥΤΕΡΑ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ ΚΑΙ ΤΟΥ ΥΙΟΥ ΑΥΤΟΥ ΑΛΕΞΙΟΥ Ὧδε μὲν οὖν ἤλαυνεν ἐς Δεβελτὸν Ἀλέξιος, ὑπ᾽ οὐδενὸς ἐλαυνόμενος. ἦν δ᾽ ἄρα οὐ μόνον χαλεπὸν γυνὴ καὶ τὸ τῆς συνευνάσεως φίλτρον βλάψειε μᾶλλον ἢ ὠφελήσειε, καθά τις ἐγνωμολόγησε κακῶς ἐς βασιλείαν παθὼν προκοίτου γυναικὸς εἰσηγήσεσιν, ἀλλὰ καὶ γύννις ἀνὴρ ἀργαλέον καὶ χείριστον, καὶ τί οὐκ ἂν ἐπαχθὲς καὶ εἰς κίνδυνον ἐλαῦνον τὸν ἔσχατον τὸ ὑπ᾽ ἐκεῖνον ταττόμενον πείσεται; ὃ δὴ καὶ Ῥωμαίοις αὐτοῖς συνενήνεκται, ἀνειμένους καὶ χαλαροὺς καὶ τὸν ἀπολαυστικὸν βίον μεταδιώκοντας δυστυχήσασιν αὐτοκράτορας, τοὺς δ᾽ αὐτοὺς δυσπάλαιστον μὲν τὴν ἀνάγκην, ἀνύποιστον δὲ τὸ περὶ ψυχῆς δέος δι᾽ ὅλου κρίνοντας.

Ἀλλ᾽ ὁ μὲν ὥδευεν ἣν προέθετο· ὁ δ᾽ ἐντὸς τῶν ἐν Βλαχέρναις εὑρεθεὶς ἀρχείων τῷ τότε λεὼς σφόδρα ἤνεγκεν ἀφορήτως τὴν Ἀλεξίου ἀπόδρασιν συστρεφόμενός τε καὶ συγχεόμενος τὴν ψυχὴν διὰ τὰς ἐμφαινομένας τῶν κακῶν ἐλπίδας—καὶ γὰρ ᾤοντο μηδὲν μελλήσαντας τοὺς Λατίνους, οἷα μηδὲ σκηνουμένους ἄποθεν ἢ τὸν ἐπισχήσοντα ἔχοντας, μεθ᾽ ὅπλων αὐτίκα ἐπιρρεῦσαι τῇ πόλει καὶ τῶν τειχέων εἴσω παρεισελθεῖν—τοὺς μὲν γένει προσήκοντας Ἀλεξίῳ καὶ τοὺς ἄλλως ἐπιτηδείως ἔχοντας καὶ αὐτὴν τὴν ἄνασσαν Εὐφροσύνην, προδότου δόξαν λαβόντας, οὐ προσεκαλέσαντο εἰς τὴν ἀρχήν, διὰ δὲ τὸ ἄμαχον τῆς τῶν πραγμάτων ἀγρίας προσβολῆς εἰς αὐτὸν ἀφορῶσι τὸν Ἰσαάκιον τὸν Ἀλεξίου κασίγνητον, ὡς εἰς τὴν καλουμένην ἱερὰν ἄγκυραν τελευτῶν οἱ τοῖς ἀκαταστορέστοις περιστοιχιζόμενοι κύμασιν, ἔνδον τῶν ἀρχείων εἱργνύμενον. καὶ δὴ τοῦ ἐκτομίου Κωνσταντίνου, ὃς ἐπὶ τῶν βασιλικῶν ἐτέτακτο θησαυρῶν, τοὺς πελεκυφόρους συναγαγόντος καὶ τούτοις ὡμιληκότος τὰ δέοντα, συνδραμούσης δὲ καὶ συμμορίας τινῶν, οἳ βασιλεύσειν Ἰσαάκιον διὰ σπουδῆς ἐτίθεντο, ἡ μὲν βασιλὶς Εὐφροσύνη συλλαμβάνεται, χειροῦται δὲ καὶ τὸ συγγενὲς αὐτῇ, ὁ δ᾽ Ἰσαάκιος ἀναγορεύεται αὐτοκράτωρ· καὶ χειραγωγούμενος δι᾽ ἣν ὑπέστη πήρωσιν ὁ τὸ πᾶν ταττόμενος ἐφορᾶν εἰς θῶκον ἀνάγεται τὸν βασίλειον.

Πέμψας δ᾽ εὐθέως ἀγγέλους Ἀλεξίῳ τε τῷ υἱῷ καὶ τοῖς τοῦ Λατινικοῦ στρατεύματος ἡγεμόσι παρίστησι τὴν ἀδελφοῦ καὶ βασιλέως φυγήν. οἱ δὲ οὔτε τι τῶν προσδοκωμένων κατὰ τῆς πόλεως ἐνεόχμωσαν καὶ τὸν Ἰσαακίου δὲ υἱὸν οὐ πρότερον αἰτησαμένου τοῦ πατρὸς ἐκπεπόμφασιν, εἰ μή γε καὶ αὐτὸς Ἰσαάκιος εἰς πέρας ἀγαγέσθαι συνέθετο ὅσα διέθετο σφίσιν Ἀλέξιος. τὰ δὲ ἦσαν, ὡς ἐν τοῖς λόγοις ἐρρέθη τοῖς ἔμπροσθεν, μηδεμίαν τῶν πρὸς δόξαν καὶ κέρδος τοῖς διαθεμένοις Λατίνοις ὑπερβολὴν ἀπολείποντα· ὑπὲρ γὰρ τοῦ μὴ τῆς πατρῴας ἀρχῆς ἀποτεύξασθαι πάντα πράττων Ἀλέξιος, χαλίφρον καὶ πραγμάτων ἀδαὲς μειράκιον, οὔτ᾽ ἠκριβολόγησε πρὸς οὐδὲν τῶν ζητημάτων, οὔτε μὴν τὸ μισορρώμαιον φρόνημα τῶν Λατίνων ὁπωσοῦν ἐβάλετο κατὰ νοῦν. ἐπὶ τοιαῖσδε τοίνυν τοῦ βασιλείου ὕψους καταστροφαῖς τὴν εἰς τὴν πόλιν πριάμενος εἴσοδον συνεδρίας ἠξίωται πατρικῆς καὶ βασιλείας προσλέληπται κοινωνός. ἅπας τοίνυν φυλέτης τῆς πόλεως εἰς τὰ ἀρχεῖα συνέτρεχε σὺν τῷ πατρὶ τὸν υἱὸν ὀψόμενος καὶ ἀμφοῖν ἀποδώσων προσκύνησιν.

Μετ᾽ οὐ πολλὰς δ᾽ ἡμέρας οἱ τῶν Λατίνων ἡγεμόνες ἐς τὰ βασίλεια παραβάλλουσιν, οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ οἱ τὸ γένος παρ᾽ ἐκείνοις ἐπίσημοι· καὶ παρενηνεγμένων σκιμπόδων τοῖς βασιλεῦσι συνηδρίαζον ἅπαντες, εὐεργέται καὶ σωτῆρες ἀκούοντες καὶ πᾶσαν ἄλλην ἀγαθὴν προσηγορίαν δεχόμενοι, ὡς τὸν φίλαρχον Ἀλέξιον ἐς αὐτὰ τισάμενοι τὰ παιδικά, δυσπραγοῦσι δ᾽ αὐτοῖς ἐπαμύναντες. οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ πάσης μετεῖχον φιλοφροσύνης καὶ δεξιώσεως, θεραπευτήριά τε καὶ τρυφητήρια τούτοις ἐπινενόηντο· Ἰσαάκιος γάρ, εἴ τι που ἔστεγεν ἔνδον τὸ γαζοφυλάκιον τὸ βασιλικόν, καὶ αὐτὸς δὲ πορισάμενος ἦν συνειληφὼς Εὐφροσύνην τὴν βασιλίδα καὶ τοὺς τὸ γένος ἐς αὐτὴν ἀναφέροντας, ἐξεφόρει τε ἀμφοτέραις καὶ μετήγγιζεν ἀφειδέστερον.

Ἐπεὶ δὲ ταῦτα ὡσεὶ καὶ ῥανὶς ἐκρίνετο τοῖς λαμβάνουσιν (οὐδὲν γὰρ ἔθνος ἐρασιχρηματώτερον τοῦδε τοῦ γένους τρεχεδειπνότερόν τε καὶ δαπανηρότερον ἕτερον) καὶ διψῶντες ἦσαν ἀεὶ προχοῶν πελάγους Τυρσηνικοῦ, ἅπτεται καὶ τῶν ἀψαύστων παναθεμίτως, ὁπόθεν, οἶμαι, καὶ τὰ Ῥωμαίων ἀνατέτραπται τέλεον καὶ ἠφάντωται· ὡς γὰρ χρημάτων ἐσπάνιζε, καὶ τοῖς θείοις ἐπεφύη διὰ τοῦτο τεμένεσιν. ἦν ἰδεῖν οὐ μόνον τὰς ἱερὰς εἰκόνας Χριστοῦ ἀξίναις ἐκκοπτομένας καὶ χαμαὶ ῥιπτομένας καὶ τοὺς αὐτῶν κόσμους μὴ σὺν φειδοῖ καὶ ὡς ἔτυχεν ἐκσπωμένους καὶ πυρὶ παραπεμπομένους, ἀλλὰ καὶ σκεύη τὰ σεπτά τε καὶ παναγῆ ἀπεριθαμβήτως ἐκ τῶν ναῶν ἁρπαζόμενα καὶ πυρούμενα καὶ ὡς κοινὸν ἀργύριον καὶ χρυσίον τοῖς πολεμίοις στρατεύμασι παρεχόμενα. καὶ τῆς κατὰ τῶν ἁγίων τῆσδε λύττης οὔτ᾽ αὐτὸν τὸν κρατοῦντα εἰσῄει τις αἴσθησις ὁπωσοῦν τῶν τε ἄλλων οὐδεὶς παρρησιαζόμενος ἦν τὴν εὐσέβειαν, ἀλλὰ τῆς ἐχεμυθίας ἕνεκεν, εἴτ᾽ οὖν ἀναλγησίας εἰπεῖν οἰκειότερον, οὐδὲν τῶν παραφόρων διενηνόχαμεν, ὅθεν ὡς ὑπεύθυνοι πεπόνθαμέν τε καὶ εἴδομεν ὁπόσα βαρυσυμφορώτερα τῶν κακῶν.

Ὁποῖον γὰρ τὸ χυδαΐζον στῖφος τῆς πόλεως, μήτ᾽ αὐτόθεν τοῖς ἐπαινετοῖς προσχωροῦν, μήθ᾽ ἑτέρῳ πειθόμενον εἰσηγουμένῳ τὰ λῴονα, ἤδη ταῖς Ῥωμαϊκαῖς χώραις εἰσκεχυμένων τῶν πολεμίων εἰς ἔδαφος καθαιρεῖ καὶ διαλύει παραλόγως εἰς χοῦν τὰς πρὸς θάλασσαν οἰκίας τῶν ἐξ ἑσπέρας ἐθνῶν, μὴ διαστεῖλαν τοῦ πολεμίου τὸ φίλιον. ἐδυσχέραινον οὖν πρὸς τὴν ἀτοπίαν ταύτην καὶ ἀβουλίαν οὐχ οἵπερ μόνον ἐκ τῆς Ἀμάλφης ἤθεσιν ἐντεθραμμένοι Ῥωμαϊκοῖς, ἀλλὰ καὶ οἳ τῶν ἐκ τῆς Πίσσης τὴν Κωνσταντίνου ἀνθείλοντο. μήπω τοίνυν φυγὰς ὁ βασιλεὺς ὀφθεὶς Ἀλέξιος χρησταῖς ἐλπίσι τοὺς ἐκ τῶνδε τῶν γενῶν ἐβουκόλει καὶ τὸ τῆς λύπης ἀφῄρει πολύ. ὡς δ᾽ ὁ μὲν δρασμῷ ἐχρήσατο, βασιλεύσας δ᾽ ἦν Ἰσαάκιος, καταλλάσσει τοὺς ἐκ Πίσσης τοῖς Βενετίκοις, καθ᾽ ἡμῶν καὶ τοῦτο ἐπιτεχνώμενος· οἱ δὲ πρὸς τὴν Περαίαν ἀπάραντες, ἐν ᾗ κατέλυον οἱ διάφοροι, γίνονται τοῖς πρώην ἀντίφροσι σύσκηνοι καὶ ὁμόδειπνοι καὶ τὰ πάντα συμφυεῖς καὶ ὁμόφρονες.

Ἐννεακαιδεκάτην δ᾽ ἄγοντος τοῦ Αὐγούστου μηνός, τῆς ἕκτης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ ἑνδεκάτου ἔτους, τινὲς τῶν Φραγγίσκων (οὗτοι δέ εἰσιν οἱ πάλαι Φλαμίονες κικλησκόμενοι) Πισσαίων καὶ Βενετίκων μοῖραν προσειληφότες ὡς εἰς ὄψον ἕτοιμον καὶ πρόχειρον ἕρμαιον τὰ τῶν Σαρακηνῶν διαπλωΐζονται χρήματα. καὶ δὴ τὸ σύνταγμα ἐκεῖνο τὸ πονηρὸν τῇ πόλει προσσχὸν δι᾽ ἁλιάδων (οὐδὲ γὰρ ἦν τις ὁ προσιστάμενος ὅλως ἐπεισπλέειν σφας τῇ πόλει καὶ αὖθις ἀνάγεσθαι) τῷ τῶν ἐξ Ἄγαρ συναγωγίῳ λάθρᾳ ἐπεισπίπτουσιν, ὅ φησι Μιτάτον ἡ δημώδης διάλεκτος, καὶ τὰ ἐνόντα μετὰ ξίφους λῃστεύουσιν. ὡς δ᾽ οὕτω ταῦτα παραλόγως καὶ ὑπὲρ δόκησιν πᾶσαν παρηνομεῖτο, ἠμύνοντο μὲν αὐτοὺς οἱ Σαρακηνοὶ τὰς χεῖρας τοῖς παρατυχοῦσιν ὁπλίσαντες, ἐπιβοηθοῦσι δὲ καὶ Ῥωμαῖοι, παρὰ τῆς τοῦ κακοῦ φήμης ἐκεῖσε συνηλισμένοι. καὶ οὔκουν μὲν ἅπαν ὁπόσον καὶ ἔδει κατήνυσαν, ἐπὶ δὲ βραχὺ τῆς τῶν ἀνδρῶν ἐκείνων ὁμαιχμίας ἀναχώρησις γίνεται. οἱ δὲ τὸ δι᾽ ὅπλων ἀντέχειν μεθέντες ἐπὶ τῷ μὴ πάνυ πρότερον ἐμπρησμῷ διανοοῦνται καὶ πρόσφατον, ἀνυσιμώτατον ἀμυντήριον καὶ ὑπὲρ ἅπαν ἕτερον τὴν πόλιν ἔχον ταχὺ κατεργάσασθαι πείρᾳ μεμαθηκότες τὸ πῦρ.

Καὶ δὴ κατὰ πλείστους διαστάντες τόπους πῦρ ταῖς οἰκίαις ὑφάπτουσι. τὸ δὲ μεταρσιωθὲν ὑπὲρ ἔννοιαν τὴν νύκτα ὅλην ἐκείνην καὶ τὴν ἐπιοῦσαν ἡμέραν καὶ τὴν ταύτης διάδοχον ἑσπέραν τὸ πᾶν ἐπενέμετο. καὶ ἦν καινὸν τὸ ὁρώμενον καὶ πᾶσαν ὑπερβαῖνον λόγου δύναμιν· πολλῶν γὰρ καὶ ἄλλων τῇ πόλει πρότερον ἐμπρησμῶν, οὐμενοῦν εἴπῃ τις ὁπόσων καὶ οἵων γεγενημένων, ὁ τότε συμβὰς ἐναύσματα βραχέα τοὺς πάντας ἀπέδειξε. πολλαχοῦ γὰρ διαιρούμενος καὶ διασπώμενος τῆς συνεχείας αὖθις συνήρχετο καὶ ὡς εἰς ὁλκὸν ἕνα πυρόεντος συνήπτετο ποταμοῦ. ἀνετρέποντο στοαί, ἀγορῶν κάλλη κατερριπτεῖτο, κιόνων μέγεθος διεφορεῖτο καθ᾽ ὕλην εὔπρηστον. οὖκ ἦν τῶν ὄντων οὐδέν, ὃ ἦν ἐκείνου τοῦ πυρὸς σθεναρώτερον. τὸ δὲ δὴ καινότερον, ὡσεὶ ψωμοὶ πυρὸς ἐξ ἐκείνης τῆς βαρυβρόμου καὶ σιδηρᾶς ἐμπρήσεως ἀποσπώμενοι καὶ φερόμενοι διαέριοι τὰς πόρρωθεν οἰκοδομίας κατέφλεγον, κατὰ διαστήματά πως ἀκοντιζόμενοι καὶ ὡς οἱ ἐν αἰθέρι διᾴττοντες ἐκτεινόμενοι· καὶ τὸν ἐν μέσῳ χῶρον ἀθιγῆ τῷ τέως ἐῶντες καὶ ἀκατάπρηστον, μετὰ βραχὺ κἀκεῖνον ἐπανιόντες συνέμαρπτον καὶ ἠφάνιζον. ἐν πολλοῖς δὲ καὶ κατ᾽ εὐθυωρίαν τὸ πῦρ προϊόν, ὑπ᾽ ἀνέμου βορρᾶ ἐλαυνόμενον, μετὰ βραχὺ παρεγκλῖναν, ὡς εἰ νότος αὐτὸ διερρίπιζεν, ὡρᾶτο δόχμιον, ἀμαυροῦν ἐπιστροφάδην καὶ τὰ ὅλως ἐμπρησθῆναι ἀνυπονόητα. ἐπελάβετο δὲ καὶ τοῦ Μεγίστου Νεὼ τὸ δεινόν.

καὶ δὴ ὅσα πρὸς ἁψῖδα νένευκε τοῦ Μιλίου καὶ τῷ ἀνδρῶνι συνῆπται τῷ Μάκρωνι καὶ τῷ λεγομένῳ αἱ Σύνοδοι εἰς ἔδαφος κατερράγησαν, μὴ τῆς ὀπτῆς ἐπαρκεσάσης πλίνθου, μὴ τῶν βαθέων ἀντισχόντων θεμέθλων, ἀλλ᾽ ἐνδόντων πάντων καὶ δίκην θρυαλλίδων κατεργασθέντων.

Ἤρξατο μὲν οὖν ἡ πρώτη τοῦ πυρὸς ἁφὴ ἀπὸ τοῦ συναγωγίου τῶν Σαρακηνῶν (τὸ δέ ἐστι κατὰ τὸ πρὸς θάλασσαν ἐπικλινὲς καὶ βόρειον μέρος τῆς πόλεως καὶ τῷ τεμένει ἐγγίζον, ὃ ἐπ᾽ ὀνόματι τῆς ἁγίας Εἰρήνης ἵδρυται), καὶ πρὸς μὲν ἕω κατὰ εὖρος ἐλώφησεν ἐς τὸν νεὼν τὸν παμμέγιστον, κατὰ δ᾽ ἑσπέραν ἐς τὸ λεγόμενον Πέραμα ἐξεμηκίσθη, καὶ διερρύη ἔκτοτε τοῦ πλάτους λαβόμενον τῆς πόλεως καὶ πέρας ἔθετο τῆς ὁρμῆς τὰ νότια τείχη τῆς πόλεως, ἢ μᾶλλον τὸ καινότατον, καὶ ταῦτα κατ᾽ ἐπίβασιν ὥσπερ ὑπεραλάμενον τὰς ἔξωθεν οἰκήσεις κατενεμήσατο καὶ νῆα περιπλέουσαν ἄνθρακες ἐκτιναχθέντες κατέφλεξαν. ᾐθάλωντο δὲ καὶ οἱ τοῦ Δομνίνου λεγόμενοι ἔμβολοι αἵ τε ὑπόστεγοι ἀμφίδυμοι ἄμφοδοι αἱ ἀπὸ τοῦ Μιλίου ἀρχόμεναι, ὧν θατέρα εἰς αὐτὸ παρέτεινε τὸ Φιλαδέλφιον. σὺν αὐτοῖς δὲ καὶ ἡ Κωνσταντίνειος ἀγορὰ καὶ τὰ μεταξὺ πάντα, ὅσα πρὸς βορρᾶν καὶ νότον πρόεισιν ἄνεμον. οὐδ᾽ αὐτὸ τὸ ἱππικὸν ἀδιαλώβητον ὑπολέλειπτο, ἀλλὰ καὶ τούτου τὸ πρὸς τοὺς δήμους ἅπαν μέρος ἐξεπυρώθη, καὶ ὅσα κάτεισιν ἐς Σοφίας καὶ κατ᾽ αὐτὸ τὸ Βύκανον παρεκτείνεται, καὶ καθεξῆς ὁπόσα τοῖς τῶν Ἐλευθερίου ἀγχιτέρμονα μέρεσι.

Τοῦ δὲ πυρὸς ἀπὸ θαλάσσης ἕως θαλάσσης τὴν πόλιν διαζώσαντος καὶ διελόντος ὡς εἰς χάσμα μέγιστον ἢ ποταμοῦ πυρὸς μέσον ἕλκοντος, οὐκ ἦν ἀκίνδυνον συμμῖξαι τοῖς φιλουμένοις, εἰ μή τις ἀκατίῳ διεπορθμεύετο. τότε καὶ οἱ πλείους τῶν οἰκητόρων τῆς πόλεως τῶν οὐσιῶν ἀπεψίλωντο, οἷα τοῦ πυρὸς τοῖς μὲν ἀπαρασκεύοις ἐπιπαφλάσαντος, τῶν δὲ τὰ ὄντα μεταθεμένων πρὸς ἑτέρας καταγωγὰς καὶ μηδ᾽ οὕτω διασωσαμένων αὐτά· ἕλιξι γὰρ καὶ περικαμπαῖς ἐκτροπαῖς τε πλείσταις καὶ ἐπανόδοις τὸ πῦρ χρησάμενον ἠφάντου τὰ μεταγόμενα. ὤ μοι τῶν λαμπροτάτων καὶ περικαλλῶν δόμων καὶ παντοίας γεμόντων χάριτος καὶ τοῦ ῥυηφενοῦς βίου καὶ ζηλωτέου παρ᾽ ἅπασι.

Πρὸς δὲ τὰ δεινότατα ταῦτα συναντήματα ὅ τε βασιλεὺς Ἰσαάκιος καὶ ὁ τούτου υἱὸς Ἀλέξιος οὐχ ὅπως οὐκ ἐδυσχέραινον, ἀλλὰ καὶ συντελεσμὸν ἐπηύχοντο τοῦ παντός, οἱ τῆς πατρίδος δαλοί, οἱ τὴν ὄψιν φλογεροί, κἀντεῦθεν διαχαράττοντες τὸν ἐμπρηστὴν γραφικὸν πονηρὸν ἄγγελον. μήπω δὲ καθαρῶς λωφήσαντος τοῦ πυρός, ἡ τῶν θείων αὖθις κειμηλίων συλλογή τε καὶ χώνευσις ὑπὲρ τὸ πρὶν ἐπετείνετο. ὁ δέ γε τῶν Λατίνων στρατὸς τὸν χορηγούμενον αὐτοῖς οὕτω χρυσόν τε καὶ ἄργυρον εἴς τε τὰς σωματικὰς χρείας ὡς ὕλην βέβηλον μετεσκεύαζον καὶ τοῖς βουλομένοις προύβαλλον εἰς πρατήριον, ἑαυτοῖς μὲν τὸ ἀνεπέγκλητον ἐπιμαρτυρόμενοι (οὐδὲ γὰρ ἠγνόουν, ὁπόθεν συνείλεκτο τὰ σφίσι βραβευόμενα χρήματα) ὡς τὰ ὠφειλημένα λαμβάνουσι, τοῖς δὲ Ῥωμαίοις τὴν ὑψόθεν ἐπιχαλῶντες ὀργήν, ὡς περιέπουσι μὲν τὰ οἰκεῖα, κοινοῦσι δὲ τὰ θεοῦ.

Δεῆσαν δὲ κἀκ τῶν Λατινικῶν δυνάμεων σύναρσιν εὕρασθαι τὸν Ἀλέξιον (ὁ γὰρ θεῖος αὐτῷ καὶ πρώην βασιλεύων Ἀλέξιος ἀπαναστὰς Δεβελτοῦ τὴν Ἀδριανοῦ κατέλαβε, καὶ ἣν ἀπείπατο βασιλείαν ἐρασταῖς καταπροδοὺς ἐκμανέσιν, ἐρᾶν τε πάλιν καὶ πειρᾶν οὐκ ἠνέσχετο), οὐκ ἄλλως συνέκδημον αὐτῷ καὶ συστράτηγον τὸν μαρκέσιον ἐπεσπάσατο Βονιφάτιον, εἰ μὴ χρυσίου δέκα πρὸς τοῖς ἓξ καταθέσθαι οἱ συνέθετο κεντηνάρια. ἐξιὼν τοίνυν φυγάδα δείκνυσι τὸν Ἀλέξιον συντονωτέρῳ τοῦ προτέρου καὶ πολλῷ μακροτέρῳ χρησάμενον δραπετεύματι. ἀμέλει καὶ τὰς Θρᾳκίας πόλεις περιελθών, καὶ ταύτας καταστησάμενος, εἰπεῖν δὲ καὶ καλαμησάμενος (ὁ γὰρ συνέκδημος ἐκείνῳ στρατὸς συχνάκις ὠρεκτία τῶν χρυσορρείθρων ἀρύεσθαι καὶ κατὰ τοὺς διψάσι δηχθέντας πίνων οὐκ ἐκορέννυτο), καὶ μέχρι Κυψέλλων κατιών, ἐπάνεισιν αὖθις εἰς τὰ βασίλεια, ἅπας τῆς φατρίας ἐξηρτημένος, οἳ τὴν τοῦ πατρὸς πήρωσιν καὶ τὴν ἐκ τῆς ἀρχῆς καθαίρεσιν Ἀλεξίῳ τῷ θείῳ συνδιεπράξαντο.

Ὃ καὶ μὴ φέρειν Ἰσαάκιος ἔχων, ὅτι καὶ ἦν καιροφυλακῶν εἰς φῶς ἐκρῆξαι τὸν κότον, ὃν ὑπέτυφεν ἐκ μακροῦ τῇ ψυχῇ κατὰ τῶν σχέτλια ἐκεῖνον ἐργασαμένων, κακηγορῶν οὐκ ἔληγε τὸν υἱόν, καὶ μάλισθ᾽ ὅτι τὴν οἰκείαν ἑώρα ἰσχὺν ὑποβαίνουσαν καὶ κατὰ βραχύ πως ἀφιπταμένην καὶ πρὸς τὸν υἱὸν μεταρρέουσαν. ἀπεπνίγετο δὲ καὶ πρὸς τὴν μετάθεσιν τῆς ἀναγορεύσεως· ὁ μὲν γὰρ υἱὸς προταττόμενος κατατεινομέναις ἀνευφημεῖτο φωναῖς, ὡς τῷ πατάγῳ κόπτεσθαι τὰ ἀνάκτορα, ὁ δὲ κατὰ τὸ τῆς ἠχοῦς ὑστερόφωνον παρηκολούθει ταῖς υἱϊκαῖς καὶ στερροτέραις ἀνακηρύξεσιν. οὐδὲν δέ τι δρᾶσαι πρὸς τὰ συμβαίνοντα οὕτω δυνάμενος ὑπ᾽ ὀδόντα ἐτονθόρυζε καὶ οἷς ὡς ἐξ ἀδύτων τῆς καρδίας ἀνεμήρυε τὰ ἀπόρρητα κατὰ τοῦ υἱοῦ ἀπόφημα διελέγετο, ἕωλα μὲν αὐτῷ τὰ χρηστὰ λέγων εἶναι, καὶ ὡς οὐδ᾽ ὅλως σωφροσύνῃ ἐρρύθμισται, ἐν τοῖς χειρίστοις τὸ ἦθος τυπούμενος, φθόροις τε ἀνδράσι συνδιαιτώμενος καὶ κόπτων ἐν τῷ μέρει τοὺς ἑταίρους κατὰ γλουτῶν καὶ ὑπ᾽ ἐκείνων αὖθις ἐπικρουόμενος.

Οὐ μάτην δὲ ταυτὶ καὶ εἰκαίως κατὰ τοῦ υἱοῦ ἠγόρευεν Ἰσαάκιος, ἀλλὰ καὶ πλείω τούτων καὶ ἀσελγέστερα πολλῷ πλημμελῶν τὸ μεγαλοπρεπὲς καὶ παγκλέϊστον τῆς τῶν Ῥωμαίων βασιλείας κατερρύπαινεν ὄνομα. εἰς γὰρ τὰς τῶν βαρβάρων σκηνὰς μετὰ μετρίων ὀπαδῶν περαιούμενος συνεκραιπάλα τοῖς ἐν αὐταῖς καὶ συνδιημερεύων ἐκύβευεν. οἱ δὲ συμπαίγμονες ἐκείνῳ τὸ τῆς κεφαλῆς ἀφαιροῦντες διάδημα, χρυσόκολλον ὂν καὶ λιθόστρωτον, αὐτοὶ μὲν ἐκεῖνο περιετίθεντο, τὸν δ᾽ Ἀλέξιον περιέβαλλον τὸ λαχνῆεν καὶ ἐρεοῦν καὶ τῆς Λατινικῆς ταλασίας κάλυμμα.

Οὐ μόνον δὲ ὁ Ἀλέξιος ἐνευκαιρῶν ταῖς πράξεσι ταύταις παρὰ τοῖς τῶν Λατίνων εὐσχήμοσι καὶ τοῖς τῶν Ῥωμαίων ἐχέφροσι βδελυγμίας ἐκρίνετο, ἀλλὰ καὶ ὁ τούτου πατὴρ Ἰσαάκιος οὐκ ἐπ᾽ ἔλαττον ἦν στυγητός, ἐπειδήπερ καὶ πάλιν ἀλλοκότοις δόξαις περιεφέρετο λόγιά τε καὶ ὀμφὰς συντιθεὶς οὐκ ἔληγε τῶν ἐπὶ τῆς προτέρας ἀρχῆς ἀρρητότερα. εἴ γε πάλαι μὲν τὸν μόναρχον ἐφαντάζετο καὶ αὐτὸς εἶναι ἀναιδῶς διετείνετο ὁ τῇ δυσμῇ συνάψων τὴν ἕω καὶ κράτος περιζωσόμενος τὸ παγκόσμιον, τότε δὲ καὶ τὴν πήρωσιν ἀποτρίψασθαι προσεδόκα τῶν ὀφθαλμῶν καὶ ὡς λεβηρίδα τὴν νόσον ἀποξύσασθαι τὴν ἀρθρίτιδα καὶ τὸ ὅλον εἰς ἄνδρα θεοείκελον ἀμειφθήσεσθαι, ὥστε καὶ τῶν μοναστῶν οἱ καταρατότατοι καὶ βαθεῖ ληΐῳ κομῶντες τὴν τοῦ πώγωνος ἄρουραν, εἰς αἰσχύνην τε οἰκείαν τὸ θεοφιλὲς οἱ θεομισεῖς περικείμενοι σχῆμα, τὰς ἀρχικὰς τραπέζας μεταδιώκοντες καὶ τῶν ἰχθύων τοὺς νεαλεῖς καὶ πίονας περιχαίνοντες, συνδειπνοῦντες Ἰσαακίῳ συγκαθίστων ἐκείνῳ τὴν μοναρχίαν ἐν λόγοις, τὸν ἀνθοσμίαν ζωρότερον προσφερόμενοι, ἐνίοτε δὲ καὶ τὰς ἐξηρθρωμένας χεῖρας περιπτυσσόμενοι καὶ τοῖς ὀφθαλμοῖς αὐτὰς προσάπτοντες τὴν ὅσον οὐδέπω τούτων προηγόρευον ἀνακαίνισιν καὶ κραταίωσιν. ὁ δὲ διεχεῖτο πῶς ἂν εἴπῃ τις τοῖς λεγομένοις καὶ ἐπεσκίρτα τοῖς βωμολοχεύμασι τούτοις ὡς ἀψευδέσι θεσπιῳδήμασιν.

Ἐν πολλοῖς δὲ καὶ τοὺς τῇ ἀστρικῇ προσκειμένους προσιέμενος ἄλλα τε ταῖς αὐτῶν ὑποθήκαις ὑπείκων εἰργάζετο, καὶ δὴ καὶ τὸν Καλυδώνιον σῦν, ὃς ἐν τῷ ἱππικῷ φρίσσων τὴν ἐπινώτιον τρίχα ῥύδην φέρεται, τῆς βάσεως καθελὼν μετήνεγκεν εἰς τὸ μέγα παλάτιον, τὸν τὴν ὁρμὴν συώδη καὶ ἀτάσθαλον δῆμον τῆς πόλεως καταστελεῖν ἐντεῦθεν οἰόμενος.

Ἀλλὰ καὶ τῶν ἀγοραίων οἱ φιλοινότεροι τὸ ἑστὼς ἐπὶ στήλης ἐν τῷ Κωνσταντινείῳ φόρῳ τῆς Ἀθηνᾶς ἄγαλμα εἰς πλεῖστα διεῖλον τμήματα· ἐδόκει γὰρ τοῖς ἄφροσι σύρφαξιν ὑπὲρ τῶν ἐξ ἑσπέρας ἐστοιχειῶσθαι τοῦτο στρατῶν. ἀνέβαινε μὲν τὴν ἡλικίαν ὄρθιον ὡς ἐς τριακάδα ποδῶν, ἠμφίεστο δὲ στολὴν ἐξ ὁποίας ὕλης ὅλον τὸ ἰνδαλλόμενον κεχαλκούργητο. ποδήρης δ᾽ ἦν ἡ στολὴ καὶ συμπτυσσομένη πολλαχῇ τῶν μερῶν, ὡς μή τι τοῦ σώματος παραφαίνοιτο, ὅπερ ἡ φύσις περιστέλλειν ἐπέταξε. μίτρα δ᾽ Ἄρεος τὴν ἰξὺν διειληφυῖα ἱκανῶς αὐτὴν περιέσφιγγεν. εἶχε δὲ κἀπὶ τοῖς στέρνοις ὂν ὀρθοτίτθιον ποικίλον αἰγιδῶδες ἐπένδυμα, τῶν ὤμων διεξικνούμενον, τὴν τῆς Γοργόνης τυποῦν κεφαλήν. ὁ δέ γε αὐχὴν ἀχίτων ὢν καὶ πρὸς τὸ δολιχόδειρον ἐκτεινόμενος ἄμαχον εἰς ἡδονὴν θέαμα ἦν. τοσοῦτον δ᾽ ὁ χαλκὸς πρὸς τὴν ἑκάστου μίμησιν πειθήνιος ὑπηλλάττετο, ὥστε καὶ τὰ χείλη δόξαν παρεῖχον, ὡς εἰ προσμενεῖ τις, μείλιχον φωνὴν ἐνωτίσεται. καὶ φλεβῶν δὲ διεκτάσεις ὑπεκρίνοντο καὶ ὡς ὑγρὸν ὅλον τὸ σῶμα ἐν οἷς ἔδει περιεκλᾶτο καὶ ζωῆς ἀπέχον μετεῖχεν ὡς ζῶν ἀνθηρότητος, τοὺς ὀφθαλμοὺς ἱμέρῳ παντὶ ῥεόμενον. ἵππουρις δ᾽ ἐπικειμένη τῇ κεφαλῇ δεινὸν καθύπερθεν ἔνευεν. ἡ δὲ κόμη ἐς πλέγμα συνεστραμμένη καὶ δεσμουμένη ὄπισθεν, ὅση κέχυτο ἐκ μετώπων, τρυφή τις ἦν ὀφθαλμῶν, μὴ ἐπίπαν τῷ κράνει συνεχομένη, ἀλλά τι καὶ παρεμφαίνουσα τοῦ πλοχμοῦ.

τῶν δὲ χειρῶν ἡ μὲν λαιὰ τὰ συνεπτυγμένα τῆς ἐσθῆτος ἀνέστελλε, θατέρα δ᾽ ἐκτεινομένη πρὸς κλίμα τὸ νότιον εἶχε καὶ τὴν κεφαλὴν ἠρέμα ἐγκλινομένην ἐκεῖ καὶ τὰς τῶν ὀφθαλμῶν ἐπ᾽ ἴσης τεινομένας βολάς· ὅθεν οἱ μηδὲ τὰς θέσεις τῶν περάτων ὁπωσοῦν ἐπιστάμενοι ἐς ἑσπέραν ἀφορᾶν τὸ ἄγαλμα διετείνοντο καὶ οἷον ἐπισπᾶσθαι χειρὶ τὰ ἐκ δυσμόθεν στρατεύματα, κακῶς κρίνοντες καὶ μὴ πρὸς ἔννοιαν ὀρθὴν τοῖς ὁρατοῖς ἐπιβάλλοντες.

Οἱ μὲν οὖν μετὰ τοιούτων κινημάτων τῆς διανοίας τὸ τῆς Ἀθηνᾶς συνέτριψαν ἄγαλμα, ἢ μᾶλλον τοῖς χείροσιν ἀεὶ προβαίνοντες καὶ καθ᾽ ἑαυτῶν ὁπλῖται γινόμενοι τὴν ἀνδρείας καὶ φρονήσεως ἐπιστάτιν κἀν τοῖς τύποις αὐτοῖς ἀπεώσαντο. οἱ δὲ βασιλεῖς μηδὲν ὅτι μὴ τὴν συλλογὴν τῶν χρημάτων ἔργον ἀσχολίας πάσης εἶχον ἀνώτερον, ἐπεὶ μηδὲ κόρος ἦν παρὰ τοῖς λαμβάνουσι λήψεως, ἀλλ᾽ ὅσον αἱ δόσεις προύβαινον, τοσοῦτον ἐνήκμαζε τὸ φιλόχρυσον. ἀμέλει κἀκ τῶν πολιτῶν φόρων ὠδίνοντο συλλογαί. τούτου δὲ μὴ ὁμαλῶς προχωροῦντος (ὁ γὰρ λεώς, ὅσα καὶ πέλαγος ἀχανὲς καὶ ἀόριστον ἀνέμῳ, τοῖς μὴ θυμήρεσι διαρριπιζόμενον ἐπέφρισσεν εἰς ἀπόστασιν), τῆς μὲν προθέσεως ταύτης ἀπέστησαν, τοῖς δὲ ζαπλούτοις ἐπιλέγδην, ὡς ὑπέβαλλεν ἡ φήμη, ἐπιφυόμενοι ἤμελγον οὐχ ὅσον ἔδει καὶ ὡς ἔσται βούτυρον, ἀλλ᾽ ὅπως ἡ Λατινικὴ γαληνιάσειε βούπεινα. καὶ τὰ χρύσεα δὲ τοῦ Μεγίστου Νεὼ ἔπιπλα βαρυτάλαντα ὄντα καὶ λυχνίαι σὺν αὐτοῖς αἱ ἀργύρεοι, ἀφαιρούμεναι καὶ παραδιδόμεναι πυρί, πρὸς βρῶσιν ἀτεχνῶς προυβέβληντο τοῖς κυσὶ καὶ μῖξις ἦν τῶν ἀμίκτων ἀνόσιος.

Ἀλλὰ καὶ τούτων οὕτω γινομένων καὶ προδήλως ἀνομουμένων οὐδὲν ἐπεραίνετο. ἠβούλοντο γὰρ οἱ τῶν χρημάτων εἰσπράκτορες, τῆς τῶν Ῥωμαίων εὐηθείας κατατρυφῶντες καὶ τῆς τῶν κρατούντων ἠλιθιότητος καταπαίζοντες, τοὺς μὲν τὰς τιμίας ὕλας ἀποφορτίζεσθαι παρ᾽ αὐτοῖς, τοὺς δὲ παρεστάναι ἀχθοφοροῦντας, ἄλλους προσιέναι χρυσαγωγούς, ἐνίους ἐνσκευάζεσθαι πρὸς τὴν ἄφιξιν, καὶ τοῦτο δρᾶσθαι διὰ παντός. ὅθεν τοῖς περὶ τὴν μεγαλόπολιν τρυφηλοῖς χωρίοις καὶ τοῖς ἐν Προποντίδι ἱεροῖς τεμένεσι τοῖς τε λαμπροτάτοις οἰκοπέδοις τῶν βασιλέων παραλλὰξ οἱ στρατηγοὶ ἐφιστάμενοι, καὶ παρὰ θάτερον ἅτερος ὁπλιζόμενοι, ἐσκύλευόν τε τὰ ἐνόντα καὶ αὐτὰ πυρὶ παρεδίδοσαν, φειδόμενοι μηδενὸς παραλίου οἰκοδομήματος οἱ τοῦ καλοῦ ἀνέραστοι κηρεσιφόρητοι βάρβαροι.

Πλεῖστα δὲ κἀν ταῖς ᾐόσι τῆς πόλεως ἐπιπλέοντες συνίστων πόλεμον. καὶ ἦν ἡ νίκη ἀμοιβαδὸν ἐπιμειδιῶσα καὶ Ῥωμαίοις καὶ μὴ τιθεῖσα πάντῃ τὰ τῶν ἐναντίων ἀπρόσμαχα. ὁπόθεν καὶ τὸ δημῶδες τῆς πόλεως ἀνδριζόμενοι ἐνέκειντο τὸν βασιλέα αἰτούμενοι συνάρασθαι σφίσι μετὰ στρατεύματος κατὰ τῆς τῶν πολεμίων ἀντιμαχήσεως, πιστοῖς οὖσι καὶ πατριώταις, εἴπερ μὴ χείλεσι μὲν Ῥωμαίοις προστίθεται, τῇ δὲ καρδίᾳ Λατίνοις προσνένευκεν. ἦσαν δὲ αἱ ἐπαγγελίαι πρὸς μηδὲν ἀνύσιμον προϊοῦσαι· ὅ τε γὰρ Ἀλέξιος ὡπλίσθαι κατὰ Λατίνων μὴ πεφυκὸς ᾤετο καὶ ἀσύμφορον καὶ ὁ τούτου πατὴρ Ἰσαάκιος εἰσῆγε παραίφασιν κενοφωνεῖν τοὺς ἐκ τριόδων ἐᾶν, τοὺς δ᾽ αὐτὸν καταγαγόντας εἰς τὴν πατρίδα τιμῆς τῆς ἀνωτάτω καταξιοῦν. ταῖς δὲ γνώμαις ταύταις προσέρρεπον καὶ τὰ τοῦ βασιλείου γένους ἐγκαταλείμματα, ἥλικες ἥλικα τέρποντες τὸν Ἀλέξιον. ἔνιοι δὲ καὶ τοῖς Λατίνοις εἰς ἑταίρους ἀνακραθέντες ὡς ἑώλους ὕθλους τὰς τῶν πολιτῶν ἐντεύξεις παρέτρεχον, τὸν τῶν Λατίνων ἐκτρεπόμενοι πόλεμον ὡς οὐδὲ λέοντα βρυχητίαν ἐλάφων στρατόπεδον.

Μόνος δ᾽ ἐκ πάντων ὁ Δούκας Ἀλέξιος, ὃς ἐκ τοῦ συνεσπάσθαι τὰς ὀφρῦς καὶ οἷον τοῖς ὀφθαλμοῖς ἐπικρέμασθαι πρὸς τῶν συνεφήβων ἐπωνομάζετο Μούρτζουφλος, πλὴν καὶ οὗτος βασιλειῶν καὶ τὴν τῶν πολιτῶν ἐπιτεχνώμενος εὔνοιαν, τὸν κατ᾽ αὐτῶν ἀπεθάρρει πόλεμον, ἀρετῆς τε ὡς μάλιστα ποιούμενος ἔνδειξιν περὶ τὸν λεγόμενον Τρυπητὸν λίθον καὶ τὴν ἐκεῖσε περιαγομένην ἁψῖδα τοῖς δυσμενέσι συμπλέκεται. μηδενὸς δὲ τῶν παρεστώτων ὁμοφύλων ἡγεμόνων, δόξαν οὕτω βασιλεῖ, ἐπαρήξαντος μικροῦ συνείληπτο ἄν· ὅ τε γὰρ ἵππος ἐπὶ γόνυ ὤκλασεν, ᾧ ἐπεκάθητο, καὶ πᾶσα ἡ ξυμβολὴ πρὸς ἕνα ἀπεκρίθη πολέμαρχον, εἰ μὴ τοξότις νεολαία τῆς πόλεως τὰ δυνατὰ παρατυχοῦσα ἐπήμυνε.

Τὸ τοίνυν λαῶδες τῆς πόλεως μηδένα τῆς ἐπὶ Λατίνους ξιφουλκίας συναγωνιστὴν εὑρίσκον καὶ σύμμαχον εἰς ἀποστασίαν οἰδαίνειν ἤρξατο καὶ ὡς λέβης ἐκ πυρὸς κατὰ τῶν κρατούντων ἀτμοὺς ἀνιέναι ὕβρεων καὶ τὴν πάλαι ὕφαλόν τε καὶ ἄγνωστον γνώμην ἐκζέειν πρὸς φῶς. ἦγε μὲν οὖν τότε πέμπτην καὶ εἰκοστὴν ὁ Ἰαννουάριος μὴν τῆς ἑβδόμης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ δωδεκάτου ἔτους· συνδρομῆς δ᾽ ὅτι πλείστης ἐς τὸν Μέγαν γινομένης Νεὼν ἠναγκάζετο καὶ ἡ σύγκλητος ἥ τε τῶν ἀρχιερέων ὁμήγυρις καὶ οἱ τοῦ βήματος λόγιμοι συνελθεῖν ἐκεῖσε καὶ συνδιασκέψασθαί σφισι περὶ τοῦ ἄρξοντος. περὶ τῶν προκειμένων τοίνυν τὸ παριστάμενον εἰπεῖν λιπαρούμενοι, ἐκ μὲν τοῦ εὐθέος ἐπιθέσθαι τοῖς βασιλεῦσι καὶ χειροτονεῖν ἕτερον εἰς ἀρχήν, οὐδὲ τὴν ἀρχὴν ὅλως ἐδοκιμάζομεν ὑποθέσθαι τοῖς συνιοῦσι· καλῶς γὰρ ᾔδειμεν ὡς τὸ μεῖον ὁ προβληθεὶς ἀποίσεται τῇ τε ἄλλῃ καὶ ὅτι τῶν Λατίνων οἱ στρατηγοὶ ἀμφοτέραις καὶ πάλιν ἀνθέξονταί τε τοῦ Ἀλεξίου καὶ περιέξονται. οἱ δὲ λαοὶ χρῆμά τι ὄντες ἀφελὲς καὶ εὐρίπιστον καὶ πλέον τοῦ θεληματαίνειν οὐδὲν ἐπιστάμενοι οὐκέτ᾽ ἔφασκον ὑπ᾽ Ἀγγέλων βούλεσθαι βασιλεύεσθαι, καὶ ὡς οὐκ ἄλλως ὁ σύλλογος ἐκεῖνος διαλυθήσεται, εἰ μή τις τῶν πραγμάτων προστήσεται θυμήρης αὐτοῖς.

Πείρᾳ τοίνυν γνόντες τὸ τῶν ἀνδρῶν ἀμετάθετον ἡσυχάζομεν, ἑαυτοὺς ταλανίζοντες, καὶ πολλὰ τῶν παρειῶν κατελείβομεν δάκρυα, τὸ μέλλον, ὡς εἰκός, προορώμενοι. οἱ δὲ τὸν ἄρξοντα ἐπιμελῶς ἀνεδίφων, καὶ νῦν μὲν τόνδε, νῦν δ᾽ ἐκεῖνον ἐκ τῆς εὐγενοῦς φυταλιᾶς ηὐτοσχεδίαζον αὐτοκράτορα. τέλος δ᾽ ἀπειρηκότες τοῖς ὅλοις τοὺς ὀχλαρχικοὺς καὶ δημοκόπους, ἐνίους δὲ καὶ τοῦ καθ᾽ ἡμᾶς τάγματος στεφηφορήσειν ἀνέπειθον. φεῦ φεῦ, τί τοῦ τότε πειρατηρίου θυμαλγέστερον ἢ ἀχθεινότερον, ἢ τῆς τῶν συνειλεγμένων ἀβελτηρίας γελοιωδέστερόν τε καὶ ἀλογώτερον; τὸ γὰρ “ἱμάτιον ἔχεις· γενοῦ ἡμῶν ἀρχηγὸς„ ἦν ὁρᾶν ἀτεχνῶς περαινόμενον. μόλις δὲ καὶ τρίτης ἡμέρας παριππευσάσης νεανίσκον τινὰ συλλαβόντες Νικόλαον τὴν κλῆσιν, Κανναβὸν τὴν ἐπίκλησιν, εἰς βασιλέα χρίουσιν ἄκοντα.

Ὡς δ᾽ Ἀλεξίῳ ταῦτα ἠνώτιστο τῷ ἀνάσσοντι (ὁ γὰρ Ἰσαάκιος ἔκειτο πνέων τὰ λοίσθια, τῶν μακρῶν ἐκείνων προαγγελμάτων τῆς μοναρχίας φρούδων ἐληλεγμένων καὶ ὡς κλινεγέρτου ἀποπτάντων ἐνυπνίου), μετάκλητος τίθεται ὑπ᾽ αὐτοῦ ὁ Βονιφάτιος μαρκέσιος, καὶ περὶ τῶν ἐνεστώτων ἄμφω σκεψάμενοι δεῖν ἔγνωσαν δυνάμεις Λατινικὰς εἰσενεχθῆναι τοῖς παλατίοις, δι᾽ ὧν ἀπόβλητος ἐσεῖται ὁ δημοπρόβλητος καὶ ὁ τοῦτον ἀρχαιρεσιάσας λεώς.

Ὡς δ᾽ ἦν τὰ ἐσκεμμένα ταῦτα πεφωραμένα, τὸν καιρὸν ἁρπάσας ὁ Δούκας ὡς πρὸς ἣν ὤδινεν ἀποστασίαν ἁρμόδιον σὺν τῶν ἐκ τοῦ γένους συχνοῖς καὶ τὸν ἐπὶ τῶν ἀρχικῶν χρυσώνων ὑποποιεῖται θλαδίαν, ἁλωτὸν ἀνθρώπιον τιμῶν ἀναβάσεσι καὶ εὐχείρωτον λήμμασιν. ὁ δὲ τοὺς πελεκυφόρους ἐκκλησιάσας καί σφισι κοινωσάμενος τὴν βασιλέως πρόθεσιν ἐκεῖνα φιλητέα τίθησι κρίνοντας, ὅσα οἱ βουλητέα καὶ Ῥωμαίοις ἀσπάσια. κἀντεῦθεν ἡ τοῦ βασιλέως ὧδέ πως δραματουργεῖται καθαίρεσις.

Πρόσεισιν ὁ Δούκας τῷ βασιλεῖ τῆς νυκτὸς ἀωρὶ (ἐπῳκείωτο γὰρ ὑπὲρ ἅπαντας τιμηθεὶς πρωτοβεστιάριος καὶ τὰ τοῖς πολλοῖς ἑτερόχρωμα καθυποδούμενος πέδιλα) καί φησι περιπαθῶς ὡς οἱ τοῦ αἵματος ἐκείνῳ, ἀλλὰ δὴ καὶ πλεῖστοι τῶν ἀνωνύμων, πρὸ δὲ πάντων τὸ πελέκεσιν ὁπλιζόμενον βάρβαρον πάρεισιν ἐπὶ θύραις ὁρμαῖς μανιώδεσιν, αὐτοχειρὶ αὐτὸν διασπάσοντες ὡς ἤδη τοῖς Λατίνοις ἐκφανθέντα ὁμόνοα καὶ τῆς αὐτῶν ἐξηρτημένον φιλίας. ὁ δὲ πρὸς τὴν ἀκοὴν ταύτην μορμολυχθεὶς καὶ δειχθεὶς ἔκθαμβος ὑποθέσθαι οἱ τὸ πραχθησόμενον λιπαρεῖ. περισχὼν τοίνυν τὸν βασιλέα τῷ κατακεχυμένῳ μέχρι ποδῶν καὶ πλατεῖ ἐπενδύτῃ τοῦ σώματος συνέξεισιν ἐκείνῳ καὶ ἄπεισι δι᾽ ἀφανοῦς τοῖς πλείστοις πυλίδος ἐς τὸ σκήνωμα, ὃ δὴ τῶν βασιλείων εἶχεν ἐντός, ὡς δῆθεν αὐτὸν ῥυσόμενος.

Καὶ βασιλεὺς μὲν ἐπὶ τοῖς οὕτω δρωμένοις μικροῦ καὶ χάριτας ὡμολόγει τῷ Δούκᾳ καὶ τὰ τοῦ Δαυὶδ ὑπέψαλλεν ἄντικρυς ἐπ᾽ αὐτῷ “ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου· ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ.„ ὁ δὲ καθ᾽ ἕτερα ψαλτῳδήματα τοῦ Δαυίδ, ἅ φασι “χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά„ καὶ “ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ᾽ ὀργὴν δόλους διελογίζοντο,„ ταῦτα ἦν μετιών. καὶ παραχρῆμα ὁ μὲν σιδήρῳ τοὺς πόδας ἀσφαλισθεὶς καὶ παραρριφεὶς δεινοτάτῃ παρὰ πάσας εἱρκτῇ ἔθετο οὕτω σκότος ἀποκρυβὴν αὐτοῦ, ὁ δὲ τοῖς βασιλικοῖς κοσμεῖται συμβόλοις.

Τὰ δ᾽ ἐπὶ τούτοις οἱ μὲν τῷ Δούκᾳ προσρύονται καὶ τὰς εἰωθυίας τῷ αὐτοκράτορι προσρήσεις ἀποδιδόασιν, οἱ δὲ τῷ καθημένῳ ἐπὶ νεὼ προσνεύουσι Κανναβῷ, ἀνδρὶ τὸ ἦθος μειλίχῳ καὶ δεξιῷ τὴν γνώμην καὶ στρατηγικῷ τὰ πολέμια. ἐπεὶ δὲ τὰ χείρω ἐπικρατέστερα παρὰ τοῖς Κωνσταντινουπολίταις καὶ μάλιστα (φιλτέρα γὰρ ὑπὲρ τοὺς ὁμογενεῖς ἡ ἀλήθεια), ὁ μὲν Δούκας ἐκραταιοῦτο καὶ ηὔξανεν, ὁ δὲ Κανναβὸς ἀμαυρουμένην εἶχε τὴν αἴγλην κατὰ σελήνην λειψίφωτον. χειροῦται δὲ καὶ πρὸς τῶν ὁπλοφόρων τοῦ Δούκα οὐκ εἰς μακρὸν καὶ εἱρκτῇ παραδίδοται, πρὸς οὐδὲν ἐπαρκέσαντος αὐτῷ τοῦ βασιλευτοῦ λεώ, ἀλλὰ πάντων διασπαρέντων εὐθὺς μετὰ τὴν ἀνάρρησιν.

Τῷ δὲ βασιλεῖ Ἀλεξίῳ δὶς μὲν προύτεινεν ὁ Δούκας ζωῆς κατευνάστριαν κύλικα· ὡς δ᾽ ἦν ὁ μεῖραξ τοῦ φαρμάκου νεανικώτερος ἀντιδότοις χρώμενος λάθρᾳ, δι᾽ ἀγχόνης τὸν τῆς ζωῆς ἐκείνῳ μίτον ἐκτέμνει, ἢ καὶ οὕτως εἰπεῖν, διὰ στενῆς καὶ τεθλιμμένης τῆσδε πορείας τὴν ψυχὴν ἐκείνῳ ἐκθλίβει καὶ ἐς αὐτὸ τοῦ ᾅδου ἐκπυρηνίζει τὸ πέταυρον, βασιλεύσαντι μῆνας ἓξ σὺν ἡμέραις ὀκτώ.