Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Χρονικὴ διήγησις

Νικήτας Χωνιάτης

Βασιλεία Αλεξίου Γ' Αγγέλου: Η έλευση των Σταυροφόρων και η πολιορκία της Κωνσταντινούπολης

Οι επιθέσεις των Βλάχων στα Βαλκάνια, η άφιξη της τέταρτης σταυροφορίας, η αποτυχημένη άμυνα της Κωνσταντινούπολης και η φυγή του Αλεξίου Γ'.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 14 από 18

ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΑΛΕΞΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ Καὶ τῇδε μὲν καὶ ταῦτα συμβέβηκε· βασιλεὺς δ᾽ ἀπάρας ἐκ τῶν Κυψέλλων τῇ Θεσσαλονίκῃ ἐφίσταται, κἀκεῖθεν ἀναστὰς κατὰ τοῦ Χρύσου ὁρμᾷ. οὗτος γὰρ τὴν Στρούμμιτζαν ἰδιωσάμενος καὶ φρούριόν τι ἀπολαβὼν λεγόμενον Πρόσακον εἰς τυραννεῖον ἑαυτῷ κατεσκεύασε, κρατύνας παντοίως τὸ ἔρυμα, ὅπερ ἡ μὲν φύσις ἀρχῆθεν φιλοτίμως ἐξεῦρέ τε καὶ ἀνέδωκε· πέτραι γάρ εἰσιν ἀπορρῶγες δισχιδεῖς, συνεπτυγμέναι ἀλλήλαις, μία δ᾽ ἐς αὐτάς ἐστιν ἄνοδος στενὴ καὶ βίαιος καὶ ἀμφίκρημνος, ἡ δὲ λοιπὴ περίμετρος τῶν πετρῶν αἰγίλιψ ἅπασα καὶ ἀπρόσβατος, καὶ ποταμὸς βαθυδίνης ὁ Ἀξειὸς ἀμφιπερικλώμενος ἐπιτειχίζει ταύτας παραλογώτερον· ἐλθοῦσα δ᾽ ἐς ὕστερον ἡ τέχνη ἀνθαμιλλήτρια τῇ φύσει ἀναλώτους αὐτὰς μικροῦ ἐτεκτήνατο· τείχει γὰρ ἀρραγεῖ διειληφυῖα κατὰ τὴν ἐνδοθεῖσαν ἄνοδον ὑπερφυὲς τετέλεκεν ὁρμητήριον.

Ἀλλὰ τὸ τοιοῦτον ἔρυμα τὸν Πρόσακον Ῥωμαῖοι μὲν πάλαι παρεῖδον, Βουλγάρων ἀφροντιστοῦντες, καὶ κατέλιπον ἔρημον, ὁ δὲ Χρύσος ἐπιποιήσας εἶχε κατὰ Ῥωμαίων ἀπρόσμαχον οἰκητήριον, πᾶν ὅτιπερ ὅπλοις τρόφιμον ἐγγενὲς ἐκεῖσε συνηλικὼς ἀφετήριά τε ὄργανα περιστήσας καὶ τὰ πρὸς τὸ ζῆν ἐνθέμενος ἄφθονα, ποίμνιά τε καὶ βουκόλια κατ᾽ ἀγέλας ταῖς ἀκρωνυχίαις ἀνεὶς νέμεσθαι· οὐ γὰρ εὐπερίληπτος ἡ τοῦ φρουρίου τοῦδε περίοδος, ἀλλ᾽ ἐς ὅτι πλεῖστον εὐρύνεται καὶ μηκύνεται καὶ ἄλσεσιν ἐξ ὄμβρων κομᾷ καὶ χωρίοις δρυμώδεσι βέβριθεν, ἑνὸς δέ τινος καλοῦ, καὶ τούτου ἀπαραιτήτου μάλιστα καὶ κρατίστου τὸ φρούριον στέρεται· οὐδὲ γὰρ βραχεῖά τις ὕδατος λιβὰς ἐκεῖ που ἐκδίδωσιν οὐδὲ φρεάτιά εἰσιν ὀρυκτά, ἀλλὰ δεῖ ἐς τὸν ποταμὸν κατιέναι καὶ ὑδρίοις ἀρύσασθαι τὸ ποτόν. τοιούτου τοίνυν ἐρύματος ἐγκρατὴς ὁ Χρύσος γενόμενος πρὸς οὐδὲν ὅτι κατ᾽ αὐτοῦ βασιλεὺς ἔπεισιν ἐτετάρακτο, ἀλλ᾽ ὡς ἀντιταξόμενος ἡτοιμάσατο.

Τοῖς μὲν οὖν ἐν πείρᾳ πολέμων Ῥωμαίοις, εἴ τις που τέως καὶ ὑπολέλειπτο, καὶ οἷς ἡ τῶν ἐκεῖσε θέσις χωρῶν οὐδαμῶς ἠγνόητο δέον ἐκρίνετο καὶ τῷ βασιλεῖ συνεβούλευον παραλλάξαι μὲν τὸν Πρόσακον, μετελθεῖν δὲ τὰ λοιπὰ πολίσματα καὶ τὰς κώμας, ὁπόσαι κατήκοοι Χρύσῳ γεγόνασι, μετὰ δὲ τὴν τούτων χείρωσιν τῷ Προσάκῳ παρεμβαλεῖν· οὕτω γὰρ ἐσεῖσθαι καὶ τὸ στράτευμα εὐθαρσέστερον τὰ εὐχείρωτα καταστρεψάμενον πρότερον καὶ λείαν ἐκεῖθεν περιβαλόμενον, καὶ αὐτὸν δὲ τὸν Χρύσον τῇ βίᾳ τῶν πραγμάτων ἀγχόμενον μεταβουλεύσασθαί τι χρηστότερον, ἐνδόντα τοῦ ἄγαν ἢ καὶ ἀπογνόντα τῶν καθ᾽ αὑτόν. τὸ δέ γε κατὰ τὴν πρώτην ὁρμὴν τοῖς ἀπροσμάχοις εὐθὺς προσβαλεῖν καὶ πρὸς ὄρη διαμιλλᾶσθαι ἀπότομα, μὴ καὶ εἶναι μάταιον ἔλεγον, καὶ ἄλλως ἱδρῶτας ὁρᾶν αἱματόεντας καὶ προκείμενον πόνον πολὺν καὶ φαντάζεσθαι κόρσας ἀναύχενας τῶν μαχουμένων ἀνδρῶν.

Καὶ οἱ μὲν ταῦτα παρῄνουν. ἀντέστησαν δὲ γενναιότερον οἱ μὴ ἐνόρχαι τοῦ βασιλέως πρόκοιτοι, ὧν ἐπρωτίστευεν ὁ Οἰναιώτης Γεώργιος, καὶ τὰ ἐπὶ τῆς θεραπείας λειογένεια μειράκια. οὗτοι γὰρ περιστάντες τὸν βασιλέα παλαιοὶ καὶ πανδέξιοι ἔπεισαν ἐς τὸν Πρόσακον εὐθυώρως ἄγειν τὴν στρατιάν, καὶ κατ᾽ αὐτοῦ τοῦ Χρύσου ἀντία τὰ ὅπλα φέρειν καὶ τὸ δόρυ διαγκωνίζεσθαι, ὡς “εἰ οὗτος ἁλώσεται, οὐκ ἔστιν ὅστις ἐς τὸ ἑξῆς ἀντιστήσεται. καὶ ἄλλως δὲ τί τὸ προσιστάμενον μὴ κατὰ τοῦ καιρίου μέρους αὐτίκα χωρεῖν, ἀλλ᾽ ἐκ περιόδων καὶ κύκλων μετέρχεσθαι τὸ πολέμιον; πρὸς δὲ τούτοις τίς ἂν καὶ ἀνέξεται ὅλως ταῖς βαρβαρικαῖς ταύταις καὶ ἀχαριτώτοις χώραις διατρίβειν ἐπὶ πολὺ δι᾽ οὐδὲν ἢ μικρὸν ὄφελος, τῆς σικύων καὶ τῶν πεπόνων ὥρας ἐφισταμένης καὶ τῶν ἄλλων περκαζόντων ὡραίων τῆς γῆς, οἷς ὑπερβέβριθε Προποντὶς ὅσα καὶ παράδεισος χειρὶ θεοῦ φυτευθείς.

εἴθε ὑπὸ πλάκα Ῥηγίου γενοίμεθα καὶ Ἀφάμειαν θεασαίμεθα, ὅπως προσείποιμεν τὴν ἱερὰν Κωνσταντινούπολιν κἀκεῖθεν ἐς τὰ πρὸ τοῦ Πόντου τρυφερὰ χωρία προσαναπλεύσαιμεν, ἔνθα πραεῖά τις αὔρα βόρειος καὶ ζωογόνος προσβάλλει διὰ παντός, καὶ ἰχθύες νεαλεῖς περισκαίρουσι καὶ δελφῖνες ἥδιστον ἀναθρώσκουσι, λουτρῶν τε χάριτες διαγελῶσιν ἁπανταχῇ καὶ ἀργύρεα πλανώμενα ὕδατα τὸν θεατὴν διαχέουσι, καὶ τὰς ἀκοὰς τῶν δεῦρο κἀκεῖσε περιφοιτώντων ἑστιῶσι κατακηλοῦσαι κωτίλλουσαι χελιδόνες καὶ μελεάζουσαι ἀηδόνες καὶ πᾶν ἕτερον ἄλλῃ καὶ ἄλλῃ τρύζον ἐν ταῖς λόχμαις καὶ τιτυβίζον μουσικὸν πτερόν„.

Ὅλῳ τοίνυν ῥυτῆρι πρὸς τὸν Πρόσακον φέρεται βασιλεύς, εἴπερ ἐς ἴσον αὐτῷ κατέστη τῇ θέᾳ ὁ λόγος. ὅθεν τινὰ μὲν ἐρύματα πάρεργον ὁδοῦ κατεστράφησαν θημωνίαι τε καρπῶν καὶ λήϊα πυροφόρα κατῃθαλώθησαν καὶ παρὰ Περσῶν ἑάλωσαν Βλάχοι δορύκτητοι, οὓς ὁ τῆς πόλεως Ἀγκύρας σατράπης ἐπικούρους ἀπέσταλκε βασιλεῖ· ὅτε καὶ τὸ μὲν περὶ τὴν ὀρθόδοξον πίστιν ὑγιὲς καὶ θερμότερον τὸν βασιλέα Ἀλέξιον ἐξελιπάρησε μὴ συγχωρῆσαι ὅλως τοῖς Τούρκοις οἴκαδε ἀνθρώπους μετενεγκεῖν θεόν, ὃν ἡμεῖς πρεσβεύομεν, σεβομένους, ἵνα μὴ τὴν πίστιν ἄκοντες μεταθέμενοι τὸ θεῖον κατὰ τῶν ἐκδόντων ἐκμήνωσιν, ἀλλὰ τὸ μὲν Βλαχικὸν αἰχμάλωτον ἐς οἰκετικὸν ἀποδοθῆναι Ῥωμαίοις, αὐτοὺς δὲ τοὺς χειρωσαμένους Πέρσας φιλοφρονηθῆναι δεξιώσεσιν ἑτέραις βασιλικαῖς· ὁ δὲ οὐδ᾽ ὅλως τοῖς λεγομένοις ἐπένευσεν.

Ἐπεὶ δὲ καὶ ἐς αὐτὸν ἐφθάκει τὸν Πρόσακον, βαλὼν ἐκεῖ που στρατήγιον ἔγνω τοῦ φρουρίου αὐτίκα πειράσασθαι. καὶ ἦν ἔργα πρὸς Ῥωμαίων τηνικαῦτα τελούμενα κατιδεῖν γέρατος καὶ θαύματος ἄξια· ὑπὲρ γὰρ ἐλπίδας διηγωνίσαντο. οἱ μὲν γὰρ θυρεοῖς καὶ γυμνοῖς φραξάμενοι ξίφεσιν, οἱ δὲ τόξα καὶ βέλη φέροντες περὶ τὰ ἀνάντη τοῦ φρουρίου ἀνερριχῶντο γεώλοφα καὶ τοῖς ἀπὸ τειχῶν καὶ τῆς ἄκρας μαχομένοις ἐπεγχρίπτοντες ἔβαλλον. ἀμέλει καὶ μετὰ κάματον καὶ φόνον πολὺν ἐξέκρουσαν τοὺς βαρβάρους τοῦ προτειχίσματος, ὅπερ προφύλαγμα τῶν ἐκεῖσε πυλῶν ἐπῳκοδόμητο νεωστί. ἦσαν δ᾽ οἳ καὶ διὰ τῶν κρημνωδῶν ἀνιμώμενοι ἀνόδων ἠκροβάτουν ὡς αἴγαγροι, πειρώμενοι γενέσθαι εἴσω τειχῶν καὶ πρὸς αὐτὴν τὴν ἄκραν ἀναδραμεῖν.

Ἀλλ᾽ ὅτε τι διανύσαι ἔργον ᾠήθησαν σωτήριόν τε ἅμα καὶ κάλλιστον τοὺς ἐπὶ τῶν τειχῶν ἀμυνομένους τρεψάμενοι καὶ εἴσω ἐγκλείσαντες, τότε εἰκαίως διαπονούμενοι ἔγνωσαν· αἰτήσαντες γὰρ σκαπάνας εἰς τὴν τῶν περιβόλων καθαίρεσιν οὐδένα εἶχον τὸ αἰτηθὲν ὅπλον προσάγοντα. ἐπιμένοντες δὲ καὶ οὕτω τῷ μόχθῳ καὶ κατὰ τῶν ἐπὶ τῶν βασιλικῶν ὅπλων ἀγανακτοῦντες, χερσί τε καὶ ξίφεσιν ὡς ἀμάλαις χρώμενοι, τοὺς λίθους ἀπέσπων τῆς ἁρμογῆς καὶ τὰ θωράκια καθῄρουν ἀναθορνύμενοι. σχολαίτερον δὲ τοῦ ἔργου προβαίνοντος καὶ αὐτῶν προσπασχόντων κακῶς ἐκ τῶν ἐπικειμένων ἄνωθεν ἀντιπάλων, ὀψὲ καὶ βραδέως ὁ τοῖς ὅπλοις ἐφεστὼς θλαδίας ἀφίκετο σκαπάνας κομίζων εἰς ἕνα ὁρμαθὸν διὰ μηρίνθου συμβεβλημένας. δέον οὖν αὐτίκα καταποντισθῆναι τὸν ἐπίρρητον ἢ γοῦν δυσφόρως καὶ χαλεπῶς ὑπενεγκεῖν τὸ πραχθὲν εἰς βραχεῖαν ἀναψυχὴν τῶν μάχῃ καὶ δίψει καὶ πνίγει κακουχουμένων διὰ τὸν ἐξ ἡλίου καύσωνα, ὁ δὲ μόνῃ ἐπιπλήξει, καὶ ταύτῃ ἀκκισμῷ μετεχούσῃ, καὶ τῇ περιψοφήσει τῶν χειλέων τὸν ἀγανακτοῦντα ὑποκρινάμενος κατέβαλεν οὕτω τὰ τῶν γενναίων ἐκείνων ἀνδρῶν φρονήματα. ἐπὶ δὲ τούτῳ καὶ κλίμακας αἰτησάμενοι, ὅπως δι᾽ αὐτῶν ἐς τὰ ἄνω γένωνται τῶν τειχῶν, οὐδὲ τούτων αὐτίκα ηὐμοίρησαν. ὅθεν μὴ ἐπ᾽ ἀνηνύτοις εἰσέτι μογεῖν ἀνεχόμενοι μετέβησαν ἐκεῖθεν οὐχ ἑκοντί.

Ἐκ τοῦ ἀναμφιλέκτου δ᾽ ἄν, ὡς οἱ τειχομαχούμενοι Βλάχοι διετείνοντο ὕστερον, ἑάλω τὸ φρούριον καὶ ὁ Χρύσος συνείληπτο καὶ Ῥωμαίοις εὔφημον τὸ ἔργον τόδε γεγένητο καὶ πολλῶν ἐσέπειτα καμάτων ἀναίρεσις, εἰ τὰ πρὸς καθαίρεσιν τοῦ τείχους ὄργανα προητοίμαστο καὶ τοῖς κατὰ καιρὸν αἰτουμένοις παρείχετο· νῦν δὲ ἡ τῶν καθηκόντων ἀμέλεια ἢ καὶ θεὸς αὐτὸς (ἀλλ᾽ ἡμῖν ἱλήκοι θεός, εἰ ἐμπλήκτως τοῖς αὐτοῦ ἐπιβάλλομεν κρίμασι) μὴ ἐν τοῖς τότε ἀνθρώποις ἐπευδοκῶν προσέστη τοῖς ἀγωνίσμασι.

Καὶ κατ᾽ ἐκείνην μὲν τὴν ἡμέραν οὕτω Ῥωμαῖοι διημιλλήθησάν τε καὶ διελύθησαν· τὴν δ᾽ ἐπιοῦσαν πρὸς δευτέραν αὖθις ἐξῄεσαν συμπλοκήν, εὗρον δὲ μετὰ φρονήματος καὶ κόμπου τὸ ἀνθιστάμενον ἁμιλλώμενον διὰ τὰ ξυνενεχθέντα χθιζά. ἀλλὰ καὶ τὰ πετροβόλα μηχανήματα, οἷς ἐχρῶντο οἱ βάρβαροι, ἀνῄρουν οὐχὶ βραχεῖς, ἐπιτυχῶς καὶ ἀφ᾽ ὕψους τοὺς λίθους διακοντίζοντα· ἦν γὰρ καὶ ὁ ταῖς τῶν πετρῶν ἀφέσεσιν ἐφεστὼς καὶ τὸν λύγον περιάγων καὶ τὴν σφενδόνην διατιθεὶς ἐν μηχανουργοῖς ἄριστος, Ῥωμαίοις μὲν ἐπὶ μισθῷ τὰ πρῶτα ὑπηρετούμενος, τότε δὲ πρὸς Χρύσον ἀπονοστήσας ἐκ τοῦ μὴ ἔχειν τὸν μισθὸν χορηγούμενον. οὐ μόνον δὲ οἱ ἐκ τῶν ἀφετηρίων ἀποσφενδονούμενοι σφαιρωτοὶ λίθοι κακῶς ἐτίθουν τὸ στράτευμα, ἀλλὰ καὶ οἱ κατὰ πρανοῦς ἐπικυλιόμενοι ἄνωθεν. ἐν πολλοῖς δὲ καὶ τὰ μὴ ἐφικνούμενα σωμάτων ἐκ τῶν μηχανῶν χερμάδια εἰς θάνατον κατῆγον οἷς προσεπέλαζον· ταῖς γὰρ ἀνεστηκυίαις πέτραις προσαρασσόμενα, εἶτα τῇ τοῦ ἀφεικότος βέλους σφοδρότητι πρὸς πλεῖστα διαιρούμενα τμήματα, τῇδέ τε κἀκεῖσε διακριδὸν σκεδαννύμενα θανατηφόρον ἦσαν κακόν.

Καὶ νυκτὸς δὲ λάθρᾳ τοῦ ἐρύματος ἐξιόντες οἱ βάρβαροι τάς τε μηχανὰς διέλυσαν, ἃς ἐπὶ τῶν ἐκεῖσε γηλόφων ἔστησαν οἱ Ῥωμαῖοι, καὶ τὸ νυκτοφυλακοῦν διαθροήσαντες στράτευμα τῇ τοῦ πρωτοβεστιαρίου Ἰωάννου σκηνῇ φεῦγον ἐπικατέλαβον, ὡς καὶ τοῦτον θορυβηθέντα ἐξαναστῆναί τε αὐτίκα τοῦ λέχους, ὡς εἶχε καταδαρθάνων, καὶ δρασμῷ χρήσασθαι ὠρακιῶντα καὶ ὑπὸ δέους παλλόμενον. ἀμέλει καὶ τὰ ἐν τῇ σκηνῇ διελόμενοι, ἐν οἷς ἦν καὶ τὰ βατράχεια τὸ χρῶμα πέδιλα τοῦ πρωτοβεστιαρίου, ὅλην ἐκείνην τὴν νύκτα ἐν μωκείᾳ καὶ γέλωτι τὰ Ῥωμαίων ἐτίθεσαν πράγματα. ἐπὶ δὲ καὶ οἴνων δοχεῖα τυμπανοειδῆ ἐκ λύγων καὶ διάκενα διαχαλῶντες ἄνωθεν ἐξίστων τῷ δούπῳ τὸ στράτευμα, μὴ εἰδὸς ὡς ἐν σκότει τὸ γινόμενον.

Ταύτῃ τοι καὶ βασιλεὺς τὰ κατὰ σκοπὸν οὐχ ὁρῶν περαινόμενα, ἄλλως τε μηδὲ χρονοτριβεῖν ἐκεῖσε προθέμενος, ἐς ξυμβάσεις τρέπεται. τοῦ τε οὖν Προσάκου καὶ τῆς Στρουμμίτζης καὶ τῶν χωρῶν τῶν πέριξ Χρύσῳ ἐξίσταται καὶ μίαν τῶν ἐκ τοῦ γένους συνευνάσαι οἱ συντίθεται, μὴ γυναικὸς σπανίζοντι. ἀμέλει καὶ εἰσιὼν τὸ Βυζάντιον τὴν τοῦ πρωτοστράτορος θυγατέρα τοῦ συνοικοῦντος ἀπέζευξε καὶ τῷ Χρύσῳ ταύτην ἐκπέπομφε, νυμφαγωγὸν ἀναδείξας τὸν σεβαστὸν Κωνσταντῖνον τὸν Ῥαδηνόν. τελεσθέντων δὲ τῶν νυμφευμάτων καὶ τῆς γαμηλίου δαιτὸς παρατεθείσης, ὁ μὲν Χρύσος ἐζωροπότει καὶ ἤσθιε τενθευόμενος, ἡ δὲ γυνὴ τὸν τῶν νεονύμφων αἰδουμένη νόμον ἐγκρατῶς εἶχε τῶν παρακειμένων. ἐπιταχθεῖσα δὲ πρὸς τοῦ νυμφίου συμμετέχειν ἐκείνῳ βρώσεως καὶ μὴ οὕτως αὐτίκα δράσασα εἰς ὀργὴν ἐκμαίνει τὸν ἄνδρα. ἀμέλει καὶ πλεῖστα καθ᾽ ἑαυτὸν ὑποβαρβαρίσας καὶ θυμομαχήσας ἐφ᾽ ἱκανὸν μεθ᾽ ὑπεροψίας ἔφησεν ὕστερον “μὴ φάγῃς μηδὲ πίῃς„ Ἑλληνίδι φωνῇ.

Τότε δὲ καὶ Σκυθῶν ἔφοδος γεγένητο μεγίστη τε καὶ φρικαλεωτέρα τῶν πρότερον· εἰς γὰρ τέσσαρα διαιρεθέντες στρατόπεδα πᾶσαν τὴν Μακεδονίαν ἐπῆλθον, ἀποπειρασάμενοι καὶ πόλεων εὐτειχίστων καὶ κορυφὰς ἐπανιόντες ὀρῶν, ὥστε καὶ τὸ Γάνος τὸ ὄρος διερευνησάμενοι πολλὰ φροντιστήρια ἐσκύλευσαν καὶ μονάζοντας ἀπέκτειναν, μηδενὸς ἐς χεῖρας τολμῶντος ἰέναι διὰ δέος, ὅτι καὶ μετ᾽ ἐλαττόνων ἔμελλον πρὸς πλείους συμπλέκεσθαι καὶ διὰ τοῦτο τῆς ἑαυτῶν ὑπερορᾶν οὐκ εἶχον ψυχῆς.

Ὁ δὲ βασιλεὺς τὰς θυγατέρας ὁρῶν ὀργάδας ἐπὶ λέχος δεύτερον διὰ νεότητα καὶ ὥραν σώματος ἐφυλοκρίνει τοὺς συζευξομένους αὖθις αὐταῖς, ὥστε καὶ δυνάστας ἐθνῶν ἐξελέγετο τὰ τῶν Χριστιανῶν πρεσβεύοντας, οὓς ὡς πολεμίους ἦν δεδιώς. ὀψὲ δὲ τῶν τοιούτων σκεμμάτων μεθαρμοσθεὶς Ῥωμαίοις αὐτὰς ἐκδέδωκε, τὴν μὲν Εἰρήνην συνάψας τῷ Παλαιολόγῳ Ἀλεξίῳ, διαζευχθέντι πρότερον ἥτις ἐννόμως αὐτῷ ἐγινώσκετο ὥρας καὶ γένους εὖ ἔχουσα, τὴν δ᾽ Ἄνναν συνηρμόκει Θεοδώρῳ τῷ Λάσκαρι, νεανίᾳ τολμητίᾳ καὶ ῥαγδαίῳ πρὸς ἔργα πολέμια.

Ἦν δ᾽ ὁ καιρός, καθ᾽ ὃν αὗται γεγόνασιν αἱ συνάφειαι, ἐγγίζων ταῖς ἀπόκρεω, καὶ τοῦ κηδεστοῦ βασιλέως οὔκουν ἐνσχολάσαι προθεμένου σταδιοδρόμων ἵππων ἁμίλλαις, οἱ νεόγαμοι ἐνέκειντο θέατρα ἐξαιτούμενοι. διαιτῶν τοίνυν ὁ βασιλεὺς ἑαυτῷ τε καὶ τοῖς γαμβροῖς εἰς μὲν τὸ μέγα παλάτιον οὐδαμῶς ἀφικνεῖται, οὔτε μὴν ἐσάνεισι τὸ στάδιον, τὰς δ᾽ ἱππικὰς ἄντυγας ἐς τὸ ἐν Βλαχέρναις ἀρχεῖον προστάξας ἐνεχθῆναι σχεδιάζει θέατρον. καὶ δὴ αἱ μὲν φῦσαι τῶν πολυαύλων ὀργάνων κατὰ τὴν ἐκεῖσε αὔλειον εἰς καμπτῆρας διατίθενται, εἰς δ᾽ ἔπαρχον τῆς βασιλίδος διασχηματίζεται πόλεως ἐκτομίας τις· τὸ δὲ ὄνομα ἑκὼν παραδράμοιμι, πλούτῳ δ᾽ ἦν οὗτος περιβριθὴς καὶ μεγίστας χειρίζων ἀρχὰς καὶ τοῖς περὶ τὴν βασίλειον αὐλὴν ἐγγραφόμενος. πλεγμάτιον τοίνυν ἐκ λύγων συγκείμενον, ὅ φησιν ἡ δημώδης φράσις ὄνον ξύλινον, χρυσοπάστῳ σάγῳ ζῳωτῷ ἐς τὸ διαμπερὲς σκεπόμενον διαζωσάμενος τὸ σχέδιον ἐκεῖνο θέατρον εἴσεισιν, ὅτε καὶ ἦν τὸν αὐτὸν ὁρᾶν καὶ ὡς ἀναβάτην μεγαλοπρεπευόμενον καὶ ὡς ἵππον εὐήνια προποδίζοντά τε καὶ χρεμετίζοντα· μετὰ βραχὺ δὲ κατὰ τοὺς πάλαι τῶν δραμάτων ὑποκριτὰς τὸν ἔφιππον ἀποδυσάμενος ἔπαρχον τὸν μαππάριον ὑποκρίνεται. ἦσαν δὲ οἱ τὸν γυμνικὸν ὑποδύντες ἀγῶνα οὐ τῶν ἐξ ἀγορᾶς καὶ τριόδων τινές, ἀλλ᾽ εὐπατρίδαι νεανίαι, πρώτως φύοντες γένειον.

ἐθεᾶτο γοῦν τὰ σκηνικὰ ταῦτα καὶ γελοιώδη παίγνια ὁ βασιλεὺς καὶ ἡ βασιλὶς καὶ ὅσον αὐτοῖς τοῦ γένους ἐπίσημον καὶ τὸ τῆς θεραπείας εὐπαρρησίαστον· τοῖς δ᾽ ἄλλοις πᾶσα πάροδος ἐπικέκλειστο. ἐπεὶ δ᾽ ἐφειστήκει καιρός, καθ᾽ ὃν ἔδει πρὸς τὸ τρέχειν γενέσθαι τοὺς τὸν γυμνικὸν ἐκτελέσοντας δίαυλον, ὁ μὲν ὑποδὺς τὸν μαππάριον εὐνοῦχος, τὴν μέσην εἰληχὼς χώραν, εἰς βραχίονας τὰς χεῖρας ἀνεκάλυψε καὶ τὸ καταντυγῶδες ἀργύρεον κάλυμμα τῇ κεφαλῇ περιθέμενος ἐκ τρίτου ἦν εἰς τὸ θέειν τὰ μειράκια προσκαλούμενος· ἑστὼς δέ τις ἐξόπισθεν νεανίσκος εὐγενής, ἀξιώματι λαμπρῷ περίβλεπτος, τοσαυτάκις αὐτὸν τοῦ ποδὸς τῷ πλατεῖ κατὰ τῶν πυγῶν καὶ τῶν γλουτῶν ἔτυπτεν εἰς ἐξάκουστον, ὁσάκις συνιζάνων ἐκεῖνος τὸ τοῦ δρόμου παρείχετο σύνθημα.

Ἀλλ᾽ οὔπω ἀκριβῶς διηγώνιστο τὰ μειρακιώδη ταῦτα ἀθύρματα, καὶ οἰκτρά τις ἀγγελία τὴν ἐν τούτοις διαδέχεται χαρμονήν. ἡ δὲ ἦν τὸ ἀποστῆναι τὸν Ἰβαγκὸν κατὰ Φιλιππούπολιν. ὡς γὰρ ἄνωθεν εἴπομεν, μετονομασθεὶς ὅδε Ἀλέξιος καὶ γαμβρὸς ἐπὶ θυγατρόπαιδι τῷ βασιλεῖ γεγονὼς καὶ πλείω τῆς δεούσης ἰσχὺν ὑποδὺς στρατηγεῖν εἰλήφει καὶ προεστάναι τῶν τάξεων, αἳ τοῖς ὁμογενέσιν αὐτῷ Βλάχοις περὶ τὴν Φιλίππου ἐπαρχίαν ἀντεκάθηντό τε καὶ ἀντεφέροντο. ἀμέλει καὶ τῶν ἐκεῖσε χωρῶν φανεὶς κύριος ἦγέ τε τὰ πάντα καὶ ἔφερεν, ἀγχίστροφος ὢν καὶ δραστήριος πρὸς ἅπαν σύνδρομον ἔργον τοῖς ἐν τῇ ψυχῇ κινήμασι καὶ βουλεύμασιν. ἤσκει τε εἰς πόλεμον τὸ περὶ αὐτὸν ὁμόφυλον, δωρεαῖς πιαίνων καὶ ὁπλισμοῖς κρατύνων, καὶ φρουρίων ἐρυμνῶν ἀνεγέρσεσι τὰ ἀντικείμενα τῷ Αἵμῳ ὄρη ἀνεπιχείρητα μικροῦ ἀπειργάζετο.

Βασιλεὺς μὲν οὖν ἐπῄνει ταῦτα μανθάνων καὶ δι᾽ αἰδοῦς ἐτίθετο τὸν Ἀλέξιον, πολλαῖς καὶ μεγίσταις φιλοφρονούμενος αὐτὸν δωρεαῖς, ἡδέως τε αὐτοῦ ἤκουε καὶ τὰς αἰτήσεις ἐξεπέραινε ῥᾴδιον. τὰ δὲ παρὰ τοῦ ἀνδρὸς τοῦδε πραττόμενα οἱ περὶ τὸν βασιλέα συνορῶντες καλὰ μὲν ἀπεφαίνοντο εἶναι καὶ ἀρίστως ἔλεγον δρᾶσθαι, οὐ μὴν καὶ ἐπὶ σκοπῷ Ῥωμαίοις συνοίσοντι παρὰ τοῦ πράττοντος γίνεσθαι, ὅθεν καὶ παραίνεσιν εἰσῆγον τῷ αὐτοκράτορι παραλῦσαι τῆς ἀρχῆς τὸν Ἀλέξιον· μηδὲ γὰρ ἂν βάρβαρον ἄνδρα μὴ πάνυ πρώην Ῥωμαίοις πολεμιώτατον ἐς τὴν ἐναντίαν ἐξαίφνης οὕτως μεταπεσεῖν ἀκραιφνῆ διάθεσιν, ὡς φρούρια καὶ πολίχνας ἐν τοῖς ἐπικαίροις νεουργεῖν τόποις καὶ αὔξειν μὲν τὸ ἐμφύλιον αὐτῷ στράτευμα, σμικρύνειν δὲ τὸ Ῥωμαϊκόν, ἐνιαχοῦ δὲ καὶ ὡς δύσχρηστον τιθέναι ἀπόμαχον, εἰ μή τις αὐτῷ ἐνέσπαρτο τοῦ τυραννίδι ἐπιβαλεῖν ἔννοια, ἐπεὶ μηδὲ τά τινων ἐννοήματα φιλεῖ πως ἀεὶ ὡς διὰ πυλῶν τῶν χειλέων ἐκφέρεσθαι, ἀλλ᾽ ἐν πολλοῖς καὶ φωνῆς τρανότερον αἱ πράξεις ὅσα κέκευθεν ἡ φρὴν ἐξαγγέλλουσιν.

Οὐ μὴν εἰς ὦτα ἀκουόντων τὰς σοφὰς ταύτας γνώμας ἦσαν εἰσηγούμενοι· ὁ γὰρ βασιλεὺς ἐχέγγυον εἰς πίστιν τὸν τῆς υἱωνοῦ γάμον καθάπαξ ὑπολαβὼν οὐκ ἔστιν ὅπως ἐπὶ πᾶσιν οὐκ ἀσφαλῆ τὰ πρὸς εὔνοιαν καὶ ἀπρόσκοπον ἔκρινε τὸν Ἀλέξιον, κατευμεγεθούσης, οἶμαι, κἀνταῦθα τῆς κακοποιοῦ δυνάμεως τῆς ἐπὶ τὸ κάταντες ἀεὶ φερούσης τὰ Ῥωμαίων πράγματα. ὡς δ᾽ οὐ πολλῷ ὕστερον εἰς ἔργον τὸ δέος ἐκβέβηκεν, ἐνεὸς ἐπὶ τοῖς ἠκουτισμένοις φανεὶς καὶ μὴ ἔχων, ὅ τι καὶ δράσειεν, ὡς ἀναρραγέντος τοῦδε τοῦ κακοῦ ἀπροόπτως καὶ ὅτε τῶν στρατευμάτων ἐργώδης ἡ συλλογή, ἐν μὲν τῷ παραυτίκα στέλλει πρὸς τὸν ἀποστάτην Ἀλέξιον θλαδίαν τινά, τὰ πρῶτα τῶν ᾠκειωμένων αὐτῷ, ὑπομνήσοντα τοῦτον τῶν συνθηκῶν καὶ τοῦ μηδέν τι πώποτε παθεῖν ἀηδὲς καὶ τῶν ἐλπίδων ἀνάξιον, ἐξ ὅτουπερ αὐτῷ προσκεχώρηκεν· οὐδὲ γὰρ ἦν ἀπογινώσκων τὴν τῆς γνώμης μεταβολήν. τῇ δὲ κατόπιν καὶ οἱ νεόνυμφοι γαμβροὶ τοῦ βασιλέως συνεξῄεσαν μετά γε παντὸς τοῦ οἰκιδίου καὶ συγγενικοῦ πληρώματος.

Ἀφιγμένος οὖν ὁ βέβηλος εὐνοῦχος πρὸς τὸν Ἀλέξιον οὐ μόνον οὐδέν τι πρὸς τὴν ὑπόθεσιν ὡράθη διαπραξάμενος, ἀλλὰ καὶ προσεπέρρωσε μᾶλλον ἐκεῖνον τῇ ἰδίᾳ παρουσίᾳ εἰς ἔργον τὸ ἐν χερσί, προσημάνας τὴν κατ᾽ αὐτοῦ τῶν Ῥωμαίων ὅσον οὐδέπω ἐπέλευσιν καὶ διδάξας οἷς εἴρηκεν ἀποσχέσθαι μὲν τῶν πεδινῶν, ἐπιλαβέσθαι δὲ τῶν ὀρεινῶν, ὡς ἐκεῖνον σώζειν ἐχόντων καὶ τὸ συναποστὰν ὁμόφωνον σύνταγμα. οἱ δὲ περὶ τοὺς γαμβροὺς τοῦ βασιλέως καὶ τὸν πρωτοστράτορα Μανουὴλ τὸν Καμύτζην ἐδίωξαν μὲν ὀπίσω ἱκανῶς τοῦ ἀντάρτου, καὶ ἦν θαυμαστή τις ἡ προθυμία καὶ πρωταγωνιστεῖν ἠβούλοντο ξύμπαντες· τὴν δὲ τοῦ καιροῦ ῥοπὴν ἀπολέσαντες ἐκ τοῦ διασοβηθῆναι τὸ θήραμα τὸ πρόθυμον ἔσχασαν.

Τοῖς μὲν οὖν θερμοτέροις ἐπιδιώκειν καὶ οὕτως ἐδόκει καὶ διερευνᾶν ἐφέποντας οἷ τῶν ὀρέων ἀπέδρα Ἀλέξιος, τοῖς δ᾽ ἀσφαλεστέροις οὐχ ἥνδανεν ὅλως ἀετοῦ ἴχνη ἀναδιφᾶν ἐπιποτωμένου πάγοις καὶ ὄρεσιν, ἢ μεταλλᾶν ἑρπυσμὸν ὄφεως ἐπὶ πέτρας, ἢ ἐκμαίνειν εἰς συμπλοκὴν χαυλιόδοντα μονιὸν πολλάκις τὸ στῆθος εἰς διακόντισιν προτεινάμενον, περιελθεῖν δὲ τὰ πολίχνια, ὁπόσα ἐπεσκεύασέ τε καὶ ἀνήγειρεν ὁ Ἀλέξιος, καὶ θέσθαι βασιλεῖ κατήκοα. καὶ τῆς βουλῆς ταύτης ὡς ἀμείνονος κυρωθείσης, τῷ φρουρίῳ προσβάλλουσιν, ὃ καθ᾽ ὑπόβασιν ὄρους ἐν τόπῳ Κριτζιμῷ λεγομένῳ ἐδομήσατο ὁ Ἀλέξιος· ἔνθα καὶ πλεῖστα Ῥωμαῖοι καμόντες καὶ φιλοκινδύνως ἁμιλλησάμενοι οὐκ ὀλίγους ἄνδρας ἀγαθοὺς ἐν τῷ προσάγειν τῷ τείχει τὰς κλίμακας ἀπεβάλοντο, ὧν ἦν πρώτιστος ὁ Παλαιολόγος Γεώργιος. ὀψὲ δ᾽ ἐξελόντες τὸ ἔρυμα καὶ ἕτερα πολισμάτια ἐπὶ τῷδε συναφῶς ἐχειρώσαντο, πῇ μὲν μεθ᾽ αἵματος, πῇ δὲ καὶ ὁμολογίᾳ τούτων περιγινόμενοι.

Εὐμήχανος δ᾽ ὢν ὁ Ἀλέξιος καὶ πολύχους εἰς ἔργα πολέμια ἄλλα τε πλεῖστα κατὰ Ῥωμαίων ἔργα στρατηγικῆς ἐμπειρίας πλήρη μαχόμενος ἐπεδείξατο, τέλος δὲ καὶ τοιόνδε τι μεθόδευμα μετιὼν δεξιώτατον σὺν ἄλλοις καὶ αὐτὸν χειροῦται τὸν πρωτοστράτορα. πλεῖστα γὰρ ὅσα τῶν ἀγελαίων ζώων ἐκ τῶν περιωπῶν εἰς τὸ πεδίον μετενεγκών, καὶ ταῦτα παραδοὺς τοῖς πρὸς Αἷμον ἀπάξουσιν ὁμοφύλοις μετὰ καὶ μοίρας αἰχμαλώτων Ῥωμαίων ὥσπερ τι σκύλων ἀφαίρεμα καὶ ἀπόδασμα τῷ ἄρχοντι τῆς Ζαγορᾶς Ἰωάννῃ καὶ χάριν ἀμοιβὸν ἐσόμενα, ἐπεὶ καὶ σπεισάμενος Ἀλεξίῳ ἐκεῖνος κατὰ Ῥωμαίων διαθήκας διέθετο, λόχους ἔκτοτε ὑποκαθίσας Ῥωμαίους ἐπάλευεν· ᾔδει γὰρ τὸ ἁρπαλέον καὶ πρὸς κέρδος ἑτοιμοτρεχὲς τῶν ἀνδρῶν, οὐδ᾽ ἦν ἀγνοῶν ὡς αὐτίκα μάλα τοῖς φιλικοῖς ἐντυχόντες σφίσι Ῥωμαῖοι τὰς ψυχὰς αὐτοῖς ἐπιθήσουσιν ἐξερεθισθέντες καὶ μηδένα λόγον τῆς σωτηρίας ἑαυτῶν ποιησάμεοι. ἀμέλει καὶ εἶχε Ῥωμαίους μετὰ μικρὸν αὐτὰ ταῦτα διαπραττομένους, ὁπόσα ἔστρεφε κατὰ νοῦν. ὁ γὰρ δὴ πρωτοστράτωρ ἅμα τῇ ἀκοῇ τῶν δρωμένων ἐκ τοῦ Βατραχοκάστρου ἀπάρας, ἔνθα ἦν σκηνούμενος, ἐς τὸ Βακτούνιον παραγίνεται. καὶ τῷ φαινομένῳ προσσχών, τὸ δὲ σόφισμα τοῦ Ἀλεξίου παραδραμών, τὰ ἐν ὀφθαλμοῖς σκυλεύειν διαφῆκε τὸ στράτευμα, καὶ αὐτὸς δὲ μὴ πολεμιστηρίῳ ἵππῳ ἔποχος ὢν ἐπιπαριὼν ἐθεᾶτο τὰ δρώμενα.

ἐκ δὲ τούτου τῶν λόχων ἀνακύψας Ἀλέξιος ὡς ἐς κύκλωμα τὸν πρωτοστράτορα περίεισι καὶ ὥσπερ ἀμφίβληστρον ἢ σαγήνην τὸ περὶ αὐτὸν ἐκτείνας ὁπλιτικὸν 〈τοὺς μετ᾽ αὐτοῦ ἔκτεινεν〉 αὐτόν τε τὸν στρατηγοῦντα ζωγρεῖ. καὶ τὸ κλέμμα τοῦτο τοῦ ἀποστάτου καὶ διανόημα τὴν μὲν περιλειφθεῖσαν Ῥωμαϊκὴν στρατιὰν ἐξενεύρισε τέλεον, τὸ δ᾽ ἀποστατικὸν ἐπέρρωσε πλήρωμα.

Οὐκέτι γοῦν ηὐχρήστουν Ῥωμαῖοι ἢ γοῦν ἀπεθάρρουν ἀντιμέτωποι στῆναι τῷ Ἀλεξίῳ κατὰ μάχην ἀγχώμαλον, ἀλλὰ περὶ τὴν Φιλίππου στρεφόμενοι ἠγάπων, εἰ μὴ καὶ ταύτην Ἀλέξιος παραστήσεται. ὁ δὲ πρὸς τὸ δοκοῦν οἱ καταστησάμενος ὅσα πολισμάτιά τε καὶ φρούρια εἰς ὀρῶν ὑπερβολὰς ἀνεστήκασιν ἀντικαθήμενα τῷ Αἵμῳ καὶ ἀνθυψούμενα καὶ ταῖς δυσχωρίαις οὐχ ἧττον φιλοτιμούμενα, οὐδὲ τὰ λοιπὰ μένειν ἐπὶ χώρας κατέλιπεν, ἀλλ᾽ ἦν ὑπονοθεύων καὶ ἀφιστῶν Ῥωμαίων ὁπόσα ἐς Μοσυνόπολιν ἐπινένευκε μέχρι Ξανθείας αὐτῆς καὶ πρὸς ὄρος τὸ Πάγγαιον ὡς ἐπ᾽ Ἄβδηρα παρατείνουσιν. ἀμέλει καὶ τὸ θέμα τῶν Σμολένων ὑπεποιήσατο καὶ τὰ ὅμορα ἐπενέμετο κατὰ καχέκτημα διαδόσιμον, ἐξαιρῶν μὲν Ῥωμαίους καὶ ἀναιρῶν, ἀπ᾽ ἐνίων δὲ καὶ λύτρα διαλαμβάνων, τοὺς δ᾽ ὁμογενεῖς ἐκείνῳ προστιθεμένους ἑκόντας ἐπὶ τῶν σφετέρων μένειν ἐῶν.

Καὶ ὁ μὲν ἐμπλατυνόμενος ἦν ἀεὶ καὶ μακρῷ κακίων τῶν πρώην ἀποστατῶν, ἐπεὶ καὶ ἐς τοσοῦτον ὠμότητος ἤλασεν, ἣν ἀνδρείαν οἱ πλεῖστοι τῶν βαρβάρων οἴονται, ὡς τοὺς ἐν πολέμῳ ζωγρουμένους Ῥωμαίους κατὰ πότον μελιστὶ διαιρεῖν. ὁ δὲ βασιλεύς, ὡς ἐξ ὧν ἔδρασε καθυπέδειξεν, ἕρμαιόν τε καὶ χάριεν καὶ κάλλιστον τύχης βράβευμα τὴν τοῦ πρωτοστράτορος ᾠήθη κατάσχεσιν· ὅθεν τῇ τοῦ ἀνδρὸς ἐπιθέμενος οὐσίᾳ, ῥυηφενεῖ καὶ τυραννικῇ ἄντικρυς οὔσῃ, καὶ μηδὲν αὐτῆς ἀναψηλάφητον ἢ ἀνεξερεύνητον ἀφεικώς, ἀλλὰ καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν ὑποδικάσας φρουρᾷ, οὐκ οἶδ᾽ ὅ τι δοκοῦν, ἔαρος ὑπολήγοντος ἔξεισι καὶ ἄπεισιν εἰς τὰ Κύψελλα.

Ὅτε καὶ τὸ περὶ τῶν θείων μυστηρίων ἀνακαλυφθὲν δόγμα πρὸς μοίρας ἐναντίας διέστησε τὸ Χριστώνυμον καὶ λαμπρῶς ἐπ᾽ ἀγορᾶς καὶ τριόδων παρὰ τοῦ βουλομένου παντὸς τὰ τῆς τιμῆς ὁμοῦ καὶ σιγῆς ἐξεφαυλίζετο ἄξια. μετὰ γὰρ τὸν Ξιφιλῖνον Γεώργιον, ὃς ἔτεσιν ἑπτὰ τὴν ἐκκλησίαν διεκυβέρνησεν, ὁ Καματηρὸς Ἰωάννης τὸν πατριαρχικὸν εἴληφε θρόνον, καὶ δέον τὸ ἐπὶ Ξιφιλίνου ἀρξάμενον ὑπολαλεῖσθαι καὶ φύεσθαι δόγμα πρόρριζον ἐκτεμεῖν καὶ καθυποβαλεῖν μὲν ἀναθέματι τὸν γεννήτορα τούτου τὸν ψευδομόναχον Σικιδίτην ὡς αἱρεσιάρχην καὶ νέα ἐπεισάγοντα δόγματα, τοὺς δ᾽ ἄλλους ἐχεμυθεῖν πεῖσαι τῷ καθ᾽ ἑαυτὸν ὑποδείγματι, ὡς εἶναι τὸ μυστήριον αὖθις μυστήριον, ὁ δὲ λογικαῖς μεθόδοις ἐχρῆτο καὶ ἀποδείξεσι βιαζομέναις εἰς συγκατάθεσιν τὸν προσδιαλεγόμενον ἐν τοῖς ὑπερφυέσι καὶ τῆς ἔξωθεν μὴ ἐπιδεομένοις ἐπιτεχνήσεως. ἀλλὰ καὶ κατηχητηρίους συντιθεὶς λόγους τὴν τῶν νηστίμων ἡμερῶν προθεσμίαν ἐφεστάναι προκαταγγέλλοντας καὶ τοὺς τῆς πνευματικῆς πάλης πρὸς τὸν ἀγῶνα ὑπαλείφοντας, ἐν μέρει μνημονεύων τοῦ δόγματος, ὅπως μὲν συνεζητήθη καὶ τίνα τὰ παρ᾽ αὐτοῦ δοξαζόμενα καὶ ἅ φασιν οἱ ἀντίφρονες σιωπῇ παρεδίδου, οἶμαι τὴν ἀντίφασιν ἐκτρεπόμενος, τῷ δὲ δόγματι ἐπιβάλλων ἐκεῖνά τινων κατηγόρευεν, ἃ οὐδ᾽ ὅλως ᾔδεσαν οὐδ᾽ ἐβάλοντό ποτε κατὰ νοῦν.

Ζητήσεως γὰρ οὔσης εἰ τὸ μεταλαμβανόμενον ἅγιον σῶμα Χριστοῦ ἄφθαρτόν ἐστιν, ὁποῖον τὸ μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν, εἴτε φθαρτὸν ὡς τὸ πρὸ τοῦ πάθους, καὶ τῶν μὲν λεγόντων ἄφθαρτον— ὁμολογίαν γάρ τινα καὶ ἀνάμνησιν εἶναι τοῦ τεθνάναι τε καὶ ἀναβιῶναι δι᾽ ἡμᾶς τὸν Κύριον τὴν τῶν θείων μυστηρίων μετάληψιν κατὰ τὸν μέγαν ἐν θεολογίᾳ Κύριλλον, καὶ ὡς ὃ ἂν μέρος τις δέξηται, ἐκεῖνον εἰσδέχεται ὅλον τὸν παρὰ τοῦ Θωμᾶ ψηλαφηθέντα, καὶ ὡς ἐσθίεται μετὰ τὴν ἀνάστασιν, καθὼς ὁ χρυσοῦς τὴν γλῶτταν Ἰωάννης φησί, κἀκεῖνα τῶν τοῦ λαμπτῆρος τῆς ἐκκλησίας προτιθέντων Εὐτυχίου “ὅλον οὖν ἅπαν τὸ ἅγιον σῶμα καὶ τὸ τίμιον αἷμα τοῦ Κυρίου δέχεται, κἂν εἰ μέρος τις τούτων δέξηται· μερίζεται γὰρ ἀμερίστως ἐν ἅπασι διὰ τὴν ἔμμιξιν, καθὼς καὶ σφραγὶς μία πάντα τὰ ἐκτυπώματα αὐτῆς καὶ μορφώματα τοῖς μεταλαμβάνουσι μεταδίδωσι, καὶ μία μένει καὶ μετὰ τὴν μετάδοσιν, οὐκ ἐλαττουμένη οὐδὲ ἀλλοιουμένη πρὸς τὰ μετέχοντα, κἂν ᾖ τῷ ἀριθμῷ πλείονα, ἢ καὶ ὡς μία φωνὴ ὑπό τινος προαχθεῖσα καὶ εἰς ἀέρα χεθεῖσα καὶ ἐν τῷ ταύτην προεμένῳ πᾶσα μένει καὶ ἐν τῷ ἀέρι γενομένη πᾶσα ταῖς ἀκοαῖς πάντων ἐναπετέθη, οὐδενὸς πλεῖον ἢ ἔλαττον τοῦ ἑτέρου τῶν ἀκουσάντων εἰσδεχομένου, ἀλλὰ ὅλη ἐστὶν ἀδιαίρετος καὶ ὁλόκληρος παρὰ πᾶσι, κἂν μυρίοι τὸν ἀριθμὸν ἢ πλείους ὦσιν οἱ ἀκούσαντες, καίτοι σῶμα ὑπάρχουσα· οὐδὲν γὰρ ἕτερόν ἐστι φωνὴ ἢ πεπληγμένος ἀήρ.

μηδεὶς οὖν ἀμφιβολίαν ἐχέτω, τὸ ἄφθαρτον μετὰ τὴν μυστικὴν ἱερουργίαν καὶ τὴν ἁγίαν ἀνάστασιν καὶ ἀθάνατον καὶ ἅγιον καὶ ζωοποιὸν αἷμα καὶ σῶμα τοῦ Κυρίου τοῖς ἀντιτύποις ἐντιθέμενον διὰ τῶν ἱερουργιῶν ἔλαττον τῶν προειρημένων παραδειγμάτων τὰς οἰκείας ἐναπομόργνυσθαι δυνάμεις, ἀλλ᾽ ὅλον ἐν ὅλοις εὑρίσκεσθαι„. τῶν μὲν οὖν ταῦτα προτεινομένων καὶ μαρτυρίας ἄλλας πλείστων διδασκάλων τῆς ἐκκλησίας παραγόντων, τῶν δ᾽ ἐκ τῆς ἑτέρας μερίδος φασκόντων μὴ καὶ ἀναστάσεως ὁμολογίαν, ἀλλὰ θυσίαν μόνην τὸ τελούμενον εἶναι, καὶ φθαρτὸν ἀκολούθως καὶ ἄνουν καὶ ἄψυχον, μηδὲ τὸν τῇ μεταλήψει προσιόντα ὅλον δέχεσθαι τὸν Χριστὸν ἀλλὰ μέρος ὡς καὶ μέρους μεταλαμβάνοντα· “εἰ γὰρ ἦν„, φησίν, “ἄφθαρτον καὶ ἔννουν καὶ ἔμψυχον, ἦν ἂν καὶ ἀναφὲς καὶ ἀθέατον, μηδ᾽ ὀδοῦσι κειρόμενον καὶ ἀληθόμενον, οὐδ᾽ ἐν τῷ τμᾶσθαι μηδαμῶς δυσχεραῖνον καὶ ὀδυνώμενον, ἐπεὶ καὶ ὡς εἰ τῶν σωμάτων ἠθέτουν τὴν ἔγερσιν„, ἔφασκον (εἰδεῖεν δ᾽ ἂν ὅπως) ἐκεῖνοι ἐσεῖσθαι ἡμᾶς μετὰ τὴν ἀνάστασιν ἁφῇ τε καὶ ὁράσει καὶ σχήματι ἀνθρωπείῳ μηδαμῶς ὑποπίπτοντας, ἀλλὰ κατὰ τὰς ἀσωμάτους σκιὰς ἀΐσσοντας, καὶ τὴν διὰ τῶν κεκλεισμένων θυρῶν εἰσέλευσιν τοῦ Κυρίου μὴ θαῦμα ἰσχυρίζοντο εἶναι, ἀλλά τι προσφυὲς καὶ ἐφάρμοστον τοῖς ἀνισταμένοις ἐκ τῶν νεκρῶν.

τοιοῦτον μὲν ἐν τοῖς γραφεῖσιν οὐκ ἔστιν ὅλως εὑρεῖν οὐδέν, καταδρομὴν δέ τινων ἀναιδῆ καὶ ἀμάρτυρον, ὡς οἷα λεγόντων ἐξ αὐτῆς ἑνώσεως καὶ κοινωνίας ἠφθαρτίσθαι τὸν κυριακὸν ἄνθρωπον καὶ ἀναλυθῆναι εἰς θεότητα, καὶ διὰ τοῦτο φρονούντων καὶ τὸ μεταλαμβανόμενον ἄφθαρτον.

Ὅ γε μὴν βασιλεὺς τῇ κρείττονι προστεθεὶς δόξῃ παραγέγονεν, ὡς ἔφην, ἐς τὰ Κύψελλα καὶ τὸ συναθροισθὲν ἐκεῖσε παρειληφὼς στράτευμα ἄνεισιν εἰς Ὀρεστιάδα. ἔνθα καὶ πλείστας ἡμέρας ἐνδιατρίψας ἀμηχανίᾳ συνείληπτο, τὸν μὲν ἀποστάτην ὁρῶν δυσμαχώτατον, τὸ δὲ συνὸν αὐτῷ στράτευμα ἀντιθέτως ἔχον καὶ πρὸς μόνην ἐκθνῆσκον τὴν τῶν πολεμίων ἐνήχησιν. τοῖς δὲ πολλοῖς καὶ ὄνομα χλευαζόμενον ἡ βασίλειος ἐκεῖσε συνελογίζετο ἄφιξις καὶ ὑπετίθουν παλίσσυτον φέρεσθαι ὡς αἴσχους ἐμπιμπλάμενον ἐν τῷ παρεῖναι καὶ μηδέν τι μηδαμῶς χρηστὸν κατορθοῦν καὶ τὸν βάρβαρον μᾶλλον ἐν τῷ ὑποστέλλεσθαι προσεπαίροντα εἰς θρασύτητα. ὁ δὲ τὸ τῶν πραγμάτων ἄγριον καὶ δυσπρόσιτον, ὡς ὁ καιρὸς ἐδίδου, περιποππύζων καὶ διασαίνων τοὺς αὐτῷ οἰκειοτάτους βιβλιοφόρους ἔπεμπε πρὸς Ἀλέξιον, ἐς ξυμβάσεις αὐτὸν προσκαλούμενος. ἔστι δ᾽ ὅπῃ καὶ δολοφονίας ἐφρόντιζε, μηδὲ τοῦ πολέμου παντάπασι μεθιστάμενος.

Τῷ τοι καὶ τὴν στρατιὰν ἀναλαβὼν καὶ τὴν Φιλίππου ἐπαρχίαν καταλαβὼν περὶ τὸ φρούριον στρατοπεδεύεται τὸν Στενίμαχον, εἰς ὃ πολλοὶ τῶν βαρβάρων συνέφυγον, καὶ διειληφὼς αὐτὸ τοῖς στρατεύμασιν ἐξεῖλέ τε κατὰ κράτος καὶ τοὺς ἐνόντας ἠνδραποδίσατο. ὁ δ᾽ ἀποστάτης ἀφικέσθαι μὲν ἐς βασιλέα οὐδαμῶς συνετίθετο, ἀλλὰ μηδ᾽ ἂν ἑτέρως σπείσασθαι διετείνετο, εἰ μὴ χωρῶ καὶ πόλεων ἐγγράφως αὐτῷ βασιλεὺς ὑπεκσταίη, ὁπόσας αὐτὸς ἐχειρώσατο, καὶ τὴν κατηγγυημένην αὐτῷ Θεοδώραν μετὰ τῶν ἀρχικῶν ἐκπέμψειε παρασήμων.

Τῶν δὲ συνθηκῶν ὀψέ ποτε καὶ τῶν ὅρκων τετελεσμένων, ὡς ᾐτεῖτο Ἀλέξιος, βουλεύεταί τι μετέπειτα βασιλεύς, οὐκ οἶδα εἰ στρατηγοῖς καὶ βασιλεῦσιν ἁρμόδιον, οὓς παρὰ πᾶν ἕτερον τὸ εὐορκεῖν τιθέναι περὶ πλείστου χρεών· τὸν γὰρ Ἀλέξιον θείων ἀκουσμάτων ἀποστολαῖς διὰ τοῦ πρεσβυτέρου τῶν γαμβρῶν Ἀλεξίου πρὸς ἑαυτὸν ἐφελκυσάμενος μετὰ τὴν τῶν ὅρκων, ὡς ἔφην, συμπλήρωσιν συνειληφὼς εἶχεν ἐν δεσμοῖς. κἀκ τοῦδε τῶν τε πόλεων καὶ φρουρίων ἀπονητὶ περιγίνεται, ὧν ἦρχεν Ἀλέξιος, καὶ τὸν ἀδελφὸν αὐτοῦ Μῖτον φυγάδα τίθησι. καὶ τοιαῦτα δράσας ἐπάνεισιν ἐς Βυζάντιον.

Εὑρίσκει δὲ καὶ τὴν σύνευνον Εὐφροσύνην μὴ πάντῃ τὴν οἰκουρίαν ἀσπασαμένην, ἀλλὰ κατὰ στασιωτῶν καὶ δημοκόπων κἀκείνην ἀνδρισαμένην καὶ ὡς μίτον Πηνελόπειον ἀναλύσασαν τὰ παρά τινος Κοντοστεφάνου ἐξυφανθέντα συστρέμματα. ἦν δ᾽ ἂν οὐκ ἀποσπούδαστα ταῦτα, οὐδὲ τοῦ ἄγασθαι πόρρωθεν, ὡς ὑπὸ γυναικὸς κατορθούμενα, εἴπερ ᾔδεσαν μέτρα καὶ ὅροις ὑπήγοντο· νῦν δὲ τὸ ἄγαν τυφομανὲς καὶ πολυσπερχὲς τῆς δεσποίνης καὶ τὸ δοκοῦν ἴσως δεόντως ἀκριβωθῆναι ἠχρείου τε καὶ διέφθειρεν ὡς νέφεσιν ἥλιος τοῖς ἐπιγινομένοις ἀπευκταίοις ἀφαυρούμενα. τραπομένη γὰρ ἐς προγνώσεις τῶν ἐσομένων ἀρρητουργίαις καὶ μαντείαις προσέκειτο καὶ πολλὰ τῶν ἀθεμίτων εἰργάζετο, ὥστε καὶ τοῦ Καλυδωνίου συὸς τὸ ῥύγχος ἀπέτεμεν, ὃς ἐν τῷ ἱππικῷ χαλκοῦς ἱστάμενος φρίσσει τὴν λοφιὰν καὶ χωρεῖ χαυλιόδους πρὸς λέοντα, καὶ τὸν καλλίνικον Ἡρακλῆν, τῶν Λυσιμάχου ἔργων τὸ κάλλιστον ὄντα, χειρὶ βαλόντα τὴν κεφαλὴν τῆς λεοντῆς ὑπεστρωμένης κοφίνῳ καὶ τὰς ἰδίας τύχας ὀλοφυρόμενον, πολλαῖς κατὰ νώτου ξᾶναι διενοεῖτο.

Ἡράκλεις τοῦ ἀτοπήματος καὶ παπαὶ τῶν ἐπὶ σοὶ τολμωμένων, ἥρως ἄλκιμε, μεγαλόθυμε. τίς σοι Εὐρυσθεὺς τοιοῦτον πώποτε προύθηκεν ἄεθλον; ἢ τίς Ὀμφάλη, ἐπίτριμμα ἐρώτων καὶ κακότεχνον γύναιον, οὕτως ὑπερηφάνως σοι προσενήνεκται;

Οὐ ταῦτα δὲ μόνον ἀναιδῶς διεπράττετο, ἀλλὰ καὶ ἄλλων ἀνδρεικέλων ἀφῄρει μόρια καὶ σφυρῶν καταφοραῖς ἐκαρατόμει ἕτερα. τὸ δὲ τῆς πόλεως πλῆθος τί μὲν ἐπὶ τούτοις δυσχεραῖνον ἀπρεπὲς οὐκ ἐφθέγγετο, ποίαις δὲ οὐκ ἔπλυνε τὴν ταῦτα πράσσουσαν ὕβρεσιν; ἔνιοι δὲ τῶν ἀγοραίων καὶ τὰ μιμηλὰ τῶν πτηνῶν καὶ ὅσα ἡ φύσις ἐστόμωσε πρὸς μουσουργίαν ἀεὶ μίαν ὑποβάλλοντες μάθησιν, καὶ ταύτην κοινόλεκτον, ᾄδειν ἐπὶ στενωπῶν καὶ τριόδων “πολιτικὴ τὸ δίκαιον„ ἐξεπαίδευσαν. ἡ δ᾽ αὐτὴ καὶ δορὰν χρυσόπαστον ἐγχείριον ἔχουσα διεσχισμένην ἐς δάκτυλα κυνηγέτην ἀνεῖχεν ὄρνιθα καὶ ἐξιοῦσα πρὸς θήραν ἐπέκλωζέ τε καὶ ἐπεθώϋζε καὶ τοὺς περὶ τὴν θεραπείαν τούτων καὶ κομιδὴν ἱκανοὺς εἶχεν ἐφεπομένους.

Οὐ πολὺς δ᾽ ὁ ἐν μέσῳ καιρός, καὶ Καϊχοσρόης ὁ τοῦ Ἰκονίου σατράπης ἀπαντᾷ πρὸς βασιλέα, κυρβασίαν ἐπὶ κεφαλῆς ἔχων καὶ στολὴν διηνθισμένην χρυσῷ ἀμπεχόμενος. ἀλλὰ μικρόν τι περὶ τοῦ γένους τοῦ Πέρσου τοῦδε τὸ λέγειν διαλαβὸν τῆς τῶν ἑξῆς ἱστορίας αὖθις ἅψοιτο.

Τῷ Ἰκονιεῖ Κλιτζασθλάν, ὃς ἐν τοῖς ἄνω χρόνοις ἠδυνήθη τὰ μέγιστα κἀπὶ πολλοῖς ἀντετάξατο τῷ βασιλεῖ Μανουὴλ καὶ νίκαις διαπολεμῶν ἐστεφάνωτο, πλείους γεγόνασιν υἱεῖς. Ἀμάσειαν οὖν καὶ Ἄγκυραν πόλεις Ποντικὰς εὐδαίμονας τῷ Μασοὺτ ἀπεκλήρωσε, Μελιτηνὴν δὲ καὶ σὺν Καισαρείᾳ Κολώνειαν ὁ Κοτπατῖνος διεῖπεν· Ἀμινσὸν δὲ καὶ Δόκειαν καὶ παράλους πόλεις ἑτέρας ὁ Ῥουκνατῖνος παρείληφεν εἰς ἀρχήν· Καϊχοσρόης δὲ ὅδε ἡγεμόνευεν Ἰκονίου Λυκαονίας τε καὶ Παμφυλίας προΐστατο καὶ ὅσα παρατείνει ἐς αὐτὸ τὸ Κοτυάειον.

Ὡς οὖν ὁ Κοτπατῖνος τοῦ ζῆν παραλέλυτο, περὶ τῆς σατραπείας τοῦδε διαμιλλῶνται ὅ τε τῆς Δοκείας κρατῶν Ῥουκνατῖνος καὶ ὁ κατάρχων τῆς Ἀγκύρας Μασούτ. ἅτερος τοίνυν αὐτῶν ὁ Ῥουκνατῖνος τὸν ἀντιτρέχοντα ὑποφθάσας κασίγνητον τὸ νῖκος ἤρατο, δεξιωτέραν φύσιν λαχὼν καὶ πολεμοχαρὴς διαφερόντως δεικνύμενος. ἀμέλει καὶ μείζονος εὐμοιρήσας ὁ Ῥουκνατῖνος ἐντεῦθεν δυνάμεως τὸν μὲν Μασούτ, ὑπενδόντα καὶ φίλα οἱ φρονεῖν συνθέμενον, μέρος τῆς τοπαρχίας ἀφελόμενος τῆς λοιπῆς χώρας ὡς πρώην διαφῆκε προΐστασθαι, τῷ δέ γε Καϊχοσρόῃ μάλα ἐμμανῶς ἐπεφύη, παλαιὸν ὑποτύφων Ἰκονίου ἔρωτα ὡς ἀρχείου πατρῴου, καὶ τοῦτον ὡς μητρόθεν Χριστιανὸν μυσαττόμενος. πέμπων οὖν ὑπεκστῆναί οἱ παρῄνει τοῦ Ἰκονίου καὶ τῆς ὅλης ἀπαρεῖν δυναστείας, εἴγε βούλοιτο εὖ μὲν πράξειν αὐτός, τὰς δὲ πόλεις καὶ κατ᾽ ἄνδρα καὶ κατ᾽ ἔθνος ἀπειράτους μεῖναι τῶν ἐκ τοῦ πολέμου δεινῶν· οὕτω κεκομπασμένος ἦν καὶ ἀνυπέρβλητος τὸν τῦφον ὁ βάρβαρος καὶ τὴν ὀφρὺν ὑπερνέφελος καὶ ὡς ἰὸς πολύφθορος κατὰ πλεῖστον διαχεόμενός τε καὶ διασκιδνάμενος.

Πρόσεισι τοίνυν Καϊχοσρόης τῷ βασιλεῖ ἐκεχειρίας γενομένης, τὸν ἑαυτοῦ τοκέα κατὰ τοῦτο ἐζηλωκώς, ἐπεὶ κἀκεῖνος τοὺς ἀφ᾽ αἵματος ἀδικῶν καὶ ὑπ᾽ αὐτῶν ἀδικούμενος μετὰ τὴν τοῦ φύσαντος ἐκεῖνον Μασοὺτ ἀποβίωσιν ὡς εἰς ἄγκυραν ἱερὰν καὶ χεῖρα στερεὰν δυναμένην ὑπολαβεῖν τὸν αὐτοκράτορα προσέβλεψε Μανουήλ. ἀλλ᾽ ἐκεῖνος μὲν οὐ κατόπιν ἐλήλυθε τῶν ἐλπίδων, μᾶλλον μὲν οὖν καὶ ὑπὲρ δόκησιν ἁβραῖς αὐταῖς ἐντετύχηκε, Καϊχοσρόης δὲ βραχέα ἄττα φιλοφρονηθεὶς καὶ τῶν ἐν νῷ οὐδ᾽ ὅσον εἰπεῖν ἐνδεέστερα, μήτε σύναρσιν εὑρηκὼς τῆς πρὸς τὸν κασίγνητον ἀντιτάξεως ἐπανέκαμψεν οἴκαδε.

Ἀλλ᾽ οὐκ ἔφθη καθαρῶς εἰσιὼν τὸ Ἰκόνιον, καὶ τοῦ Ῥουκνατίνου κατ᾽ αὐτοῦ ἐπιόντος τῆς τε ἀρχῆς ἐκσφαιρίζεται καὶ φυγὰς εἰς Ἀρμενίαν παρὰ Λεβούνῃ γίνεται. τὰ δ᾽ ἐπὶ τούτοις οὐκ ἀμυδρὰ μὲν τὰ τῆς ἐκεῖ παραδοχῆς τοῦ ἀνθρώπου, ἐπαγωγὰ δὲ μᾶλλον καὶ ἄλλως χαρίεντα, εἰ καὶ ξυνέβη σφας πολλάκις κατ᾽ ἀλλήλων ἐξενεγκεῖν πόλεμον, ἐπεὶ καὶ φιλοῦσιν ἄνθρωποι μὴ μόνον τὸ συγγενὲς καὶ ὁμόπιστον πάσχον κακῶς, ἀλλά πως καὶ τὸ ἀλλόγλωττον καὶ φανὲν πολλάκις πολέμιον προσιὸν καὶ προσπῖπτον φιλανθρωπίας καταξιοῦν· τὰ δέ γε τῆς ἀμύνης καὶ τῆς καταγωγῆς ἐς τὴν προτέραν ἡγεμονίαν ὁλοσχερῶς ὁ Λεβούνης ἀπείπατο, Ῥουκνατίνῳ σπείσασθαι φάσκων καὶ μηδὲ τὴν σύναρσιν ἔχειν ὁρᾶν ἀναίμακτον.

Διὰ ταῦτα τοίνυν ἐς βασιλέα Καϊχοσρόης μετακεχώρηκε πάλιν, συλλήψεσθαί οἱ πρὸς τὴν ἀνάρρυσιν τῆς ἀρχῆς ὁπωσδήποτε φανταζόμενος. τῶν δὲ κατὰ σκοπὸν αὖθις διαμαρτὼν Ῥωμαίοις συνῆν, μὴ πάνυ μεταλαγχάνων θεραπείας τῷ γένει ἐπεοικυίας.

Τῷ δ᾽ ἐφεξῆς ἔτει μετὰ Κομάνων ἐξιόντες πάλιν οἱ Βλάχοι καὶ τὰ κράτιστα τῆς χώρας κείραντες ἀσινεῖς ἐπανέλυσαν. τάχα δ᾽ ἂν καὶ ταῖς χερσαίαις πύλαις τῆς βασιλίδος προσήγγισαν ἐπ᾽ αὐτὴν τραπόμενοι, εἰ μὴ τὸ χριστιανικώτατον γένος οἱ Ῥὼς καὶ οἱ τούτων ἀρχικῶς προεδρεύοντες, τοῦτο μὲν κατ᾽ αὐθαίρετον ὁρμὴν κινηθέντες, τοῦτο δὲ ταῖς τοῦ ἀρχιποίμενος αὐτῶν λιταῖς ὑπενδόντες, ἀξιάγαστον οἷον τὸ πρόθυμον ἐπὶ τοῖς Ῥωμαίων ἐπεδείξαντο πράγμασι, ταῖς τοῦ ἔτους πολλάκις ἀπαγωγαῖς καὶ ταῖς ἀποδόσεσι τούτων εἰς ἔθνη τὰ μὴ χριστώνυμα δυσχεράναντες. ὅθεν καὶ διὰ ταχέων παρασκευασάμενος ὁ τῆς Γαλίτζης ἡγεμὼν Ῥωμανὸς ἀγαθήν τε καὶ πολλὴν ἠθροικὼς στρατιὰν κατὰ Κομάνων ἐξώρμησε καὶ τὴν γῆν αὐτῶν κατὰ πολλὴν εὐπέτειαν ἐπιὼν ἔφθειρε καὶ ἠφάνισε. καὶ τοῦτο φιλοφρόνως εἰς καύχημα καὶ μεγαλωσύνην τῆς τῶν Χριστιανῶν ἀμωμήτου πίστεως πολλάκις διαπραξάμενος, ἧς καὶ τὸ βραχύτατον καὶ ὅσον κόκκος σινάπεως μεθίστησιν ὄρη καὶ μετατίθησι, τὰς τῶν Κομάνων ἐφόδους ἔστησε καὶ τοῖς ἀνήκεστα πάσχουσι Ῥωμαίοις ἀνακωχὴν ἐβράβευσε τοῦ κακοῦ, ἀνυπονόητος ἀρωγὴ καὶ ἀσυλλόγιστος συνασπισμὸς καὶ φάλαγξ ὡς εἰπεῖν θεοσύλλεκτος ἔθνει ὁμοπίστῳ φανείς.

Πλὴν οὐδὲ τὰ κατὰ τοὺς Ταυροσκύθας τούτους ὁ τότε χρόνος παρέδραμεν ἀστασίαστα, κατὰ δ᾽ ὁμοφύλου σφαγῆς τὸ ξίφος ἔβαψαν ὅ τε Ῥωμανὸς οὗτος καὶ ὁ διέπων τὸ Κίαβα Ῥούρικας· νίκην δ᾽ ὁ Ῥωμανὸς ἀπενεγκάμενος, ῥωμαλέος ὢν τὸ σῶμα καὶ τὰς χεῖρας δραστήριος, πολλοὺς καὶ τότε τῶν Κομάνων κατέστρωσεν, οἳ συνεφήψαντο τῆς μάχης τῷ Ῥούρικα, κρατίστη καὶ γενναιοτάτη φάλαγξ περὶ αὐτὸν ὁρώμενοι.

Ἀλλὰ χρεὼν μηδὲ τοῦτο παρελθεῖν ἀνιστόρητον. ἦν τις κολλυβιστής, Καλομόδιος τὴν προσηγορίαν. οὗτος χρήμασιν ἐβεβρίθει πολλοῖς, ἀργαλέας καὶ δολιχὰς ἐκδημίας κατ᾽ ἐμπορίαν πολλάκις στειλάμενος, κερδαλεόφρων ἄνθρωπος. ἀμέλει καὶ συγκαθεύδων τῷ φασκωλίῳ καὶ πρίζων τὸ κύμινον καὶ πάντα τιθεὶς τοῦ χρηματίζεσθαι δεύτερα δέδωκε καθ᾽ ἑαυτοῦ πολλάκις λαβὰς τοῖς χρυσοθήραις ἄρχουσιν ἀνθρώπων εἶναι ῥυηφενέστατος καὶ ὡς κῆπος Ἀλκινόειος καὶ τῆς ὥρας τὸ ἀκαρὲς οὐκ ὄχνην τρέφειν ἐπ᾽ ὄχνῃ σῦκόν τ᾽ ἐπὶ σύκῳ παρέχειν, χρυσὸν δὲ φέρειν ἐπὶ χρυσῷ, ἐπὶ δ᾽ ἀργυρίῳ φύειν ἀργύριον. ὁ δὲ φυτὸν ἄντικρυς γνώσεως ἦν, ὡς ἐν Ἐδὲμ πεφυτευμένον τῇ ἀγορᾷ καὶ τοῖς τῆς πόλεως στενωποῖς.

Οὐκοῦν καὶ ὡς ἡ ἄνθη τῆς ὀπώρας πάλαι τοὺς γενάρχας ἐδουλαγώγησεν, οὕτω καὶ τοῦ χρυσίου τότε τὸ πυρωπὸν τοὺς περὶ τὸν βασιλέα εἶχεν ἐς τρύγην ἐφελκυσάμενον. ἀλλ᾽ ἅμα τῷ Καλομοδίῳ τὰς χεῖρας ἐπέβαλον, καὶ ἅμα τὴν πόλιν εἰς στάσιν ἀνέσεισαν, μεῖζόν τι τῶν προπατόρων πεπονθότες δυστύχημα· οἱ μὲν γὰρ τοῦ καρποῦ δρεψάμενοι καὶ μεταλαβόντες, μηδὲ τὴν λιχνείαν ἐς μόνην τὴν ὅρασιν περιστήσαντες τῇ δίκῃ δικαίως ὑπέπεσον, οἱ δὲ μηδ᾽ ἐμβλέψαι τοῖς χρήμασι φθάσαντες μάτην ἠλέγχθησαν ἐγχανόντες καὶ δίψος Ταντάλειον ἔπασχον. ἔχοντες γὰρ τὴν πηγὴν οὐκ εἶχον καὶ πιεῖν ἐξ αὐτῆς, ἀλλὰ συχνάκις ὡρμηκότες ἀρύσασθαι εὕρισκον τὸ ὕδωρ τῶν οἰκείων χειρῶν ἀφαντούμενον. οἱ γὰρ ἀγοραῖοι ἑσπέρας μαθόντες τὴν τοῦ Καλομοδίου κατάσχεσιν καὶ τὸ αἴτιον αὐτῆς ἐπιγνόντες κατὰ φατρίας ὄρθρου ἠθροίσθησαν καὶ τὸν τοῦ θεοῦ νεὼν εἰσιόντες καὶ τῷ πρώτῳ ἐποφθέντες ἀρχιερεῖ (ἦν δὲ οὗτος ὁ Καματηρὸς Ἰωάννης) περιστάντες μικροῦ καὶ διασπᾶν ἠπείλουν καὶ κύμβαχον ἐκ τῆς ἑστίας κάτω βαλεῖν, εἰ μὴ ὅσα καὶ σύριγγι τοῖς πρὸς βασιλέα χρησάμενος γράμμασιν ὡς πρόβατον ἀπολωλὸς καὶ ἀπόνομον τὸν Καλομόδιον αὐτοῖς ἐπανακαλέσεται.

ὁ δὲ μόλις καταστείλας τοῦ λεὼ τὸν θόρυβον τῇ τῶν χειλέων περιψοφήσει καὶ τῷ λαμπρῶς ἐπὶ τούτῳ παθαίνεσθαι ἐπανήγαγεν αὐτοῖς ὡς ἀμνὸν τὸν ζητούμενον, μὴ τὸν χρυσὸν ὡς δορὰν ἀποσυρέντα παρὰ τῶν συσχόντων αὐτὸν λυκιδῶν μηδὲ λυμανθέντα τὴν τρίχωσιν.

Καὶ τὸ μὲν οὕτως ἀναιμωτὶ παρελήλυθεν, ἐξ αἰτίου τραγικοῦ τε καὶ σκυθρωποῦ ἐς κωμικὸν κατέληξεν ἀκοὰς διαχέον ἄθυρμα καὶ σχηματίζον τὸν κλαυσιγέλωτα· οὐ πολλαῖς δ᾽ ἡμέραις ὕστερον ἕτερον ἀνερράγη κακόν, ὃ καὶ εἰς αἱμάτων προύκοψεν ἔκχυσιν. Ἰωάννης γάρ τις, Λαγὼς τὸ ἐπώνυμον, ἐκ βασιλέως εἰληφὼς προΐστασθαι τῆς τοῦ πραιτωρίου φρουρᾶς, ἤθελεν ἑαυτῷ τε καὶ τοῖς προστησαμένοις πορίζειν ἐνθένδε χρήματα· (φεῦ τῆς ῥυπαροτάτης γνώμης· οὐ γάρ τι πλέον ὁ τῆς ἱστορίας νόμος εἰπεῖν ἐπιτρέπει μοι·) ὅθεν τὰς ψυχικὰς τῶν φιλοθέων οἰκειούμενος διαδόσεις, νυκτὸς ἀνίει φρουρᾶς καὶ δεσμῶν τοὺς ἐπὶ κλεπτοσύνῃ διαβοήτους, οἱ δὲ λάθρᾳ τὰς οἰκίας διερευνῶντες προσῆγον ἐκείνῳ τὰ φώρια· καὶ ἆθλον ἀσεβείας ἐκ τῶν σύλων τοῖς νυκτιλόχοις διαδιδοὺς τὰ λοιπὰ οἷς οὐ δέον προσέφερε, τὸν πιστὸν ὑπηρέτην ὁ θεῷ τὸ πᾶν ἄπιστος ἐν τοῖς ἀτολμήτοις σχηματιζόμενος. τούτου δὴ πολλοὶ κατεῖπον ἐς βασιλέα ὡς δρῶντος ἀνόσια· ὁ δὲ τὴν διόρθωσιν ἐπαγγειλάμενος ὥσπερ οὐ δυνάμενος ἀνεβάλετο. ὅθεν οὐδαμῶς ἐπὶ τοῖς τολμωμένοις ὑποπτήσσων ἦν ὁ Λαγώς, ἀλλ᾽ ὡς ἀνεύθυνον χειρίζων ἀρχὴν ἀναίδην τὰ θεομισῆ διεπράττετο.

Ἐνίοτε δὲ τῶν ἀγοραίων ἕνα συνειληφώς, μετὰ τὸ πλῆξαι πολλὰς κατὰ νώτου τριχῶν ὑποδικάσας κουρᾷ, τὸ θερμότερον τῆς πόλεως καὶ τῷ παθόντι ὁμότεχνον πρὸς στασιασμὸν ἀνερρίπισε. σύγχυσις οὖν τὴν πόλιν κατείληφε καὶ πλῆθος χειρωνακτικὸν οὐκ ὀλίγον ἐς τὸ πραιτώριον συλλεγὲν θηρεύειν ἐπεβάλετο τὸν Λαγών, ὁ δὲ ὑπὲρ δασύποδα συντονίᾳ δρόμου χρησάμενος ἐκεῖθεν ἠφάνισται. ὁ μέντοι λεὼς καὶ οὕτως ἐπισυρρέοντες ὥρμων τὸν Μέγαν εἰσιέναι Νεὼν καὶ βασιλέα ἕτερον ἀνειπεῖν. προκαταληφθέντος δὲ τοῦ τεμένους παρὰ τῶν εἰς αὐτοῦ φρουρὰν ἀπεσταλμένων πελεκυφόρων, μὴ μεθιστάμενοι τοῦ πραιτωρίου κατὰ τοῦ κρατοῦντος ἐρεσχελίας ἠφίεσαν ἀπρεπεῖς. ὁ δὲ μὴ παρὼν τῇ πόλει, ἀλλὰ περὶ τὴν Χρυσόπολιν ἐναυλιζόμενος, πέμπει μοῖραν τῶν ἐπὶ φυλακῇ τοῦ σώματος καταληψομένην τὸ πραιτώριον. ἵκετο δ᾽ ἐκεῖσε καὶ ὁ τῆς πόλεως ἔπαρχος Κωνσταντῖνος ὁ Τορνίκης· ἡ δὲ πληθὺς καὶ πρὸς μόνην τὴν αὐτῶν θέαν ἐκτραχυνθέντες τόν τε ἔπαρχον λαϊβολίαις ἐκτρέπονται καὶ τοὺς σωματοφύλακας ἀποπέμπονται. ἐπὶ δὲ τὰς τοῦ πραιτωρίου ἀνατρέψαντες πύλας ἄνεσιν τοῖς ἔνδον διδόασι σκυλεύουσί τε τὸν ἐκεῖσε Χριστιανικὸν νεών, τὸ δὲ τῶν Σαρακηνῶν συναγώγιον ἀνασπῶσιν ἐκ βάθρων αὐτῶν. καὶ ταῦτα σὺν οὐδενὶ διαπραξάμενοι λόγῳ ἐφίστανται τῇ φρουρᾷ τῇ λεγομένῃ Χαλκῇ, κἀκεῖσε τὰ ὅμοια δράσοντες.

στρατιᾶς δ᾽ ἀφιγμένης βασιλικῆς μεθ᾽ ἑνὸς τῶν τοῦ βασιλέως γαμβρῶν (ἦν δ᾽ οὗτος ὁ Παλαιολόγος Ἀλέξιος) ἀνασειράζονται τῆς ὁρμῆς, οὐ μὴν ἀφίστανται τέλεον, ἀλλὰ σώμασι γυμνοῖς, εἶτα καὶ βραχεῖς τοὺς μεθ᾽ ὅπλων ἐφισταμένους ἔχοντες ὅλαις καταφράκτοις συνεπλέκοντο στρατιαῖς, πρὸς οὐδὲν ἀνύσιμον ἢ παρεκτικὸν ἔργον εὐκλείας τελευτᾶν ἑλόμενοι. ἦσαν δ᾽ οἳ καὶ τῶν τεγῶν ὑπερφαινόμενοι κεράμους κατέφερον καὶ λίθους ἔνιοι χειροπληθεῖς ἐπιπέμποντες καὶ ὀϊστεύοντες ἕτεροι τῇ βασιλείῳ ἀντεμάχοντο φάλαγγι. ὅλης οὖν τῆς ἡμέρας ἐκείνης μηδέν τι παραλύσαντες τῆς ὀργῆς μόλις ὑπενόστησαν πρὸς ἑσπέραν. τῇ δ᾽ ὑστεραίᾳ οὔτε τι ἐβαττάρισαν ὅλως οὔτε πρὸς ἀγῶνα συνέδραμον δεύτερον.

Ἀλλὰ καὶ τοῦδε τοῦ κακοῦ παρελθόντος, ἐκ τοῦ τῶν Κομνηνῶν τις γένους τῷ βασιλεῖ ἐπανίσταται, Ἰωάννης τοὔνομα· προκοίλιος δ᾽ ὢν καὶ πιθώδης τὴν πλάσιν τοῦ σώματος τὸν Παχὺν εἰς ἐπώνυμον εἴληχεν. οὗτος τοίνυν τῷ Μεγίστῳ Νεῷ ἐξάπινα εἰσρυεὶς καὶ τῶν στεφανίσκων ἕνα τῇ κεφαλῇ περιθείς, οἳ τὴν ἱερὰν ἀμφιπεριῃώρηνται τράπεζαν, ἔξεισιν ἐκεῖθεν· καὶ προσληφθεὶς ὑπὸ τῶν ὀμοτῶν (πλεῖστοι δὲ ἦσαν οὗτοι καὶ σχεδὸν τοῦ ἐπισήμου πάντες αἵματος), συνδραμόντων καὶ ὄχλων οὐκ ὀλίγων πρὸς φήμην τῶν πραττομένων, τὸ μέγα παλάτιον εἴσεισιν εὐμαρῶς, καὶ αὐτὸς μὲν ἐπὶ θρόνου διαχρύσου καθίσας τινὰς ἐπὶ τῶν μεγίστων ὀφφικίων προβάλλεται, ὁ δ᾽ ὄχλος καὶ τοῦ συναποστάντος μέρους τινές, τὰς ἀγορὰς καὶ ἀγυιὰς διιόντες καὶ τὰς ἠϊόνας καταλαμβάνοντες βασιλέα Ῥωμαίων αὐτὸν ἀνηγόρευον καὶ οἰκίας κατέσπων περιφανεῖς.

Νυκτὸς δ᾽ ἐπιούσης οὔτε τῆς φρουρᾶς, ὡς ἔδει, τῶν ἀρχείων ὁ Ἰωάννης ἐφρόντισεν, οὔτε τὰς ἀνατραπείσας πύλας ἀνέστησεν, ἀλλ᾽ ὡς ἐν τῷ ἀσφαλεῖ καθιστάμενος καὶ μηδένα ἔχων ἤδη τὸν ἀνθιστάμενον κατὰ δελφῖνας ἀναφυσῶν καὶ ὕδατος ὅλα κεράμια ἐκκενῶν, δίψει συνεχόμενος οἷα κρεωβριθής, ἀπέψα τοὺς ἱδρῶτας κρουνηδὸν ἀποστάζοντας καὶ θερμὸν ἀπατμίζοντας. τὸ δὲ περὶ αὐτὸν ὁπλιτικὸν λαμπρὰν τὴν ἱπποδρομίαν περιιὸν ἤλυε τηνάλλως ἐκεῖσε· οἱ γὰρ ὄχλοι δύναντος ἡλίου κατ᾽ ἀγέλας ὀρνίθων διέστησαν, τάχιον διαγελάσαι τὴν ἕω γλιχόμενοι, ὡς αὖθις συνδραμόντες τοῖς ὑπερηφάνοις ἐπεισπέσωσιν οἴκοις καὶ τὰ σφίσιν ἐνόντα διερευνήσωσι. βασιλεὺς δ᾽ ὁπόσον συγγενὲς συναθροίσας καὶ τὸ περὶ αὐτὸν οὐκ ἀπόλεμον πέμπει κνεφαίους ἐπιθέσθαι τῷ Ἰωάννῃ· οὐδὲ γὰρ ἂν ἡμέρας διαφαυσάσης ἡσυχίαν ἀγαπήσειν τὸν τῆς πόλεως ὅμιλον, ἀλλὰ πλείονα πολλῷ καὶ δυσκάθεκτον περὶ τὸν τύραννον συνελθεῖν ὀρθριώτερον, συλληψόμενον ἐκείνῳ τοῦ ἔργου καὶ πολυμερῶς αὐτοῖς ἀντιμαχησόμενον.

Οἱ μὲν οὖν πλοίων ἐπέβησαν καὶ τῇ ἀκτῇ προσίσχουσι τῆς μονῆς τῶν Ὁδηγῶν κἀκεῖθεν τοῖς πελεκυφόροις συμμίγνυνται τοῦ βασιλέως ὑπασπισταῖς· οὐδὲ γὰρ ἦν ὁπλοφόρους διὰ μέσης τῆς πόλεως παρελθεῖν. ναὶ μὴν ἐξάπινα συρραγέντες τοῖς περὶ τὸ θέατρον στασιώταις τοῦ Ἰωάννου αὐτούς τε ῥᾳδίως διασκεδάζουσι καὶ κατὰ ῥᾳστώνην πᾶσαν τῷ Ἰωάννῃ προσβάλλουσι, κτείνουσί τε ὡς βόσκημα πανσώμους ἐπενεγκόντες πληγάς, καὶ τὴν κεφαλὴν ἀφελόμενοι τῷ βασιλεῖ προσάγουσι. καὶ ἡ μὲν τῇ κατὰ τὴν ἀγορὰν ἁψῖδι μετεωρίζεται πρὸς θέαν πάνδημον, ἔτι τοῦ αἵματος ἀποβλύζουσα σεσηρυῖά τε δεινὸν καὶ μεμυκυῖα τὼ ὀφθαλμώ· ὁ δὲ λοιπὸς Ἰωάννης ἀρθεὶς ἐπὶ κλίνης αἴθριος προτίθεται κατὰ τὴν μεσημβρινὴν πύλην τῶν ἐν Βλαχέρναις ἀρχείων.

Καὶ βασιλεὺς τὰς ἄνωθεν αὐτῆς ἀρχικὰς διαίτας εἰσανιὼν ἐθεᾶτο κάτωθεν, ὁμοῦ μὲν τὰς ὄψεις διδοὺς τῷ πτώματι ὑπὲρ βοῦν διῳδηκότι μεγαλόπλευρον, ὁμοῦ δὲ καὶ διαχεόμενος τῷ ὁράματι καὶ καταλαζονευόμενος τὸ κατόρθωμα. μετὰ δὲ τὸ σῶμα ἐκεῖθεν ἀρθὲν κυσὶ καὶ ὄρνισι βορὰ παρατίθεται, ὃ καὶ θηριῶδες μικροῦ καὶ ἀπάνθρωπον τοῖς ἅπασιν ἔδοξεν. οἱ δ᾽ ἐκ τῆς συνωμότιδος μερίδος τοῦ Ἰωάννου συσχεθέντες καὶ βασάνοις ὑποβληθέντες, ὅπως ἐκφήνωσι τοὺς συνίστορας, δεσμοῖς καὶ φρουραῖς παραπέμπονται.

Ἀλλ᾽ οἷον καὶ τόδ᾽ ἔρεξεν οὗτος ὁ βασιλεύς. ἀνδρί τινι παραδοὺς τριήρεις ἕξ, ᾧ ἡ μὲν κλῆσις ἦν Κωνσταντῖνος, ἡ δ᾽ ἐπίκλησις Φραγγόπουλος, ἐς τὸν Εὔξεινον Πόντον ἐξέπεμψε, τῷ μὲν δοκεῖν περὶ φορτίου πλοίου τινὸς ἐξετάσοντα, ἐκ Φάσιδος καταίροντος εἰς Βυζάντιον, περὶ δὲ Κερασοῦντα ναυαγήσαντος, τῷ δὲ ὄντι ταῖς ἐς πόλιν τὴν Ἀμινσὸν καταπλεούσαις ὁλκάσιν ἐπιθησόμενον καὶ τούτων τὰ ἀγώγιμα προνομεύσοντα. ὁ δὲ κατ᾽ ἐπίταγμα τὸ βασιλικὸν ἐς τὸν Εὔξεινον ἀναπλεύσας οὐδεμιᾶς φείδεται νηός, ἀλλὰ πάσας σκυλεύσας, ὅσαι τε ἐς Βυζάντιον ἐμπορευμάτων πλήρεις κατήγοντο καὶ ὅσαι αὖθις ἀνήγοντο ἀποδόμεναι τὰ ἑαυτῶν καὶ ἄλλ᾽ ἄττα ἐνθέμεναι, μετὰ δύο μῆνας ὑπέστρεψε, τινὰς τῶν ἐμπόρων μαχαίρᾳ ὑποδικάσας καὶ τῷ βυθῷ παραπέμψας, ὧν τὰ χρήματα αὐτὸς ἰδιώσατο, τοὺς δ᾽ ἄλλους ὑπέρου γυμνοτέρους ἀποπεμψάμενος. οἱ δὲ τὴν πόλιν εἰσιόντες πολλὰ μὲν ἱκέτευσαν ὑπὲρ ὧν παρὰ δίκην πεπόνθασιν, ἀρχείοις προσιόντες καὶ θείοις μετὰ φώτων τεμένεσι παραβάλλοντες, οὐκ εἶχον δὲ τὸν βασιλέα πρὸς οἶκτον ἐπιρρεπῆ, τὰς αὐτῶν ἐμπορίας καθάπαξ ἐξαργυρώσαντα καὶ τῷ αὐτοῦ ταμείῳ ἐγκαταθέμενον.

Οἱ ἐξ Ἰκονίου τοίνυν ὁρμώμενοι ἔμποροι τῷ Ῥουκνατίνῳ προσίασι, καὶ πέμψας οὗτος εἰς βασιλέα τὰ τούτων ἀπῄτει χρήματα· ἦν δὲ καὶ λόγος τότε περὶ σπονδῶν. βασιλεὺς δὲ ἀποστάτην ὀνομάζων ἑαυτοῦ τὸν Φραγγόπουλον τῆς οἰκείας γνώμης ἀπῆγεν ὅσα οὗτος ἀνοσιούργησεν, ἐπὶ ψεύδει τὴν ἐλπίδα τιθέμενος καὶ τῇ ἐναργείᾳ τῶν πραγμάτων ἀντιμαχόμενος. τελεσθείσης δὲ τῆς ἀγάπης ὁ μὲν Ῥουκνατῖνος μεθ᾽ ἑτέρων ἐτησίων φόρων καὶ μνᾶς ἀργυρίου προσειλήφει πεντήκοντα εἰς ἀπόδομα ὧν οἱ ἔμποροι ἀφῃρέθησαν, ὁ δὲ βασιλεὺς φωρᾶται μεθ᾽ ἡμέρας ἐπιβουλεύων τῇ ἐκείνου ζωῇ. μεγίσταις γὰρ ὑποσχέσεσι Χασίσιόν τινα ἐλαφρίσας καὶ τούτῳ ἀμαθῶς, ὡς ἐς φιλίαν ἀστάθμητος, ἐγχειρίσας γραμμάτιον ἐρυθρόγραφον, ἐκπέμπει τὸν Ῥουκνατῖνον ἀναιρήσοντα. συλληφθέντος δὲ τοῦ Χασισίου καὶ τὸ γράμμα καὶ τὸ δρᾶμα ἐκφήναντος, παρεβάθησαν μὲν αἱ σπονδαί, πολλαὶ δ᾽ ἐκ τῶν Τούρκων ἐπιδρομαὶ δι᾽ αἰτίαν τοιαύτην ταῖς ἑῴαις ἐπανέφυσαν πόλεσι.

Καὶ Μιχαὴλ δέ τις ἐκ νοθείας υἱὸς Ἰωάννου τοῦ σεβαστοκράτορος, τῆς ἐπαρχίας Μυλάσσης φορολόγος ἀποσταλείς, νέος ὢν καὶ αὐθάδης τοῦ βασιλέως ἀφίσταται. πολέμῳ δὲ ἡττηθεὶς καὶ φυγὼν τῷ Ῥουκνατίνῳ προσρύεται, καὶ τῷ πρὸς βασιλέα μίσει προσδεχθεὶς ἀσμενέστατα, στρατιὰν ἐξ ἐκείνου δεχόμενος τὰς Μαιανδρικὰς πόλεις πολυτρόπως ἐσίνετο, χείρων τῶν ἀλλοφύλων καὶ νηλεέστερος ἀνδροφόνος δεικνύμενος.

Εἴ τι οὖν αἰτιώτατον τοῦ τὴν Ῥωμαίων ἀρχὴν ἐς γόνυ καταπεσεῖν καὶ χωρῶν καὶ πόλεων χειρώσεις παθεῖν, ὕστατα δὲ καὶ αὐτὴν ἐξαπολωλέναι, τοῦτο οἱ ἐκ Κομνηνῶν γεγόνασιν ἀφιστάμενοι καὶ βασιλειῶντες· παρὰ γὰρ ἔθνεσι καταλύοντες μὴ φίλα Ῥωμαίοις νοοῦσι τῆς πατρίδος ἦσαν πανώλεια, καίπερ ἐν τῷ παρ᾽ ἡμῖν μένειν πράγμασιν ἐγχειρήσειν ἑλεῖν τε καὶ κρατήσειν ἀνεπιτηδειότατοι ὄντες καὶ πάντων ἀχρειότατοι καὶ σκαιότατοι.

Διὰ δὲ τὴν τοῦ Μιχαὴλ νεωτέρισιν περὶ μῆνα τὸν φυλλοχόον ἔξεισιν εἰς ἕω Ἀλέξιος, ὑποστρέφων δ᾽ ἐκεῖθεν παρενέβαλεν εἰς τὰ Πύθια, τοῖς θερμοῖς ἐννηξόμενος ὕδασιν. ὡς δ᾽ ἅλις εἶχε λουτήρων καὶ κρατήρων, ἐρᾷ καὶ μακροτέρου πλοός· διημφισβήτουν γὰρ παρὰ τῷδε τῷ ἄνακτι καὶ ἀνὰ μέρος ἐκράτουν αἱ ἐπίγειοι καὶ ἐνάλιοι χάριτες καὶ λαμπρὰν ἀνεδοῦντο τὴν νίκην. νῆα τοίνυν εἰσιὼν στρατηγίδα εὐθὺ τῶν νησιδίων διαπλωΐζεται, ἃ ἄγχιστα τῆς Κωνσταντίνου ἀμφιρρέονται, τὸν Ἀστακηνὸν κόλπον ἀφεὶς περιπλεῖν· λαίλαπος δ᾽ ἀνεγερθείσης ἐξαίφνης καὶ μετεωρισάσης τὸ κῦμα, ὀρθὸν τὸ πλοῖον ἐκ πρώρης ἐπὶ πρύμναν αἴρεται καὶ μικροῦ καταδύεται, ἔνθεν καὶ ἔνθεν ἐπικλυζόμενον. ἐθορύβουν μὲν οὖν οἱ πλωτῆρες καὶ ἱδρῶσι περιερρέοντο, βοαὶ δὲ τῶν ἐμπλεόντων καὶ θεοκλυτήσεις ἦσαν, οἰμωγαί τε καὶ ὀλολυγαὶ διωλύγιοι ἐξηκούοντο· συνέπλεον γὰρ βασιλεῖ πᾶσαί τε καὶ πάντες ἐπιτήδειοι, οἷς καὶ ποθεινὴ μὲν ἡ γῆ τοῖς βαδίζουσι, ποθεινὴ δὲ καὶ αὐτοῖς ἐδόκει τις ἐντυχεῖν.

πολλὰ δὲ καὶ παντοῖα διακινδυνεύσαντες ἀγαπητῶς καὶ μόλις περὶ τὴν Πρίγκιπον διασώζονται, ἐκ δὲ ταύτης τοῦ κύματος ἠρεμήσαντος ἐς Χαλκηδόνα καταίρουσιν· ἔνθα τοῦ ἰλίγγου ἀνεθέντες καὶ τὴν ἅλμην ἀποπτύσαντες καὶ λήθης βυθῷ παραδόντες τὰ χαλεπὰ τοῦ κινδύνου καὶ φοβερὰ ἐς τὸ μέγα διαπεραιοῦνται παλάτιον, ἁμίλλας τελέσοντες ἵππων καὶ θεάτροις τὸν δῆμον δεξιωσόμενοι.

Ὡς οὖν εἰλήφει πέρας καὶ τάδε, βασιλεὺς μὲν ἀπελθεῖν ἐς Βλαχέρνας αὐτίκα ἤθελε, τῆς δὲ τῶν ὡρῶν ἀκαιρίας προσισταμένης (οἱ γὰρ ἐς ἡμᾶς αὐτοκράτορες καὶ μέχρι βηματίσαι τὴν τῶν ἄστρων θέσιν περιεργάζονται) τὴν πρώτην τῶν νηστειῶν ἑβδομάδα τῷ μεγάλῳ παλατίῳ προσέμενεν οὐχ ἑκών. ὡς δ᾽ ἦν ἡ ἕκτη τῶν ἡμερῶν οὐκ ἀνάρσιος πρὸς μετάβασιν, καὶ μάλιστα τῷ βαθέος ὄρθρου μεθισταμένῳ, ἔγνω μεταναστεῦσαι κνεφαῖος καὶ μήπω τοῦ ἡλίου διασπείραντος τὰς ἀκτῖνας τὰς Βλαχέρνας καταλαβεῖν. ἥ τε οὖν τριήρης παρὰ ταῖς ἀκταῖς τῶν ἀρχείων ἐσάλευε καὶ τὸ συγγενὲς ἅπαν τοῦ βασιλέως παρ᾽ αὐτὸν μετὰ φώτων συνήλιστο, σύμπλουν ἐσόμενον· τοῦ θεοῦ δὲ δεικνύντος ὡς κύριός ἐστιν ὡρῶν καὶ χρόνων αὐτὸς καὶ παρ᾽ αὐτοῦ κατευθύνεται εἴτε μὴν συμποδίζεται τά τινων διαβήματα, τὸ πρὸ τῆς βασιλείου κλίνης δάπεδον αὐτομάτως ὑποχαλᾷ καὶ εἰς χάσμα ἱκανῶς διανοίγεται. καὶ βασιλεὺς μὲν παραδόξως τοῦ κινδύνου ῥύεται, ἅτερος δὲ τῶν τούτου γαμβρῶν, ὁ Παλαιολόγος Ἀλέξιος, καὶ συχνοὶ ἄλλοι ἐνίσχονται τῷ διαστήματι καὶ πάσχουσι κακῶς τὰ βάθρα τοῦ σώματος· εἷς δέ τις ἐκτομίας καὶ ἐτεθνήκει ἐς τὸ βάθιστον τοῦ χάσματος καταδύς. οἵαν μὲν οὖν ἔννοιαν ἢ μετάνοιαν ἐπὶ τούτοις εἴληφεν ὁ κρατῶν, οὐδαμῶς ἔχω ἐπεξιέναι· ὃ δὲ κατὰ πόδας ἐπηκολούθησε, τοῦτο δὴ καὶ τῇ ἱστορίᾳ παραδίδωμι.

Τῷ βασιλεῖ τῷδε καὶ τρίτη θυγάτηρ ἦν, Εὐδοκία τοὔνομα. ταύτην, ἔτι τοῦ τεκόντος Ἀνδρόνικον ἐκδιδράσκοντος Ἰσμαηλίτας τε καὶ Παλαιστίνην περιιόντος πλάνητος, ὁ πατράδελφος Ἰσαάκιος ἑνὶ τῶν παίδων εἰς γάμον ἐκδέδωκε τῷ Στεφάνῳ τοῦ Νεεμάν· ἦν δ᾽ οὗτος ἡγεμὼν τῶν Τριβαλλῶν. ἀλλ᾽ ὁ μὲν βραχὺν ἐπιμείνας τῇ ἀρχῇ χρόνον τὸ ὄρος ἄνεισι τὸ Παπύκιον καὶ βίον ὕπεισι τὸν μοναδικόν· ὁ δέ οἱ υἱὸς Στέφανος συγκληροῦχον τῆς πατρῴας σατραπείας τὴν Εὐδοκίαν δεικνὺς ἡλίους συχνοὺς ἐξεμέτρησε καὶ παίδων ἐξ αὐτῆς ἀκούει πατήρ.

Καινοτόμος δ᾽ ὢν ὁ χρόνος καὶ προβολεὺς τῶν ἀνομοίων ἄληκτος διίστησιν ἀμφοτέρους τῆς πρὶν ἑνότητος καὶ συμπνοίας, οὐκ ἄχρι τῶν ἐσχάτων ἀναπνοῶν τὴν συμφυΐαν παρεὶς ἀνόθευτον, ὃ τοῖς ἐχέφροσι ζυγίταις πλήρωμα τῆς ἀνθρωπίνης εὐδαιμονίας κρίνεται. οὐκοῦν ὁ μὲν τῇ γυναικὶ ἐνεκάλει τὸν τῆς ψωρώδους ἀκρασίας ὀδαξησμόν, ἡ δὲ τἀνδρὶ προσῆπτε τὸν εὐθὺς ἐξ ἑωσφόρου ἀκροχάλικα καὶ τὸ μὴ πίνειν ὕδατα ἐξ οἰκείων ἀγγείων καὶ τὸ κρυφίων ἄρτων ἐμπίπλασθαι. καὶ προβαινούσης οὕτω τῆς διχονοίας ἀεὶ ἐπὶ μέγα σκέπτεταί τι βαρβαρώτατον ἔργον ὁ Στέφανος καὶ αὐτὸ μέτεισι· πλασάμενος γάρ, εἴτε καὶ φάμενος ἀληθῶς, μοιχευομένην ἁλῶναι τὴν Εὐδοκίαν παντὸς ἀπογυμνοῖ περιβλήματος γυναικείου, τὸν ἔσχατον αὐτῇ καὶ λεπταλέον χιτῶνα μόνον καταλιπών, καὶ τοῦτον κύκλῳ περικοπέντα ὡς μόλις περιστέλλειν τὰ τῶν μελῶν ἀσχήμονα, καὶ διαφίησιν οὕτως ἀτίμως, ἔνθα δὴ καὶ ὀργῴη πορεύεσθαι.

Πρὸς δὲ ταυτηνὶ τὴν πρᾶξιν τὴν ὄντως ἄσεμνον καὶ ἀπότομον καὶ τὴν ὑπέρογκον ἀμυντηρίαν ὁ ἀδελφὸς ἀντιστὰς Βόλκος ἔς τε τὸ ἀπάνθρωπον ὠνείδισεν ἦθος τὸν κασίγνητον μεθαρμοσθῆναί τε τῆς ὀργῆς καὶ καθυφεῖναί τι μικρὸν καθικέτευσεν, ἀπιδόντα πρὸς τὸ μεγαλεῖον τοῦ γένους τῆς Εὐδοκίας καὶ ἑαυτὸν δὲ οἰκτειρήσαντα, γενησόμενον οὕτως ἐπ᾽ ἀσχήμοσιν ἔργοις ἀοίδιμον. οὐκ ἔχων δὲ καὶ πείθειν ὡς τὴν γνώμην ἀκαμπῆ καὶ δυσμείλικτον αὐτὸς τὴν Εὐδοκίαν προσηκούσης κομιδῆς ἀξιώσας παραδίδωσι τοῖς ἀπάξουσι δεόντως εἰς τὸ Δυρράχιον. μαθὼν δὲ τὸ γεγονὸς ὁ πατήρ, πέμψας ἀμφικέφαλον καθέδραν καὶ κόσμους περιδερραίους ἄλλας τε λαμπρειμονίας βασιλικάς, εἰσοικίζεται τὴν θυγατέρα.

Πλὴν οὐδ᾽ οἱ τοῦ Νεεμὰν οὗτοι υἱοὶ ἀδελφὰ φρονοῦντες ἐς τέλος διήρκεσαν, ἐκπολεμωθέντες δὲ κατ᾽ ἀλλήλων τῷ χορῷ τῶν ἄλλων καὶ οἵδε συνήφθησαν, οὓς μικρῷ πρόσθεν εἰρήκειμεν ἠγνοηκέναι τὴν φύσιν διά τε φιλαρχίαν καὶ τρόπου σκαιότητα· καὶ φανεὶς κρείττων ὁ Βόλκος τῆς ἀρχῆς ἅμα καὶ τῆς πατρίδος ἐκτοπίζει τὸν Στέφανον. ἐκ γὰρ τῆς τῶν πόλεων βασιλίδος ὥσπερ τινὸς ὑπογραμμοῦ καὶ τύπου καὶ κοινοῦ θεμιστεύματος τῆς ἀδελφοκτονίας ἐξιούσης καὶ διαδραμούσης τῆς γῆς τὰ πέρατα, οὐ Πέρσαι μόνον καὶ Ταυροσκύθαι καὶ οἵδε οἱ Δαλμάται καὶ μετέπειτα Πάννονες, ἀλλὰ καὶ λοιποὶ ἕτεροι παρ᾽ ἔθνεσι δυναστεύοντες στάσεων καὶ φόνων τὰς ἑαυτῶν πατρίδας ἐνέπλησαν, καθ᾽ ὁμογενῶν τὰ ξίφη σπασάμενοι.

Κατὰ δὲ τοὺς χρόνους τούτους ἔξεισι τῆς Μυσίας ὁ Ἰωάννης καὶ μεγίστῳ τε καὶ παγχάλκῳ στρατεύματι διειληφὼς τὴν Κωνστάντειαν χειροῦται κατὰ πᾶσαν εὐπέτειαν, διάσημον οὖσαν ἐν τοῖς τῆς Ῥοδόπης σχοινίσμασι. καὶ καθελὼν τὸν ταύτης περίβολον ἐκεῖθεν ἀπανίσταται καὶ περὶ τὴν Βάρναν στρατοπεδεύεται καὶ πολιορκεῖ γενναίως καὶ ταύτην κατὰ τὴν ἕκτην τῶν τοῦ Χριστοῦ παθημάτων ἡμέραν. παντοίαν δ᾽ ἔνστασιν ἐνδεικνυμένων τῶν ἔνδοθι, κρατίστων ὄντων τῶν πλείστων κἀκ τοῦ Λατινικοῦ στίφους συγκροτουμένων, τετράπλευρον συντίθησι μηχανήν, συμμηκιζομένην τῷ εὔρει τῆς τάφρου καὶ ἰσοϋψῆ τῷ τείχει τῆς πόλεως, καὶ ταύτην ὑπότροχον οὖσαν τῆς τάφρου ἄγχιστα στήσας, εἶτα ἀνατρέψας ἀμφοτέρων τῶν περάτων ἐπιλαμβάνεται καὶ τῷ αὐτῷ καὶ ἑνὶ μηχανήματι ζεύγματί τε τῆς τάφρου χρησάμενος καὶ κλίμακι ἐξικνουμένῃ τοῦ ὕψους τῆς πόλεως τρισὶν ἡμέραις τῆς Βάρνας κρατεῖ. οὔτε δὲ τῆς ἡμέρας τὴν δύναμιν ὁ βάρβαρος πτοηθείς (ἦν γὰρ τὸ ὑπερευλογημένον σάββατον, καθ᾽ ὃ ὕπνωττεν ἐν τάφῳ Χριστός), οὔτε τὸν Χριστιανὸν αἰδεσθείς, ὃν μόνοις περιέφερε χείλεσιν, ἀλλὰ φιλαιμάτοις δαίμοσιν ἐλαστρούμενος πάντας, οὓς συνείληφε, κατὰ τῆς τάφρου ζῶντας ὠθεῖ καὶ χοῦν ἐς ἰσόπεδον ἐπιχέας πολυάνδριον τὸν τόπον δείκνυσιν.

ἔπειτα καὶ τὰ τείχη καταστρεψάμενος ἐς Μυσίαν ἐπάνεισιν, ἐναγίσμασι τοιούτοις καὶ τελεταῖς μυσαρωτάταις τὴν μίαν τῶν σαββάτων καὶ τῶν ἡμερῶν κυρίαν τετιμηκώς.

Καὶ τῇδε μὲν καὶ ταῦτα ἐφέρετο· ὁ δέ γε πρωτοστράτωρ Μανουὴλ ὁ Καμύτζης, χρόνιος ἐν Μυσίᾳ καθειργνύμενος, δεῖται τοῦ ἐξαδέλφου καὶ βασιλέως ἐκ τῆς οἰκείας οὐσίας λυθῆναι, μηδ᾽ ὡς κακοῦργος ἐπὶ πολὺ παροφθῆναι παρὰ βαρβάροις δορύκτητος. οὐκ εἶχε δὲ καὶ πείθειν δι᾽ ὧν ἐπέστελλεν. ἀπειρηκὼς οὖν τὸν κηδεστὴν μέτεισι Χρύσον καὶ παρ᾽ αὐτοῦ δεῖται λυθῆναι, καὶ ὡς εἶχε τὰ ᾐτημένα πεπερασμένα, ἐκ Μυσίας ἐς Πρόσακον ἄπεισιν. ἀλλ᾽ οὐδ᾽ ἐκεῖσε γενόμενος καθυφῆκε τοῦ βασιλέως δεόμενος, εἴ πως τῷ Χρύσῳ τὰ λύτρα κατάθοιτο, εἰς δύο ποσούμενα χρυσοῦ κεντηνάρια, πολλαπλασίονα τούτων ἀφαιρεθῆναι φάσκων πλὴν τῶν ἀργυρέων καὶ χρυσέων σκευῶν τῶν σηρικῶν τε νημάτων καὶ τῶν περιφανῶν ἐσθημάτων, οἷς ὑπερεκόμα ῥυηφενέστατος ἀνθρώπων φανείς. ὁ δὲ τὴν σχέσιν τοῦ πρωτοστράτορος ἐν πλάστιγγι μιᾷ τοῦ τῆς φρενὸς ζυγοῦ κατατιθείς, ἐν δὲ θατέρᾳ τὰ τούτου χρήματα, καὶ ταλαντεύων ἀμφότερα, πολὺ τῇ ῥοπῇ βαρύτερα τὰ δεύτερα εὕρισκεν· ὅθεν οὐδ᾽ ἄκροις ὠσὶν εἰσῳκίζετο τὰ ὑπ᾽ ἐκείνου γραφόμενα.

Ἀπειπὼν οὖν ὁ Καμύτζης ἔγνω σὺν Χρύσῳ τοῖς ἀγχιτέρμοσι Προσάκῳ Ῥωμαϊκοῖς ἐπιθέσθαι θέμασιν. εὐμαρῶς οὖν Πελαγονίαν χειροῦνται καὶ ῥᾳδίως ὑπάγονται Πρίλαπον, ἐπιφύονται τοῖς ἑξῆς, ἀφιστῶσι τὰ πόρρωθεν, διεκπίπτουσι τῶν Θετταλικῶν Τεμπῶν, τῶν πεδιάδων ἐπιλαμβάνονται, παρακινοῦσι τὴν Ἑλλάδα, παλίμβολον τιθέασι τὴν τοῦ Πέλοπος.

Τότε δὲ καὶ δεύτερος ἀποστάτης κατὰ τοὺς σπαρτοὺς ἐπανέτειλε Γίγαντας. Ἰωάννης γάρ τις τὸ γένος Κύπριος, Σπυριδωνάκης τοὐπώνυμον, τὸ εἶδος φαῦλος, τὴν ἡλικίαν φαυλότερος, στράβων τὰς ὄψεις, χειρῶναξ τὴν τέχνην, τὴν τύχην χθόνιος, τῷ βασιλεῖ τῷδε ὑπηρετούμενος, ταῖς δὲ παραλόγοις προόδοις καὶ ἀναβάσεσι τῶν ἔσω λεγομένων ταμείων φύλαξ ταχθείς, εἶτα καὶ τὴν ἀρχὴν τῶν Σμολένων χειρίζειν λαχών, καταγινώσκει τοῦ πεπομφότος εὐτέλειαν νοὸς καὶ ἀφέλειαν καὶ τῷ δυσπροσόδῳ τῆς χώρας ἐπαρθεὶς εἰς ἀπόνοιαν δισσούμενον γίνεται ἐκείνῳ ἀντιστάτημα καὶ Σατὰν καὶ σκόλοψ καὶ ἀπρόσκοπον συγκύρημα χείριστον.

Ὁ δὲ βασιλεὺς καὶ τρίτῳ τότε κακῷ τῇ συνήθει καχεξίᾳ τρυχόμενος, ἥτις ἐπενέμετο τὰ ἄρθρα τοῦ σώματος, τὸν Ἐπιμηθέα εἶχε κατ᾽ ἄμφω δεινῶς ἐπικείμενον καὶ εἰς πνῖγμα μικροῦ ἐναλλόμενόν τε καὶ ἐπεμβαίνοντα, ὅτι τε τὸν ἐξάδελφον οὐκ ἐλύσατο καὶ ὅτι τὸν οὐτιδανὸν ἐν ἀνθρώποις Σπυριδωνάκην εἰς ὄνειδος οἰκεῖον πόλεων τοσούτων ἐρυμνοτάτων κατέστησεν ἄρχοντα.

Διχῇ οὖν διαιρῶν τὸ συναγόμενον στράτευμα τὸ μὲν τῷ γαμβρῷ παρεδίδου Ἀλεξίῳ τῷ Παλαιολόγῳ τὸν ἀνθρωπίσκον μετιόντι Σπυριδωνάκην, τὸ δ᾽ ἐξέπεμψεν εἰς τὸν Ἠονοπολίτην Ἰωάννην τῷ πρωτοστράτορι ἀντικαθιστάμενον. ὁ μὲν οὖν τοῦ βασιλέως γαμβρὸς Ἀλέξιος ἀρετὴν καὶ τόλμαν ἐνδειξάμενος ἔμφρονα τὸν Σπυριδωνάκην καταγωνίζεται σὺν πόνῳ βραχεῖ καὶ φυγάδα τίθησι τὸ Πυγμαϊκὸν ἀνδράριον ἐς Μυσίαν· ἡ δὲ τοῦ πρωτοστράτορος ἀντιστασία ἐφ᾽ ἱκανὸν μὲν διήρκεσε χρόνον, αἴσιον δ᾽ οὖν καὶ αὕτη πέρας ἐδέξατο. ὁ γὰρ βασιλεὺς ἄλλαις τε μεθόδοις ἐχρήσατο μεθ᾽ ὑπουλίας μετιὼν τὸν Χρύσον, καὶ δὴ καὶ τὴν θυγατρόπαιδα Θεοδώραν, ἣν τῷ Ἰβαγκῷ κατηγγύησεν, ἐμνήστευσεν αὐτῷ εἰς εὐνέτιν ἐκ Βυζαντίου μεταπεμψάμενος. καὶ τούτοις τοῖς μεθοδεύμασιν ἀνασώζεται Πελαγονίαν καὶ Πρίλαπον καὶ Θετταλίας ἀπανίστησι τὸν Καμύτζην, πῇ μὲν πολέμῳ κατατροπούμενον, πῇ δὲ φυγῆς ἐθελοντὶ ἁπτόμενον. ὕστατα δὲ καὶ αὐτοῦ τοῦ Στανοῦ μετανάστην δείκνυσιν, εἰς ὃν ὡς εἰς ἀνάλωτον ἀπέδρα κρησφύγετον. καὶ τοιούτοις ἔργοις ἑαυτὸν περιανθίσας, ἐπὶ μακρὸν ὀφθέντα οἰκουρὸν καὶ ἀπόλεμον, εἰς Βυζάντιον ἐπανέδραμε. τότε δὲ καὶ τῆς Στρουμμίτζης ἐκράτησεν, ἀπάτῃ κἀνταῦθα τὸν Χρύσον περιελθών, καὶ τὰς πρὸς Ἰωάννην σπονδὰς ἐξεπέρανεν.

Ἀλλὰ μέχρι μὲν δὴ τούτων εὔδρομος ἡμῖν ὁ λόγος καὶ διὰ λείας φέρων ὁδοῦ, τὸ δ᾽ ἐντεῦθεν οὐκ οἶδ᾽ ὅπως τῷ λόγῳ χρήσομαι. τίνα γὰρ ἂν γνώμην ἔχειν εἰκὸς τὸν τὰς κοινὰς διεξιέναι μέλλοντα συμφοράς, ὧν ἡ τῶν πόλεων αὕτη πεπείραται βασιλὶς τῶν γηΐνων ἀγγέλων βασιλευόντων; ἐβουλόμην μὲν οἷός τε εἶναι διεξελθεῖν ἀξίως τῷ λόγῳ τὰ πάντων τῶν κακῶν ἀχθεινότατά τε καὶ χαλεπώτατα· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, ἐν ἐπιτόμῳ καὶ δὴ ποιήσομαι τὴν ἀφήγησιν, κερδαλεωτέραν ἐσομένην δήπου τοῖς ὀψιγόνοις διὰ τὴν τῶν ἀλγεινῶν ἀκουσμάτων μετρίασιν καὶ τὴν ἐντεῦθεν τῆς πλείονος λύπης ὑφαίρεσιν.

Εἶχε μὲν οὖν ὁ βασιλεὺς Ἀλέξιος τὸν ἀδελφὸν Ἰσαάκιον καθῃρηκὼς τῆς ἀρχῆς· δέον δὲ μὴ πάντῃ ἀμελῆσαι τῆς αὐτοῦ φυλακῆς, ὁ δὲ λαθόμενος ὡς ἐγκαίονται τοῖς πλείστοις αἱ συμφοραὶ καὶ εἰσὶν ἀναπόνιπτοι οὔτε μὴν ἡ δίκη δι᾽ ὅλου τις ἀδιύπνιστος καὶ ταῖς χρονίαις φιληδοῦσα μεταβολαῖς, ἀλλ᾽ ἔπεισι καὶ ταχύπους καὶ ἀψοφητὶ ἐπιπίπτειν φιλεῖ τοῖς ἔργα ῥέζουσιν ἔκδικα, ἐνδίδωσι τῷ κασιγνήτῳ διάγοντι κατὰ τοὺς κίονας, οἳ περὶ τὸν πορθμὸν ἀκταῖοι καὶ δυάζοντες ἵστανται, βίοτον ἔχειν ἄνετον καὶ πᾶσιν ἀνεπέγκλητον εἶναι τὴν εἰς αὐτὸν διαπλώϊσιν. ἦν οὖν τοῦ βουλομένου παντὸς καὶ οἳ ἐκ γένους μάλιστα τῶν Λατίνων εἰς Ἰσαάκιον ἀναπλεῖν· οἷς καὶ κρυφίων κοινωνὸς ἐδείκνυτο βουλευμάτων, ὁπόσα τὴν ἀντιπάθειαν ἐβυσσοδόμευον καὶ τὴν Ἀλεξίου καθαίρεσιν ἐμεθόδευον, γραμμάτια πρὸς Εἰρήνην πέμπων τὴν θυγατέρα, κοινωνοῦσαν λέχους Φιλίππῳ τῷ κρατοῦντι τότε τῶν Ἀλαμανῶν, πρὸς τὴν πατρῴαν ἐκδίκησιν ὑπαλείφοντα, κἀκεῖθεν διαποτώμενα ἔχων ἀντίγραφα τὸ ποιητέον αὐτῷ εἰσηγούμενα.

Εἶτα καὶ τὸν υἱέα τούτου Ἀλέξιον τῆς εἱρκτῆς ἀνεικὼς ἐλεύθερον ἀφῆκε τρέφεσθαι. ἐν δὲ τῷ μέλλειν κατὰ τοῦ πρωτοστράτορος ἐξιέναι καταλύσας ἐς Δαμοκράνειαν συνέκδημον καὶ τοῦτον ἐπήγετο. ὁ δὲ κατὰ γνώμην δήπουθεν τοῦ πατρὸς Πισσαίῳ τινὶ περὶ δρασμοῦ κοινολογησάμενος, στρογγύλης προεστῶτι μεγίστης νεώς, ἐκαιροφυλάκει θέσθαι ἐν θαλάσσῃ τὸ ὅρμημα καὶ τὸ ἴχνος ἐν πολλοῖς ὕδασιν. ὡς δ᾽ ἐπέστη καιρὸς οὐκ ἀνάρσιος πρὸς τὴν ἄπαρσιν, ἡ μὲν ναῦς ἱστίοις πτεροῦται καὶ κατ᾽ οὖρον φέρεται καὶ προσοκέλλει τῇ καθ᾽ Ἑλλήσποντον Αὐλωνίᾳ, τὸ δέ γε ταύτης ἐφόλκιον κατᾶραν ἐς τὸν Ἀθύραν ἐπὶ τῷ δέξασθαι τὸν Ἀλέξιον, τιθὲν τὴν σκέψιν ἀφώρατον, ἐνεφόρει ψάμαθον φόρτον ἐσομένην τῇ νηῒ κεκενωμένῃ δῆθεν τῶν ἀγωγίμων. ὁ δ᾽ Ἀλέξιος ἐκ Δαμοκρανείας ἐκεῖσε παραγενόμενος τὴν ὁλκάδα εἴσεισι καὶ πρὸς τὴν νῆα μετακομίζεται. γνωσθείσης δὲ τῆς τούτου φυγῆς πέμπονται μὲν παρὰ τοῦ βασιλέως οἱ τὸ πλοῖον ἐξερευνήσοντες, οὐ μὴν ἴσχυσαν συλλαβεῖν τὸν Ἀλέξιον· οὗτος γὰρ τὴν κόμην κειράμενος περιτρόχαλα καὶ τὴν αὐτὴν τοῖς Λατίνοις στολὴν ἐνδυσάμενος, ὡς ἐν ὁμίλῳ πολλῷ συναναστρεφόμενος τοὺς διφῶντας ἐλάνθανεν.

ἀπαχθεὶς οὖν ἐς Σικελίαν δῆλος τῇ ἀδελφῇ γίνεται· ἡ δὲ δορυφορίαν ἱκανὴν ἀποστείλασα τὸν ἀδελφὸν ἀγκαλίζεται καὶ δεῖται τοῦ ἀνδρὸς Φιλίππου τὰ δυνατὰ τῷ πατρὶ ἐπαμῦναι φάος ἅμα καὶ κράτος ὑπὸ τῶν γνησίων ἀφῃρημένῳ καὶ τῷ ἀδελφῷ ἐπαρήξειν ἀστέγῳ τε καὶ ἀπόλιδι κατ᾽ ἀστέρας μεταφερομένῳ τοὺς πλάνητας καὶ μηδὲν ἐπαγομένῳ πλὴν τοῦ σώματος.

Ἀλλὰ γὰρ πρὸς τούτοις καὶ ἄλλα μοι ἐπιρρεῖ, ἃ μὴ χρεὼν παρόψεσθαι. οἱ Ἀγγελώνυμοι κασίγνητοι καὶ ἄλλως μὲν πλημμελῶς διῴκουν τὰ τῆς ἀρχῆς, ὡς ἤδη λέξαντες ἔχομεν, μάλιστα δὲ φιλοχρηματίαν νοσοῦντες οὔτ᾽ ἀπὸ δικαίων πόρων πλουτεῖν ἠνείχοντο, οὔτε ξυνεῖχον τὰ συλλεγόμενα, ἀλλ᾽ ἐξέφερον ἀμφοτέραις αὐτὰ καὶ περιττῇ μὲν θεραπείᾳ καὶ κόσμῳ πολυτελεῖ σώματος, πλέον δ᾽ ἀπεπλούτουν πρὸς ἑταιρίδας καὶ συγγενεῖς ἀλυσιτελεῖς παντάπασι τῷ κοινῷ. οὐ μόνον τοίνυν τὰς Ῥωμαϊκὰς πόλεις ἐκαλαμῶντο καὶ ἐπεφύλλιζον, εὑρεταὶ καινῶν εἰσφορῶν καθιστάμενοι, ἀλλὰ καὶ τοὺς ἐκ φυλῶν Λατινίδων ἐν οἷς εἶχον εἰσέπραττον. πολλάκις οὖν τὰς πρὸς Βενετίκους ξυνθήκας παραβλεψάμενοι αὐτούς τε εἰς χρήματα ἐζημίωσαν καὶ τὰ πλοῖα τούτων ἠργυρολόγουν καὶ τοὺς ἐκ Πίσσης αὐτοῖς ἐπανέστησαν. ἀμέλει καὶ ἦν ὁρᾶν ὁτὲ μὲν τῆς πόλεως ἔνδοθεν, ὁτὲ δὲ κατὰ θάλατταν διὰ μάχης ἀμφότερα τὰ γένη χωροῦντα, κρατοῦντά τε ἀνὰ μέρος καὶ κρατούμενα, καὶ παλίωξιν ἐντεῦθεν καὶ ἀντισκύλευσιν.

Ἀτὰρ οἱ Βενέτικοι, παλαιῶν μεμνημένοι πρὸς Ῥωμαίους σπονδῶν καὶ μεταχωροῦσαν πρὸς Πισσαίους τὴν σφετέραν δεξίωσιν οὔκουν ὁρᾶν ἀνεχόμενοι, δῆλοι ἦσαν Ῥωμαίων κατὰ βραχὺ ἀφιστάμενοι καὶ μελετῶντες ἐν καιρίοις τὴν ἀντιλύπησιν, καὶ μάλισθ᾽ ὅτι κιμβικευόμενος ὁ Ἀλέξιος οὐκ ἀπεδίδου σφίσι χρυσίου μνᾶς διακοσίας ἐνδεούσας ἔτι πρὸς τὸ ἅπαν ὀφείλημα τῶν δέκα πρὸς τοῖς πέντε κεντηναρίων, ἃ συνέθετο δοῦναι τοῖς Βενετίκοις ὁ βασιλεὺς Μανουήλ, ἡνίκα συνειληφὼς Βενετίκους δημόσια τὰ τούτων ἔθετο χρήματα.

Ἦν δὲ δεινὸν οὐκ ἐλάχιστον καὶ ὁ τηνικαῦτα δοὺξ Βενετίκων Ἐρίκος Δάνδουλος, ἀνὴρ πηρὸς μὲν τὰς ὄψεις καὶ τῷ χρόνῳ πέμπελος, ἐπιβουλότατον δὲ πρᾶγμα Ῥωμαίοις καὶ φθονερώτατον, ὃς παιπάλημα ὢν ἀγυρτείας καὶ φρονιμώτερον τῶν φρονίμων ἑαυτὸν ὀνομάζων καὶ δοξομανῶν ὡς οὐχ ἕτερος θανάτου ἐτιμᾶτο τὸ μὴ τίσασθαι Ῥωμαίους τῆς ἐς τὸ γένος αὐτοῦ παροινίας, φρεσὶν ἀναπεμπάζων καὶ λογιστεύων ὁπόσοις κακοῖς οἱ Βενέτικοι προσωμίλησαν τῶν Ἀγγελωνύμων ἀδελφῶν ἀνασσόντων, καὶ πρὸ τούτων Ἀνδρονίκου, καὶ ἀνόπιν ἔτι τοῦ Μανουὴλ τὰ τῶν Ῥωμαίων σκῆπτρα διέποντος. εἰδὼς δὲ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς προχωρήσειν, εἴ τι που Ῥωμαίοις ἐπίβουλον μετὰ μόνων τῶν ὁμοφύλων ἐργάσεται, καὶ ἄλλους προσλαβέσθαι συλλήπτορας σκέπτεται καὶ τούτοις κοινωνῆσαι τῶν ἀπορρήτων, οὓς ᾔδει πρὸς Ῥωμαίους ἄσπονδον μῖσος τρέφοντας καὶ τοῖς τούτων καλοῖς βάσκανον καὶ λίχνον ἐνατενίζοντας. τοῦ δὲ καιροῦ χορηγήσαντος αὐτομάτως τοπάρχας τινὰς εὐγενεῖς, οἳ τὴν ἐς Παλαιστίνην ὥρμων τραπέσθαι, κατὰ κοινοπραγίαν τούτοις συγγίνεται καὶ συνωμότας ἐπισπᾶται τοῦ κατὰ Ῥωμαίων κινήματος. ἦσαν δὲ οὗτοι ὁ Μόντης Φεράντης μαρκέσιος Βονιφάτιος, ὁ κόμης Φλάντρας Βαλδουῖνος, ὁ κόμης τοῦ ἁγίου Παύλου Ἐρίκος καὶ ὁ κόμης Πλέης Δολόϊκος, καὶ συχνοὶ ἕτεροι τολμητίαι πολεμισταὶ καὶ συμμηκιζομένην οἷον τῷ δολιχῷ τῶν δοράτων τὴν ἡλικίαν προφαίνοντες.

Ναυπηγηθέντων οὖν εἰς Βενετίαν δι᾽ ὅλων τριῶν λυκαβάντων δρομώνων μὲν ἱππαγωγῶν ἑκατὸν δέκα, νηῶν δὲ μακρῶν ἑξήκοντα, ἔτι δὲ πλοίων συναθροισθέντων στρογγύλων μεγίστων ὑπὲρ τὰ ἑβδομήκοντα, ὧν ἓν Κόσμος παρ᾽ αὐτοῖς ὠνομάζετο ὡς πολὺ τῶν ἄλλων ὑπερφέρον ἐς μέγεθος, εἴσεισιν ἐκ παραγγελίας αὐτὰ ἵππος μὲν χιλία σιδήρῳ κατάφρακτος, ἀσπὶς δὲ τρισμυρία εἰς ὁπλίτας πλείστους διῃρημένη, μάλιστα δὲ εἰς τοὺς καλουμένους τζαγγρατοξότας.

Ὡς δ᾽ ἦν ὁ στόλος πρὸς ἀναγωγὴν ἕτοιμος, κακὸν ἐπὶ κακῷ προσβάλλει καὶ κῦμα, ὅ φασιν, ἐπὶ κύματι Ῥωμαίοις ἐπικυλίνδεται· Ἀλέξιος γὰρ ὁ παῖς Ἰσαακίου τοῦ Ἀγγέλου γράμμασιν ἐφοδιασθεὶς τοῦ πάπα Ῥώμης τῆς πρεσβυτέρας καὶ τοῦ ῥηγὸς Ἀλαμανίας Φιλίππου, χάριτας μεγίστας ὁμολογούντων τοῖς πειρατικοῖς τούτοις ἐργαστηρίοις, εἰ τὸν Ἀλέξιον εἰσδέξονται καὶ πρὸς τὴν πατρῴαν ἐπαναγάγωσι βασιλείαν, τρισάσμενος μετὰ καιρὸν τῷ στόλῳ ἐφίσταται καὶ προσβλέπεται ὡς οὐ μόνον τὸν κατὰ Ῥωμαίων λῃστρικὸν ἔκπλουν μετασχηματίσων πρὸς τὸ εὐάφορμον καὶ διαμορφάσων πρὸς τὸ εὐπρόσωπον, ἀλλὰ καὶ χρημάτων ἀποθεραπεύσων σωρείαις τὸ κερδαλέον ἐκείνων καὶ φιλοχρήματον φρόνημα. τὸν τοίνυν Ἀλέξιον, οὐ μᾶλλον τὴν ἡλικίαν ἢ τὰς φρένας νεάζοντα, πανοῦργοι πάντες καὶ πράγμασιν ἐντακέντες ἄνδρες παραλαβόντες ἐκείνοις ἐνόρκως συνθέσθαι παρέπεισαν, ἃ μηδαμῶς ἐπεφύκει πέρας λαβεῖν. οὐ γὰρ μόνον θαλάσσας χρημάτων αἰτησαμένοις κατένευσε τὸ μειράκιον, ἀλλὰ καὶ σύναρσιν κατὰ Σαρακηνῶν μεθ᾽ ὁπλομάχων Ῥωμαίων καὶ τρικρότων νηῶν πεντήκοντα. τὸ δὲ δὴ μεῖζον καὶ ἀτοπώτατον, παρεκτροπὴν πίστεως, ὁποία τοῖς Λατίνοις ἀσπάζεται, καὶ τῶν τοῦ πάπα προνομίων καινισμὸν μετάθεσίν τε καὶ μεταποίησιν τῶν παλαιῶν Ῥωμαίοις ἐθῶν συγκατέθετο.

Καὶ δὴ ὁ μὲν στόλος τὰ πρυμνήσια λύσας κατάγεται πρὸς Ἰάδαρα καὶ ἦν αὐτὰ πολιορκῶν, δόξαν οὕτω Δανδούλῳ τῷ τῆς Βενετίας δουκί, ὡς δῆθεν παλαιὰς συνθήκας παραβλεψάμενα· ὁ δέ γε κρατῶν Ῥωμαίων Ἀλέξιος ἐκ πολλοῦ τὴν τῶν Λατίνων ἐνωτιζόμενος κίνησιν πρὸς οὐδέν τι ἄμεινον Ῥωμαίοις διέκειτο· τὸ γὰρ περιττὸν ἐς μαλακίαν ἴσην ἔχει πως καὶ τὴν βλακείαν πρὸς τὰ κοινωφελῆ καὶ τὰ δέοντα. οἵ τε γοῦν αὐτῷ εἰσηγούμενοι περιουσίας ὅπλων φροντίζειν καὶ παρασκευῆς ἐπιμέλεσθαι ὀργάνων εἰς πόλεμον ἐπιτηδείων, πρὸ δὲ πάντων πολεμιστηρίων νεῶν συμπήξεως ἔχεσθαι, νεκρῷ ἐῴκεσαν προσδιαλεγόμενοι. καὶ αὐτὸν ἦν ὁρᾶν εἰς ἐπιδόρπιον γέλωτα ὥσπερ ἐθελοκακοῦντα τὰς περὶ Λατίνων ἀγγελίας τιθέμενον, λουτρῶν τε ἀνεγέρσεις φιλοτίμους καὶ βουνῶν καθαιρέσεις πρὸς ἀλωὴν καὶ φαράγγων ἀναπληρώσεις σπουδάζοντα καὶ τὸν καιρὸν εἰκαίως ἐν τούτοις καὶ παραπλησίοις ἄλλοις προϊέμενον. οἱ δὲ τῶν περιφύτων ὀρῶν φύλακες ἐκτομίαι, ἃ τοῖς βασιλεῦσιν ἀνεῖται πρὸς κυνηγέσια, καθάπερ ἱερῶν ἄλσεων, εἰπεῖν δὲ καὶ θεοφυτεύτων παραδείσων, ἐφείδοντο τουτωνὶ καὶ διηπειλοῦντο τὸν ἔσχατον κίνδυνον τοῖς ἐκτεμεῖν προθεμένοις ἐκεῖθεν ξύλα ἄττα ναυπηγήσιμα. καὶ βασιλεὺς οἷς οὐκ ἐπετίμα τοῖς ἀβελτέροις, ἐπευδοκῶν τοῖς λαλουμένοις ἡλίσκετο.

Ἐπεὶ δὲ παρεστήσαντο μὲν οἱ Λατῖνοι τὰ Ἰάδαρα, τῇ δ᾽ Ἐπιδάμνῳ προσώκειλαν καὶ βασιλεὺς Ῥωμαίων ὁ συνὼν ἐκείνοις Ἀλέξιος παρὰ τῶν Ἐπιδαμνιτῶν ἀνηγόρευτο καὶ τὴν περὶ τούτων φήμην ἀναμφήριστον εἶχεν Ἀλέξιος, γίνεται παροιμιώδης ἀσπαλιεύς, ὃς πληγεὶς κομίζεται νοῦν. ἤρξατο τοίνυν ἐπισκευάζειν τὰ τῶν σκαφιδίων ὑπόσαθρά τε καὶ θριπηδέστατα, μόλις ἐς εἴκοσιν ἀριθμούμενα, περιελθὼν δὲ καὶ τὰ τείχη τῆς πόλεως τὰς ἔξωθεν οἰκήσεις κατερείπειν προσέταττεν.

Ὁ δὲ στόλος ἄρας ἐξ Ἐπιδάμνου τῇ τῶν Κερκυραίων παρενέβαλε καὶ περὶ τὰς εἴκοσιν ἡμέρας σχάσας ἐκεῖθι τὸν πλοῦν, ὡς ἔγνω τὴν ἄκραν δυσεπιχείρητον, εὐθὺ τῆς Κωνσταντίνου τὰ λαίφη διαπετάννυσιν· ᾔδεσαν γὰρ ἐκ μακροῦ τὴν τῶν Ῥωμαίων οἱ ἀφ᾽ ἑσπέρας ἀρχὴν ἐς μηδὲν ἕτερον περιστᾶσαν ἢ κραιπάλην καὶ μέθην καὶ τὴν Βυζαντίδα Σύβαριν ἀτεχνῶς τὴν ὑμνουμένην ἐπὶ τρυφῇ. ὅθεν εὐπλοίας παραδόξου τυχόντες (αὖραι γὰρ διὰ παντὸς ποντιάδες πραεῖαί τε καὶ πλησίστιοι ταῖς ναυσὶν ἐκείνων ἐπέπνεον) τῇ πόλει ἐφίστανται μηδενὸς εἰδότος σχεδόν. κατάραντες οὖν ἐς Χαλκηδόνα πρὸς τὴν ἀντίπορθμον τῇ ἕῳ Περαίαν τὴν κάτωθεν μικρόν τι τοῦ Διπλοῦ Κίονος, κώπαις μὲν αἱ νῆες, τὰ δὲ πλοῖα λαίφεσιν ἀφικνοῦνται μετὰ μικρόν, καὶ σαλεύουσιν ἐπ᾽ ἀγκυρῶν ἄποθεν τῆς χέρσου ἐς ὅσον μὴ εἶναι βέλους ἐντός. οἱ δέ γε δρόμωνες τῷ Σκουταρίῳ προσίσχουσιν.

Ἠκροβολίζοντο μὲν οὖν Ῥωμαῖοι κατὰ τῶν πλοίων ἐκ τῶν ἐκεῖσε λόφων προφαινόμενοι καὶ ταῖς ἀκταῖς ἐφιστάμενοι, ἀλλ᾽ ἦν οὐδαμῶς ἀνύσιμα τὰ πεμπόμενα· τὰ δὲ πλείω μηδ᾽ ἐξικνούμενα τοῦ μήκους κατὰ θαλάσσης ἐβάλλοντο. καὶ φάλαγξ ἑτέρα τις ἄνω περὶ τὸν Δαματρύα ἠγραύλει, τὰς τῶν ἱππέων Λατίνων ἐκδρομὰς ἐπισχήσουσα. πλὴν καὶ αὕτη πρὸς οὐδέν τι χρήσιμος ἐγεγόνει· οὐ γὰρ μόνον τοῖς πολεμίοις οὐδ᾽ ὅλως προσέβαλεν, ἀλλὰ καὶ κατ᾽ αὐτῆς ἐπιόντων τῶν ἐναντίων ἀπανίσταταί τε καὶ διασκίδναται.

Οὔπω συχνοὶ παρήλθοσαν ἥλιοι, καὶ γνόντες οἱ Λατῖνοι ὡς οὐδεὶς ὁ κατὰ χέρσον σφίσιν ἀντιστησόμενος ταῖς ἀκταῖς προσπελάζουσι. κἀντεῦθεν ἡ μὲν ἱππικὴ στρατιὰ ἵετο βραχύ τι τῆς θαλάσσης ἀπέχουσα, αἱ δὲ νῆές τε καὶ οἱ δρόμωνες καὶ ἐπὶ τούτοις τὰ πλοῖα πρὸς τὸν ἐσέχοντα κόλπον μετέβαινον. ὡς δ᾽ οἱ μὲν ἐπίγειοι, οἱ δ᾽ ἐνάλιοι τῷ φρουρίῳ ἐπέστησαν, ἐν ᾧ εἴθισται Ῥωμαίοις σιδηρᾶν ἀποδέειν βαρυτάλαντον ἅλυσιν, ἡνίκα πλοίων πολεμίων ἐνσταίη τις ἔφοδος, εὐθὺς προσβάλλουσι τῷ ἐρύματι· καὶ ἦν ἰδεῖν οὓς μὲν τῶν φυλάκων μετ᾽ ἀντιμάχησιν βραχεῖαν φυγάδας ὁρωμένους ἐκεῖθεν, οὓς δὲ ἀναιρουμένους καὶ ζωγρουμένους, ἐνίους δὲ καὶ ὡς διά τινος ἱμονιᾶς τῆς ἁλύσεως κατιόντας τε καὶ εἰσιόντας τὰς τῶν Ῥωμαίων τριήρεις, πολλοὺς δὲ καὶ κυμβάχους κατὰ βυθοῦ φερομένους ἐν τῷ τῆς ἁλύσεως διαμαρτεῖν. εἶτα καὶ αὐτῆς διαρραγείσης εἴσω ξύμπας ὁ στόλος εἰσρύεται. τῶν δ᾽ ἡμετέρων τριηρέων αἱ μὲν αὐτίκα χειροῦνται, αἱ δὲ τῷ τῆς πόλεως αἰγιαλῷ προσεγχρίψασαι τιτρῶνται μετὰ τὴν τῶν ἐμπλεόντων κένωσιν. καὶ ἦν πολυειδὲς τὸ κακόν, μηδ᾽ ἐπὶ καρδίαν ὅλως τινὸς ἀνιόν. ἐνίστατο δὲ τότε μὴν Ἰούλιος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ ἑνδεκάτου ἔτους.

Ἀνοχευσάμενοι δ᾽ ἐκ τούτων μικρὸν οἱ Λατῖνοι καὶ ὅσον τὸ ποιητέον σκέψασθαι, οἱ μὲν μετὰ τῶν νηῶν, ἡ δ᾽ ἵππος μετὰ τῆς προβεβλημένης πεζῆς στρατιᾶς τῷ Κοσμιδίῳ ἐφίστανται, μικρὰν ἐφευρηκότες ἐκ τῶν Ῥωμαίων ἀντίστασιν περὶ τὴν ἐκεῖ που γέφυραν καὶ τὸν λεγόμενον Τρυπητὸν λίθον. καὶ τὰ μὲν πλοῖα καὶ αἱ νῆες καὶ οἱ δρόμωνες ἐκεῖ που προσίσχουσιν, ὁ δὲ στρατὸς στρατήγιον πήγνυσι διειλημμένον ἐν μέρει ὀρυκτοῖς χαρακώμασι καὶ ξυλίνοις περισταυρώμασι περὶ τὸ γεώλοφον, ἀφ᾽ οὗπερ ὁρατὰ μὲν τὰ ἐν Βλαχέρναις ἀνάκτορα, ὁπόσα νένευκε πρὸς ἑσπέραν· περὶ δέ γε τὴν τούτου ὑπόβασιν ὑπτιάζει τις αὔλειος, πρὸς μεσημβρίαν μὲν ἐς τὸ τεῖχος λήγουσα, ὅπερ ἔρυμα τῶν ἀρχείων ὁ βασιλεὺς ἀνήγειρε Μανουήλ, κατὰ δὲ βορρᾶν ἄνεμον τῇ θαλάσσῃ ἐγγίζουσα. σκηνάς τε οὖν ὀρθὰς ἑώρων οἱ ἐν τοῖς τείχεσι καὶ μικροῦ διομιλεῖσθαι εἶχον τοῖς ἐν αὐταῖς περὶ τὴν Γυρολίμνην στρεφομένοις.

Καὶ οἱ μὲν οὐ χάρακι καὶ ὅπλοις, τῷ δὲ περιβόλῳ τῆς πόλεως ἡμῶν διείργοντο· ὁ δὲ βασιλεὺς Ἀλέξιος πάλαι τεθησαυρικὼς ἐν ψυχῇ τὴν φυγὴν καὶ ἅπας αὐτῆς γινόμενος ὡπλοφόρησεν οὐδαμοῦ, οὐδ᾽ ἀντιμέτωπος ὤφθη τοῖς ἔξωθεν, ἀλλὰ θεατὴς τῶν δρωμένων ἐκάθητο, τοὺς ὑπερυψήλους δόμους ἀνιών, οἳ τῆς ἐξ Ἀλαμανῶν δεσποίνης κικλήσκονται. οἱ δέ γε περὶ αὐτὸν οἰκειακοί τε καὶ συγγενεῖς, ὁσονοῦν συναγηοχότες στράτευμα ἱππικὸν καὶ μοῖραν εὐάριθμον πεζικήν, ἐκ διαλειμμάτων ἐξῄεσαν, μόνον οὐ προθέμενοι δεικνύειν τὸ μὴ ἔρημον ἀνθρώπων τὴν πόλιν εἶναι παντάπασιν. ἐπελάσεις τοίνυν ἐξ ἐπιδρομῆς μερικαὶ καὶ διακοντίσεις ἱπποτῶν πρὸς ἱππέας κατ᾽ ἐρεθισμὸν καὶ ζῆλον ἀνδρείας πολλάκις τῆς ἡμέρας συνέβαινον ἑκατέρωθεν· καὶ ἦσαν ἐν τούτοις οὐκ ἀγεννῆ τὰ ἡμέτερα. ἀλλὰ καὶ πεζῶν ἐκπηδῶσαι δυνάμεις ἐς τὴν αὔλειον μάλιστα, ἣν εἰρήκειμεν, τοῖς ἐναντίοις προσέβαλλον. ἦν δὲ καὶ ἀπὸ πετροβόλων μηχανημάτων ἀχρειούμενα τὰ βασίλεια, ἐνιαχοῦ δὲ κἀκ τῶν τειχέων τῆς πόλεως βάρη λίθων ἀποσφενδονούμενα τοὺς ἐναντίους κατέπληττον.

Ἐνστάσης δὲ τῆς ἑπτακαιδεκάτης τοῦ Ἰουλίου μηνὸς χερσαῖοί τε καὶ ὑδραῖοι κεκρίκασιν ἀνδρικώτερον διαγωνίσασθαι οἱ ἀντίμαχοι, ὡς ἢ τῶν κατὰ σκοπὸν ἐπιτευξόμενοι ἢ τούτων διαπεσόντες ἐς ξυμβάσεις βλέψοντες· ἀμφότερα γὰρ ἡ φήμη περιιπταμένη λαμπρῶς ἐκώτιλλεν. οἱ μὲν τοίνυν τὰ πλοῖα φέροντες ἔστησαν κατέναντι τῶν Πετρίων, βοείαις δοραῖς φραξάμενοι ταῦτα, ὡς εἶεν πυρὶ ἀδῄωτα, κἀν ταῖς κεραίαις τεκτηνάμενοι κλίμακας τὰς βαθμῖδας μηρινθώδεις ἐχούσας ὑποχαλωμένας τε διὰ κάλων καὶ αὖθις αἰρομένας εἰς ὕψος προσδεδεμένων τοῖς ἱστοῖς· οἱ δὲ τειχεσιπλήτην κριὸν κρατυνάμενοι καὶ τοὺς τζαγγρατοξότας πολλαχῇ περιστήσαντες ὡς ἀφ᾽ ἑνὸς συνθήματος ποιοῦνται τὴν σύρρηξιν. καὶ ἦν ἡ μάχη φρικαλέα τις καὶ στονόεσσα πάντοθεν.

οἵ τε γὰρ περὶ τὸν κριὸν ὁπλισάμενοι τὸ τεῖχος ῥήξαντες πάροδον ἔσχον ἔσωθεν, ὃ παρατείνει πρὸς θάλασσαν περὶ τόπον, ὃς Ἀποβάθρα βασίλειος ὀνομάζεται, εἰ καὶ πρὸς τῶν ἐπικούρων Ῥωμαίοις Πισσαίων καὶ τῶν πελεκυφόρων βαρβάρων ἀπεκρούσθησαν γενναιότερον καὶ τραυματίαι οἱ πλείους ἐπανέλυσαν· οἵ τε τοῖς πλοίοις ἐνόντες τοῖς τείχεσι προσπελάσαντες καὶ δι᾽ ἀκατίων τὰς ἀγκύρας ἔραζε ῥίψαντες ἐκ τῶν κλιμάκων, ἔπειτα τοῖς ἐπὶ τῶν πύργων συμπλέκονται καὶ τρέπονται τούτους ῥᾳδίως ὡς ἐξ ὑπερδεξίων μαχόμενοι καὶ κατὰ κορυφὴν οἷον ἐφεστῶτες καὶ βάλλοντες· κατὰ πολὺ γὰρ τῶν τῆς πόλεως τειχέων ὑπερανεστήκεσαν αἱ κλίμακες, μετέωροι διὰ πεισμάτων γινόμεναι.

Τὸ δ᾽ ἀπὸ τοῦδε λαβόμενοι τῶν τειχισμάτων οἱ πολέμιοι πῦρ ἐνιᾶσι ταῖς οἰκίαις, ὁπόσαι τοῖς τείχεσιν ἐκκρεμεῖς, διασκεδασθέντες πολλαχῇ. καὶ γίνεται τῆς ἡμέρας ἐκείνης ἐλεεινόν τι θέαμα καὶ ποταμοὺς ἐθέλον δακρύων ἀντιρρόπων τῷ πολλῷ τῆς πυρκαϊᾶς· πάντα γὰρ ὅσα ἐκ τοῦ τῶν Βλαχερνῶν βουνοῦ πρὸς τὴν μονὴν διήκει τοῦ Εὐεργέτου κατῃθάλωτο καὶ ὑπερεμηκίσθη τὸ καλούμενον Δεύτερον ἡ τοῦ πυρὸς ἐρωή.

Ἰδὼν δὲ ὁ Ἀλέξιος τὸ οἰκτρὸν τοῦτο τῆς βασιλίδος δυστύχημα καὶ τὴν συνοχὴν τῶν ἀνθρώπων εὐλαβηθεὶς ὁπλίτης μόλις ὁρᾶται, καὶ μάλισθ᾽ ὅτι πρὸς ὀργὴν τοὺς πλείους ἐπιφρίσσοντας ἑώρα καὶ λόγους ἐπαχθεῖς κατ᾽ αὐτοῦ καὶ προπηλακισμοὺς ἀφιέντας, οἷς οἰκουρεῖν ἑλόμενος ἦρεν ἐπὶ μᾶλλον τὰ τῶν ἐναντίων φρονήματα, μηδεμίαν ἀρωγὴν ὑπονοθευομένῃ τῇ πόλει ψηφισάμενος, ἀλλ᾽ ἀφεὶς τὸν πόλεμον τοῖς τείχεσι προσελθεῖν, πρᾶγμα μὴ εἰς δεῦρο πραχθέν, ὡς εἴπερ οὐκ ᾔδει τῆς ὑστεροβουλίας κρείττονα τὴν προμήθειαν καὶ τὸ φθάσαι βέλτιον τὸν πολέμιον ἢ παρ᾽ αὐτοῦ προληφθῆναι, ὅσα καὶ σῶμα δεινῷ καχεκτήματι τὴν ἴασιν ὑπερπαίοντι. ἐξιὼν τοίνυν τῶν ἀρχείων ἱππότας πλείστους πρὸς ἑαυτὸν ἐπεσπάσατο καὶ πεζή τις φάλαγξ οὐκ ἀγεννὴς συνδεδράμηκεν ἐκ τῆς ἀκμῆς τῆς πόλεως, ὥστε καὶ τῷ κατὰ χέρσον πολεμίῳ στρατεύματι φρικασμὸς ἐπεγένετο σώματος, μεγίστην αἰφνηδὸν θεασαμένῳ παράταξιν. τάχα δ᾽ ἂν καὶ σωτήριον ἔργον διήνυστο, εἰ ὁμόσε κεχωρήκει τοῖς ἀντιπάλοις· νῦν δὲ ἡ ἐνδελεχὴς τῆς φυγῆς ἔννοια καὶ τῶν περὶ αὐτὸν τὸ εὐπτόητον τοῦ τί δεῖ ἐπὶ καιροῦ ποιεῖν ἐξέκρουσε τὸν Ἀλέξιον.

καὶ παραταξάμενος μόνον, ὅθεν ἐξῆλθε Ῥωμαίοις ἀσπάσιος ὡς δῆθεν ἀντιταξόμενος τοῖς Λατίνοις, ἐπανῆλθεν αἴσχιστος καὶ ἐφύβριστος, σοβαρώτερον μᾶλλον καὶ θρασύτερον πεποιηκὼς τὸ ἀντίμαχον, ἐπεὶ καὶ κατεπαρθὲν τῶν Ῥωμαίων ὀπίσω τούτων εἵπετο τραπομένων πρὸς ὑπονόστησιν καὶ τὰ δοράτια ἐπεκράδαινον.

Εἰσιὼν οὖν Ἀλέξιος τὰ βασίλεια πρὸς ἀπόδρασιν ἐνσκευάζεται, ὡς εἴπερ φερομένην τὴν πόλιν εἰς ἀτυχὲς πτῶμα καὶ ὑπὲρ αἶσαν ἀφαντῶσαι διεπονεῖτο καὶ τὸν ταύτης ἀποτεταμένον συνέτεμεν ὄλεθρον. τὰ τοῦ σκοποῦ τοίνυν κοινωσάμενος μετρίοις τῶν κατευναστριῶν ἐκείνῳ καὶ συγγενῶν κἀκ τῶν θυγατέρων τῇ Εἰρήνῃ, καὶ δέκα χρυσίου ἐνθέμενος κεντηνάρια καὶ κόσμους ἄλλους βασιλικοὺς ἐκ λίθων τιμαλφῶν συγκειμένους καὶ μαργάρων διαφανῶν, περὶ τὴν πρώτην ἄρας φυλακὴν τῆς νυκτὸς ἤλαυνεν ἐς τὸ Δεβελτόν, ἔνθα τὴν οἰκείαν προητοίμασεν ἄφιξιν, δείλαιος ἐν ἀνθρώποις, μὴ φίλτρῳ παίδων μαλαχθείς, μὴ γυναικὸς ἔρωτι δαμασθείς, μὴ τηλικαύτῃ πόλει μαλακισθείς, μηδέ τι τῶν ἄλλων εἰς νοῦν βαλόμενος, φιλοψυχίᾳ δὲ καὶ δειλανδρίᾳ σωτηρίαν ἑαυτῷ, καὶ ταύτην ἀμφίβολον, χωρῶν καὶ πόλεων τοσούτων καὶ γένους παντὸς ἀλλαξάμενος.

Ἐβασίλευσε μὲν οὖν ἐνιαυτοὺς ὀκτώ, μῆνας τρεῖς καὶ ἡμέρας δέκα. ἦν δὲ τὰ μὲν ἐς πόλεμον ὁποῖος εἴρηται, οὐδὲ τὰ πρὸς κοινὴν διοίκησιν ἀπεξεσμένος πέριξ παντάπασιν, ἵνα μὴ λέγοιμι ὡς ἐνέκλινεν εἰς τὸ πάντῃ ὀλίγωρον· τὰ δ᾽ ἄλλα οὐκ ἦν τις ἀπόβλητος. πλέον δὲ πάντων τῷ μειλίχῳ τοῦ ἤθους ἐκέκαστο μὴ δυσπρόσοδος ὤν, οὔτε μὴν ὑποσκυζομένῳ προσώπῳ καὶ ὑπεροφρυάζοντι βλέμματι ἐξέκρουε καὶ τοῦ ὑπ᾽ ὀδόντα γρῦξαί τινα, ἀλλ᾽ ἦν τοῦ βουλομένου παντὸς προσελθεῖν ἐκείνῳ καὶ δεηθῆναι, ἐνιαχοῦ δὲ καὶ πρὸς ἀντιφάσεις χωρεῖν οὐχ ὑποστελλομένῃ φωνῇ. καὶ τοὺς ἐπ᾽ ἀλλήλοις διαβόλους καὶ τοὺς κόλακας περιίστατο. ἔχων δὲ τὴν συνείδησιν βάλλουσαν ἐφ᾽ οἷς ἠνόμησεν εἰς τὸν ἀδελφόν, τὸ χρεὼν ἐδεδίει καὶ τὴν πάντα περισκοποῦσαν τὰ θνητῶν πράγματα δίκην διηνεκῶς ὑπεβλέπετο· ὅθεν κατανύξει καρδίας συνείχετο καὶ δευκνὺς ἀκηδιῶν πνεῦμα ἤλυέ τε καὶ ἐδυσφόρει καὶ ἤχθετο. εἰ δὲ μέγα καὶ βασιλεῦσιν ἐργῶδες τὸ μὴ τῶν ἀσταχύων ἐκτέμνειν τοὺς ὑπεραίροντας, μηδὲ θηριωδῶς ἐμπηδᾶν τοῖς παραλυπήσασι, καὶ τοῦτο προσπλουτοῦντα ἴδῃ τις τὸν Ἀλέξιον· οὐδὲ γὰρ πρὸς φυτείαν σκότους ὀφθαλμοὺς ἐπαττάλευεν, οὐδὲ κλαδῶν ἦν ὡς ἀμπέλους τὰ τοῦ σώματος ἀκρωτήρια, μάγειρος ἀνθρώπων γινόμενος. οὐδ᾽ ὅσον τὴν στυγνόχροον πορφύραν ἐνεδέδυτο, γυνή τις ἠμφιάσατο μέλανα χήτει ἀνδρός, ὃν μέλας ἐκάλυψε θάνατος.

οὐδὲ πῦρ ἔβλεψε τῶν ὀμμάτων ὡς τῶν λίθων οἱ ἀκτινώδεις, οὐδ᾽ ἐνέφυ τισὶν εἰς ἐπήρειαν ὡς λείβειν θρόμβους δακρύων ὁποῖα τὰ τῶν μαργάρων σφαιρώματα.