Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Χρονικὴ διήγησις

Νικήτας Χωνιάτης

Βασιλεία Αλεξίου Ε' Δούκα Μούρτζουφλου και η Άλωση της Κωνσταντινούπολης

Η ανατροπή των Αγγέλων από τον Αλέξιο Δούκα Μούρτζουφλο, η αποφασιστική έφοδος των Λατίνων, η πτώση της Βασιλεύουσας και η φυγή των Ρωμαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 16 από 18

ΒΑΣΙΛΕΙΑ ΑΛΕΞΙΟΥ ΤΟΥ ΔΟΥΚΑ ΤΟΥ ΚΑΙ ΜΟΥΡΤΖΟΥΦΛΟΥ Ὡς οὖν καθαρῶς εἰς Δούκαν ἡ βασιλεία μετακεκύβευτο, ὁ μὲν ὤδινε πραγμάτων μεταβολὰς καὶ τὸ πᾶν ἀνακυκήσειν ἐσκέπτετο, σοφισματίας ὢν τὸ ἦθος καὶ τὸν τρόπον φρονηματίας, καὶ τὸ κρυψίνουν ἀγχίνουν οἰόμενος, ἐπὶ πᾶσι καὶ τὸν εὐεργέτην ἐς τοὺς Μέτωνος αἰῶνας ἀναδυόμενος ἐκ τοῦ μὴ κρίνειν, ὡς ἔλεγε, βασιλικὸν τὸ αὐτόματον καὶ ἀνάκριβες ἐν ταῖς πράξεσι, τὸ δὲ περιεσκεμμένον καὶ χρόνιον. πρὸς δὲ τὰς τοιαύτας γνώμας ὡρμᾶτο μὲν καὶ αὐτόθεν, οὐδὲν ἐκεῖνον λεληθέναι τῶν δεόντων ἰσχυριζόμενος, ἀλλὰ πᾶσι πεφυκέναι πράγμασιν, εἶχε δὲ καὶ συνερίθου σκίασμα ἰσχνὸν παρεπόμενον τὸν κηδεστὴν Φιλοκάλην, ὃν οὐχ ἑτέρως ἔχων ἐπὶ τοῦ ἄκρου στῆσαι τῆς συγκλήτου βατῆρος, ἡμᾶς μὲν ἀπ᾽ οὐδεμιᾶς εὐσχήμονος προφάσεως τοῦ τοῖς σεκρέτοις λογοθετεῖν παραλέλυκεν, ἐκεῖνον δ᾽ ἀντιπροβέβληκεν. ἀμελέτητος δ᾽ ὢν ὁ ἀνὴρ ὅδε τοῦ ἑαυτὸν εἰδέναι παντάπασιν, ὑπὸ τῆς ἄγαν φιλοτιμίας τῶν ὑπὲρ τὸ καθῆκον σφαλερῶς ἐφιέμενος, τὸ μὴ σύνθρονος εἶναι τῶν ἐν τιμαῖς ἐνίοις ὑπενόθευε ποδάγραν σχηματιζόμενος, ὡς εἴπερ συνδιέρρεε ταῖς πτέρναις τὸν νοῦν κἀντεῦθεν ἀλλοφρονέων ὀλιγώρως εἶχε τοῦ δέοντος.

Ἀλλὰ καὶ τοὺς βασιλείους θησαυροὺς οὐκ ἐπιχειλεῖς οὐδ᾽ ἡμιδεεῖς, ἀλλ᾽ ἐν στενῷ πάντῃ ἀπειλημμένους ὁ ἄρξας Δούκας εὑρὼν θερίζων ἦν, ἔνθα οὐκ ἔσπειρε, καὶ συνάγων ὅσα οὐ διεσκόρπισεν, ἐτάσεσι βαρείαις ὑπάγων τοὺς τὰς μεγίστας ὑπ᾽ Ἀγγέλων ἀνεζωσμένους πρώην ἀρχὰς καὶ μεταρσιωθέντας εἰς ὕψος σεβαστοκράτορσι καθῆκον καὶ καίσαρσι καὶ πρὸς τὰς κοινὰς ἀποκτώμενος χρείας ὁπόσα ἐνθένδε συνέλεγε χρήματα.

Ἀπειροκάλως δ᾽ ἔχων τῆς τῶν Λατίνων ἀντιμαχήσεως κατὰ τοῦτο τὸ μέρος πάντων ἐπρώτευε· τά τε γὰρ παράλια τείχη τῆς πόλεως διὰ δοκάνων ἀνύψωσε καὶ τὰς χερσαίας πύλας τειχισματίοις διείληφε καὶ τὴν στρατιὰν ἀνεζωπύρει τῷ καθ᾽ ἑαυτὸν ὑποδείγματι. ἐν πολλοῖς δὲ καὶ αὐτὸς ξίφος διαγκοινιζόμενος καὶ χαλκήρει κορύνῃ καθοπλιζόμενος τοῦτο μὲν τὰς τῶν ἐναντίων ἀνέκοπτεν ἐκδρομάς, τοῦτο δὲ τοῖς σποραδικῶς ἐξιοῦσιν εἰς πορισμὸν τῶν σιτίων ἐφιστάμενος ἦν αὐτεπάγγελτός τε καὶ αὐτενέργητος.

Ἀμέλει διὰ ταῦτα τοῖς πολίταις ἠσπάζετο, εἰ καὶ ὕποπτος ἦν τὰ πολλὰ καὶ ἀσύμβατος τοῖς ἐξ αἵματος· ἅτε γὰρ ἐντραφέντες βλακείᾳ καὶ μαλακίᾳ συνανδρωθέντες, ἀναγωγικὴν αὐστηρίαν καὶ δίαιταν σώφρονα περιιστάμενοι ὡς τὰ κεκρατημένα σώματα νοσοκόμησιν, ἐτραχηλίων καὶ ἐσκληρύνοντο. τὴν τοῦ Δούκα τοίνυν ἐπίπληξιν καὶ ἐμβρίμησιν (ἦν γὰρ καὶ φύσει κοῖλος καὶ βαρὺς τὴν φωνὴν καὶ τὸν φάρυγγα βραγχιῶν) ὅσα καὶ γεῦσιν πολύποδος ὠμοῦ ἢ ἑλλεβόρου τράπεζαν εἴτε μὴν ταυρείου αἵματος κέρασμα ἐκτρεπόμενοι τὴν τούτου καταστροφὴν ἐπιστροφὴν ᾤοντο θεϊκήν.

Ἀμέλει καὶ Βαλδουίνου τοῦ τῆς Φλάντρας κόμητος τὰ περὶ τὸν Φιλέα κείροντος μέρη κἀκεῖθεν φόρους συλλέγοντος, ἔξεισι κατ᾽ αὐτοῦ βασιλεύς. ὡς δ᾽ οἱ μὲν ἀπιόντες, οἱ δ᾽ ἐκ τοῦ πολεμίου στίφους ἀναζευγνύντες ἀλλήλοις συνέμιξαν, Ῥωμαῖοι μὲν δέει ξυνέχονται καὶ συντόνου φυγῆς ἔχονται, περιλειφθεὶς δὲ μόνος ὁ βασιλεὺς αὐτός τε μικροῦ παραπώλετο καὶ ἡ τῆς θεομήτορος εἰκών, ἣν οἱ βασιλεῖς Ῥωμαίων ποιοῦνται συστράτηγον, τοῖς ἐναντίοις ἑάλωκεν.

Ἦν δ᾽ οὐ μόνον ταῦτα δεινά, ἀλλά γε καὶ τὰ ἐλπιζόμενα πολὺ χείρω καὶ χαλεπώτατα· ἐν γὰρ τοῖς μείζοσι τῶν πλοίων φρικώδεις πάλιν κλίμακες ἐτεκταίνοντο καὶ μηχαναὶ παντοῖαι κατεσκευάζοντο σημαῖαί τε ἐπὶ τούτων ἠνέμωντο καὶ τοῖς εἰς αὐτὰς ἀνιοῦσιν ἐπὶ τῷ μάχεσθαι δωρεαὶ προυτείνοντο μέγισται.

Καὶ τὰ μὲν τῶν δεινῶν ἐκινεῖτο, τὰ δὲ ὠδίνετο, τὰ δ᾽ ἤμελλεν· ἠλόγηντο δὲ καὶ οἱ περὶ φιλίας λόγοι καὶ παντάπασι κατημέληντο. μᾶλλον δὲ καὶ τούτους πονηροί τινες Τελχῖνες πολλάκις συνέχεον· ὁ γὰρ δοὺξ Βενετίας Ἐρίκος Δάνδουλος ὁμιλῆσαι περὶ σπονδῶν ἑλόμενος βασιλεῖ, νῆα εἰσιὼν τριήρη περὶ ταῖς ἀκταῖς προσίσχει τοῦ Κοσμιδίου. ὡς δ᾽ ἔφιππος ἐκεῖσε καὶ βασιλεὺς ἀφίκετο, ἀντεκοινοῦντο μὲν ἀλλήλοις τὰ πρὸς εἰρήνην ῥήματα μηδενὶ τῶν ἄλλων τὴν σπουδὴν χαριζόμενοι. καὶ ἦσαν τὰ παρὰ τοῦ δουκὸς Βενετίας καὶ τῶν λοιπῶν στρατηγῶν αἰτούμενα χρυσίου πεντήκοντα κεντηνάρια ἐκ τοῦ αὐτίκα μάλα καταβληθησόμενα καὶ συμφωνίαι τινὲς ἐπ᾽ αὐτοῖς, ἀποκναίουσαί τε καὶ δυσπαράδεκτοι τοῖς γευομένοις ἐλευθερίας καὶ εἰωθόσιν ἐπιτάσσειν, οὐκ ἐπιτάσσεσθαι, καὶ Λακωνικαὶ βαρεῖαι κρινόμεναι μάστιγες, οἷς δ᾽ αἰχμαλωσίας πρόκειται κίνδυνος καὶ πάνδημος ἀνέρρωγεν ὄλεθρος, τὸ μέν τι πρώην, τὸ δὲ καὶ ὑπογυίως ἀναστομούμενος, ἀνεκταὶ πάντως μηδὲ παντάπασιν ἀχθειναί.

ἐν ᾧ δὲ τὰ πρὸς εἰρήνην εἰς διάλεξιν προύκειντο, ἱππικαὶ Λατινικαὶ δυνάμεις ἐξ ὑπερδεξίων αἴφνης ἀναφανεῖσαι ἡνίοις ὅλοις τῷ βασιλεῖ ἐπιτίθενται, ὡς μόλις μὲν ἐκεῖνον παρερύσαντα τὸν ἵππον διεκφυγεῖν τὸν κίνδυνον, τῶν δὲ συνόντων χειρωθῆναί τινας· τὸ γὰρ ἄκρον τῆς ἐκείνων πρὸς ἡμᾶς ἀπεχθείας καὶ τὸ ὑπερβάλλον τῆς ἐπ᾽ ἐκείνους ἡμῶν διχονοίας οὐδεμίαν ἑκατέροις παρεισῆγε ῥοπὴν φιλάνθρωπον.

Τὰ δ᾽ ἐπὶ τούτοις ἀποσαλεύονται τῶν ἠιόνων τὰ μέγιστα τῶν ἀντιπάλων σκαφῶν, ἐφ᾽ ὧν αἱ κλίμακες εὐτρεπεῖς καὶ ὅσα τῶν ὀργάνων πρὸς τειχομαχίαν ἡτοίμασται καὶ ὡς ἐπὶ ζυγοῦ κατατείναντος ἐπὶ τὴν πρὸς τὰ τείχη μεταβαίνουσι πλάστιγγα, καὶ διειλήφασι τὸν χῶρον, ἐς τὸ ἀποχρῶν ἀλλήλων διιστάμενα, ὃς ἐκ τῆς τοῦ Εὐεργέτου μονῆς ἐς τὰ ἐν Βλαχέρναις ἀνάκτορα γραμμικῶς ἐκμηκίζεται, ἐμπεπυρισμένος ὢν καὶ ἀνεσκαμμένος τὰ ἔνδον οἰκόπεδα καὶ παντὸς ἐψιλωμένος ἡδέος θεάματος. ὅπερ ἰδὼν ὁ Δούκας, δρῶν καὶ αὐτὸς τοῖς πολεμίοις ἀντίθετα, τὴν βασίλειον αὐλαίαν προσετετάχει διαταθῆναι κατὰ τὸν ἐν τῇ μονῇ τοῦ Παντεπόπτου κολωνόν, ὅθεν ἦσαν ὁραταὶ μὲν αἱ νῆες αἱ πολεμιστήριοι, καταφανῆ δὲ τὰ παρὰ τῶν ἐν ταύταις δρώμενα.

Ὡς δ᾽ ἐπέφωσκεν ἡ ἐνάτη τοῦ Ἀπριλλίου μηνὸς τῆς ἑβδόμης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ δωδεκάτου ἔτους, τὰ μὲν πλοῖα καὶ οἱ δρόμωνες τοῖς τείχεσι προσπελάζουσι, θαρσαλέοι δέ τινες πολεμήτορες ἐπανίασι τὰς κλίμακας καὶ βέλη παντοῖα κατὰ τῶν ἐν τοῖς πύργοις ἠφίεσαν. ὅλην μὲν οὖν ἐκείνην τὴν ἡμέραν μάχη τις ἐνειστήκει στονόεσσα, ἦν δέ πως τὰ Ῥωμαίων ἐπικρατέστερα· αἵ τε γὰρ κλιμακοφόροι νῆες σὺν τοῖς ἱππαγωγοῖς δρόμωσιν ἄπρακτοι τῶν τειχῶν ἀπεκρούσθησαν καὶ τὰ τῶν λίθων ἐκ τῆς πόλεως ἀφετήρια πλείστους ὅσους διέφθειραν.

Ἀνοχευσάμενοι δ᾽ οὖν οἱ πολέμιοι τὴν μετ᾽ ἐκείνην ἡμέραν καὶ τὴν ἐφεξῆς κυριώνυμον, τῇ ὑστεραίᾳ πάλιν τῇ πόλει προσπλέουσι καὶ ταῖς ᾐόσι προσίσχουσιν, ἥτις ἦν δωδεκάτη μὲν τοῦ Ἀπριλλίου μηνός, δευτέρα δὲ τῆς ἕκτης ἑβδομάδος τῶν νηστειῶν. μέση μὲν οὖν ἡμέρα, καὶ κατίσχυον τὰ ἡμέτερα, κἂν ἡ ἀκμὴ τοῦ κακοῦ ἰσχυροτέρα τις ἦν καὶ δριμυτέρα τῆς πρότριτα· ἐπεὶ δὲ ἔδει δούλιον ζυγὸν ὑποδῦναι τὴν τῶν πόλεων πασῶν ἄρχουσαν, ἐν κημῷ τε καὶ χαλινῷ τὰς σιαγόνας ἡμῶν ἄγξαι θεὸς ἐδικαίωσεν, ὅτι καὶ πάντες ἐξέστημεν ἱερεὺς ὁμοῦ καὶ λαὸς ὡς ἵππος θρασαύχην τε καὶ δυσχάλινος, ἐκ τῶν κλιμάκων μιᾶς, ἥτις ἄγχιστα ἦν τῶν Πετρίων καὶ βασιλέως ἔναντι διεπονεῖτο, ἄνδρες δύο παραδόντες ἑαυτοὺς τῇ τύχῃ πρῶτοι τοῦ ἑταιρικοῦ ἐς τὸν κατ᾽ ὄψιν πύργον καταπηδῶσι καὶ διασοβοῦσι τὸ ἐκεῖσε Ῥωμαίοις φυλακικὸν συμμαχικόν, ἐκ δὲ τούτου διασείσαντες τὴν χεῖρα ἄνωθεν οἷον σύμβολον χαρᾶς καὶ θάρσους τοὺς φυλέτας ἐπέρρωσαν. ἐξίσου δὲ τοῖς εἰς τὸν πύργον ἁλαμένοις καί τις ἐκ τῆς ἱππάδος Πέτρος τοὔνομα διὰ τῆς πύλης εἴσεισι τῆς ἐκεῖσε, ὅλας φάλαγγας κλονῆσαι κρινόμενος ἱκανώτατος καὶ τὴν ἀναδρομὴν τοῦ σώματος ὡς γίγας μικροῦ προφαινόμενος ἐννεόργυιος καὶ αὐτὸν δὲ τὸν κάσιν τῆς κεφαλῆς διεσκευασμένον ἔχων κατὰ πόλιν πυργόεσσαν.

οὐδὲ κόρυθος τοίνυν μέτωπον ἑνὸς ἀνδρὸς ἱππαστοῦ, καταπληκτικοῦ τὸ εἶδος, ἀξιοθεάτου τὸ μέγεθος, οἱ περὶ τὸν βασιλέα τῷ γένει διάσημοι καὶ τὸ λοιπὸν στράτευμα κατιδεῖν ἐνεγκόντες ἀγαθὸν τοῦ σώζεσθαι φάρμακον τὴν ἐθάδα φυγὴν ὑπειλήφασιν, ὥσπερ εἰς μίαν ἑνισθέντες τε καὶ συντακέντες ἀγεννῆ ψυχήν, ὅθεν εἰς δειλίαν τῶν ὀχυρωμάτων αὐτοῖς τεθειμένων (ἐπὶ γὰρ γηλόφων ὀρθίων ἵσταντο) κατὰ χιλίους ὑφ᾽ ἑνὸς ἐδιώκοντο· καὶ ταῖς χερσαίαις Χρυσέαις πύλαις ἐπιστάντες τῆς πόλεως τὸ νεόδμητον ἐκεῖσε κατασπῶσι τεῖχος ἐκτρέχουσί τε καὶ διασκίδνανται, ὡς ὄφελόν γε τὴν ἐς βάραθρον καὶ πανώλειαν βαδιούμενοι. οἱ δὲ πολέμιοι μηδενὸς εἰς χεῖρας ἰόντος διαθέουσι πολλαχῇ καὶ τὰ ξίφη σπῶσι καθ᾽ ἡλικίας πάσης καὶ γένους παντός, οὐχ εἷς ἑνὶ συνημμένοι καὶ κατὰ σύνταξιν πλείους ἀλληλουχούμενοι, ἀλλὰ διεκκεχυμένοι σποράδες ὡς ἤδη παρὰ πᾶσιν ἐπιφοβώτατοι.

Ἑσπέρας δὲ τῷ πυρὶ παραδόντες τὰ πρὸς ἕω καὶ ἔτι πρόσω μικρὸν τῆς τοῦ Εὐεργέτου μονῆς, ὃ καὶ κατενεμήσατο τὰ πρὸς θάλασσαν ἐκεῖθεν ἐπικλινῆ καὶ μέχρι τῶν Δρουγγαρίου καταλήγοντα μέρη τῆς πόλεως, ἐπαναλύουσιν αὖθις καὶ περὶ τὴν μονὴν τοῦ Παντεπόπτου στρατήγιον βάλλουσι, τὴν βασίλειον ἐσκυλευκότες σκηνὴν καὶ αὐτῶν τῶν ἐν Βλαχέρναις ἀρχείων ἀπραγμόνως τε καὶ ἐξ ἐφόδου κεκρατηκότες.

Ὁ δὲ βασιλεὺς τῇδε κἀκεῖσε τῶν τῆς πόλεως περιιὼν στενωπῶν ἐπεχείρει μὲν συνιστᾶν καὶ διακροτεῖν πρὸς σύνταξιν τὸν εἰκῇ περιφοιτῶντα λαόν· οἱ δ᾽ οὔτ᾽ ἐπείθοντό οἱ ἐπιρρωννύοντι, οὔθ᾽ ὑπήκουον ἐπιθαρρύνοντι, ἀλλ᾽ ἀπογνώσεως πᾶσιν αἰγὶς ἐπεσέσειστο.

Καὶ ἵνα τῷ λόγῳ προβιβάσω τὸ λεῖπον, κέκλικεν ἡ ἡμέρα καὶ ἡ νὺξ προύκοπτε, καὶ τῶν μὲν ἀστυπόλων ἕκαστος ἐνεπόνει τῇ μεταθέσει καὶ καταχώσει τῶν οὐσιῶν, ἦσαν δ᾽ οἷς ᾑρέτιστο καὶ ἡ ἐκ τῆς πόλεως ἄπαρσις, καὶ ὡς ἑκάστοις προυχώρει σώζεσθαι ἠπείγοντο.

Ἰδὼν τοίνυν ὁ Δούκας ὡς οὐδὲν ὠφελεῖ, καὶ δεδιὼς ἅμα μὴ συλληφθείη καὶ ὡς ὄψον ἢ ἐπιτράγημα ταῖς γνάθοις τῶν Λατίνων προκείσεται, εἴσεισιν ἀρχεῖον τὸ μέγιστον. καὶ δὴ τὴν βασίλισσαν Εὐφροσύνην τὴν τοῦ βασιλέως Ἀλεξίου γυναῖκα καὶ τὰς ταύτης θυγατέρας λεμβαδίῳ ἐνθέμενος, ὧν ἔρωτι μιᾶς προκατείληπτο πολυομίλητος ἐκ πρώτης τριχὸς καὶ ῥυηφενὴς εἰς κοίτας δεικνύμενος καὶ δύο κουριδίους ἀλόχους παρὰ δίκην ἀποπεμψάμενος, τῆς πόλεως ἔξεισι, βασιλεύσας μῆνας δύο καὶ ἡμέρας ἓξ πρὸς ταῖς δέκα.

Τοῦ δὲ βασιλέως οὕτω μεταναστεύσαντος νεανιῶν ξυνωρὶς νηφαλίων τε καὶ ἀρίστων τῇ κατὰ πόλεμον δεξιότητι, ὁ Δούκας οὗτοι καὶ ὁ Λάσκαρις, ἀμφοῖν δ᾽ ἡ κλῆσις ὁμώνυμος τῷ ἀρχηγῷ τῆς πίστεως βασιλεῖ, ὡς περὶ νηὸς χειμαζομένης διαφέρονται τῆς ἀρχῆς, τύχης βράβευμα καὶ φορᾶς ἀλογίστου πέττευμα τὸ μέγιστον ὁμοῦ καὶ περίπυστον χρῆμα τὴν τῶν Ῥωμαίων βασιλείαν ὁρῶντες προκείμενον. εἱστήκεισαν οὖν ἀμφήριστοι τὸν Μέγαν εἰσιόντες Νεών, ἁμιλλώμενοί τε ἀλλήλοις καὶ παραβαλλόμενοι, μηδὲν δὲ πλέον ἢ ἔλαττον ἔχοντες, ἀλλὰ τῆς ἴσης ῥοπῆς ἀξιούμενοι, ὅτι μηδ᾽ ἦν ὁ ἀπελέγχων ἢ ἐπικρίνων ἑκάτερον.

Ἐκ δὲ κλήρου τὸ πρωτεῖον εἰληφὼς ὁ Λάσκαρις τὰ μὲν τῆς βασιλείας οὐ προσίεται σύμβολα, συνεξιὼν δὲ τῷ πατριάρχῃ κατὰ τὸ Μίλιον οὐκ ἀνίει παραινῶν τοῖς συνιοῦσι καί σφας ὑποθωπεύων εἰς ἀντιμάχησιν. ἀλλὰ καὶ τοὺς σείοντας ἐξ ὤμων τὰ ἀρεϊκὰ σιδήρια ἐς τὸν προκείμενον ἀγῶνα πέμπων ἐπώτρυνε, μὴ χρῆναι λέγων Ῥωμαίων ἔλαττον ἐκείνους τὸ ἀπολωλέναι δεδιέναι, εἰ πρὸς γένος ἕτερον τὰ Ῥωμαίων μεταρρέψουσι πράγματα· οὐ γὰρ μισθοφορήσουσιν ἔτι ἁδρῶς, οὐδὲ γέρα περιώνυμα τῆς βασιλέων φυλακῆς ἀπολήψονται, ἀλλ᾽ ἐν αἴσῃ καρὸς τετάξονται. καὶ ὁ μὲν πρὸς τούτοις ἦν· ὡς δ᾽ οὔτε τοῦ λεώ τις τῶν φωνῶν ἐπεστρέφετο, καὶ αὐτὸ δὲ τὸ πελεκυφόρον ἐπὶ μισθῷ τὴν σύναρσιν ἐπηγγέλλετο, ἐμπορίας καιρὸν ὑπούλως καὶ ἐπικλόπως τὴν ἀκμὴν τοῦ κινδύνου τιθέμενον, ἤδη δὲ καὶ κατάφρακτοι Λατινικαὶ προυφαίνοντο φάλαγγες, ἐκεῖθεν μεθίσταται καὶ τὸ σωθῆναι φυγῇ διατίθησιν.

Οἱ δὲ πολέμιοι μηδένα παρὰ δόξαν ὁρῶντες ἰθυμαχοῦντα ἢ ἀντεγχειροῦντα καὶ ὁπλιζόμενον, ἀλλ᾽ εὔοδα τὰ ἐν ποσίν, εὔκολα τὰ ἐν χερσί, τὰ ἐν στενωποῖς εὐδιάβατα, τὰ ἐν τριόδοις ἀπρόσκοπα, ἀπὸ πολέμων ἀσφάλειαν, ἀπὸ πολεμίων ὠφέλειαν, τύχης τινὸς εὐμενοῦς προαγούσης καὶ συλλαμβανούσης πάντας σφίσι προσυπαντᾶν μετὰ σταυρικῶν σημείων καὶ σεπτῶν ἐκτύπων Χριστοῦ, ὡς ἐν πανηγύρεσιν εἴθισται καὶ πομπαῖς, οὐ πρὸς τὴν ὄψιν τῶν ὁρωμένων τὴν τῆς ψυχῆς μεταμορφοῦσι κατάστασιν, οὐδὲ μέχρι χειλέων ὑπεμειδίασαν, οὐδὲ ἡ ἄελπτος ἐκείνη θέα τὸ στυγνὸν καὶ μανιῶδες βλέμμα καὶ ὅρμημα ἐς εἰκόνα μετέχρωσεν ἱλαρότητος, ἀλλ᾽ ἐπρονόμευον ἀδεῶς, ἀλλ᾽ ἐσκύλευον ἀναιδῶς, ἐκ τῶν ὀχημάτων πρώτως ἀρξάμενοι, οὐ τὰ τῶν πολλῶν μόνον χρήματα, ἀλλ᾽ ἤδη καὶ τὰ τῷ θεῷ ἀνακείμενα, ξιφηφόροι πάντες, οἱ δὲ καὶ σκεπαστηρίοις ὅπλοις τοὺς πρὸς σάλπιγγα ἐγειρομένους ἵππους ἑαυτῶν περιφράττοντες.

Τί δ᾽ ἂν πρῶτον, τί δ᾽ ἔπειτα, τί δ᾽ ὑστάτιον καταλέξαιμι τῶν τηνικαῦτα τολμωμένων παρὰ τῶν παλαμναίων ἐκείνων ἀνδρῶν; ὤ μοι τῆς ἀτίμου τῶν προσκυνητῶν εἰκόνων κατεδαφίσεως καὶ τῆς τῶν λειψάνων τῶν ὑπὲρ Χριστοῦ παθόντων κατὰ τόπων ἐναγῶν ἀκοντίσεως. τὸ δὲ φρικῶδες καὶ ἀκουόμενον, ἦν ὁρᾶν τὸ θεῖον αἷμα καὶ σῶμα Χριστοῦ κατὰ γῆς χεόμενον καὶ ῥιπτόμενον. οἱ δὲ τὰ τιμαλφῆ δοχεῖα τούτων διαρπάζοντες τὰ μὲν διέθραυον καὶ τοὺς ἐγκειμένους κόσμους ἐνεκολπίζοντο, τὰ δὲ εἰς σίτων κανᾶ καὶ οἴνων κεράσματα ταῖς ἑαυτῶν τραπέζαις παρέφερον, οἱ τοῦ Ἀντιχρίστου πρόδρομοι καὶ τῶν προσδοκωμένων πανασεβῶν πράξεων ἐκείνου πρωτουργοὶ καὶ προάγγελοι. ἀτεχνῶς τοίνυν ὑπὸ τοῦδε τοῦ γένους ὡς πάλαι ποτὲ καὶ τότε ἀπημφιάζετο Χριστὸς καὶ ὑβρίζετο, καὶ μερισμοὶ καὶ κλῆροι τῶν αὐτοῦ ἱματίων ἐγίνοντο, καὶ μόνον οὐ λογχευόμενος τὴν πλευρὰν θεορρύτου ῥύακας αἵματος εἰς γῆν καὶ πάλιν ἀπέσταζε.

Τὰ δ᾽ ἐπὶ Νεὼ τοῦ Μεγίστου ἠσεβημένα οὐδ᾽ ἀκοαῖς εἰσιν εὐπαράδεκτα. ἡ μὲν θυωρὸς τράπεζα, τὸ ἐκ πασῶν τιμίων ὑλῶν σύνθεμα συντετηγμένων πυρὶ καὶ περιχωρησασῶν ἀλλήλαις εἰς ἑνὸς ποικιλοχρόου κάλλους ὑπερβολήν, ἐξαισίου τῷ ὄντι καὶ ἀξιαγάστου παρ᾽ ἔθνεσιν ἅπασι, κατετεμαχίσθη καὶ διεμερίσθη τοῖς σκυλευταῖς, ὥσπερ καὶ πλοῦτος ἅπας ὁ ἱερός, ὁ τοσοῦτος τὸ πλῆθος καὶ τὴν ἀγλαΐαν ἀπέραντος. δεῆσαν δ᾽ ἐκκομισθῆναι καθά τινα σῦλα τὰ παναγῆ σκεύη καὶ ἔπιπλα, τὰ τὴν χάριν καὶ τὴν τέχνην ἄμαχα καὶ τὴν ὕλην σπάνια, ἀλλὰ δὴ καὶ τὸν δοκίμιον ἄργυρον, ὃς τὸν τοῦ βήματος θριγκὸν καὶ τὸν οἷον ἐκπλῆξαι ἄμβωνα καὶ τὰς πύλας περιήμπισχε καὶ εἰς παμπόλλους ἄλλους κόσμους περιετέτηκτο, χρυσῷ περιτρεχόμενος ἅπας, ἡμίονοί τε καὶ ὑποζύγια σεσαγμένα μέχρι τῶν ἀδύτων εἰσήγοντο τοῦ νεώ, ὧν ἔνια διωλισθηκότα μηδ᾽ ἐπὶ ποδῶν στῆναι δυνάμενα διὰ τὴν τῶν ἐπιπέδων λίθων στιλπνότητα μαχαίραις ἐξεκεντήθησαν, ὡς ἐκ τῆς τῶν χολάδων κόπρου καὶ τοῦ προχυθέντος αἵματος τὸ θεῖον μολυνθῆναι δάπεδον. ἀλλὰ καὶ γυναικάριον σεσωρευμένον ἁμαρτίαις, Ἐριννύων ζάκορον, δαιμόνων πρόσπολον, ἀρρήτων τε γοητειῶν καὶ ἐπιρρήτων ἐπῳδῶν ἐργαστήριον, καταστρηνιᾶσαν Χριστοῦ, ἐπὶ τοῦ συνθρόνου καθῖσαν κεκλασμένον ἀφῆκε μέλος καὶ πολλάκις περιδινηθὲν εἰς ὄρχησιν τὼ πόδε παρενεσάλευσε.

Καὶ οὐ ταῦτα μὲν ἠνομεῖτο οὕτως, ἄλλα δ᾽ οὔ, ἢ ἐκεῖνα μὲν ἐπὶ πλέον, εἰς δ᾽ ἔλαττον ἕτερα, ἀλλ᾽ ὁμοθυμαδὸν πάντα παρὰ πάντων ἀνωσιουργεῖτο τὰ παναθέμιτα. πάνυ δ᾽ ἂν ἐφείσαντο γυναικῶν εὐλαβῶν καὶ κορίων ἐπιγάμων ἢ τῶν θεῷ ἀνακειμένων καὶ παρθενεύειν ἑλομένων οἱ κατὰ τῶν θείων οὕτω λυττήσαντες; ἐπὶ πᾶσιν ἐργῶδες ἦν καὶ δυσμήχανον τὸ μειλίξασθαι λιταῖς ἢ ὁπωσοῦν εὔνουν θέσθαι τὸ βάρβαρον, οὕτω μὲν εὐπαρόξυντον ὄν, οὕτω δ᾽ ἐρευξίχολον ἀκριβῶς καὶ πρὸς πᾶσαν ἀκοὴν ἀθέλητον. πάντα δ᾽ ἐκρίνετο θυμοῦ ὑπεκκαύματα καὶ ἄνοιαν ὠφλίσκανε καὶ γέλων. καὶ ὡς τὴν γλῶτταν ἀταμίευτος ἐπεπλήττετο, ἐν πολλοῖς δὲ καὶ τὸ παραξιφίδιον εἶχεν ἐπ᾽ αὐτὸν σπώμενον ὁ καὶ μικρὸν ἀντειπὼν ἢ πρὸς τὰ θυμήρη σφίσιν ἀναδυόμενος.

Ὅθεν ἦν εἰς πόνον ἅπασα κεφαλή, ἐν στενωποῖς θρῆνοι καὶ οὐαὶ καὶ κλαυθμοί, ἐν τριόδοις ὀδυρμοί, ἐν ναοῖς ὀλοφυρμοί, ἀνδρῶν οἰμωγαί, γυναικῶν ὀλολυγαί, ἑλκυσμοί, ἀνδραποδισμοί, διασπασμοὶ καὶ βιασμοὶ σωμάτων συναφῶν πρότερον. οἱ τῷ γένει σεμνοὶ γυμνοὶ περιῄεσαν, οἱ τῷ γήρᾳ γεραροὶ γοεροί, οἱ πλούσιοι ἀνούσιοι. οὕτως ἐν πλατείαις, οὕτως ἐν γωνίαις, οὕτως ἐν τεμένεσιν, οὕτως ἐν καταδύσεσιν· οὐδὲ γὰρ ἦν τις τόπος ἀνεξερεύνητος ἢ ἀσυλίαν τοῖς προσρυομένοις διδούς.

Χριστὲ βασιλεῦ τῆς τότε θλίψεως καὶ συνοχῆς τῶν ἀνθρώπων. ὁ δ᾽ ἦχος ὁ θαλάττιος, ὁ δὲ τοῦ ἡλίου σκοτασμὸς καὶ ἡ ζόφωσις, ἡ δὲ τῆς σελήνης εἰς αἷμα μεταστροφή, οἱ δὲ τῶν ἀστέρων ἔξεδροι, ὅπῃ καὶ ὅπως οὐ τὰ τελευταῖα ταῦτα κακὰ προεσήμαναν; καίτοι τὸ βδέλυγμα τῆς ἐρημώσεως τεθεάκαμεν ἑστὼς ἐν τόπῳ ἁγίῳ καὶ πορνικὰ στρογγυλίζον λογάρια καὶ τἆλλα, κἂν μὴ ἐπίπαν, ἀλλ᾽ ἐκ τοῦ δήπουθεν μεταβάντα πρὸς τὸ ἀντίστροφον, ὅσα παρὰ Χριστωνύμοις σεμνὰ καὶ τὸν τῆς πίστεως λόγον ἐξευγενίζοντα.

Τοιαῦθ᾽, ὡς ἐκ πολλῶν βραχέα δοῦναι τῇ ἱστορίᾳ, οἱ ἐξ ἑσπέρας στρατοὶ κατὰ τῆς Χριστοῦ κληρονομίας παρηνομήκασιν, ἐπ᾽ οὐδενὶ τῶν ὅλων τὸ φιλάνθρωπον ἐνδειξάμενοι, ἀλλὰ πάντας ἀποξενώσαντες χρημάτων καὶ κτημάτων, οἰκημάτων τε καὶ ἐσθημάτων, καὶ μηδενὸς τῶν πάντων μεταδόντες τοῖς ἔχουσι. ταῦτα ὁ χαλκοῦς αὐχήν, ἡ ἀλαζὼν φρήν, ἡ ὀρθὴ ὀφρύς, ἡ ἀεὶ ξυριῶσα καὶ νεανισκευομένη παρειά, ἡ φιλαίματος δεξιά, ἡ ἀκροχολῶσα ῥίν, ὁ μετέωρος ὀφθαλμός, ἡ ἄπληστος γνάθος, ἡ ἄστοργος γνώμη, ἡ τορὴ καὶ τροχαλὴ λαλιὰ καὶ μόνον οὐκ ἐπορχουμένη τοῖς χείλεσι, μᾶλλον δὲ οἱ παρ᾽ ἑαυτοῖς ἐπιστήμονες καὶ σοφοί, οἱ εὔορκοι καὶ φιλαλήθεις καὶ μισοπόνηροι καὶ τῶν Γραϊκῶν ἡμῶν εὐσεβέστεροί τε καὶ δικαιότεροι καὶ τῶν Χριστοῦ διαταγμάτων φύλακες ἀκριβέστεροι, τὸ δὲ πλέον, οἱ τὸν σταυρὸν ἐπ᾽ ὤμων ἀράμενοι καὶ πολλάκις κατὰ τούτου καὶ τῶν θείων λογίων ἐπομοσάμενοι τὰς μὲν τῶν Χριστωνύμων χώρας παρελθεῖν ἀναιμωτί, μὴ προσνεύσαντες ἀριστερά, μηδ᾽ ἐκκλίναντες δεξιά, κατὰ δὲ Σαρακηνῶν ὁπλίσαι τὰς χεῖρας καὶ τὰ ξίφη πορφυρῶσαι τοῖς αἵμασιν, οἳ τὴν Ἱερουσαλὴμ ἐξεπόρθησαν, μηδ᾽ ἀνδρίσασθαι γυναιξὶν ἢ καθ᾽ ὁμιλίαν αὐταῖς συνελθεῖν ἐφ᾽ ὅσον ἂν χρόνον τὸν σταυρὸν ἐπωμάδιον φέρωσιν ὡς ἡγνισμένοι θεῷ καὶ τὴν αὐτοῦ πορείαν στελλόμενοι.

Ὄντως λογοποιοὶ ἐξεφάνθησαν καὶ τοῦ θείου τάφου διφῶντες ἐκδίκησιν κατὰ Χριστοῦ προδήλως ἐλύττησαν καὶ μετὰ σταυροῦ τὴν τοῦ σταυροῦ κατάλυσιν ἠνομήκασιν, ὃν ἐπινώτιον ἔφερον, τοῦτον πρὸ ποδῶν τιθέναι μὴ φρίττοντες διὰ χρυσίον βραχὺ καὶ ἀργύριον. καὶ μαργαρίτας ἐγκολπιζόμενοι τὸν πολύτιμον μαργαρίτην Χριστὸν ἠθετήκασι, τοῖς ἐναγεστάτοις τῶν ζώων τὸν παναγέστατον διασπείραντες. οἱ δ᾽ ἐξ Ἰσμαὴλ οὐχ οὕτως, ὅτι μὴ καὶ πάνυ φιλανθρώπως καὶ προσηνῶς τοῖς ἐκ τοῦ γένους αὐτῶν προσηνέχθησαν τῆς Σιὼν κατισχύσαντες. οὔτε γὰρ γυναιξὶ Λατινίσιν ἐπεχρεμέτισαν, οὔτε τὸ Χριστοῦ κενήριον πολυάνδριον πεσόντων ἔδειξαν, οὐδὲ κάθοδον ἐς ᾅδου τὴν πρὸς τὸν ζωηφόρον τάφον εἴσοδον, οὐδὲ θάνατον τὴν ζωήν, οὐδὲ πτῶσιν τὴν ἀνάστασιν, ἁπαξάπασι δ᾽ ἀνέντες τὴν ἔξοδον χρυσίνοις ἀριθμῷ κατ᾽ ἄνδρα βραχέσιν ἀφώριζον τὰ ζωάγρια, τὰ λοιπὰ τοῖς κεκτημένοις παρέντες, κἂν ψάμμῳ ἦσαν παρόμοια. καὶ τοιῶσδε μὲν τὸ χριστομάχον τοῖς ἀλλοπίστοις Λατίνοις ἐχρήσατο, μὴ ξίφος, μὴ πῦρ, μὴ λιμόν, μὴ διωγμόν, μὴ γυμνότητα, μὴ συντρίμματα, μὴ πιέσματα μεγαλοψύχως σφίσιν ἐπενεγκόν· ἡμῖν δ᾽ ἐκείνως τὸ φιλόχριστον καὶ ὁμόδοξον προσενήνεκται, ὡς ἐπιτρέχοντες εἴπομεν, μηδὲν ἐπεγκαλεῖν ἀδίκημα ἔχοντες.

Ὦ πόλις, πόλις, πόλεων πασῶν ὀφθαλμέ, ἄκουσμα παγκόσμιον, θέαμα ὑπερκόσμιον, ἐκκλησιῶν γαλουχέ, πίστεως ἀρχηγέ, ὀρθοδοξίας ποδηγέ, λόγων μέλημα, καλοῦ παντὸς ἐνδιαίτημα. ὢ ἡ ἐκ χειρὸς Κυρίου τὸ τοῦ θυμοῦ πιοῦσα ποτήριον, ὢ ἡ γενομένη πυρὸς μερὶς πολλῷ δραστικωτέρου τοῦ καταιβασίου πάλαι πυρὸς Πενταπόλεως. “τί μαρτυρήσω σοι; τίνι ὁμοιώσω σε; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου,„ Ἱερεμίας φησὶν ὁ φιλόδακρυς τὴν πάλαι Σιὼν κοπτόμενος. τίνες κακοποιοὶ δυνάμεις ᾐτήσαντό σε καὶ ἔλαβον εἰς σινίασιν; τίνες ἀλάστορες φθονεροὶ καὶ ἀμείλικτοι κῶμόν σοι ἐπεκώμασαν ἄγριον; ἢ γοῦν ἀνάρσιοι καὶ μανιώδεις ἐρασταὶ παστάδα σοι μὲν οὐκ ἐπλέξαντο, οὐδ᾽ ἀνῆψάν σοι δᾷδα γαμήλιον, ἀφανιστηρίους δ᾽ ἀνέκαυσαν ἄνθρακας;

Ὢ ἡ πολύγονος καὶ βύσσον καὶ πορφύραν ἠμφιεσμένη βασίλειον, πιναρὰ δ᾽ ἀρτίως καὶ αὐχμηρὰ καὶ πολλῶν κακῶν κληροῦχος καὶ τέκνων τῶν γνησίων χατίζουσα. ὢ ἡ πρώην ὑψίθρονος καὶ βιβῶσα μακρὰ καὶ μετέωρα, μεγαλοπρεπὴς τὸ εἶδος, ἀξιοπρεπεστέρα τὸ μέγεθος, νυνὶ δὲ κατερραγμένη καὶ διερρηγμένη τοὺς χλιδῶντας χιτῶνας καὶ τὰ κομψὰ καὶ ἀρχικὰ κρήδεμνα καὶ τὸ ὄμμα ἀπεσβεσμένη τὸ χαροπὸν καὶ γρηῒ καμινοῖ ἴση ἐκ τοῦ κατησβολῶσθαι πυρὶ καὶ ῥυτίσι χαλαραῖς ηὐλακισμένη τὴν στιλπνὴν καὶ τερπνὴν ὄψιν πρότερον. ἐῶ γὰρ λέγειν τοὺς πρὸς λύραν ἐντείνοντάς τε καὶ ψάλλοντας τὰ σὰ δυσπραγήματα καὶ κωμῳδίαν τιθεμένους τὴν σὴν τραγῳδίαν ἐν τῷ τὸν οἶνον προσίεσθαι καὶ βίου τέχνην ποιουμένους τὴν γελοιώδη τῶν κακῶν σου ἀφήγησιν, τοὺς κονδυλισμούς τε καὶ πτερνισμούς, ἔτι δὲ τὰς ἀθετήσεις καὶ τὰ ὑπώπια, ἅ σοι καθ᾽ ὥραν πᾶσαν προστρίβονται, παρεζηλωμένῃ θεόθεν ἐπὶ μὴ ἐχέφροσιν ἔθνεσιν, ἢ οὐδ᾽ ἔθνεσιν ἀληθῶς, ἀλλ᾽ ἀμυδροῖς καὶ σποραδικοῖς γένεσιν, ὧν τὰ πλείω εἰ μὴ ἐγέννησας, ἀλλ᾽ ὕψωσάς τε καὶ στέατος πυροῦ μετέδωκας. “Τίς σώσει σε; ἢ τίς παρακαλέσει σε; τίς φείσεται ἐπὶ σοί; ἢ τίς σκυθρωπάσει ἐπὶ σοί; ἢ τίς ἐπανακάμψει ἐρωτῆσαι τὰ εἰς εἰρήνην σοι;„ Ἱερεμίου καὶ τάδε τοῦ πολυθρήνου τὰ ῥήματα. τίς τὴν προτέραν στολὴν ἐπενδύσει σε;

πότε θεόθεν ἐνωτίσῃ· “ἐξεγείρου, ἐξεγείρου, ἀνάστηθι ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ μου καὶ τὸ κόνδυ τῆς πτώσεως. ἔνδυσαι τὴν ἰσχύν σου, ἔνδυσαι τὴν δόξαν σου. ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι. ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου· πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου. μὴ φοβοῦ, ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης καὶ ἐκρότησαν ἐπὶ σοὶ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν κεφαλὰς αὐτῶν καὶ εἶπον “αὕτη ἑστὶν ἡ πόλις, στέφανος δόξης καὶ εὐφροσύνη πάσης τῆς γῆς„ καὶ “πῶς ἐκάθισε χήρα ἡ πεπληθυσμένη λαῶν καὶ ἡ ἄρχουσα ἐν χώραις ἐγεννήθη εἰς φόρους;„ εἶπε γὰρ ὁ θεός σου “χρόνον μικρὸν κατέλιπόν σε, καὶ μετ᾽ ἐλέους μεγάλου οἰκτειρήσω σε. ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου, καὶ ἐν ἐλέῳ αἰωνίῳ ἐλεήσω σε.„ ἢ γοῦν ᾄσεις Δαυιτικῶς πρὸς θεὸν “κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου.„ Τίς ἐπιστήσεταί σοι Μωσῆς καινουργὸς ἢ ἐπανάγων ἐποφθήσεται Ζοροβάβελ; πότε δ᾽ ἐσεῖταί σοι ἐκ τῶν τεσσάρων ἀνέμων ἐπισυναγαγεῖν τὰ τέκνα σου, ἐν οἷς διεσπάρημεν, ὃν τρόπον αἱ φιλότεκνοι ὄρνιθες ὑπὸ τὰς ἑαυτῶν ἀθροίζουσι πτέρυγας τὰ οἰκεῖα νεόττια.

ὡς νῦν γε οὐδ᾽ ἐνώπιοι ἐνωπίῳ σοι ἐποφθαλμίσαι καθαρῶς ἔχομεν, οὐδ᾽ ἐμφύναι περιχαρῶς ὡς μητρί, καὶ ἀκριβῶς ἐπισπεῖσαί σοι δάκρυον, ὅσον ὀφθαλμὸς βούλεται ἢ δύναται, ἀλλ᾽ εὐλαβῶς ὡς στρουθοί σε περιιπτάμενοι, ὧν συνείληπται ἡ τροφός, ἡ δὲ καλιὰ διεσκέδασται, ἐλεεινόν τι καὶ γοῶδες ἀναβαλλόμεθα, πόρρω που τῶν σῶν φατνωμάτων ἐκτοπισθέντες, πεινῶντες καὶ διψῶντες, αὐχμῶντες καὶ ῥιγῶντες, καὶ πρὸς φθεῖραν πολλάκις κειρόμενοι καὶ τὰς ψυχὰς ἐν κακοῖς τηκόμενοι, ὁδόν τε μηκέτι κατοικεσίας εὑρίσκοντες πόλεως, ἀλλὰ πολύπλαγκτοι φερόμενοι ὡς ὄρνιθες οἱ ἀβέβαιοι καὶ τῶν ἀστέρων οἱ πλάνητες. ἢ καὶ οὕτως εἰπεῖν, ἑνούμεθά σοι διῃρημένως καὶ συμπλεκόμεθά σοι κεχωρισμένως κατὰ τοὺς ψυχῇ συναπτομένους καὶ διισταμένους σώματι καὶ προσπάσχομεν ἀτεχνῶς ὃ καὶ ἔνια τῶν ζώων πρὸς τὰ παγιδευόμενα ἐκ σφῶν ὑπὸ θηρευτῶν καὶ ἐγκλειόμενα διαφανέσιν ὑελίνοις ἄγγεσιν.

ἐκεῖνά τε γὰρ τῷ τοῦ σκεύους εἰλικρινεῖ καὶ στιλπνῷ τὴν τοῦ συννόμου ζώου θέαν ἐνοπτριζόμενα συμμῖξαι καὶ ἐν χρῷ γενέσθαι ὅλως ἀδυνατεῖ καὶ διὰ τοῦτο μάτην περὶ τὸ ἄγγος ἀδημονοῦντα στρέφεται, τῷ ἐξηλλαγμένῳ τῆς ὄψεως ὡς ἀπεναντίῳ τῆς πρώην ἕξεως ἐκθαμβούμενα· καὶ ἡμεῖς ἐπ᾽ ἴσης σοι τὰς μὲν ὄψεις προσβάλλειν καὶ ἐγγύτερον ἰέναι ἔχομεν, τοῦ δὲ περιχυθῆναί σοι γνησίως καὶ προσπλακῆναι θαρραλέως ὡς πρότερον παντάπασιν ἐστερήμεθα, ὅσα καὶ σώματι στερεῷ καὶ πολλῷ στεγανωτέρῳ ὑέλου τῷ βαρβαρικῷ συντάγματι διειργόμενοι. “Ἵνα τί ἔπαισας ἡμᾶς, Κύριε, καὶ οὐκ ἔστιν ἡμῖν ἴασις; ἔγνωμεν, Κύριε, ἁμαρτίας ἡμῶν, ἀδικίας πατέρων ἡμῶν. κόπασον διὰ τὸ ἔλεός σου, μὴ ἀπολέσῃς θρόνον δόξης σου. παίδευσον ἡμᾶς, Κύριε, ὅπως μὴ ἀποστῇ ἡ ψυχὴ ἡμῶν ἀπὸ σοῦ, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλιγοστοὺς ποιήσῃς ἡμᾶς. ἔκχεον τὸν θυμόν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεάς, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο. πατὴρ ἡμῶν σὺ εἶ, Κύριε· ἡμεῖς πηλός, καὶ σὺ πλάστης ἡμῶν, ἔργον τῶν χειρῶν σου πάντες ἡμεῖς. ἐπίβλεψον, καὶ ἴδε τοὺς ὀνειδισμοὺς ἡμῶν. ἡ κληρονομία ἡμῶν μετεστράφη εἰς ἀλλοτρίους, οἱ οἶκοι ἡμῶν εἰς ξένους. ἐπίστρεψον ἡμᾶς πρὸς σέ, καὶ ἐπιστραφησόμεθα. ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν.„ χρηστέον γάρ μοι ἐπικαίρως καὶ ἐφ᾽ ὁμοίοις τοῖς συναντήμασι τοῖς γραφικοῖς τοῖσδε ῥήμασιν.

Ἀλλ᾽ ἤδη μοι καὶ τὸ λέγειν αὐτὸ ἐπιλέλοιπεν, ὅσα καὶ σῶμα συμφυὲς ψυχῇ καὶ ὁμόστολον τῇ τοῦ λόγου σοι τροφῷ συναπιόν τε καὶ συνθανόν. κωφοῖς τοίνυν δάκρυσι καὶ στεναγμοῖς ἀλαλήτοις τὰ πολλὰ τῶν θρηνημάτων ἀφοσιωτέον σοι καὶ τοῦ περαιτέρω ἀφεκτέον τῆς ἱστορίας εἱρμοῦ. τίς γὰρ ἀνάσχοιτ᾽ ἂν ἐπὶ γῆς ἀλλοτριωθείσης ἤδη τοῦ λόγου καὶ βαρβαρωθείσης τέλεον τὰ Μουσῶν ἐπιδείκνυσθαι κρούματα; οὐκ ἂν ᾀσαίμην τὰ βαρβάρων αὐτός, οὐδ᾽ ἐσοίμην παραπέμπων τοῖς ἔπειτα πράξεις πολεμικάς, ἐν αἷς μὴ νικῶσιν Ἕλληνες. εἰ γὰρ ὁ Κῷος Ἱπποκράτης πολλοῖς μεταπεμπόμενος χρήμασι πρὸς τοῦ τότε τῶν Περσῶν βασιλεύοντος, ὡς ἂν τὰς ὑπ᾽ ἐκεῖνον ἐπισκέψαιτο πόλεις κακῶς πασχούσας νοσηλείᾳ σώματος, οὐδ᾽ ἄκροις ὠσὶ τὰς ὑπερόγκους ὑποσχέσεις ἠνέσχετο δέξασθαι, ἔρρειν καὶ οἰμώζειν τοὺς βαρβάρους ἀφείς, πῶς ἂν ἔγωγε εἴην τὸ βέλτιστον χρῆμα, τὴν ἱστορίαν, καὶ κάλλιστον εὕρημα τῶν Ἑλλήνων βαρβαρικαῖς καθ᾽ Ἑλλήνων πράξεσι χαριζόμενος.

Ἀλλ᾽ οὗτοι μὲν κατὰ τὸν ἐμπρήσαντα τὸν ἐν Ἐφέσῳ ναὸν τῆς Ἀρτέμιδος οἰχέσθωσαν ἄϊστοί τε καὶ ἄπυστοι, μηδὲ προσρήματος γοῦν τινος ὑφ᾽ ἡμῶν ἀξιούμενοι, ἕως οὗ παρέλθῃ ἡ ἀνομία κἀπὶ τοῖς δούλοις αὐτοῦ τὸ θεῖον παρακληθήσεται. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ὁ θεὸς ἡμῶν εἰς τέλος ἐπιληθόμενος ἢ συνέχων ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ, μηδὲ προστιθεὶς τοῦ εὐδοκῆσαι ἔτι, ἀλλὰ πατάσσων ἰᾶται καὶ θανατῶν ἐπιστρέφων ζωοποιεῖ. ἂν ὀδόντας θηρίων ἐπαποστελεῖ μετὰ θυμοῦ συρόντων ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ τὰς μύλας τῶν λεόντων συνθλᾷ καὶ τὴν κεφαλὴν συντρίβει τοῦ δράκοντος. ἂν ὡς κάλαμον κατεάξῃ, ἀλλὰ καὶ τοῖς θηρίοις τοῦ καλάμου ἐπιτιμᾷ. ἂν οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἀλλὰ ψευδὴς ἵππος εἰς σωτηρίαν, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ. εἰ δείκνυσι τῷ οἰκείῳ λαῷ σκληρὰ καὶ οἶνον κίρνησι κατανύξεως, ἀλλ᾽ ἑτοιμάζει καὶ τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων, καὶ προτείνει ποτήριον εὐφροσύνης μεθύσκον ὡσεὶ κράτιστον.

εἰ τοὺς μαστιγοῦντας ἐκ περάτων ἄγει τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακρὰν καὶ διὰ προφήτου βοᾷ μεγακήρυκος “γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ παίζοντες· ἡγιασμένοι εἰσί, κἀγὼ ἄγω αὐτούς,„ ἀλλὰ καὶ τούτοις ἐπεντείνει σφοδροτέρας πληγὰς καὶ τῶν κακῶν μαστίζει τοῖς χείροσι, χάριν εἰδὼς οὐδαμῶς, εἰ χρῆται τούτοις ὀργάνοις εἰς ὄλεθρον πόλεων καὶ κακοῖς ἐπιδημίοις καὶ δημίοις ἀνθρώπων ἀνοικτίρμοσιν, εἴτε μὴν ὡς νοσηλεῖαι καὶ φάρμακα συναίρονταί οἱ ἐν πλείστοις ὡς ψυχῶν ἰατρῷ, οἷς καὶ φύσις τοιάδε τις ἐμφαίνεται τοῖς ἐπιστήσασι πρόδηλος. αἱ μὲν γὰρ ἢ τοῦ κάμνοντος ἀναρρωσθέντος ἐκμαρανθεῖσαι τοῦ δρᾶν ἔληξαν ἢ τῷ πάσχοντι συνδιόλλυνται· τὰ δ᾽ ἀκεσίνοσα φάρμακα τὸ καχεκτοῦν ἰασάμενα ταῖς τῶν ὑλῶν ἀτιμοτέραις συμπρόεισιν ἀχρειούμενα.

Χρῆναι τοίνυν φημὶ μὴ βιβλίον ἀποστασίου πρὸς θεοῦ δεδομένον ἡμῖν ἢ γοῦν τῶν ἀγριελαίων βαρβάρων ἐγκέντρισιν εἰς τὴν καθ᾽ ἡμᾶς καλλιέλαιον τὰ ἐπιόντα οἴεσθαι δεινά, ἀλλὰ παιδείαν μικράν, ὁποίαν ἴσησιν ἐπάγειν θεός, ἀνιεὶς τοῦ ἄγαν μηδ᾽ ἐνδιδοὺς τὰ πάντα τοῖς πειρασταῖς, ἀλλὰ καὶ τῶν πειραζομένων φειδόμενος, καὶ μάλιστα εἰ τὸ μὲν δρῶν, κόρον οὐκ εἰδὸς ἀνοσιουργίας, καὶ αὐτοῦ κατεπαίρεται δι᾽ ἀσέβειαν, παρ᾽ οὗ τὴν ἰσχὺν εἰλήφει τοῦ μαστιγοῦν, ὡς μὲν Ναβουζαρδὰν ἀρχιμάγειρος τὴν τοῦ θεοῦ πόλιν παραπέμπον πυρὶ καὶ τὰ λειτουργικὰ σκεύη προνομεῦον, ὡς δὲ Βαλτάσαρ τρυφῶν ἐν αὐτοῖς θυσιαστήριά τε καθυβρίζον καὶ τὰ θεῖα μυστήρια ἐξορχούμενον, τὸ δὲ πάσχον ἑαυτοῦ γινόμενον ἐν πρωτολογίαις κατήγορον παρήγορον τὸν παίσαντα θεὸν θερμότερον ἐπικέκληται.

Οὐκοῦν φιλανθρωπίαν ἐκδεχομένους θεοῦ δέον ᾄδειν μετὰ Δαυὶδ “μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου· ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου,„ εὖ εἰδότας ὡς ἀσεβῶν μὲν ἡ ἐς τέλος παρόρασίς τε καὶ ἡ μαστίγωσις, τῶν δ᾽ ἠλπικότων ἐπὶ Κύριον τῇ παιδείᾳ σύνδρομος ἡ ἐπανάκλησίς τε καὶ ἡ παράκλησις.

ΤΟΥ ΑΥΤΟΥ ΧΩΝΙΑΤΟΥ ΤΑ ΜΕΤΑ ΤΗΝ ΑΛΩΣΙΝ ΤΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΣΥΜΒΑΝΤΑ ΤΟΙΣ ΡΩΜΑΙΟΙΣ Σόλων, ὁ τῶν Ἀθηναίων τὰ κράτιστα, ὑποτυφομένην ὁρῶν τὴν Πεισιστράτειον νεωτέρισιν πολλάκις μὲν διειλέχθη τοῖς Ἀθηναίοις πειρώμενος κατασβέσαι τὴν τυραννίδα, εὖ μάλα εἰδὼς εὐμαρέστερον τὸ τὴν ἀρχὴν συνιστάμενον παῦσαι κακὸν καὶ κωλῦσαι πῆξιν ἄρτι δεχόμενον ἢ γοῦν προβὰν ἤδη καὶ κρατυνθὲν ἐκκόψαι καὶ ἀνελεῖν· οὐδενὸς δ᾽ αὐτῷ προσέχοντος, μηδὲ πείθειν δυνάμενος, μετὰ χεῖρας ὅπλα λαβὼν πρὸς ταῖς εἰσόδοις αὐτὰ κατέθετο, εἴ πως ἐκκαλέσαιτο οὕτω καὶ παροξυνεῖ τοῦ δήμου τινὰς πρὸς ζῆλον τὸν ὅμοιον. ὡς δ᾽ οὐκ ἐξηρέθιστό τις πρὸς ταῦτα, οὔτε μὴν συνεπωτρύνετό οἱ πρὸς τὴν τοῦ τυράννου καθαίρεσιν, λέγεται εἰπεῖν “ἔγωγε, ὡς εἶχον, τῇ πατρίδι ἐπήμυνα,„ καὶ τὸ λοιπὸν ἡσυχίαν ἄγειν καὶ γράφειν ποιήματα καὶ διατωθάζειν Ἀθηναίους ἐς ἀβουλίαν, ὧν ἔνια μὴ παρασυρέντα τῷ χρόνου ῥεύματι οὑτωσί πως ξυντέθεινται· εἰ δὲ πεπόνθατε λυγρὰ δι᾽ ὑμετέραν κακότητα, μή τι θεοῖς μῆνιν τούτων ἐμφέρετε· αὐτοὶ γὰρ ταῦτ᾽ ηὐξήσατ᾽ ἐρύματα δόντες, καὶ διὰ ταῦτα κακὴν ἔσχετε δουλοσύνην.

Εἰ γοῦν λέγων καὶ πράττων ὁ Σόλων πρὸς πειθήνιον λόγοις ὁμήγυριν ἠλέγχετο μάτην ἀμφότερα μετιών, Σόλων ἐκεῖνος ὁ Κοδρίδης μὲν τὸ γένος, τῷ δὲ τῆς σοφίας περιόντι μικροῦ πᾶσαν τὴν τετράκλιμον διελθών, ὁποῖον ἄν τις τῶν καθ᾽ ἡμᾶς εἰσενηνοχὼς τοῖς κοινοῖς ἐπήρκεσεν ἂν πράγμασιν, ὧν οἱ μὲν βασιλεῖς ἐν ῥᾳθυμίᾳ τραφέντες ἦσαν ἐξ ἀρχῆς καὶ ῥέγκοντες ἡδύτερον Ἐνδυμίωνος καὶ τὰ δεῖπνα πρωϊαίτερον προσιέμενοι καὶ τοσοῦτον τῆς τῶν πραγμάτων εὐκαιρίας ἐκδιιστάμενοι, οἷα καὶ φαύλως ἐν τοῖς ὅλοις ἠγμένοι, ὡς ἐν χειμῶνι μὲν τὰ ἄνθη ἐπιζητεῖν, ἔαρος δὲ ποθεῖν ὀπωρίζεσθαι, τὸ δὲ πολίτευμα ἐμπορικόν τε καὶ κάπηλον τὸ φρονεῖν καὶ μὴ μόνον οὐχὶ σάλπιγξι τοῦ λέχους ἐξανιστάμενον, ἀλλ᾽ οὐδ᾽ ᾠδαῖς ὀρνίθων διυπνιζόμενον, οἷα καθεῦδον νήγρετον καὶ μὴ ἐγνωκός ποτε πόλεμον.

Τὸ δέ γε συντιθέναι ποιήματα καὶ τῶν διαμαρτόντων καθάπτεσθαι ἦν μὲν καὶ τοῦ μεγαλείου Σόλωνος, ἦν δ᾽, ὡς ἔοικε, καὶ τοῦ τότε δήμου τῶν Ἀθηναίων, κνωμένου τὸ οὖς ταῖς τῶν εἰσηγήσεων χρησίμοις καὶ ἠρέμα ὑπενδιδόντος ταῖς τῶν ἀρίστων ἀνδρῶν παραιφάσεσι. καὶ ἄλλως δὲ τῷ πρὸς ὄνειδος ᾄδειν τιθασσοῖς λόγων μέροψιν ἔνεστί τι καὶ γλυκάζον σὺν τῷ στύφοντι ἐμφαινόμενον· καὶ ἡ μνήμη, ὅσα δὴ καὶ ῥιπὶς τὸ παραμένον ἐν ψυχῇ καὶ ἐνθαπτόμενον ἐμπύρευμα τοῦ καλοῦ κατὰ ζῶσαν ἔτι φλόγα πυρὸς ἀναθάλπουσα, τὴν ἐφ᾽ ὁμοίοις ἐσέπειτα διαμαρτίαν φυλάττεσθαι διανίστησι. τοῖς δ᾽ ἐς ἡμᾶς τῆς Κωνσταντίνου οἰκήτορσιν, εἰπεῖν δὲ καὶ τοῖς ἐκ τῶν ἄλλων ὁρμωμένοις χωρῶν, οἱ ἔλεγχοι μώλωπες ἀκριβῶς. τοῖς δὲ πολλοῖς οὐδ᾽ ὦτα πεφύτευται τετρημένα εἰς νοῦν, οὐδ᾽ ἡ Παφία τῆς ἐλευθερίας ὁποία τίς ἐστιν, ἐς δεῦρο κατείληπται, ὡς οὐδὲ γλυκύτης μέλιτος τοῖς μηδέπω γευσαμένοις μέλιτος.

Ἐπεὶ τοίνυν ἀσύμφωνα τοῖς Σόλωνος τὰ ἡμέτερα, ἄγε τὰ μὲν τῶν ἐλέγχων παρήσομεν βούκεντρα, ἐς οὐδὲν ἕτερον προσληφθησόμενα ὅτι μὴ τῶν πλείστων ἑτεροζύγησιν (εἰσὶ γάρ, εἰσὶν οἳ χόρτον ἐν τοῖς κέρασιν ἔχουσι), τῆς δ᾽ ἱστορίας καθ᾽ εἱρμὸν ἑξόμεθα.

εἰ γὰρ καὶ τὰ τῶν βαρβάρων ᾄδειν ἀπειπάμεθα, ἀλλ᾽ οὖν τοῦ δρασσομένου σοφοὺς ἐν τῇ σοφίᾳ αὐτῶν ἐν πολλοῖς τοὺς ὑψαύχενας σφήλαντος καὶ τὰ πρόσωπα αὐτῶν ἀτιμίας πλήσαντος καὶ παραδόντος εἰς ὄλεθρον βαρβαρωτέροις ἑαυτῶν ἔθνεσι, χρεὼν μηδ᾽ ἡμᾶς τὴν σιωπὴν ἐς τέλος ἑλέσθαι, χρήσασθαι δὲ τῷ λόγῳ πρὸς ἀνθομολόγησιν τῶν τεραστίων θεοῦ, τοῦ “ζῶ ἐγὼ„ λέγοντος “εἰς τὸν αἰῶνα, καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς μου καὶ τοῖς μισοῦσί με ἐξολόθρευσιν,„ καὶ αὖ πάλιν πρὸς Ἀβραὰμ “τὸ δὲ ἔθνος, ᾧ δουλεύσουσι, κρινῶ ἐγώ.„ Εἶχε μὲν δὴ οὕτω ταῦτα, καὶ ἡ Κωνσταντίνου καλλίπολις, τὸ κοινὸν ἁπάντων ἐθνῶν ἐντρύφημά τε καὶ περιλάλημα, ᾐθάλωται πυρὶ καὶ ἠμαύρωται, ἑάλω τε καὶ τοῦ πλούτου παντὸς κεκένωται, ὅσος τε δημόσιος ἦν καὶ τοῖς λεῷς ἐπῳκείωτο καὶ ὅσος θεῷ ἀφωσίωτο, παρὰ γενῶν ἑσπερίων σποραδικῶν, ἀφαυρῶν τὰ πλεῖστα καὶ ἀνωνύμων, εἰς λῃστρικὸν μὲν ἔκπλουν συγκροτηθέντων, ὀργάνῳ δὲ χρησαμένων καὶ προσωπείῳ εὐτυπώτῳ τῆς καθ᾽ ἡμῶν κινήσεως τῷ κρούσασθαι πρύμναν εἰς ἄμυναν Ἰσαακίου τοῦ ἐξ Ἀγγέλων καὶ ὃν ἐκεῖνος ἐφύτευσεν, ὡς μὴ ὤφελεν, ἐπ᾽ ἀπωλείᾳ τῆς πατρίδος, ὃν καὶ καλῶν κάλλιστον καὶ σφίσιν ἐπέραστον ἀγώγιμον ἐπεφέροντο· ἡ γὰρ ὑπτιότης καὶ οἰκουρότης τῶν τὰ Ῥωμαίων χειριζόντων πράγματα δικαστὰς ἡμῶν καὶ κολαστὰς τοὺς λῃστὰς ἐπεισήνεγκεν.

Ἐπὶ δὲ τοῖς συμβᾶσι πᾶσι τῇ βασιλίδι οὐδὲν σημεῖον ὑψόθεν ἢ καὶ γῆθεν ἐκφανθὲν ἔγνωσται, ὁποῖα ἄττα πολλὰ τοῖς πρότερον ξυνηνέχθησαν συμφορὰς ἀνδρῶν καὶ κακῶν ἐπαγωγὰς κηρεσιφόρους ὑποσημαίνοντα. οὔτε γὰρ ψιάδες οὐρανόθεν ὕσθησαν αἱματόεσσαι, οὔτε θέρος ἔναιμον παρεξήλλακται, οὔτε λίθοι πυρόεντες ἐξ αἰθέρος ἠνέχθησαν, οὔτε τι ἕτερον ὡράθη καινουργηθὲν ὁπωσοῦν, ἀλλ᾽ ἐμβάδι ἀψόφῳ καὶ χερσὶν ἀκροτήτοις πολύπους καὶ πολύχειρ τῇ πόλει καὶ ἡμῖν ἡ δίκη ἐπεισπεσοῦσα δυσπότμους ἐν ἀνθρώποις εἰργάσατο, τιμωρὸς ὀφθεῖσα φιλότιμος.

Καὶ τὴν μὲν ἡμέραν ἐκείνην, καθ᾽ ἣν ἡ πόλις ἑάλωκεν, οἱ σκυλευταὶ ταῖς ὁπῃοῦν οἰκίαις ἐναυλισάμενοι τά τε ἔνδον διήρπαζον καὶ περὶ τῶν ἀφανῶν τοὺς δεσπότας ἀνέκρινον, πληγὰς ἐντείνοντες ἐνίοις, πολλοῖς δὲ καὶ προσηνῶς συγγινόμενοι, ταῖς δ᾽ ἀπειλαῖς ἐπὶ πᾶσι χρώμενοι· ὡς δὲ τὰ μὲν εἶχον, τὰ δ᾽ ἐξέφαινον, τὰ μὲν ὀφθαλμοῖς προκείμενα καὶ πρὸς τῶν ἐχόντων προσαγόμενα, τὰ δ᾽ ὑπὸ σφῶν αὐτῶν ἀναδιφώμενα, καὶ φειδώ τις οὐκ ἦν παρὰ σφίσιν οὐδὲ τῶν ἐνόντων μετάδοσις πρὸς τοὺς ἔχοντας, οὔτε μὴν συμμέθεξις ἑστίας ἢ ἑστιάσεως, ἀλλ᾽ ὑπεροψία καὶ ἀμιξία καὶ μεθ᾽ ὕβρεων ἀπαγωγὴ καὶ ἀπόπεμψις, ἔδοξε διὰ ταῦτα τοῖς στρατηγοῦσιν ἀνεικέναι τοῖς βουλομένοις τὴν ἐκ τῆς πόλεως ἄπαρσιν. κατὰ συμμορίας τοίνυν ἀγειρόμενοι ἐξῄεσαν, ῥακίοις ἐσπειραμένοι, ἀπαστίᾳ ἐκτετηγμένοι, τὸν χρῶτα τραπέντες, νεκρώδεις τὰς ὄψεις καὶ ὕφαιμοι τοὺς ὀφθαλμούς, ὡς πλέον αἵμασιν ἤπερ δάκρυσι κλαίοντες. οἱ μὲν γὰρ θρήνων τὰς οὐσίας εἶχον ὑπόθεσιν, οἱ δὲ τὴν τούτων ἀποβολὴν ὡς οὔπω θλῖβον ἐς μὴ λόγον τιθέμενοι ἢ ὡραῖον γάμου κόριον ὠλοφύροντο ἁρπαγὲν παρ᾽ ὅτου καὶ διακορηθὲν ἢ ἀλόχου στέρησιν ἐπωδύροντο, καὶ ἄλλος ἄλλο τι κακὸν ἀνῴμωζε πορευόμενος.

Ἵνα δὲ καὶ τὰ κατ᾽ ἐμὲ συνείρω τῇ ἱστορίᾳ, πολλοὶ τῶν συνήθων εἰς τοὐμὸν συνέδραμον οἴκημα τῆς στυγνῆς ἐκείνης καὶ δυσωνύμου ὄντως ἐπιφαυσάσης ἡμέρας, ὑπόστωον οὖσαν καὶ χαλεπὴν προσπελάσαι καὶ ζοφώδη τὴν εἴσοδον· ὁ γὰρ ἄμαχος τῷ κάλλει καὶ τῷ μεγέθει μέγιστος οἶκος ἡμῶν ἐν τοῖς Σφωρακίου ἱδρυμένος ὑπὸ τοῦ δευτέρου πυρὸς ἠφάνισται. ἦν δὲ καὶ ἄλλως εὐμαρὲς ἐκεῖθεν εἰς τὸν Μέγιστον εἰσδῦναι Ναόν, ἐπειδὴ καὶ τῷ τεμένει συνέκειτο. ἀλλ᾽ ἦν ἀνεξερεύνητον οὐδὲν τοῖς στρατεύμασιν, οὐδὲ τόπος εὐαγὴς καὶ τῇ θέσει παρέχων ἀσφάλειαν ἀσινὲς ἐτήρει τὸ προσρυόμενον, ἀλλ᾽ ὅπῃ τις ἂν καὶ προσέδραμεν, ἀπεσπᾶτο πρὸς τῶν εἰσιόντων ἐκεῖ πολεμίων καὶ ἔνθα πρὸς βουλῆς ἐκείνοις ἀπήγετο. ταῦθ᾽ ὁρῶντες ἡμεῖς ἀνομούμενα, ὡς ἐκ τῶν παρόντων εἴχομεν, τὸ σύμφορον μέτιμεν.

Ἦν οὖν ἐμοί τις συνήθης τε καὶ συνέστιος ἐκ τοῦ τῶν Βενετίκων προελθὼν γένους, κομιδῆς ἀξιούμενος καὶ τῆς ἐς τὸ σῶμα ἀσφαλείας κομιδῇ μετέχων τοῖς οὖσιν ἅμα καὶ γυναικί. οὗτος χρήσιμος ἡμῖν ἐν τοῖς τότε καιροῖς δείκνυται. θωρακισάμενος γὰρ καὶ τὸν ἔμπορον εἰς στρατιώτην μεταμειψάμενος μάλα ἐμβριθῶς ἀπεκρούετο μέχρι τινὸς τοὺς εἰσιόντας τὸ οἴκημα σκυλευτάς, τὸν συνοπλίτην ἐκείνοις ὑποκρινόμενος καὶ προειληφέναι τὴν οἰκίαν σχηματιζόμενος, συμβαρβαρίζων ἅμα σφίσι καὶ τὰ εἰκότα διαλεγόμενος. ὡς δ᾽ οἱ μὲν κατὰ πλῆθος εἰσέρρεον, ὁ δ᾽ ἀντέχειν ἀπείρηκε, καὶ μάλιστα πρὸς τοὺς ἐκ τῶν Φραγγίσκων ἐπεισιόντας μὴ τοῖς ἄλλοις ὄντας παραπλησίους καὶ τὰς γνώμας καὶ τὰ σώματα, μόνον δὲ τὸν οὐρανὸν δεδιέναι κομπάζοντας, μὴ εἴη σφίσιν ἐπιπεσών, μεταχωρεῖν ἐκεῖθεν ἡμῖν ὑποτίθησιν, ἵνα μὴ πρὸς τοῖς βαρβάροις γενόμενοι ἐν μὲν δεσμοῖς οἱ ἄνδρες ἡμεῖς διὰ χρήματα εἴημεν, αἱ δὲ γυναῖκες ἐν ὕβρεσι καὶ ἀσέμνοις ἀπαγωγαῖς.

Τοῦ χρηστοῦ τοίνυν ἐκείνου καὶ πρώην μὲν οἰκότριβός τε καὶ πρόσφυγος, τότε δ᾽ ἀγαθοῦ συνεργάτου κἀν τοῖς καιρίοις ὑπερασπίζοντος ἐς ἄλλην οἰκίαν ἡγησαμένου, γνωστοὺς ἡμῖν Βενετίκους τρέφουσαν, κατὰ βραχεῖς ἔξιμεν ἐκεῖθεν, ὡς δορίκτητος ἐκείνῳ κλῆρος ἐκ χειρὸς ἑλκόμενοι κατηφεῖς καὶ δυσείμονες καὶ οὕτω παραπεμπόμενοι.

Ἐπεὶ δ᾽ ἐκεῖνο τὸ μέρος τῆς πόλεως εἰς κλῆρον τοῖς Φραγγίσκοις ἐπέλαχε, μετανάσται πάλιν γινόμεθα. ὅτε καὶ τῶν ἐπὶ τῆς θεραπείας ἡμῶν ἄλλων ἄλλῃ διασπαρέντων καὶ πάντων ἀναθρώπως ἡμᾶς παρεικότων ἐπωμάδια φέρειν ἡμεῖς ἠναγκάσμεθα τὰ μήπω τῶν παιδαρίων ποσὶ χρώμενα, στέγειν δὲ ὑπὸ μάλην καὶ ἄρρενα παῖδα ὑπομαστίδιον καὶ χωρεῖν οὕτω διὰ μέσων τῶν ἀγυιῶν.

Ἡμέρας τοίνυν πέντε μετὰ τὴν ἅλωσιν τῇ πόλει προσμείναντες ἀπαίρομεν καὶ ἡμεῖς. ἦν δὲ τότε σάββατον, κατὰ θεῖον οἶμαι καὶ μὴ περίπτωσιν τυχηρὰν ἢ συγκυρίαν οὑτωσί πως συμβὰν ἄλογον, καὶ χειμών, ἐπὶ δὲ καὶ πρὸς ὠδῖσιν ἔτι ἡμῶν ἡ σύζυγος, ὥστε καὶ τὸ τοῦ Χριστοῦ προαγόρευμα, ὅ φησιν “εὔξασθε μὴ γενέσθαι τὴν φυγὴν ὑμῶν χειμῶνος ἢ σαββάτου,„ καὶ “οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις ἐν ἐκείναις ταῖς ἡμέραις,„ ὡς εἴπερ ἐφ᾽ ἡμῖν προείρητο, πέρας ἀτεχνῶς εἴληφεν. ὡς δ᾽ ἱκανοὶ συνήθεις καὶ συγγενεῖς καὶ πλῆθος ἕτερον κατὰ θέαν ἡμῶν συνδραμὸν τῆς πορείας εἰχόμεθα, ἐπ᾽ ἴσης ἀγορᾷ μυρμήκων διιόντες τὰς τριόδους, προσυπήντων ἡμῖν οἱ στρατοί, οὐχ ὡπλισμένοι πρὸς ἀκρίβειαν, μαχαίρας δ᾽ ἐπιμήκεις παρὰ πλευρὸν πλάγιον τοῦ ἵππου ἐξηρτημένοι καὶ παραξιφίδια ταῖς ζώναις ἐνειμένα φέροντες, οἱ μὲν τῶν σκύλων ἔμφορτοι, οἱ δὲ τοὺς παριόντας αἰχμαλώτους ἐξιχνιάζοντες, εἰ λαμπρὰν ἐσθῆτα περίκεινται διερρωγότι περιστελλομένην χιτῶνι ἢ γοῦν ἀργύριον καὶ χρυσίον τῷ κόλπῳ ἐνθάπτουσιν, οἱ δὲ καὶ γυναικῶν ταῖς κάλλει διαφερούσαις πεπηγόσι βλέμμασι μηδὲ ῥᾳδίως ἀποσπωμένοις ἐνατενίζοντες ὡς ἁρπάσοντες αὐτίκα καὶ βιασόμενοι.

περὶ ταῖς γυναιξὶ τοίνυν ἡμεῖς δείσαντες τὰς μὲν ὡς ἐν σηκῷ τῷ μέσῳ ἡμῶν ἀπειλήφειμεν, ταῖς δὲ νεάνισιν ἐπεσκήψαμεν ἐντρίψασθαι πηλῷ τὰ πρόσωπα ἀντίρροπα τῶν πρώην κομμώσεων καὶ τὸν πυρσὸν οὕτω κατασβέσαι τῶν παρειῶν, ἵνα μὴ ὡς ἐν νυκτὶ φρυκτωρούμενον πῦρ προκαλῆται τοὺς ὁδευτὰς πρῶτα μὲν θεατάς, ἔπειτα ἐραστάς, ἐκ δὲ τούτου καὶ βιαστάς, ἀνεύθυνον ὁρῶντας τὸ ἴδιον θέλημα ἅμα καὶ χεῖρας ἱκέτιδας αἴροντες εἰς θεὸν καὶ μετὰ συνοχῆς καρδίας τὸ στῆθος τύπτοντες καὶ δακρύοις τὰ ὄμματα τέγγοντες, εἴ πως ἅπαντες καὶ πᾶσαι τοὺς ὠμηστὰς ἐκείνους θῆρας σχοίημεν ἀδιαλώβητοι παρελθεῖν. ἔδει δὲ διὰ τῆς Χρυσείας πύλης ἡμᾶς διελθεῖν.

Ὡς δὲ περὶ τὸν νεὼν ἥκομεν Μωκίου τοῦ καλλιμάρτυρος, ὑβριστὴς καὶ ἀνόσιος βάρβαρος ὡς ἀμνάδα λύκος ἐκ μέσων ἡμῶν ἀφαρπάζει κόρην εὐπλόκαμον, τινὸς τῶν ἐπὶ τῷ δικάζειν θυγάτριον. πρὸς τὴν οἰκτροτάτην τοίνυν ταυτηνὶ θέαν ἡ μὲν συνοδία πᾶσα διαθροηθέντες ἐξεβοήσαμεν, ὁ δὲ πατὴρ τῆς παιδὸς γήρᾳ καὶ νόσῳ τετρυχωμένος, τότε δὲ καὶ σφαλεὶς κατὰ τέλματος, ὀλοφυρόμενος καὶ τῷ πηλῷ φυρόμενος δόχμιος ἔκειτο, ὡς εἰς συκίνην ἐπικουρίαν ἀφορῶν συχνάκις ἐμέ, καὶ πρὸς ὄνομα δεόμενος συνάρασθαί οἱ τὰ δυνατὰ πρὸς τὴν τῆς παιδὸς ἀπόλυσιν. ἐπιστραφεὶς οὖν αὐτίκα μάλα, ὡς εἶχον, κατ᾽ ἴχνια τοῦ ἅρπαγος ἔβαινον, μετὰ δακρύων τὴν βίαν ἐπιβοώμενος καὶ σχήμασιν ἱλασίμοις εἰς ἀρωγὴν ἐπισπώμενος τοὺς μὴ πάντῃ ἀμαθεῖς τῆς ἡμετέρας φωνῆς ἐκ τοῦ στρατεύματος παριόντας, ἔστι δ᾽ ὧν καὶ χειρὸς ἁπτόμενος. καὶ ἴσχυσά τινας οὕτως ἐς οἶκτον προκαλέσασθαι, ὡς μετιέναι ζητεῖν ἐκεῖνον τὸν ἀναιδῆ καὶ φιλόσαρκον.

Ἡγούμην τοίνυν αὐτός, οἱ δ᾽ ἐφείποντο. ὡς δ᾽ ἐπέστημεν ἔνθα ὁ φιλογύνης κατέλυεν, ὁ μὲν τὴν κόρην εἴσω ἐκπέμψας πρὸς τοῖς πυλῶσιν εἱστήκει, τοὺς ἀντιστησομένους ἀποκρουσόμενος, ἔγωγε δὲ δακτύλῳ αὐτὸν ὑποδείξας “οὗτος„ εἶπον “ὁ ἐπὶ μάρτυρι τῷ φωτὶ ἀδικῶν καὶ τῶν εὖ γεγονότων ὑμῶν παραβλεπόμενος τὰ ἐντάλματα. ὑμεῖς μὲν γὰρ γυναιξὶ ταῖς ὑπὸ ζυγὸν καὶ ταῖς ὅλως ἀπειράτοις ἀνδρὸς καί γε ἔτι ταῖς ἀποθριξαμέναις θεῷ μηδὲ μοιχικοῦ μέχρι βλέμματος, εἰ δυνατόν, συνελθεῖν ἐθεσπίσατε καὶ ὅρκοις τὰ περὶ τούτων φρικώδεσι διειλήφατε· ὁ δὲ ἀποφλαυρίσας τὰς ὑμῶν ἐντολάς, ταῖς παρθενικαῖς ἐπὶ μάρτυσι πολλοῖς ὀνηδὸν ἐπιβρωμώμενος οὐχὶ δέδιε. τοῖς αὐτῶν οὖν ὑμῶν νόμοις καὶ τοῖς ἐν χερσὶν ἡμῖν ἐπαμύνατε, μαλαχθέντες τούτοις τοῖς δάκρυσιν, ἃ καὶ θεὸς προσίεται καὶ ἡμῖν ἡ φύσις ἐς τὸν πρὸς ἀλλήλους οἶκτον βοήθημα μέγιστον τοῖς ὀφθαλμοῖς ἐπωχέτευσεν. εἰ δὲ καὶ πατέρες παίδων ὑμεῖς, ναὶ πρὸς τῶν συλλέκτρων καὶ τῶν φίλων ὑμῖν τέκνων τοῖς ἱκέταις ὑμῶν χεῖρα ὀρέξατε, ναὶ πρὸς τοῦ τάφου τοῦ θεοδέγμονος καὶ τῶν Χριστοῦ παραιφάσεων, αἳ τοῖς ἀπ᾽ αὐτοῦ καλουμένοις κοινῶς πᾶσιν ὑποτιθέασιν ἐκεῖνα ποιεῖν τοῖς ἀνθρώποις, ἃ καὶ σφίσιν ὑπ᾽ ἐκείνων γίνεσθαι βούλονται.„ Τούτοις τοῖς ῥήμασιν ὡς ἐξ ἐφόδου χρησάμενος τὰ τῶν ἀνδρῶν ἐκείνων φρονήματα διανέστησα. οὐκοῦν ἐνέκειντο τὴν κόρην αἰτούμενοι.

ὁ δὲ τὰ μὲν πρῶτα ὑπερεώρα, ἔρωτι καὶ θυμῷ τυραννικωτάτοις δυσὶ πάθεσιν ἐνισχόμενος· ὡς δὲ εἰς ὀργὴν ἐπιφρίσσοντας ἑώρα τοὺς ἄνδρας καὶ προτείνοντας ἐκείνῳ τὴν ἐπὶ σκόλοπος ἀπαιώρησιν ὡς ἀδίκῳ ἅμα καὶ ἀναιδεῖ, τὸ δ᾽ ὅλον οὐκ ἀπὸ χειλέων μόνον, ἀλλὰ καὶ καρδίας τὴν διάλεξιν ἐκείνῳ πεποιημένους, ἐνδίδωσί τε μόγις καὶ τὴν κόρην ἀποδίδωσι. περιχαρὴς οὖν ἐπὶ τῇ θέᾳ τῆς παιδὸς φανεὶς ὁ πατὴρ καὶ σπείσας θεῷ δάκρυα ἐπὶ τοῖς ἀστεφανώτοις ἐκείνοις καὶ ἀνυμεναίοις νυμφεύμασιν ἀναστὰς αὖθις σὺν ἡμῖν ἐπορεύετο.

Ὡς δὲ τῆς πόλεως ἐξῄειμεν, ἄλλοι μὲν ἄλλως ἀνθωμολογοῦντο θεῷ χαριστήρια καὶ τὰ καθ᾽ αὑτοὺς ἀνωλόλυζον, ἐγὼ δὲ ῥίψας ἐμαυτὸν ὡς εἶχον εἰς τοὔδαφος μόνον οὐκ ἐμεμψιμοίρουν τοῖς τείχεσιν ὡς μόνοις ἀπαθέσι, μηδὲ κατάγουσι δάκρυα, μήτε μὴν εἰς χῶμα κειμένοις, ἀλλ᾽ ὀρθίαν εἰσέτι στάσιν ἔχουσιν. “εἰ γὰρ ὧν ἕνεκα ἔκτισθε„ εἶπον “ἐς τέλος ἤδη ἐξέλιπον, πυρὶ καὶ πολέμῳ ἠμαυρωμένα, τί ὑμῖν ἔτι καὶ τῷ ἑστάναι; καὶ τίνα περιστελεῖτε μετέπειτα, εἰ μή γε τοῖς πολεμίοις ἀποτενεῖτε τὸν ὄλεθρον ἐν ἡμέρᾳ ὀργῆς, ὅταν ἀναστῇ Κύριος θραῦσαι τοὺς ἡμᾶς οὕτω διαθεμένους, ἐπιβεβηκὼς ἴσως ἐπὶ δυσμῶν κατὰ τὴν Δαυιτικὴν προαγόρευσιν; καὶ σὺ δὲ ὦ πόλις„ ἔφην “βασίλεια, πόλις περιοχῆς, πόλις τοῦ βασιλέως τοῦ μεγάλου, σκήνωμα Ὑψίστου, αἴνεσις καὶ ὕμνησις τῶν αὐτοῦ θεραπόντων καὶ προσφιλὲς ξενοδόχημα, καὶ βασιλὶς μὲν τῶν βασιλίδων πόλεων, ᾆσμα δὲ ᾀσμάτων καὶ λαμπρότης λαμπροτήτων καὶ τῶν σπανίων πανταχοῦ θεαμάτων σπανιώτερον ὅραμα, τίς ὁ διασπάσας ἡμᾶς ἀπὸ σοῦ ὡς ἐκ μητρὸς φίλης τέκνα φιλούμενα; τίνες γενοίμεθα; ποῖ τραποίμεθα; ποίαν παραψυχὴν εὕροιμεν γυμνοί, ὡς ἐκ κοιλίας μητρὸς τῶν σῶν ἐκσπασθέντες κόλπων;

πότε σε θεασόμεθα οὐχ ὡς νῦν πεδίον ἀφανισμοῦ καὶ κοιλάδα κλαυθμῶνος καὶ πατουμένην ὑπὸ στρατοπέδων εἴτε μὴν ἐξουθενημένην καὶ ἀπωσμένην, ἀλλ᾽ ἐξαιρουμένην καὶ σωζομένην καὶ προσκυνουμένην ὑπὸ τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε καὶ γάλα ἐθνῶν θηλάζουσαν καὶ πλοῦτον βασιλέων ὡς πρώην ἔδουσαν; πότε δὲ καὶ ὡς φύλλα συκῆς καὶ χιτῶνας δερματίνους ἀποβαλούμεθα τὰ ῥικνὰ ταῦτα ῥάκη καὶ μηδὲ τοῦ παντὸς ἐξικνούμενα σώματος, ἃ ἡμῖν περιέθεντο οἱ ἐπίβουλοι ὡς ὄφις ἀλλόφυλοι, τὰ σύνοικα ἡμῖν κακὰ καὶ ἐπίβουλα.

Ἀλλ᾽ ἵλασαι θεόν, ἁγιωτάτη τῶν πόλεων· προβαλοῦ τοὺς νεώς, τὰ τῶν μαρτύρων λειπόμενα, τὰς συμφορὰς αὐτάς, τῶν πειρατηρίων τὸ μέγεθος, ὧν εἰς κόρον μετέσχηκας ἀνδράσιν ἀνοσίοις ἐκδοθεῖσα εἰς πύρωσιν. ἐπικάλεσαι γάρ με, φησίν, ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.

Ἆρα δὲ προσθήσω καὶ εἰς σέ ποτε ἐπιβλέψαι, παμμέγιστε ναὲ καὶ θειότατε, οὐρανὲ ἐπίγειε, θρόνε δόξης θεοῦ, Χερουβικὸν ὄχημα, στερέωμα δεύτερον, ἀγγέλλον τὴν τῶν χειρῶν θεοῦ ποίησιν, θέαμα καὶ ἔργον ἑναδικὸν καὶ εὔροιζον πάσης τῆς γῆς ἀγαλλίαμα; καὶ τίς ὁ ἐπαγγελλόμενος, εἰ μὴ μόνος ὁ ἐν οἷς πέπονθε πειραθεὶς τοῖς πειραζομένοις βοηθεῖν ἐπιστάμενος καὶ ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτὸν καὶ ποιῶν πάντα καὶ μετασκευάζων ἀεὶ πρὸς τὸ βέλτιον.„ Ταῦτ᾽ ἐξ ὑπεράντλου ταῖς ἀχθηδόσι ψυχῆς κενώσαντες πορευόμενοι ἐπορευόμεθα, κλαίοντες καὶ βάλλοντες τοὺς θρήνους ὡς σπέρματα. εἰ δὲ καὶ ἐρχόμενοι ἥξομεν, αἴροντες ἐν ἀγαλλιάσει τὰ τῆς δεξιωτέρας ἀλλοιώσεως δράγματα, δῶρον τοῦτο θεοῦ τοῦ παρακαλοῦντος τοὺς ὀλιγοψύχους καὶ σωτηρίου περιτιθέντος ἱμάτιον καὶ χιτῶνα εὐφροσύνης ἐνδύοντος.

Προῆγε δὲ ἡμῶν ὁ οἰκουμενικὸς ἀρχιποίμην, μὴ πήραν φέρων, μὴ χρυσὸν ἐπὶ τὴν ὀσφύν, ἄραβδος καὶ ἀσάνδαλος καὶ χιτώνιον ἓν περικείμενος, ἐντελὴς εὐαγγελικὸς ἀπόστολος, ἢ μᾶλλον τοῦ Χριστοῦ ἀντίμιμος, παρ᾽ ὅσον ὀναρίῳ πτωχικῷ ἐποχούμενος μεθίστατο τῆς νέας Σιών, οὐ τὸν ἐπ᾽ αὐτῆς ἐσχεδίαζε θρίαμβον.

Τότε δ᾽ οὖν πέρας τῆς ὁδοῦ τὴν Σηλυμβρίαν ἡμεῖς θέμενοι τοῦ λοιποῦ τοῦ πλάνου πεπαύμεθα, ἀνύβριστοι πανοικί, τὸ μέγα τοῦ θεοῦ περὶ ἡμᾶς φιλοτίμημα καὶ ἀείμνηστον καὶ τέλειον δώρημα, μηδ᾽ ἀρθρέμβολα καὶ σχοινοδέσμους κἀπὶ τῶν κροτάφων ἀστραγάλους ὡς πολλοὶ τῶν καθ᾽ ἡμᾶς δεξάμενοι διὰ χρημάτων ἀπόδοσιν καὶ πρὸς μόνου θεοῦ τρεφόμενοι τοῦ τὴν τροφὴν ἐν εὐκαιρίᾳ πᾶσι βραβεύοντος καὶ τοὺς νεοσσοὺς τῶν κοράκων τοὺς ἐπικαλουμένους αὐτὸν δειπνίζοντος ἐς τὸ ἄφθονον, ἔτι γε μὴν τὰ μήτε νήθοντα, μήτε σπείροντα κρίνα τοῦ ἀγροῦ φιλοτίμως ἐνδύοντος.