Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Χρονικὴ διήγησις

Νικήτας Χωνιάτης

Βασιλεία Ανδρονίκου Α' Κομνηνού: Εδραίωση της εξουσίας και εσωτερικές διώξεις

Ο σφετερισμός της εξουσίας από τον Ανδρόνικο, το κλίμα τρόμου, οι εκτελέσεις των πολιτικών του αντιπάλων, οι στάσεις στη Μικρά Ασία και οι βίαιες καταστολές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 9 από 18

Τῆς δὲ μυσαρᾶς πράξεως ταύτης οὕτω τετελεσμένης, οἰκτρῶς ἁρμόζεται Ἀνδρονίκῳ πρὸς συμβίωσιν Ἄννα ἡ τοῦ βασιλέως Ἀλεξίου μνηστή, θυγάτηρ οὖσα τοῦ τὴν ἀρχὴν τῶν Φράγγων διέποντος. καὶ οὐκ ᾐσχύνετο Κρονίων ἀπόζων ἀνεψιοῦ γυναικὶ μιλτοπαρήῳ καὶ τρυφερᾷ καὶ μήπω τὸ ἑνδέκατον ἔτος ἐξηνυκυίᾳ μέλλων ἀθεμίτως συγκατακλίνεσθαι καὶ παραγκαλίζεσθαι ὁ πέπων τὴν ὀμφακίζουσαν, ὁ ὑπέρωρος τὴν ἡλικίαν τὴν ὀρθοτίτθιον νεάνιδα, ὁ ῥικνὸς καὶ χαλαρὸς τὴν ῥοδοδάκτυλον καὶ δρόσον ἔρωτος στάζουσαν.

Ἐπὶ δὲ τούτοις δευτέραν αἰτεῖται χάριν Ἀνδρόνικος τὸν τῶν αὐτοῦ θελήσεων πληρωτὴν πατριάρχην, τὸν Καματηρὸν λέγω Βασίλειον, καὶ τὴν τότε σύνοδον· ἡ δὲ ἦν τὸ λυθῆναι τοῦ ὅρκου Ἀνδρόνικον, ὃν εἶχεν ὀμωμοκὼς τῷ βασιλεῖ Μανουὴλ καὶ τῷ ἐκείνου ταλαιπώρῳ παιδί, καὶ τοὺς ἄλλους, ὅσοι παραβάται ὤφθησαν τῶν ὀμωμοσμένων. καὶ οἱ μέν, ὡς εἰ δεσμεῖν ἀδιαφόρως καὶ λύειν τὰ πάντα εἰλήφασι πρὸς θεοῦ, τόμους ἐξέθεντο παραυτίκα, δι᾽ ὧν ἀμνηστίαν τῶν ἠνομημένων ἐδίδοσαν ἁπαξάπασιν. ὁ δὲ ὡς θαυμαστήν τινα παρέχει τὴν ἀμοιβὴν τοῖς τῶν ἐπιταγμάτων αὐτοῦ πληρωταῖς· ἡ δὲ ἦν καὶ τῶν τότε μὲν αἰτηθέντων ῥᾳδία τερμάτωσις, ἃ μικρὰ δήπουθεν ἦσαν καὶ περὶ μικρῶν ὑφηγούμενα, τὸ δὲ μέγιστον τὸ συνεδρεύειν ἐκείνους αὐτῷ, σκιμποδίσκων παρατιθεμένων καὶ παρεισφερομένων τῷ βασιλείῳ θρόνῳ κλισμῶν, ὃ καὶ οὐχ ἧττον εἰς γέλωτα τῶν ἑλομένων καὶ καταδεξαμένων ἀρχιερέων οὐκ ἐπὶ συχναῖς ἡμέραις συμβὰν ἤπερ φαντασίαν τιμῆς καὶ δόξης ἴνδαλμα ἐπὶ τὴν προτέραν ἐπανῆλθε συνήθειαν, καθὰ καὶ ξύλον ἐπικλινὲς βίᾳ πρὸς τὴν ἑτέραν ἕξιν μετενεχθέν. μᾶλλον μὲν οὖν καὶ ταύτης πολὺ παρεσπάσατο· ἵνα γὰρ μὴ δοκῇ Ἀνδρόνικος παλιμβολώτατος ἀνθρώπων καὶ ἀστασίαν ἤθους κἀπὶ τοῖς μικροτάτοις νοσῶν, τὸ εἰς ὄψιν ἐκείνῳ ἐλθεῖν οἱ ἀρχιερεῖς οὗτοι οὐχ εὕρισκον εὐχερὲς ἐπὶ βήματος καθημένῳ λαμπροῦ.

καὶ οἱ πρὸ μικροῦ τῇ συνεδρίᾳ τῇ βασιλικῇ σεμνυνόμενοι καὶ γέρας εἰληφέναι τοῦτο Δαυιτικῶς ὡς πιστοὶ τῆς γῆς βρενθυόμενοι τότε ὑπενόστουν ἐγκαλυπτόμενοι καὶ ταλανίζοντες ἑαυτούς, οἷς θεοῦ ἀπέστησαν τὰ ἄλυτα λύοντες καὶ τὸν ἐμπαίκτην διακενῆς Ἀνδρόνικον θεραπεύοντες.

Ὡς δὲ τὰ κατὰ τὴν ἀνάρρησιν Ἀνδρονίκου καὶ τὴν ἀναίρεσιν Ἀλεξίου τοῦ βασιλέως δῆλα ἦσαν Ἀλεξίῳ τε τῷ Βρανᾷ καὶ Ἀνδρονίκῳ τῷ Λαπαρδᾷ, τοῖς τῶν ταγμάτων στρατηγοῖς, ἅπερ ἀντεφέροντο κατὰ τὸν Νίσον καὶ τὴν Βρανίτζοβαν τῷ τῆς Οὐγγρίας ῥηγὶ τῷ Βελᾷ πορθοῦντι τὰ ἐκεῖ πάντα καὶ ποιοῦντι κακῶς τοῖς ξίφεσιν, ἅτερος μὲν τῶν ἀρχηγῶν ὁ Λαπαρδᾶς ἀπειρητέαν κέκρικε τὴν ζωὴν καὶ τὴν εὐρυχανδῆ γένυν Ἀνδρονίκου διὰ παντὸς ὑπεβλέπετο καταχάσκειν ἔκτοτε μέλλουσαν καὶ αὐτοῦ, ὁ δέ γε Βρανᾶς ἀσμένως τὴν μετάθεσιν τῆς βασιλείας ὑπέφερεν ἤδη τῷ χορῷ ἐγγραφεὶς οἷς Ἀνδρόνικος ἐπέβλεπεν ἥμερον.

Πολλὰς οὖν ὁ Λαπαρδᾶς Ἀνδρόνικος ὁδοὺς τραπόμενος ἐνθυμήσεων καὶ κατὰ κύνα Λάκαιναν ἣν θευσεῖται ἰχνηλατήσας μίαν εὕρισκε σώζουσαν ἀτραπὸν τὸ τῆς ὄψεως καὶ ἐξουσίας ἀποπλάζεσθαι Ἀνδρονίκου. καὶ εἶχεν ἂν ἀπαθῆ κακῶν ἑαυτὸν διατηρήσας, εἰ τῇ βουλῇ ταύτῃ ἐπέμενε καὶ μὴ πρὸς πρᾶξιν ἑτέραν μετακεκύβευτο. ἐρασθεὶς δὲ κακῶς δράσειν Ἀνδρόνικον καὶ τῆς εἰς τὸν κύριον καὶ βασιλέα παρανομίας ἀμύνασθαι, θαρρεῖ τὴν ἀπόστασιν· καὶ τὴν δυσμὴν ὁρῶν οὐ χωρήσουσαν αὐτόν, μήτε μὴν παραδεξομένην τὴν κατ᾽ Ἀνδρονίκου ὁρμὴν διὰ τὸν παρόντα καὶ συστρατηγοῦντα Βρανᾶν, τὴν ἕω φαντάζεται καὶ πρὸς ἐκείνην ἐκτείνει τοὺς ὀφθαλμοὺς καὶ ὡς συνηθεστέραν μὲν ἑαυτῷ ἄρξαντι πολλάκις κατ᾽ αὐτὴν τὰς μεγίστας ἀρχὰς καὶ ὡς θερμὰ δὲ πρὸς ἀντιστασίαν οὐχ ἧττον τρέφουσαν σώματα.

Ἀμέλει καὶ τῷ συνηγεμόνι κοινολογησάμενος καὶ πείσας Βρανᾶν μὲν κατὰ χώραν μένειν, αὐτὸς δὲ πρὸς τὸν πρεσβύτην ἅμα καὶ πρόσφατον αὐτοκράτορα παραγενέσθαι ὡς εἶχεν εὐθὺς ἐξώρμησε τὴν φήμην προφθάνων, ἣ καὶ τὰ ὑπὸ γὴν κρυπτόμενα διορᾷ καὶ τὰ γενησόμενα πολλάκις ὡς ἤδη γεγενημένα διατρανοῖ. καὶ γεγονὼς κατὰ τὴν Ὀρεστιάδα, εἴπῃ δ᾽ ἄν τις ἄλλος Ἀδριανούπολιν, ἀφ᾽ ἧς ὥρμητο, καὶ βραχύ τι ἐγκαρτερήσας καὶ ὅσον ταῖς ἐκεῖ κατοικούσαις ἀδελφαῖς ὁραθῆναι καὶ συντάξασθαι τὰ ἀπόδημα ἔγνω μὴ περαιτέρω ἐλινύειν, ἀλλ᾽ ὡς ἐνὸν ἐπισπέρχειν τὴν ἐς ἕω περαίωσιν· ἤδη γὰρ ἡ φήμη ἀθυρόγλωττος ἦν καὶ ἐπὶ τριόδων καὶ πλατειῶν ἄκρων τε τειχέων καὶ δόμων εὐστόμει τὴν ἀπόδρασιν τοῦ ἀνδρὸς καὶ πολλαχῇ ἐτίθει διατοξεύσιμον. μιᾷ τοίνυν νυκτὶ πρὸς θάλασσαν κάτεισι καὶ ναυσὶν ἐμβὰς αὐτός τε καὶ οἱ σὺν αὐτῷ, αἳ κατὰ τὸ Ὑελοκαστέλλιον τούτου ἕνεκα ἡτοιμάσθησαν, ἐς τὴν περαίαν γίνεται. κἀντεῦθεν ἀναπνεύσας βραχὺ ἐκφυγεῖν τὸ διολέσθαι ᾤετο καὶ τὸ προβεβλῆσθαι θοίνη τις ἑτοίμη ἢ ἐπιτράγημα πρόχειρον ταῖς γνάθοις τοῦ Ἀνδρονίκου. ἦν δ᾽, ὡς ἔοικε, καὶ οὗτος τῇ προνοίᾳ ἐκ τῆς τῶν ζώντων βίβλου ἀπηλειμμένος καὶ βορὰ τῷ θηρὶ προδαιταλευθείς.

Ἔνθεν τοι καὶ τοῦ θείου ἀντιπνεύσαντος ἐκείνων ταῖς χερσὶ θηρᾶται καὶ ἀναπέμπεται πρὸς Ἀνδρόνικον, ὑφ᾽ ὧν ἐλπίσιν ἐθάλπετο συντηρηθῆναι ἀδιαλώβητος, εὖ τε καὶ ὡς ἀρίστως πράξειν, καὶ χειρὶ καὶ ψυχῇ παντοίαν σύναρσιν καὶ ἄρηξιν εὕρασθαι πρὸς τὸ καταπαλαῖσαι Ἀνδρόνικον. ἦσαν δὲ ταῦτα διανοίας οὐκ εὐτυχοῦς ἀναπλάσματα καὶ ὀνειρώδη, ὡς δέδεικται, φαντάσματα. γενόμενος γὰρ κατὰ τὸ Ἀτραμύττιον συλλαμβάνεται παρά τινος Κεφαλᾶ, ἀνδρὸς μέγα δυναμένου τότε παρὰ τῇ χώρᾳ καὶ πρωτιστεύοντος πιστοῦ τε τῷ τυραννοῦντι, ὡς ἔδειξε, καὶ παρακατατίθεται χερσὶν Ἀνδρονίκου σφάγιον εὐτρεπὲς καὶ ἱερεῖον ἀνακογχυλιαζόμενον πρὸς ἀναίρεσιν καὶ τὰς κόρας ἐκκόπτεται καὶ παραρριπτεῖται τῇ τοῦ Παντεπόπτου μονῇ τὴν τῶν κατ᾽ αὐτὸν πραγμάτων φορὰν ὡς ἀγνώμονα ὀδυρόμενος· τὸν μὲν γὰρ ὑπὲρ καλλίστης αἰτίας τὸν τῆς ἀποστασίας ἀναρρῖψαι κύβον, τὴν δὲ οὐδὲ τὸ βραχύτατον γοῦν προσσχοῦσαν οἷς μετ᾽ εὐβουλίας ἐπέβαλε προσδέσθαι μερίδι τῇ χείρονι.

Οὕτω κρύψας ἔχει θεὸς οὐ μόνον τὸν ἄμοχθον καὶ ἀνόδυρτον βίοτον, ἀλλὰ καὶ τὸ προαισθέσθαι τὸ μέλλον κακὸν καὶ τὸ προελέσθαι τὸ ἀκίνδυνον ἐπιτήδευμα. καὶ οὗτος γὰρ ὁ ἀνὴρ ἐν πολλοῖς ὀφθεὶς στρατηγικώτατος αἰσχρὸν δουλεύειν οἰηθεὶς Ἀνδρονίκῳ μετὰ τὸν τοῦ βασιλέως Ἀλεξίου μόρον καὶ τὸν ἐκ τοῦ τυράννου προφθάνων θάνατον καὶ πρὸς φόνον ἑτοιμοτάτης ἀποξενῶν ἑαυτὸν φύσεως ἔλαθεν ὑπ᾽ ἐκείνου καταλαμβανόμενος, ὃν ἔφευγεν, ἢ χερσὶν ἐμπίπτων, ἃς ἀπεδίδρασκεν, ἢ τὸν ἐξόπισθεν καταλήψεσθαι προσδοκώμενον ὡς ἐπιδιώκοντα κατὰ στόμα προσυπαντῶντα εὑρίσκων καὶ ἐνώπιον συμπλεκόμενον καὶ συνέχοντα.

Καὶ ὁ μὲν μετ᾽ οὐ πολύν τινα χρόνον τοῦ βίου θανάτῳ ἀπάγεται· ὁ δ᾽ Ἀνδρόνικος οὕτω τῇ ἀποστασίᾳ τοῦ ἀνδρὸς τούτου κατεπτοήθη, ὡς παρ᾽ ὅλην τὴν ἐκείνου φυγὴν τὴν οἰκείαν ὡς ἤδη ἐφεστῶσαν φαντάζεσθαι καταστροφήν· ἐδεδίει γὰρ ὡς περὶ τὰς μάχας ὀξύρροπον καὶ λήματος ἀνδρείου μέτοχον. ἀμέλει καὶ μὴ προχωροῦσαν ὁρῶν τὴν δι᾽ ἐπιδιώξεως ἢ μεθ᾽ ὅπλων τούτου καταπολέμησιν πρὸς τὴν διὰ γραμμάτων μεθαρμόζεται πανουργίαν καὶ τὸν τρόπον καινὸν ὁ σοφιστὴς ἀνεπλάσατο. βασιλικὰ γὰρ ξυνθέμενος γράμματα ἐκπέμπει ταῦτα πρὸς τοὺς τῶν ἑῴων ἐπαρχιῶν πρωτεύοντας· ἐλάλουν δὲ πονηρίαν ἀληθῶς τὰ γραφόμενα, καὶ διετείνοντο, ὁμιλοῦντα ἔχοντα τὸν Ἀνδρόνικον, παρ᾽ αὐτοῦ σταλῆναι κατὰ τὴν Ἀσίαν τὸν Λαπαρδᾶν καὶ πᾶν, ὅπερ ἂν διαπράξηται κατ᾽ οἰκονομίας ἄγνωστον τοῖς πολλοῖς τρόπον, ὑπὲρ τῆς αὐτοῦ βασιλείας μέλλειν τοῦτο πραχθήσεσθαι, καὶ ἐνῆγε πάντας εἰς τὴν τούτου ἀνενδοίαστον παραδοχήν. ἦν δὲ ὁ σκοπὸς Ἀνδρονίκῳ, ἐντεῦθεν ἐγκόψαι τὴν ὁρμὴν τῶν πολλῶν ὑφορωμένων, ἐφ᾽ ὅτῳ δὴ αὐτὸς μὲν ὁ Λαπαρδᾶς κατ᾽ Ἀνδρονίκου ἐξῆρκε τὸ φρόνημα καὶ ὡς ἀντίφρων τὰς τῶν ἀνδρῶν στίχας ἐπιπορεύεται, ὁ δ᾽ Ἀνδρόνικος τῷ ἀποστάτῃ τὴν πίστιν ἐπιμαρτύρεται καὶ ὡς παρ᾽ αὐτοῦ πεμφθέντα τὸν πεφευγότα δέξασθαι διορίζεται. καὶ τί μὲν ἂν τὰ καινοφανῆ ταῦτα ἔδρασάν τε καὶ ἴσχυσαν γράμματα, ἡ ὀξεῖα τοῦ ἀνδρὸς κατάσχεσις οὐ παρῆκε διαγνωσθῆναι.

Τότε δὲ καὶ τὴν πτοίαν ταύτην παρὰ δόξαν Ἀνδρόνικος ἀποκρουσάμενος ἰάνθη τὸ ψυχίδιον ὡσεί τε περὶ σταχύεσσιν ἐέρση· καὶ τῆς πόλεως ἔξεισι καὶ ὁμαλαῖς κινήσεσι καὶ σταθμοῖς βραχέσι καταλαμβάνει τὰ Κύψελλα καὶ τοῖς ἐκεῖσε κυνηγεσίοις ἐνευφρανθεὶς κατὰ τὴν πατρῴαν ἀφικνεῖται μονὴν τὴν ἐν τῇ Βήρᾳ διακειμένην καὶ τῷ τοῦ φύσαντος ἐφίσταται μνήματι μετὰ δορυφορίας καὶ δόξης βασιλικῆς, ἧς κἀκεῖνος πάλαι ποτὲ ἐρῶν οὐκ ἐφίκετο, ἐπεὶ καὶ τὸ βασιλειᾶν πατρόθεν Ἀνδρόνικος ὡς κλῆρον καταβὰν διεδέξατο. καὶ κατ᾽ ἐκείνας τὰς ἡμέρας σχάσας τὸ κολάζειν ἐπὶ βραχύ, ὡς Ἁλκυονίδας πρὸς πολλῶν ὀνομάζεσθαι, μετὰ μικρὸν ἐπάνεισιν εἰς τὰ βασίλεια, τῶν γενεθλίων ἐπιστάντων Χριστοῦ.

Καὶ ἁμίλλαις ἵππων καὶ θεωρείοις προσσχών, ἔαρος ὑποφαίνοντος τὸ στρατιωτικὸν ἅπαν συνήθροισεν, ὅσον τε ἑσπέριον καὶ τοῦ ἑῴου ὁπόσον οὐκ ἀφηνίασε· καὶ αὐτὸς μὲν τὴν εὐθὺ τῆς πόλεως Νικαίας ἵεται, τὸν δὲ Βρανᾶν Ἀλέξιον ἐκ τῶν κατὰ Βρανίτζοβαν ἐπανεληλυθότα μερῶν ἐκπέμπει μετὰ στρατιᾶς ἱκανῆς τοῖς περὶ τὸ Λοπάδιον ἀντιταξόμενον· ἤδη γὰρ καὶ οὗτοι τοῖς ὁμόροις Νικαεῦσί τε καὶ Προυσαεῦσιν ἐς τὸ αὐτὸ ἥκοντες ἀπέστησαν φρόνημα. καὶ ὡς εὐρόησεν αὐτῷ ἡ στρατήγησις καὶ τέλος τῷ πολέμῳ ἐπέθηκε δεξιώτατον, ἄρας ἐκεῖθεν πρὸς τὴν Νίκαιαν παραγίνεται καὶ συμμίγνυσιν Ἀνδρονίκῳ, καὶ περὶ ἓν στρατόπεδον ἀμφοτέρων συνδραμόντων τῶν στρατευμάτων, ἔγνω προσβαλεῖν τῇ πόλει Ἀνδρόνικος. οἱ γὰρ ἔνδον οὐκ ἀπόντος μόνον Ἀνδρονίκου ἐφρονηματίζοντο, ἀλλὰ καὶ παρόντα ἐξουθένουν καὶ ὅπλοις ἠμύνοντο τῶν τειχῶν προεκφαινόμενοι καὶ λόγοις ἀσχήμοσιν ἔπληττον μηδενὸς φειδόμενοι καὶ βλήματος καὶ ῥήματος. καὶ ἦσαν αἱ μὲν πύλαι τῆς πόλεως μεμυκυῖαι καὶ ὀχεῦσιν ἀραρότως ἐνηρμοσμέναι, αἱ δὲ γλῶσσαι, ὅσα καὶ πυλῶν τῶν χειλέων διαιρομένων καὶ ὡς ἐκ θωρακίων τῶν ὀδόντων ἐκπίπτουσαι, βολίδας αἰσχρορρημοσύνης ἠκόντιζον ἐς Ἀνδρόνικον.

ὁ δὲ τοιούτῳ βλήματι καιρίως πληττόμενος πῦρ ἀπέπνει θυμοῦ ἐκπυρηνίζων ἆσθμα Τυφώνειον, οἷα μηδὲ στέγειν ἔχων τὸν ἔνδον τάραχον, ἐπεὶ καὶ πόλις ἡ Νίκαια αὐχεῖ μὲν καὶ τὸ ἐκ κραταιῶν τειχῶν ἀνάλωτον ἢ δυσάλωτον γοῦν ἐκ πλίνθου ᾠκοδομημένη πᾶσα ὀπτῆς· τότε δὲ καὶ στρατιωτῶν εἰς αὐτὴν εἰσρυέντων, ὁπόσοι ἀπεστύγουν Ἀνδρόνικον, καὶ τοῦ Ἀγγέλου δὲ Ἰσαακίου, ὃς μετ᾽ Ἀνδρόνικον Ῥωμαίων ἐκράτησε τῆς τυραννίδος παραλύσας Ἀνδρόνικον, καὶ τοῦ Καντακουζηνοῦ Θεοδώρου καὶ Περσῶν ἐκ προσκλήσεως εἰσδεδεγμένων ἔνδοθεν, οὐκ ἀγαθὰ τοῖς πορθοῦσι τὰ τοῦ πολιορκεῖν ἐφαντάζετο.

Πλείστας οὖν ἡμέρας παριππεύσας Ἀνδρόνικος οὐδὲν ἤνυεν, ἀλλ᾽ ἄντικρυς ἐῴκει ὄρεσιν ἀποτόμοις προσφερόμενος ἢ πετρῶν ῥαχίαις συμπλεκόμενος παραβόλως καὶ πρὸς †ἄρβυλα† καὶ τείχη διαμιλλώμενος Σεμιράμεια ἢ βέλεμνα πέμπων πρὸς οὐρανόν. οἱ γὰρ ἔνδον ἐκθύμως ἐμάχοντο καὶ ὅπλοις μὲν τὰς δι᾽ ὅπλων ἀπεκρούοντο προσβολάς, μηχανῶν δὲ κατασκευαῖς ἀπηχρείουν τέλεον τὰ τῶν πετρῶν ἀφετήρια, ἅπερ ὁ βαθύνους Ἀνδρόνικος ἐτεκταίνετο τειχομάχια ἱστῶν βελοστάσιά τε καὶ ὀρυκτῆρας ἐπιτεχνώμενος καὶ εἴ τι ἕτερον διαλύειν ἔχει περίβολον πόλεως ἐργαζόμενος καὶ φιλοτιμούμενος πρὸς τοὺς παρόντας ὡς πολὺ τὸ κατὰ τὰς πόλεων ἁλώσεις ἐνδέξιον ηὔχησεν. ὁ μὲν γὰρ ἐπήγνυε τὰς ἑλεπόλεις καὶ τὴν σφενδόνην περιειργάζετο τὸν λύγον τε καὶ τὸν στρόφαλον καὶ τὸν τειχεσιπλήτην κριὸν σιδήρῳ ἐφράγνυεν, οἱ δὲ τοτὲ μὲν ἀπὸ πυλίδων ἀδήλων ἐκθρώσκοντες τῆς πόλεως πυρὶ παρεδίδοσαν καὶ χερσὶ κατέσπων τὰ μηχανήματα, τοτὲ δὲ προσαγόμενα τείχεσι δι᾽ ἑτέρων ὁμοίων ὀργάνων ὡσεὶ καὶ ἀράχνης διέλυον νήματα, ὥστε καὶ Ἀνδρόνικος εἰς κενὸν σχάζοντα ὁρῶν τὰ ἑαυτοῦ διαβούλια ἐννοεῖ τι ἀπάνθρωπον καὶ ὀλίγοις τῶν πρότερον καταπραχθὲν πολιορκοῦσί τε καὶ πολιορκουμένοις ἔξωθεν.

Τὴν γὰρ Ἰσαακίου τοῦ Ἀγγέλου μητέρα τὴν Εὐφροσύνην ἐκ Βυζαντίου ἀνακομίσας νῦν μὲν ὡς πρόβλημα προυτίθει τῶν ἑλεπόλεων, νῦν δὲ τῷ κριῷ ἐπαναβάλλων ὡς ἐν ὀχήματι προσῆγεν οὕτω τῷ τείχει τὰ μηχανήματα. τῷ τοι καὶ ἦν δακρύειν ἐν ταὐτῷ καὶ θαυμάζειν, δακρύειν μὲν διὰ τὸ τοῦ ὁράματος καινότροπον καὶ τὸ τοῦ θυμοῦ πάντα ῥᾷον ποιεῖν καὶ μηδεμίαν τῶν ξενακούστων καὶ τῆς ἀνθρωπίνης φύσεως ἀλλοτρίων ὑποστελλόμενον πρᾶξιν, ἐκπλήττεσθαι δέ, ὅπως οὐκ ἐτεθνήκει τῷ δέει τὸ γύναιον ἄνω τῶν μηχανημάτων καθήμενον καὶ τοῖς τείχεσι τῆς πόλεως προσαγόμενον· ὅτε καὶ πρώτως τεθέανται ἄνθρωποι σαρκίον ἁπαλὸν καὶ τοῦτο γυναικεῖον ἔρυμα σιδήρου προβεβλημένον καὶ τὴν τάξιν ἐνηλλαγμένην καὶ μεταπηδῶσαν ἐς τὸ ἀνόμοιον, ὡς δέμας μὲν εὐπαθὲς ἀνθρώπινον τῶν ἀντιτύπων προεκκεῖσθαι μηχανημάτων εἰς ἀποσόβησιν τοῦ χαλκῷ ἐγχρίπτειν χαλκόν, σίδηρον δὲ περιστελλόμενον ἀνθρώπου σώματι. τοῖς δ᾽ ἐκ τῶν τειχῶν οὕτως ἀτεχνῶς τὰ βέλη ἐφρένωτο, ὡς ἀφίεσθαι μὲν καθὰ καὶ πρότερον καὶ πλήττειν τοὺς ἐπιόντας καὶ καταπλήττειν, αὐτὴν δὲ τὴν εὐγενῆ γυναῖκα κακῶν ἀπαθεστάτην διατηρεῖν, ὡς εἴπερ χερσὶ καὶ νεύμασιν ἐξ ἑαυτῆς μετῆγε τὰ βέλεμνα, εἰς δὲ τὰς τῶν ἀντιθέτων καρδίας αὐτὰ κατέπησσεν.

οὐ μόνον τοίνυν ἐς οὐδὲν χρήσιμον τὴν ἀπάνθρωπον ταύτην ἐπίνοιαν καταλήξασαν εἶδεν Ἀνδρόνικος, ἀλλὰ καὶ νυκτὸς ἐξιόντες οἱ Νικαεῖς τάς τε μηχανὰς πυρὶ παρέδοσαν καὶ τὴν γυναῖκα διὰ μηρίνθου ἀνιμήσαντο ἢ ὡς Ἅρπυιαι ἀνηρείψαντο, Ἀνδρόνικον δὲ ὡς Φινέα ἄλλον παρῆκαν κόπτεσθαι μὴ ἔχοντα ὃ πεινῶντι τῷ τοῦ θυμοῦ θηρὶ παραθήσεται. καὶ κλέος ἐντεῦθεν ἐπ᾽ ἀνδρείᾳ παρὰ τοῖς ἐναντίοις μέγα κτησάμενοι Νικαεῖς ἔτι μᾶλλον ἠρρενώθησαν τὰ φρονήματα καὶ τῆς μάχης ἥπτοντο εὐθαρσέστερον.

Οὐκ ἀπὸ τῶν τειχῶν δὲ μόνον φαινόμενοι ἔργα γενναῖα ἐπεδείκνυντο καὶ Ἀνδρόνικον σκώμμασιν ἔπλυνον, μακελλάριον αὐτὸν ἀποκαλοῦντες καὶ κύνα φιλαίματον καὶ σαπρόγηρον καὶ κακὸν ἀθάνατον καὶ ἀνθρώπων Ἐριννὺν καὶ φιλογύνην καὶ Πρίηπον Τιθωνοῦ τε καὶ Κρόνου πολυετέστερον καὶ εἴ τι αἴσχιστον ἄλλο πρᾶγμα καὶ ὄνομα, ἀλλὰ κἀκ τῶν ἐπάλξεων, ὡς εἴρηκε τὸ λέγειν, καταπηδῶντες διεξεχέοντο τῶν πυλῶν. Ἀνδρόνικος δὲ τῷ ὑπωχριῶντι τοῦ προσώπου καὶ τῷ μὴ κατὰ φύσιν τοῦ βλέμματος καὶ τῷ πολλάκις ὡς ἐν ἱστῷ ὑφαινούσης τῷ δακτύλῳ περιελίττειν τὸ κατακεχυμένον καὶ βοστρυχῶδες τῆς γενειάδος θυμομαχῶν προδήλως ἐδείκνυτο καὶ κατὰ τῶν Νικαέων δόλους ὑφαίνων.

Λιμώττων δὲ ὡς κύων, Δαυιτικῶς εἰπεῖν, ἐκ τοῦ μὴ ἔχειν τὸν καταθοινηθησόμενον περιεκύκλου τὴν πόλιν καὶ ὡς ἠπορημένη ἄρκτος ἐπιπορευόμενος κατεστέναζε τῶν ταγμάτων καὶ τοῖς ταξιάρχαις ἐπέπληττεν ὡς δήπου βλακευομένοις περὶ τὸν πόλεμον καὶ τὴν παράταξιν ὑπεκκλίνουσι.

Τολμητίας δ᾽ ὢν ὁ Καντακουζηνὸς Θεόδωρος καὶ τῇ ἀκμῇ τῆς ἡλικίας ὅσα καὶ οἶνος ζέων νεωστὶ ληνοβατηθεὶς ἰδών ποτε τὸν βασιλέα Ἀνδρόνικον τὴν πόλιν περιιόντα μετὰ ἴλης συχνῆς καὶ εὐίππων ταγμάτων, ἐνθουσιώδους πλησθεὶς ὁρμήματος καὶ διὰ τῶν ἑῴων πυλῶν ἀνακλιθεισῶν ὡς εἶχεν εὐθὺς ἐκθορῶν, ἐφεπομένων αὐτῷ καί τινων εὐαρίθμων, κατ᾽ Ἀνδρονίκου τιταίνει τὸ δόρυ διὰ τῶν προμάχων χωρῶν. σφοδροτέραν δὲ ποιούμενος τὴν ἐπέλασιν καὶ συνεχῶς κεντρίζων τὸν ἵππον καὶ βιάζων ἄντικρυς ἵπτασθαι, οὐχὶ φέρεσθαι, ὡς ἡ φύσις τοὺς πόδας ἐπτέρωσεν, ἔλαθεν ἑαυτὸν ἀπολωλεκώς· τοῦ γὰρ ἵππου κενεμβατήσαντος κἀντεῦθεν ἐπὶ γόνυ κλιθέντος, τῆς ἕδρας ἀποβάλλεται ἐπὶ βρεχμὸν κατώκαρα πεσὼν καὶ τῶν μυῶν τῶν νωτιαίων παθόντων κακῶς ἔκειτο ὀλιγοδρανέων σκοτοδίνης ὑποπλησθείς. κἀντεῦθεν ἐπιδραμόντες ξιφήρεις τῶν ἐξ Ἀνδρονίκου συχνοὶ ἀποδειροτομοῦσι τὸν Θεόδωρον, εἰσὶ δ᾽ οἳ καὶ τὸν λοιπὸν ἐκρεανόμουν Θεόδωρον Ἀνδρονίκῳ δρῶντες τὰ καταθύμια. μετὰ μικρὸν δὲ καὶ τοῖς οἰκήτορσι τῆς Κωνσταντίνου ἡ τοῦ Καντακουζηνοῦ προσάγεται κεφαλὴ κοντῷ μετέωρος ταῖς ἀγυιαῖς τῆς πόλεως ἐμπομπεύουσα.

Οἱ Νικαεῖς τοίνυν τὸν θαρσαλέον πολεμιστὴν καὶ ἄμαχον πρόμαχον ἀποβαλόντες οὐ μικρῶς, ὡς εἰκός, ἐπωδύραντο τοῦτον πεσόντα καὶ ἀθυμότερον διετέθησαν. βλέψαντες δὲ πρὸς τὸν Ἰσαάκιον Ἄγγελον ἤθελον ὑπείκειν τούτῳ καὶ ὡς σφῶν αὐτῶν προσφέρεσθαι ἀρχηγῷ. οὗτος δὲ τὴν γνώμην ὑπόνωθρος ὢν καὶ κατ᾽ Αἰνείαν τοῦ μάχεσθαι ἀφιστάμενος, ὡς ἔοικε, τὸ μέλλον εἰδὼς καὶ τὴν ἀποκειμένην αὐτῷ βασιλείαν ὡς ἐκεῖνος τὴν τοῦ γένους εὔκλειαν φανταζόμενος οὐ περὶ πολλοῦ τὸν ἡγεμόνα ἐτίθετο.

Ἀμέλει τοι τὸ στρατιωτικὸν ὑπεκλυόμενον κατὰ βραχὺ τοῦ προθύμου ἐς ξυμβάσεις ἤθελε χωρεῖν καὶ τὸ γενναῖον ἐκεῖνο λῆμα καὶ ἐνθεάζον ἀπέσβεστο τέλεον. σύνοδοι γοῦν κατὰ φατρίας γινόμεναι εἶχον ἐκτραγῳδούμενα καὶ οἷον πρὸ ὀφθαλμῶν παριστάμενα ὅσα οἱ πολιορκηθέντες δεινότατα πάσχουσι. καὶ τὴν Ἀνδρονίκου δὲ κατὰ νοῦν ἀπήνειαν φέροντες καὶ τὰς διὰ παντοδαπῶν βασάνων ἀναπεμπάζοντες κακώσεις ταῖς φρεσίν, ὅσας πείσονται πολέμου νόμῳ ἁλούσης τῆς πόλεως, κατέπτησσον ὡς λαγώδια, ἀπεναντίας τῷ Καινεῖ πεπονθότες· ὁ μὲν γὰρ ἐκ γυναικὸς εἰς ἄνδρα, ὡς ὁ μῦθος βούλεται, ἥρμοστο, οἱ δὲ ἐξ ἀνδρῶν εἰς μαλακότητα γυναικείαν ἐξενευρίσθησαν, μηδενὸς ὄντος τοῦ διὰ τῆς οἰκείας θερμῆς ὁρμῆς εἰς ἔργα ἀρετῆς ἀναθάλποντος, ἀλλὰ πάντων μετὰ τὸν τοῦ Καντακουζηνοῦ μόρον συννεκρωθέντων οἷον τὸ θάρσος καὶ τὸ περὶ τὰς μάχας ἀποθεμένων πρόθυμον.

Ἃ πάντα κατανοήσας ὁ τότε τῆς Νικαίας ἀρχιερεὺς Νικόλαος τὴν ἀνάγκην ἐς τὸ φιλότιμον διατίθησι. καὶ δὴ τὸν λαὸν ἐκκλησιάσας ὑποτίθησιν ἐνδοῦναι τῷ καιρῷ καὶ τοῖς πράγμασι καί, ἕως ἡ πόλις τοῖς κύμασι τῆς μάχης ἀβάπτιστος, ἐγχειρίσαι φέροντας Ἀνδρονίκῳ· ὁρᾶν γὰρ Ἀνδρόνικον μὴ ἄν ποτε κεναῖς, ὅ φασιν, ἐπαναζεύξοντα χερσίν, ὅτι μηδ᾽ ἑπόμενά εἰσιν αὐτῷ τὰ ἀνθέλκοντα καὶ ἀντιπερισπῶντα ἑτέρωθι, καὶ αὐτοὺς δὲ κατὰ μικρὸν καὶ τῆς φυλακῆς ἀφισταμένους τῆς πόλεως καὶ πρὸς τὸ τῆς εἰρήνης οἰκουρὸν ἀπονεύοντας. καὶ ὡς εὗρε πάντας ἀγαθὴν τὴν παραίφασιν οἰομένους καὶ ἀμφοτέραις τοῦ ἐκ ταύτης καλοῦ περιδραττομένους, τὴν ἱερὰν ἐρέαν ἐνδὺς καὶ ἀνὰ χεῖρας τὰ θεῖα δεξάμενος λόγια ἕπεσθαί οἱ τοὺς ζακόρους κελεύει καὶ τὸ λοιπὸν τῆς πόλεως πλήρωμα, ὡς μηδὲ γυναῖκας ἢ νηπιάχους ἀπολειφθῆναι τῆς ἐξελεύσεως, πάντας γυμνιτεύοντας ὅπλου παντός, κλάδους ἱκετηρίους σείοντας, ἀκαλυφεῖς τὴν κάραν, ἀκρηπιδώτους τοὺς πόδας, τὰς χεῖρας λελυμένους τῶν ἱματίων, κατὰ μηδὲν τὸν ὡς ἀληθῶς ἱκέσιον ψευδομένους, ἀλλὰ καὶ σχήμασιν ἐλεεινοῖς καὶ ὑφειμένοις φθέγμασιν ἐπισπωμένους τὸν οἰκτιζόμενον.

Καὶ οἱ μὲν οὕτω τῆς πόλεως ἐξεχύθησαν, ὁ βασιλεὺς δ᾽ Ἀνδρόνικος τῷ τῆς θέας ἀέλπτῳ καταπλαγεὶς πολλάκις τοὺς ὀφθαλμοὺς εἰς ἀκριβῆ τῶν θεωμένων διεσάλευεν ὅρασιν· ἀτεχνῶς γὰρ ὄναρ ἐδόκει βλέπειν τὰ τότε τελούμενα. ἐπεὶ δὲ ἀληθῆ τὴν ὄψιν καὶ πρὸς μηδὲν πλανῶσαν εἶχε καταμαθών, τὸ τοῖς βασιλεῦσι προσῆκον ἐλευθέριον φρόνημα καὶ τὸ τῆς γνώμης ἀκαπήλευτον παρωσάμενος ὑπονοθεύει τὸν ἔλεον ὁ ἀσύντακτος καὶ τὴν λεοντῆν οὐκ ἔχων τῷ τέως ἀνακαλύπτειν τὴν ἀλωπεκῆν ὑποδύεται. καὶ τοίνυν οὐ μόνον τὸν ἀσμένως προσδεχόμενον πλάττεται, ἀλλὰ καὶ μικροῦ κατήχθη πρὸς δάκρυα, τοῦτο δὴ τὸ ἀρχαῖον Ἀνδρονίκῳ τῆς ἀληθείας συσκίασμα.

Πλὴν οὐκ ἐπὶ πολὺ τὸ δρᾶμα ὑποκρινάμενος, ἀλλὰ μετὰ καιρὸν ἀποδὺς ὡς ῥάκια τὰ ἁπαλὰ καὶ ὑπὲρ ἔλαιον λεῖα ῥήματα, ἐμφανῶς τοῖς Νικαεῦσιν ὑπέδειξε καὶ μάλιστα τοῖς κατ᾽ ἀξίωσιν καὶ γένους σεμνότητα ὑπερέχουσιν, οἵαν ὁ γέρων ἐπιγουνίδα τρέφει ὀργῆς καὶ ὅσον τὸν μετόπισθεν ὑποτύφων κότον καὶ τὸ ἐχθραντικὸν καὶ μνησίκακον εἰς καιρὸν ἐταμιούλκει τὴν ἀνταπόδοσιν. πολλοὺς τοίνυν τῆς πατρίδος μετανάστας εἰργάσατο, τινὲς δ᾽ ἀπὸ τῶν τειχῶν κύμβαχοι καταρριφέντες οἰκτρότατον ὑπέμειναν θάνατον.

Τότε δὲ τοὺς Πέρσας ἀνασκολοπίσας κύκλῳ τῆς πόλεως καὶ τὸν Ἄγγελον Ἰσαάκιον ἐπαινέσας οἷς ἔδρασε καὶ οἷς εἴρηκε, μὴ μόνον τοὺς ὀδόντας εἰς ὅπλα καὶ βέλη 〈οὐ〉 μεταποιήσας ἐπ᾽ ἴσης τῷ Καντακουζηνῷ Θεοδώρῳ, ἀλλὰ κἀκείνῳ ἐπιπλήξας πολλάκις κατὰ χριστοῦ Κυρίου θρασυστομοῦντι καὶ ὡς ἐκ κουλεοῦ τοῦ στόματος μάχαιραν ὀξεῖαν τὴν γλῶτταν ἕλκοντι, καὶ χρηστῶν ἐμπλήσας προσδοκιῶν, τὸ δ᾽ ἀληθέστερον εἰπεῖν, τὸν ἑαυτοῦ φονέα καὶ τῆς ἀρχῆς παραλύσοντα τρέφων κατὰ θεῖον καὶ περιθάλπων εἰς τὸν τῇ προνοίᾳ δοκοῦντα καιρόν, ἐκεῖνον μὲν ὀπίσω ἀποπέμπει πρὸς τὸ Βυζάντιον, αὐτὸς δὲ πρὸς τὸ τῶν Προυσαέων μεταβαίνει πόλισμα μετὰ τῶν ἐφεπομένων αὐτῷ στρατιωτικῶν τάξεων.

Καὶ δὴ κατὰ τὸ πρὸς μεσημβρίαν μέρος τῆς πόλεως βαλὼν χάρακα, καθ᾽ ὃ δὴ καὶ προσιτὸν ἐδόκει τὸ τεῖχος διὰ τὸ τοῦ χώρου ἰσόπεδον, μὴ ὡς ἡ λοιπὴ πόλις εἰς πετρῆεν καὶ περιφερὲς αἰρόμενον γήλοφον καὶ ἀπότομον προφαινόμενον, τῇ ἑξῆς ἔχεται τοῦ πολιορκεῖν. καὶ αἱ μὲν μηχαναὶ καὶ οἱ ἄνδρες οὐκ ἀεργῶς εἶχον, ἀλλ᾽ ἔδρων τὸ πρόσφορον· αὐτὸς δὲ Ἀνδρόνικος ῥέων τῷ λέγειν ἀτράκτους βελῶν πετησίμους τιθεὶς λόγοις πτερόεσσιν ἐπηφίει κατὰ τῆς πόλεως. ἦσαν δὲ ἃ ἐδήλου τὰ φερόμενα ἐκεῖνα διαέρια γράμματα μεταβολῆς παραίφασις καὶ ἀμνηστία κακῶν, εἰ αὐτὸν μὲν εἴσω προσδέξονται τὰς πύλας ἀναπετάσαντες, Θεόδωρον δὲ τὸν Ἄγγελον καὶ τὸν ἀγοραῖον Λαχανᾶν καὶ τὸν ἀσύνετον Συνέσιον, ἵνα ταῖς αὐτοῦ ἐκείνου χρησαίμην λέξεσι, καὶ οἳ τούτοις ὁμόφρονες συσχόντες καταπροδώσουσι. καὶ τοῦτο ἐφ᾽ ἱκαναῖς ἐποίει ἡμέραις. οὐδὲ γὰρ ὁ κατὰ Προῦσαν συγκροτούμενος πόλεμος τοῦ κατὰ Νίκαιαν συστάντος τὸ ἔλαττον ἀπεφέρετο κατά τε ἀλκὴν ἀνδρῶν συμπλεκομένων τοῖς βασιλείοις τάγμασι καὶ μῖσος τὸ ἐς Ἀνδρόνικον, ὃ καὶ τοῦ πολέμου αἴτιον ἦν. καὶ αὐτὴ δὲ ἡ πόλις ἡ Προῦσα καλλίπυργος ἅπασα καὶ ἐχυρὸν περιβεβλημένη περίβολον καὶ τοῦτον ἀμφίδυμον κατὰ τὸ κλίμα τὸ νότιον. ἐν ᾧ καὶ ἐκδρομαὶ πολλάκις τῆς ἡμέρας γινόμεναι συνῆπτον πρὸς ἄλληλα τὰ στρατεύματα καὶ ἔπιπτον ἐξ ἀμφοτέρων συχνοί.

Ἐπεὶ δὲ ἔδει καὶ τὴν πόλιν ταύτην ὑποκύψαι τῷ Ἀνδρονίκῳ καὶ τοὺς πλείστους τῶν ἐν αὐτῇ χειρωθέντας παθεῖν τὰ ἀνήκεστα, τοῦ τείχους τι ἀπελεπίσθη συνεχῶς τῇ ἑλεπόλει δρυπτόμενον. πρὸς δὲ τούτῳ καὶ τὸ κατ᾽ ἐκεῖνο τὸ μέρος προσεπίκτισμα καὶ ἱμάντωμα τοῦ παλαιοῦ περιβόλου καταβληθὲν φαντασίαν τοῖς ἔνδον παρέσχετο τοῦ τὸ τεῖχος ἅπαν, ὁπόσον ἡ ἑλέπολις ἔτυπτεν, ἐπὶ γόνυ κλιθῆναι κατασεισθέν. θροῦς οὖν ἐπὶ τῷ γενομένῳ ἄσημος αἴρεται καὶ δέος τὰς ἁπάντων ἐκταράττει ψυχάς. ὅθεν μὴ περιεργασθέντος τοῦ κακοῦ, ἀλλ᾽ ὅλων καὶ πρὸς μόνον τῶν ἐκτιναχθέντων λίθων τὸν δοῦπον ἐναποψυξάντων τῷ δέει μικροῦ, ἔρημα μὲν τὰ τείχη τῶν προφυλακούντων εἰάθησαν, αἱ δ᾽ ἀγυιαὶ εἶχον ἁλιζομένους ὡς ἐπ᾽ ἀμηχάνοις τοὺς ὑποκαταβάντας ἐκ τῶν τειχῶν. καὶ τὸ ἐντεῦθεν ἄνετος μὲν τοῖς πολεμίοις ἡ διὰ πυλῶν καὶ τείχους κλιμάκων ἐπενηνεγμένων εἰς τὴν πόλιν εἴσοδος, αὐτοῖς δὲ τοῖς Προυσαεῦσι καταλαμβανομένοις ἀνηλεὴς ἀναίρεσις καὶ τῶν προσόντων διαρπαγὴ καὶ τῶν βοσκημάτων κατακοπή, ἃ κατὰ πώεα καὶ ὅλα βουκόλια εἰσηλάθησαν, ὡς ἔχοιεν ᾧ τραφήσονται οἱ ἐντός, ἐπιτεινομένης τῆς πολιορκίας. καὶ τότε μὲν ἐν τοιούτοις ἦσαν δεινοῖς τὰ τελούμενα.

Ἐπεὶ δὲ καὶ Ἀνδρόνικος εἰσεληλύθει τὸ πόλισμα καὶ ἐνηυλίσατο ἔνδοθεν, οὔθ᾽ ὡς βασιλεὺς πραῢς καὶ σώζων ὑπηκόοις οὖσι πάλαι καὶ αὖθις ἐσομένοις, κἂν πρὸς καιρὸν ἀπέστησαν, τοῖς Προυσαεῦσιν ἐχρήσατο, οὔθ᾽ ὡς ἁπλῶς ἄνθρωπος ὁμοφυέσιν ἀνδράσιν ἡμέρως προσενήνεκται, ἀλλ᾽ ὡς ἀρχικὸς θὴρ ἀπόσιτος ἱκανῶς ἀσηκάστοις ἐμπεσὼν καὶ ἀποιμάντοις θρέμμασι τοῦ μὲν αὐχένα κατέαξεν, ἄλλου δ᾽ ἐλάφυξεν ἔγκατα καὶ ἄλλως ἔθετο χειρίστως ἕτερον, τὰ δὲ λοιπὰ κρημνοῖς καὶ ὄρεσι καὶ βαράθροις διασπαρέντα παρέπεμψεν, οὕτω καὶ τότε Ἀνδρόνικος, μὴ προηγησαμένης ὁμολογίας τε καὶ σπονδῆς μετὰ τοῦ τῶν Προυσαέων πληρώματος ἢ ἑκουσίας προβάσης παραδοχῆς, ἀλλὰ πολέμῳ ἡλωκυίας τῆς πόλεως, πλείστους ὅτι μάλιστα διέφθειρε καὶ ἠφάνισεν εἰς πολυειδεῖς καὶ πολυτρόπους κολάσεις τὸ τοῦ θυμοῦ καταμερίσας ἀλλόκοτον.

Τὸν μὲν γὰρ Θεόδωρον τὸν Ἄγγελον, ἠΐθεον ὄντα καὶ τὸν ἴουλον πρώτως χνοάζοντα, τίθησιν ἐξ ὀμμάτων καὶ ὄνῳ ἀναβληθέντα καὶ τῶν Ῥωμαϊκῶν ὅρων ὑπερέκεινα ἀπαχθέντα εἶτα κελεύει διαφιέναι, ἵν᾽ ὅπῃ τὸ ὑποζύγιον ὁρμῴη μονάζων πλάζοιτο. καὶ τάχ᾽ ἂν θηρίοις ἐγεγόνει κατάβρωμα, ὃ καὶ ὁ τὴν τιμωρίαν ταύτην ἐκείνῳ ἐπιθεὶς Ἀνδρόνικος προεσκέψατο, εἰ μὴ Τοῦρκοι ἐγκύρσαντες ᾠκτείρησάν τε καὶ κατὰ τὰς σκηνὰς αὐτῶν ἀπαγαγόντες θεραπείας ἠξίωσαν. τὸν δὲ Συνέσιον Λέοντα καὶ τὸν Λαχανᾶν Μανουὴλ καὶ συχνοὺς ἄλλους τοῖς τῶν παραπεφυκότων τῇ Προύσῃ δένδρων ἀκρέμοσιν ἀπεκρέμασε, τὸν δέκατον τετραπλῶς ἀποσώζοντας ἀριθμόν. πολλαπλασίοσι δ᾽ ἑτέρους καθυποβεβλήκει ποιναῖς· ὧν μὲν γὰρ χεῖρας ἀπέτεμεν, ὧν δὲ δακτύλους ὡς ἀμπέλων περιέκειρε κλάδους, τινῶν δὲ πόδας ἀφῄρηκε. πολλοὶ δὲ χειρῶν καὶ ὀφθαλμῶν ὑπέστησαν στέρησιν· ἦσαν δ᾽ οἳ καὶ ὀφθαλμὸν δεξιὸν καὶ πόδα εὐώνυμον ἐζημίωντο καὶ αὖ τοὐναντίον ἐπεπόνθεισαν ἕτεροι.

Καὶ οὕτως ἀπανθρώπως τὸ ἐν ῥώμῃ σώματος καλλιστεῦον καὶ στρατιωτικῇ ἐξαίρετον ἐμπειρίᾳ τὴν οἰκείαν ζημιώσας βασιλείαν Ἀνδρόνικος μεταίρει πρὸς τὸ Λοπάδιον. κἀκεῖ τὰ ὅμοια δράσας καὶ τὸν ἐπίσκοπον ἕνα στερήσας τῶν ὀφθαλμῶν ὡς μὴ κατὰ τῶν ἐκ τῆς ποίμνης ἐκείνου ἀγανακτοῦντα στασιωτῶν, ἀλλὰ πράως οὕτω καὶ ὁμαλῶς τὴν κατ᾽ Ἀνδρονίκου φορὰν ἐκείνων προσιέμενον καὶ ἀνεπεγκλήτως θεώμενον, ἐπάνεισιν εἰς τὰ βασίλεια τοιούτοις γεγανωμένος τροπαιουχήμασι, τὰς τῶν Προυσαέων ἡμερίδας καταλιπών, αἳ περιπλέγδην τὰ δένδρα ἀνέτρεχον, βαρυνομένας τοῖς τῶν κρεμασθέντων σώμασιν ὡς ἄλλοις βότρυσι καὶ μηδένα τῶν ἀνασκολοπισθέντων ἀφεὶς ὡς ληνοῖς δοθῆναι τοῖς σήμασιν, οὓς καὶ τερσήνας ἥλιος ἀνέμοις περιφέρεσθαι ἀνῆκε κατὰ τὰ ἐν σικυηλάτοις ὑπὸ τῶν ὀπωροφυλάκων αἰωρούμενα φάσματα.

Εἰς δὲ τὴν πόλιν ἐπανιὼν καὶ παρὰ τοῦ δήμου φωναῖς εὐφήμοις δεξιωθεὶς καὶ ταῖς τῶν κολάκων προσλαλιαῖς, οὓς ἀεὶ παρατρέφουσι τὰ ἀνάκτορα, τὸ μεγαλόφρον πλεῖον κτησάμενος εἰς θεωρεῖα καὶ ἁμίλλας ἵππων, θερείας οὔσης τῆς ὥρας, ἐτράπετο, ὅτε καί τινων ἐκ τῶν κατὰ τὸ βασιλικὸν ἑδρίασμα δρυφάκτων καταβληθέντων καὶ περὶ τοὺς ἓξ ἄνδρας ἀνῃρηκότων καὶ τοῦ θεατρομανοῦς ὄχλου ἐπὶ τῷ συμβάντι διαθροηθέντος, ὥρμησε τοῦ θώκου ἐξαναστῆναι καὶ μεταχωρῆσαι πρὸς τὰ βασίλεια τῷ δέει ἀλλοιωθεὶς καὶ τοὺς δορυφόρους συνηθροικώς, εἰ μὴ τὸ περὶ ἐκεῖνον εὔνουν ἱκέτευσαν ἀποστῆναι ὡς ἀτόπου τοῦ τοιούτου βουλεύματος καὶ ἐμπέδως ἱζάνειν παρέπεισαν ὡς αὐτίκα, εἰ ἐξανασταίη, ἀπολούμενον, τοῦ δήμου συσπειραθέντος εἰς ἓν καὶ κατ᾽ ἐκείνου καὶ τῶν ὅσοι περὶ αὐτὸν ἐφορμήσαντος. μικρόν τι γοῦν ἐπιμείνας τὸν ἱππικὸν μόνον καὶ γυμνικὸν τετέλεκεν ἄεθλον, τῶν δ᾽ ἐπεισοδίων θεαμάτων ἀπέσχετο τέλεον, ἐν οἷς διαχέουσι τὸ θεώμενον οἱ διὰ μηρίνθων εἰς ὕψος ἀναρριχώμενοι καὶ ὑπὸ μικρῷ καὶ λεπτῷ τῷ συνέχοντι καλωδίῳ ἐπορχούμενοι διαέριοι, ἔτι δὲ οἱ πτηνόποδες λαγίναι καὶ κύνες αἱ θηρευτικαί, φιλοτοιούτους ἀποδεικνύντα τοὺς ἀήθεις θεατροβάμονας. καὶ ταῦτα μὲν ὧδέ πῃ ἐφέρετο.

Ἦν δέ τις ἀνήρ, τοὔνομα Ἰσαάκιος, γένους ἄριστα ἥκων, ἕτερος παρὰ τὸν Ἄγγελον Ἰσαάκιον, θυγατρὸς παῖς Ἰσαακίου τοῦ σεβαστοκράτορος, ὃν ὁ λόγος τῆς ἱστορίας ἁπτόμενος κασίγνητον τοῦ βασιλέως εἴρηκε Μανουήλ. οὗτος δὴ ὁ Ἰσαάκιος παρὰ τοῦ πρὸς πάππου θείου καὶ βασιλέως τοῦ Κομνηνοῦ Μανουὴλ τὰ κατ᾽ Ἀρμενίαν διέπειν λαχὼν καὶ ἄρχειν Ταρσοῦ καὶ στρατηγεῖν ὁπόσα τοῖς ἐκεῖ προσκεκλήρωται συρρήγνυσι μετὰ τῶν διαφόρων Ἀρμενίων πόλεμον καὶ ἁλοὺς ἐν φρουρᾷ καθείργνυται (φθάνει δὲ θανὼν καὶ ὁ βασιλεὺς Μανουήλ), καὶ τοῦτο ἐς ἡλίους πολλούς. ὀψὲ δὲ πρὸς τῶν Ἱεροσολυμιτῶν λυθείς, οὓς Φρερίους φασίν, ἔσχεν εὔθετον τὴν πρὸς πατρίδα ἐπάνοδον, Ἀνδρονίκου συναραμένου πρὸς τὰ λύτρα, ὑποθημοσύνῃ Θεοδώρας, ᾗπερ ὁ μέν, ὡς πολλάκις εἴπομεν, ἐπλησίαζεν, ὁ δ᾽ Ἰσαάκιος οὗτος ἀδελφιδοῦς ἦν. ἐνῆγον δὲ Ἀνδρόνικον εἰς τὸ προσδέξασθαι τὸν Ἰσαάκιον καὶ τῆς χρονίου κατοικτεῖραι ἀποδημίας ὁ Μακροδούκας Κωνσταντῖνος τῇ πρὸς μητρὸς Ἰσαακίου θείᾳ συνευναζόμενος καὶ Ἀνδρόνικος ὁ Δούκας συνήθης ὢν ἐκ παίδων Ἰσαακίῳ καὶ κατὰ γένος αὐτῷ προσεγγίζων.

Οὗτος τοίνυν ὁ Ἰσαάκιος Ἀνδρονίκῳ οὐχ ὑπείκειν ἐθέλων καὶ τὴν πατρίδα ὡς ἐν ἄστρασι φανταζόμενος καὶ συγγενείας ἢ ἐρατεινῆς ὁμηλικίας οὐδένα λόγον τιθέμενος, τυραννίδος δ᾽ ἐρῶν καὶ ἀρχῆς ἔφεσιν τρέφων, οὐ μὴν ὑποκύπτειν ἀνεχόμενος ἄρχουσιν, ἐφοδίοις χρῆται καὶ συνερίθοις τοῖς πεμφθεῖσιν αὐτῷ ἐκ Βυζαντίου χρήμασιν εἰς τὸ κακοβούλως ἀρχὴν ἑαυτῷ μνηστεύσασθαι. τοίνυν μετὰ χειρὸς συχνῆς καταπλεύσας ἐς Κύπρον τὰ μὲν πρῶτα τὸν ἔννομον καὶ πρὸς βασιλέως ἀπεσταλμένον δυνάστην ὑπεζωγράφει βασιλικὰ ὑποδεικνύων τοῖς Κυπρίοις γράμματα, ἅπερ αὐτὸς συνέθετο, καὶ διαταγὰς ἀναγινώσκων αὐτοκρατορικὰς ἐπιπλάστους τὸ ποιητέον δῆθεν ὑποτιθεμένας ἐκείνῳ καὶ τἆλλα διαπραττόμενος, ὅσα οἱ ἀφ᾽ ἑτέρων ἄρχειν ταχθέντες πρὸς ἀνάγκης ποιεῖν ἔχουσι· μετ᾽ οὐ πολὺ δὲ τὸν τυραννοῦντα παραγυμνώσας καὶ ἣν ἔτρεφεν ἀπήνειαν ἐκκαλύψας ἀπανθρώπως τοῖς ἐκεῖ προσφέρεται.

Καὶ τοσοῦτον ἐς τὸ τοῦ ἤθους ἀκαμπὲς καὶ ἀμείλικτον Ἀνδρόνικον ὑπερέβαλεν, ὅσον οὗτος τοὺς πώποτε διαβοήτους ἀνεπιεικεῖς κατὰ διάμετρον ὑπερήλασεν. οὐ γὰρ διέλιπεν, ἐξ ὅτου περ ἀσφαλῶς ἤδη ἄρχειν ᾤετο, μυρία ἄττα ἀνόσια ἐπὶ τοῖς οἰκήτορσι τῆς νήσου ἐργαζόμενος. φόνοις τε γὰρ καθ᾽ ὥραν ἀναιτίοις ἐχραίνετο καὶ δηλήμων σωμάτων ἀνθρωπίνων ἐγίνετο ποινὰς ἐπάγων καὶ τιμωρίας οἷά τι συμφορῶν ὄργανον, ὁπόσαι κατῆγον εἰς θάνατον. καὶ κοίταις δὲ ἀθεμίτοις καὶ φθοραῖς παρθένων ὁ παναισχὴς καὶ ἐξάγιστος ἠκολάσταινεν οὐσίας τε ἁπάσης τοὺς εὐδαίμονας πρώην οἴκους ἀνυπευθύνως ἐστέρησε καὶ τοὺς χθές τε καὶ πρότριτα περιβλεπομένους αὐτόχθονας καὶ κατὰ τὸ πολυκτῆμον τῷ Ἰὼβ ἀντερίζοντας διαφῆκεν ἀγυρτεύειν λιμώττοντας καὶ γυμνιτεύοντας, καθ᾽ ὅσων τέως οὐκ ἐχρήσατο τῷ ξίφει ὁ ἀκρόχολος.

Φεῦ, φεῦ, ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται. εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα. ἐφύτευσας αὐτοὺς καὶ ἐρρίζωσαν· ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν. ταῦτα δή, ἃ καὶ προφήτης ἀπολογεῖται πρὸς Κύριον λαλῶν κρίματα. οἷα γὰρ ἡ τότε γενεὰ ἐξέφυσε κώνεια πρὸς οὐδὲν ἕτερον ἁδρυνθέντα ἢ θάνατον τοῖς προσφερομένοις καὶ τῶν πλείστων ἀπώλειαν πόλεων, ὧν τῆς ἀρχῆς παναθέσμως ἐπέβησαν.

Ταῦτα ὡς εἰς ἀκοὴν ἐλήλυθεν Ἀνδρονίκῳ, οὐκ ἦν ὁπωσοῦν καθεκτός, ἀλλ᾽ ὁρῶν αὐτῷ ἐπερχόμενον ὃν πάλαι φόβον πεφόβητο (ἦν γὰρ ὑφορώμενος τὸ ἰῶτα ὡς τὴν αὐτοῦ παραλῦσον ἀρχήν), ἐξήτει τρόπον, δι᾽ οὗ ἂν συλληφθῇ Ἰσαάκιος καὶ γενηθῇ ἐξ ἀνθρώπων ὁ ἐκείνῳ προσδόκιμος ὄλεθρος· ἐδεδίει γὰρ μήπως Κυπρόθεν καταπλεύσας καθελεῖ τοῦτον τῆς τυραννίδος, εἰδὼς ὡς ἀσμένως προσδεχθήσεται παρὰ πάντων, ἐπεὶ καὶ τὸ πόρρω κακὸν τοῦ ἐν χερσὶν ἀλυπότερον καὶ τοῦ θλίβοντος ἄρτι κουφότερόν ἐστι τὸ ἐλπιζόμενον χείριστον· ἀγαπητῶς γὰρ παρακερδαίνειν ἐοίκαμεν ἄνθρωποι καὶ τὴν βραχεῖαν τοῦ ἀλγοῦντος ἄνεσιν.

Μὴ ἔχων δ᾽ ὅπως τὸν ἀπόντα ἐχθρὸν χειρώσηται, ἐπὶ τοὺς ἐγγὺς τρέπει τὸν θυμόν, ταὐτόν τι δρῶν, ὃ καὶ κύνες πολλάκις ποιεῖν εἰώθασι· τοῦ γὰρ βάλλοντος ἀφιστάμενοι τοῦτον μὲν ἀμύνουσιν ὑλακαῖς, τῷ δ᾽ ἀφεθέντι λίθῳ τοὺς ὀδόντας ἐγχρίπτουσιν. ἀμέλει καὶ ὑπὸ κρίσιν ἤγαγε τόν τε θεῖον ἐκείνου τὸν Μακροδούκαν Κωνσταντῖνον καὶ τὸν Δούκαν Ἀνδρόνικον, οἳ ξυνέθεντο οὐκ ἀχρεῖον Ἀνδρονίκῳ τὰ ἐς πίστιν ὀφθῆναι τὸν Ἰσαάκιον λυθέντα καὶ πρὸς τὴν πατρίδα ἐπαναζεύξαντα.

μετ᾽ οὐ πολλὰς δ᾽ ἡμέρας καὶ καθοσιώσεσιν οὗτοι ὑπάγονται, καίπερ τῶν τῆς μερίδος ὄντες Ἀνδρονίκου οἱ μέγ᾽ ἔξοχοι πάντων καὶ τῆς ἑταιρείας οἱ κράτιστοι, εἴγε ὁ μὲν Μακροδούκας ἐκτὸς τῶν ἄλλων φιλοφροσυνῶν, αἷς ἐπιμελῶς Ἀνδρόνικον ἐθεράπευε, καὶ ἀδελφῇ τῆς Θεοδώρας κατὰ συνάφειαν συνήρχετο γαμικήν, ἣν ὁ λόγος πλειστάκις ἱστόρηκε γινώσκειν ἀθεμίτως Ἀνδρόνικον, ὁ δὲ Δούκας Ἀνδρόνικος, καταπύγων ὢν καὶ γλοϊὸς καὶ τὴν ἀναίδειαν ἐπὶ τοῦ προσώπου προβεβλημένος, καὶ αὐτοῦ δὴ Ἀνδρονίκου ἐν τοῖς ὑπὲρ Ἀνδρονίκου προμηθέστερος εἶναι ἐπλάττετο, ὅτι καὶ ὁ μέν τινος ἐκπερονᾶν ὀφθαλμοὺς ἀπεφαίνετο, ὁ δὲ Δούκας οὗτος Ἀνδρόνικος, ὡς εἰ διδακτὸς ἦν τοῦ ἀρχῆθεν ἀνθρωποκτόνου καὶ ταῖς τῶν μερόπων χαίροντος συμφοραῖς, καὶ χειρῶν προσεψηφίζετο στέρησιν ἢ ἀνασκολόπισιν ἐγνωμάτευε, βλασφημῶν ἐν πολλοῖς Ἀνδρόνικον καὶ λίαν ἀναιδῶς καθαπτόμενος ἐκείνου ὡς μὴ καταλλήλους τοῖς πταίσμασι τὰς κολάσεις ἐπάγοντος.

Ἐπιστάσης τοίνυν τῆς λαμπροτάτης καὶ εὐσήμου ἡμέρας, καθ᾽ ἣν ἡ μετὰ τοῦ προσλήμματος εἰς οὐρανοὺς ἄνοδος τοῦ Κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν ἑορτάζεται, ἀθροισμὸς ἐκ προσκλήσεως γίνεται τῶν περὶ τὴν βασίλειον ἁπάντων αὐλήν· καὶ ἦν διὰ τοῦτο τοῖς ἐκ παντὸς ἔθνους καὶ γένους συνδρομὴ καὶ ὁρμὴ ἔνθα ὁ βασιλεὺς ἐνηυλίζετο· ἦν δὲ τότε σκηνούμενος κατὰ τὸ ἔξω λεγόμενον Φιλοπάτιον. ὥσπερ δὲ παλινῳδίαν οἱ συνερχόμενοι ᾄδοντες ἢ ἐν τῷ ἄλλην τρέχειν ἑτέραν βαδίζοντες εἶχον τὸ κατάντημα τῆς ὁδοῦ περὶ τὰ λεγόμενα τοῦ Μαγγάνη παλάτια, ἃ καὶ αὐτὰ κατὰ τὸ ἐντὸς Φιλοπάτιον ᾠκοδόμηντο, ἐσύστερον δ᾽ Ἀνδρόνικος κατηδάφισε. καὶ ἐπεὶ πολυάνθρωπος ἦν ἡ συνέλευσις, πάνυ μέντοι πολυάνθρωπος, καὶ ἀπῆν οὐδείς, ὃν παρεῖναι ἐχρῆν, ἐξάγονται παρὰ δόξαν τῶν συνειλεγμένων ὁ Δούκας τε καὶ ὁ Μακροδούκας ἐκ τῶν ἐκεῖ που ἐπιπέδων οἰκημάτων καὶ πρὸς τὴν αὔλειον ὡς κατάκριτοι θριαμβεύονται.

Καὶ οἱ μὲν ὡς ὑπὸ δίκην ἀχθησόμενοι ἢ τὸν βασιλέα ὀψόμενοι τῶν ὑπερῴων ἐκκύψοντα διεσκευάζοντο ἄνω τὰ ὄμματα αἴροντες καὶ τὼ χεῖρε πρὸς τὸ τοῦ σχήματος σεμνὸν περιβάλλοντες· ὁ δὲ Ἁγιοχριστοφορίτης Στέφανος, ὃν καὶ Ἀντιχριστοφορίτην οἱ τότε ὠνόμαζον ἄνθρωποι ἐς τὸ κατάλληλον τῶν ἔργων τὴν κλῆσιν μετάγοντες (ἦν γὰρ ὁ τῷ ὄντι ἀναιδέστατος τῶν Ἀνδρονίκου ὑπηρετῶν καὶ πάσης ἀνοσιουργίας ἀνάμεστος), λίθον ἄρας χειροπληθῆ καὶ τοῦ Μακροδούκα στοχασάμενος, τοῦ καὶ προφερεστάτου κατὰ κῆδος βασιλικὸν καὶ τὸ γεραρὸν τῆς ἡλικίας καὶ τὴν τοῦ πλούτου βαθύτητα, παρῄνει πᾶσιν ὡς ἐς παράδειγμα αὐτὸν ἀφορᾶν περιβλεπόμενος ἅπασαν τὴν ὁμήγυριν καὶ τὸν μὴ λαϊβολοῦντα ἐρεσχελῶν καὶ ὡς ἄπιστον ἐς βασιλέα κακολογῶν καὶ τὴν αὐτὴν καταδίκην μετὰ μικρὸν ὑποστῆναι μέλλοντα.

Ἦραν οὖν διὰ τὴν ἀπειλὴν ταύτην ὁ ἀθροισμὸς ξύμπας χερμάδια καὶ κατέβαλον τῶν ἀνθρώπων, ἐλεεινὸν καὶ ἄπιστον μετὰ τὸ πάθος θέαμα, ὡς ἀρθῆναι τοὺς λίθους ἐς κολωνόν. ἔτι δ᾽ ἐμπνέοντας τοὺς ἄνδρας ἀράμενοί τινες, οἷς τὰ τῆς ὑπηρεσίας ταύτης ἐπετέτραπτο, καὶ τάπησιν ἐνειλήσαντες, ὑφ᾽ ὧν αἱ τοῖς ἡμιόνοις ἀνατιθέμεναι στρωματοθῆκαι σκέπονται, τὸν μὲν ἐς τὴν περαίαν, ἣ τοῖς Ἰουδαίοις εἰς ταφὴν ἀποτέτμηται, ἄγουσι, τὸν δὲ Μακροδούκαν κατὰ τὴν ἀντίπορθμον τῇ μονῇ τῶν Μαγγάνων ἀποκομίζουσι λοφώδη ἀκτὴν καὶ ἀνασκολοπίζονται ἀμφότεροι.

Καὶ τότε πρώτως οἱ τῆς Κωνσταντίνου πολῖται τεθέανται τὰ καὶ ἀκοαῖς αὐταῖς δυσπαράδεκτα· καὶ ὧν ἀφηγουμένων πρότερον ἔβυον τοὺς ἀκουστικοὺς πόρους, τηνικάδε τοῖς ὀφθαλμοῖς προκειμένων ἀπωλοφύροντο. καὶ τὸ πραχθὲν ἀναλογιζόμενοι ἀμηχανίᾳ συνείχοντο καὶ διπλῆν ἐπὶ τοῖς γινομένοις δίκην ὑφίσταντο· καὶ τῶν ξυμφυλετῶν γὰρ ἐδάμαζον αὐτοὺς τὰ παθήματα καὶ εἰς αὐτοὺς ὅσον οὔπω προσπελάζειν τὸν κίνδυνον φανταζόμενοι χρονιωτέραν εἶχον τὴν βάσανον τῶν ἐν μέσοις ἤδη ἐνσχεθέντων τοῖς ἀχθεινοῖς, καθ᾽ ὅσον οἱ μὲν τῆς πονηρᾶς ἐλπίδος ὑπέληγον, ἤδη τοῦ κακοῦ ἐπιστάντος, ὃ πάλαι κατὰ νοῦν ἔστρεφον, τοῖς δὲ τὸ προορᾶν ἀεὶ τὸ δεινὸν καὶ τὸ οἴεσθαι τὸ μέλλον ὡς ἐφεστὼς καὶ νυκτὸς ἀφῄρει τὸν ὕπνον καὶ ἡμέρας πλέον βασάνου πάσης ἐπέπληττε τὴν συνείδησιν. τὸ δὲ καινότατον, οὐ μόνον ταῦτ᾽ ἔπασχον ὁπόσοι τὸ ἔνδον εἶχον κριτήριον ὑποθρᾶττον ὡς οὐκ ἀγαθὰ τῷ Ἀνδρονίκῳ εὔχονται καὶ βουλεύονται, ἀλλὰ καὶ οἷς ἐκεῖνος προσέκειτο καὶ ἀεί τινος μετεδίδου χρηστοῦ· τὸ γὰρ ἐς ἅπαντας ἄπιστον ἦθος καὶ τὸ τῆς γνώμης παλίμβολον ὑφορώμενοι, ἔτι δὲ τὸ πρὸς κόλασιν ἑτοιμότατον δεδιττόμενοι, οὐδ᾽ οὗτοι τὸ τοῦ κινδύνου ὀξὺ σφῶν αὐτῶν ἀπετρέποντο.

Ἀλλὰ γὰρ μηδὲ τοῦτο παραδραμέτω ὁ λόγος. αἰτοῦνταί τινες Ἀνδρόνικον, οἷς μετῆν παρρησίας, τὰ τῶν κρεμασθέντων καθαιρεθῆναι σώματα. ὁ δὲ ὡς ὁ Πιλᾶτος ἐπὶ τοῦ θεανθρώπου Χριστοῦ ἠρώτησεν, εἰ πάλαι ἀπέθανον· καὶ γνοὺς ἐκ τῶν ἀναρτησάντων κακοὺς κακῶς καταστρέψαι τὸν βίον, συμπαθείας εἶπε τοὺς ἄνδρας καταξιοῦν καὶ ἐπεδάκρυσε τούτῳ τῷ ῥήματι, ἰσχυροτέραν φάμενος εἶναι τῆς οἰκείας ὁρμῆς καὶ προθέσεως τὴν τῶν νόμων αὐστηρίαν καὶ αὐθεντίαν καὶ τὴν τῶν δικαστῶν ἀπόφασιν ὑπερκεῖσθαι τῆς αὐτοῦ προαιρέσεως.

Ὢ δάκρυον τοῖς πάλαι μὲν καὶ ἡμῖν ἐν συνοχῇ ψυχῆς ὡς ἐκ νέφους ὄμβρος τῆς καρδίας ἐπιψεκαζόμενον. ὢ λύπης σφοδροτέρας σύμβολον καὶ τῶν ἔνδον πιεζόντων τεκμήριον ἀναμφήριστον, ἐνίοτε δὲ καὶ ὑπὸ χαρᾶς συλλειβόμενον καὶ ἀποσταζόμενον ὡς ἐξ ἀμάρας τῶν ὀφθαλμῶν, παρ᾽ Ἀνδρονίκῳ δὲ μὴ ταὐτὸ σθένον, ἀλλ᾽ ἑτέραν φύσιν λαχὸν καὶ τεκμαίρεσθαι παρέχον ὄλεθρον ἐν τῷ ἀμαρεύεσθαι. ὢ πόσων ἔσβεσας κόρας θερμότερον προχεθέν. ὢ πόσους εἰς ᾅδου παρέσυρας πέταυρον λάβρον ἐπιρρυέν. ὢ πόσους κατέκλυσας. ὢ οἵους ἄνδρας εἰς τύμβον παρέπεμψας εἰς τὰ ὕστατα νίπτρα παραληφθὲν ἢ ὡς χοὴ ἐπιτάφιος καὶ λοιβή τις λοίσθη ἐκκενωθέν.

Καὶ ὧδε μὲν ἐξ ἀνθρώπων ἔθετο τὸν Μακροδούκαν Κωνσταντῖνον καὶ τὸν Δούκαν Ἀνδρόνικον κἀπὶ τοιούτοις οὗτοι Ἀνδρόνικον εἴδοσαν ἀντιμετροῦντα σφίσι τῆς εὐνοίας τὰ ὀφειλήματα. μετ᾽ οὐ πολὺ δὲ καὶ τοὺς Σεβαστειανοὺς ὁμαίμονας, δυάζοντας τὸν ἀριθμόν, ἐς τὴν ἀντιπέραν ἀναρτᾷ τοῦ πορθμοῦ, ὃς κικλήσκεται Πέραμα, διὰ τὸ δῆθεν ἐπιβουλεύειν αὐτοῦ τῇ ζωῇ.

Ἀλλ᾽ ἐν τούτοις μὲν καὶ παραπλησίοις ἄλλοις οὐκ ὀλίγοις καὶ χείροσιν ἀεὶ ἐνηυκαίρει Ἀνδρόνικος. ὁ δ᾽ ἐκ Κομνηνῶν Ἀλέξιος, ὃς ἐπὶ τοῦ κεράσματος ἐτέτακτο τῷ βασιλεῖ Μανουὴλ ἐκ τῆς αὐτοῦ φύτλης γεγενημένος (ἐκ γὰρ ἀδελφόπαιδος προελήλυθεν), ὑπερορίαν ἐς τοὺς Σκύθας Ἀνδρονίκῳ κατακριθεὶς κἀκεῖθεν φυγὰς γενόμενος, εἴποι ἄν τις ὄφις πετόμενος, εἰς Σικελίαν κατέλυσε καὶ τῷ ταύτης τυραννεύοντι Γιλιέλμῳ εἰς ὄψιν ἐλθὼν καὶ ἑαυτὸν ὅστις εἴη καταφανῆ θέμενος, σὺν αὐτῷ δὲ καὶ ὁ ἐκ τῆς Φιλίππου ἐπαρχίας ὁρμώμενος Μαλεῗνος, ἀνὴρ οὐ τὸ γένος ἐπίσημος, οὐ τὴν τύχην λαμπρός, οὐ γνώριμος τὸ ἐπιτήδευμα, ὃν συνέλαβον ἄμφω χόλον καὶ ὤδινον ἐπὶ πλεῖστον κατ᾽ Ἀνδρονίκου, ὁ μὲν καὶ δικαίως ἴσως ἐπεγκαλῶν, ὁ δὲ Μαλεῗνος τῷ Κομνηνῷ χαριζόμενος καὶ δοκεῖν τις εἶναι τῶν αἰδοῦς ἀξίων παρὰ τοῖς οὐκ εἰδόσι πραγματευόμενος, τοῦτον κατὰ τῆς πατρίδος ἀπέτεκον, ἐκεῖνα μὴ πρὸς οὖς τοῦ ῥηγός, ἀλλ᾽ ἐπὶ πολλῶν εὐπαρακλήτως λαλήσαντες ἐν τῷ μικροῦ τῶν ἐκείνου ποδῶν θωπευτικῶς τὰ πέλματα καταψᾶν καὶ κυνηδὸν ταῖς ἑαυτῶν γλώτταις περιλιχμάζειν, οὐχ ὅσοις κακῶς παθεῖν Ἀνδρόνικος ἤμελλεν, ἀλλ᾽ οἷς ὡς ἐπὶ θήραμα πρόχειρον τὴν ἅλωσιν τῶν Ῥωμαϊκῶν χωρῶν διερεθίσειν εἶχον τὸν τῶν Σικελῶν τύραννον.

Ὁ δὲ τοῖς τούτων λόγοις ἀναρριπισθείς, καὶ ἄλλως ἔχων ἀναφέρειν τὰ ἐπᾳδόμενα ἐς τὸ σύμφωνόν τε καὶ ταὐτοδύναμον οἷς καὶ παρὰ ταὐτογενῶν ἐκείνῳ Λατίνων πολλάκις ἀκήκοε, πάλαι μὲν ἐπὶ μισθῷ συνόντων Ῥωμαίοις καὶ τὴν αὐτοκρατορικὴν ἐκτριβόντων αὔλειον, τότε δὲ διασπαρέντων ἄλλων ἄλλοσε διὰ τὸν παρά σφισιν ἀτεράμονα καὶ ἄτεγκτον Ἀνδρόνικον καὶ τὸ ἐξ αὐτοῦ ἀκηδές, τάς τε οὔσας πολεμικὰς δυνάμεις ἐς τὸ ἐπικρατὲς διατίθησι καὶ τὸ ξενολογικὸν ἐκ πολλῶν ὁπλιτῶν ἀποκρίνας καὶ ἁδροῖς ἐπάρας μισθώμασι καὶ μείζοσι φυσήσας τοῖς ἐπαγγέλμασιν ἐς χιλιάδας τὴν ἵππον καταριθμεῖ. καὶ τὴν μὲν πεζὴν στρατιὰν ἐς Ἐπίδαμνον διαβιβάσας καὶ ταύτην αὐτοβοεὶ κατασχών, τὴν δὲ ναυτικὴν δύναμιν εὐθυπλοήσασαν σχὼν ἐς τὰ τῆς Θεσσαλονίκης ἐπίνεια, τὰς ἐν τῷ μεταξὺ χώρας ὁμολογίᾳ αἱρεῖ.

Ὁμοῦ δὲ τῶν στρατευμάτων κατά τε γῆν κατά τε θάλατταν τὴν λαμπρὰν ἐν πόλεσι Θεσσαλονίκην διαλαβόντων καὶ διαζωσάντων μίτρᾳ Ἄρεος, ἑάλω αὕτη πολιορκίᾳ καὶ εἴσω μεθ᾽ ἡμέρας δέχεται τὸ πολέμιον, οὔκουν διὰ τὸ τῶν ἔνδον ἀμυνομένων ἀπάλαμνόν τε καὶ ἀπειρόμαχον, τὴν δὲ προδοσίαν μᾶλλον τοῦ στρατηγοῦντος Δαυὶδ τοῦ ἐκ Κομνηνῶν. οὗτος γὰρ ἐς οὐδὲν χρήσιμος τοῖς Θεσσαλονικεῦσιν ὀφθείς, δεξιώτατος δὲ μόνον γενόμενος ἀεὶ δεδιέναι Ἀνδρόνικον καὶ τρόπον ἐπιζητεῖν, δι᾽ οὗπερ τὰς ἀάπτους ἐκείνου χεῖρας διαφευξεῖται, δέον κῦμα θαλάσσης ὑπελθεῖν ἢ κατὰ πετρῶν ἠλιβάτων βαλεῖν ἑαυτὸν ἢ ὄρεσι καὶ σπηλαίοις εὑρέσθαι ἀποκρυβὴν ἢ κατὰ προφήτην φυγάδα κήτει θαλαττίῳ καταποθῆναι, ὁ δὲ τοιοῦτον μὲν οὐδέν τι ποιεῖν ἐπεβάλετο, ἐπὶ κακῇ δὲ μοίρᾳ τὴν τῶν Θεσσαλονικέων χειρίζων ἀρχὴν καὶ τὴν ἀρχηγίαν ὁ καὶ γυναικῶν θηλύτερος καὶ τῶν ἐλάφων δειλότερος οὐκ εὐκλεῶς κληρωσάμενος ἔλαθε τοὺς συλληψομένους αὐτόν τε καὶ τὴν πόλιν Θεσσαλονίκην καὶ πόρρωθεν ὄντας μεταπεμπόμενος ἄντικρυς καὶ ἑαυτὸν ἐκείνοις ἐγχείριον ἑκούσιον ζώγρημα θέσθαι διὰ παντὸς μελετῶν.

Οὐκοῦν καὶ τοῦ τῆς μάχης ἐνστάντος καιροῦ καὶ παντοίων ὅπλων καὶ μηχανῶν κινουμένων κατὰ τῆς πόλεως, θεατὴς τῶν πολεμίων μάλιστα ἦν αὐτός, οὐκ ἀντίπαλος· οὔτε γὰρ δι᾽ ὅλης τῆς πολιορκίας ὤφθη ἐπεκδραμών, καίπερ διανιστώντων αὐτὸν οὐ μετρίων πρὸς τοῦτο οἳ τῆς πόλεως προησπίζοντο, οὔτε δράσειν οὕτως αὐτοῖς ἐνέδωκεν, ἀλλ᾽ ἦγχε τὸ τῶν πολιτῶν πρόθυμον οἷα καὶ σκυλάκων γενναῖον ὅρμημα θηρατὴς ἀχρειότατος. τοίνυν οὐδενὶ τῶν ἁπάντων ὦπτο πανοπλίαν ἀμφιασάμενος, ἀλλ᾽ ἀπεῖχε κράνους καὶ θώρακος καὶ κνημίδων καὶ θυρεοῦ κατὰ τὰς ἐσκιατραφημένας τῶν γυναικῶν καὶ μηδὲν εἰδυίας πλέον γυναικωνίτιδος καὶ περιῄει τὴν πόλιν ἡμιόνῳ ἔποχος μετ᾽ ἀναξυρίδος συνεπτυγμένης ὀπισθίῳ δεσμεύματι καὶ πεδίλων κομψῶν ἐστιγμένων χρυσῷ ἐς αὐτὸν ἀποληγόντων ἀστράγαλον. τῶν δὲ μηχανημάτων τὰ τείχη τυπτόντων καὶ βαλλόντων τοὺς λίθους ἔραζε, αὐτὸς εἰς γέλωτα εἶχε τὰ τῶν ἀφιεμένων πετρῶν ῥοιζήματα καὶ τὰ τοῦ περιβόλου ἐν τῷ πλήττεσθαι μυκήματα· κἀν τῷ ἐρείπεσθαι ῥήγματα “ἐνωτίζεσθε γοῦν„ ἔφασκε τοῖς ἐκείνῳ συνοῦσι φαύλοις ἀνδραρίοις, ὑπὸ ἁψῖδα ἰσχυρὰν τοῦ τείχους παραβυόμενος “τὰ τῆς γραίας μυκήματα„ ὁ τιθηνοῦ εἰσέτι δεόμενος· ἐκάλει δ᾽ οὕτω τὴν μεγίστην τῶν ἑλεπόλεων, ὑφ᾽ ἧς ἠχρειοῦτο τὸ τεῖχος τῆς πόλεως, τῶν λίθων ἐκπηδώντων τῆς ἁρμογῆς.

Τοιοῦτον τοίνυν προδότην ἡ Θεσσαλονικέων τῷ τότε δυστυχῶς κληρωσαμένη φύλακα καὶ κυβερνήτην λαχοῦσα τὸν καταποντιστὴν καὶ ἰατῆρα τὸν φαρμακέα ἐπ᾽ ὀλίγον ἀντισχοῦσα τοῖς ἐχθροῖς ὑπέκυψε. Τὰ δ᾽ ἐπὶ τούτοις γεγενημένα ἄλλη τίς ἐστιν Ἰλιὰς καὶ τραγικὰς ὑπερβαίνουσι συμφοράς· ἅπας γὰρ οἶκος τῶν ἐνόντων ἠρήμωτο, οὐδ᾽ ἦν οἰκία τις σώζουσα, οὐ στενωπὸς τῶν ἀναιρούντων λυτρούμενος, οὐ κατάδυσις ἐπὶ πολὺ ἀποκρύπτουσα. ἀλλ᾽ οὐδὲ σχῆμα ἠλεεῖτο ἐλεεινόν, οὐδ᾽ ἐδυσωπεῖτο δυσώπησις, ἀλλὰ διὰ πάντων ἐχώρει τὸ ξίφος καὶ θυμοῦ λῆξις ἦν ἡ ἀπάγουσα τοῦ βίου πληγή. κενὴ δὲ καὶ ἡ κατὰ τοὺς ἱεροὺς νεὼς συνδρομὴ τῶν πολλῶν ἐδείκνυτο καὶ ματαία ἡ ἐπὶ ταῖς θείαις εἰκασίαις πεποίθησις.

οἱ γὰρ βάρβαροι καὶ θεῖα καὶ ἀνθρώπινα συγχέοντες πράγματα τιμᾶν οὐκ ᾔδεσαν τὰ θεοῦ, οὔτε ἀσυλίαν παρεῖχον τοῖς ἐς τὰ τεμένη προστρέχουσιν· ἀλλ᾽ ὃ ἦν ἐπὶ τοῖς κοινοῖς δόμοις κατάντημα, τὸ μαχαίρᾳ δηλονότι παραυτίκα πεσεῖν ἢ γοῦν τῆς οὐσίας πάσης ψιλωθέντα τινὰ διαφίεσθαι, ὃ παρὰ τοῖς πορθηταῖς ἐς μεγίστην εὐποιΐαν συνελογίζετο, τοῦτο καὶ οἱ ἐν τοῖς νεῲς καταφεύγοντες πέρας εὕρισκον, ἵνα μὴ προσθείην καί τι βαρυσυμφορώτερον ἕτερον, τὸ ἐκθλίβειν ἐκεῖσε κακῶς τὴν ψυχὴν τῇ τῶν μυριάδων συνδρομῇ τε καὶ συμπιλήσει, αἳ τοὺς θείους δόμους εἰσέδυσαν· κἀν τοῖς ἱεροῖς γὰρ μεθ᾽ ὅπλων ἐπεισπηδῶντες οἱ ἐναντίοι τὸν ἐν ποσὶν ἀνῄρουν ἀεὶ καὶ ὡς θύματα τοὺς καταλαμβανομένους ἀνηλεῶς ἐκεράϊζον.

Πῶς δὲ ἀνθρώπων ἤμελλον φείδεσθαι οἱ τοῖς θείοις ἐμπαροινοῦντες καὶ μηδ᾽ ὅλως θεοῦ ἐμπαζόμενοι; ἀλλ᾽ οὐ τοσοῦτον καινόν, εἰ τὰ τῷ θεῷ ἀνατεθειμένα ἱεροσύλουν καὶ χερσὶ βεβήλοις καὶ ὀφθαλμοῖς κυνέοις ἥπτοντο τῶν ἀψαύστων καὶ τοῖς μὴ θεατοῖς ἐνητένιζον, ὅσον δὴ ἀνόσιον, εἰ τὰς παναγεῖς Χριστοῦ εἰκόνας καὶ τῶν αὐτοῦ θεραπόντων ἠδάφιζον, καὶ τούτων κατεπεμβαίνοντες, εἴ τις μὲν κόσμος ἐξ ὕλης προσῆν τιμαλφοῦς, τοῦτον ἀφῄρουν ἐκσπῶντες ὡς ἔτυχεν, αὐτὰς δ᾽ εἰς τὰς τριόδους ἐξέφερον τοῖς παροδεύουσιν ἐσομένας εἰς καταπάτημα, ἢ τῷ τῆς διαίτης πυρὶ παρεδίδοσαν. ἀνοσιώτατον δὲ μάλιστα καὶ ὠσὶ δυσήκουστον τῶν πιστῶν, εἴ τινες ἦσαν, οἳ τῆς θυωροῦ καὶ ἀγγέλοις αὐτοῖς δυσθεάτου ἄνωθεν ἀνιόντες τραπέζης ἐπ᾽ αὐτῆς ὠρχοῦντο μεταφερόμενοι ἀσχημόνως καί τινα βαρβαρικὰ ἀπηχῆ ᾀσμάτια πάτρια ἔψαλλον, εἶτα τὴν αἰδῶ ἀνακαλύψαντες καὶ τὸν ποδεῶνα τοῦ τῆς κοιλίας ἀσκοῦ ῥέειν ἀνέντες ἐνούρουν κύκλῳ κατὰ τὸ ἅγιον ἔδαφος, περιρραντήρια ταῦτα τελοῦντες δαίμοσι καὶ λουτρὰ θερμὰ τοῖς ἀλάστορσι σχεδιάζοντες, οἷς οὗτοι μετὰ κάματον διανήχονται, ὃν διήνεγκαν ἀνθρώποις συμφορὰς μηχανώμενοι καὶ δεινὰ διαθλοῦντες ἀνήκεστα.

Ἐπεὶ δέ ποτε τὰ δεινὰ δόξαν τοῦ λῆξαι εἴληφε καὶ εἰς ἀνοχὴν ἀπεῖδεν ὁ πόλεμος, μέσον ὀφθέντων οἵπερ εἰς ἀρχηγοὺς τῶν Σικελῶν ὑπερανεστήκεσαν καὶ τὴν τῶν πολλῶν ἐπισχόντων ὁρμὴν εἰς ἀναίρεσιν, ὧν ἅτερος ἔφιππος σιδήρῳ κατάφρακτος τὸν τοῦ μυροβλύτου μάρτυρος εἰσέδυ νεὼν καὶ τοὺς μὲν τῷ πλατεῖ παίων τοῦ ξίφους, τοὺς δὲ καὶ εἰς ἀληθὲς τραῦμα πλήττων ἴσχυσε μόλις τὴν τοῦ κακοῦ στῆσαι φοράν, οὐδ᾽ οὕτω τὰ ἑξῆς ὡς ἐν κακοῖς μέτρια τοῖς Θεσσαλονικεῦσιν ἐφάνησαν, ἀλλὰ τὸ μὲν ἐς ᾅδου κατάγεσθαι τοὺς πολιορκηθέντας ἡ μετὰ τὴν ἅλωσιν εὐθὺς ἡμέρα κατέπαυσε, τὰ δ᾽ ἐπισυμβαίνοντα ἄλλως ὀδυνηρὰ πρὸς τὸ αὐτὸ τῆς ζωῆς τέρμα μυριαχῶς τοὺς τλήμονας κατήπειγον καὶ βέλτιον τὸ θανεῖν ἐποίουν ὑπὲρ τὸ ζῆν, ὥστε, τὸ τοῦ τλησιπόνου Ἰώβ, πολλοὶ δεόμενοι τελευτῆς οὐκ ἐτύγχανον.

Καὶ πᾶς μὲν γὰρ ἕτερος πολέμῳ τὸ ἀντίπαλον χειρωσάμενος κακῶς αὐτῷ κέχρηται καὶ ἀνελεημόνως προσφέρεται καὶ ὅσα ἡ ἐκ τῆς νίκης ὑπεροψία ὑποτίθησι διαπράττεται, Λατῖνος δὲ πορθήσας τὸ ἀντιπῖπτον καὶ ὑποχείριον ἐργασάμενος ἀνύποιστόν ἐστι μάλιστα κακὸν καὶ λόγῳ ἀπεριήγητον· εἰ δὲ καὶ Ῥωμαῖος εἴη ὁ συλληφθεὶς καὶ οὗτος καθαρεύων γλώττης Ἰταλιώτιδος καὶ τοσοῦτον τοῦ ἑτεροφύλου ἔθνους ἀποξενούμενος, ὡς μηδὲ κατὰ τὴν σωματικὴν περιβολὴν βραχύ τι γοῦν Λατίνοις ἐπικοινωνεῖν, εἴη ἂν οὗτος ἐστυγημένος θεῷ καὶ τῆς ὀργῆς Κυρίου ἀμιγῆ κατακριθεὶς πιεῖν τὴν κύλικα καὶ τὸ ποτήριον ἀκέραστον προσενέγκασθαι. ποία γὰρ θανατηφόρος ἔχιδνα ἢ πτερνοφύλαξ ὄφις ὀλέθριος ἢ ταυροφόντης λέων τὰ τῶν βρωμάτων ἕωλα παρορῶν, θερμῆς δ᾽ ἔτι τῆς θήρας ἐμφορούμενος, οὕτως ἂν ἐλυμήνατο ὡς ἀπανθρωπία Λατίνη ζωγρήσασα; οὐκ ἐπικλᾶται λιταῖς, οὐ θηλύνεται δάκρυσιν, οὐχ αἱμύλοις ἱλαρύνεται φθέγμασι. κἂν ᾄσῃ τις χάριεν, κλαγγὴ τοῦτο ἰκτίνων ἢ κρωγμὸς κορώνης λογίζεται.

εἰ δ᾽ οὕτως εἴη θελκτήριον ὡς καὶ πέτρας αἱρεῖν, ὁποῖα τὰ Ὀρφαϊκὰ κρούματα, εἰς κενὸν μὲν καὶ οὕτως ὁ φορμίζων ἐψάλαξε καὶ μάτην ἀείδειν ἀνεβάλετο λιγυρόν· εἰ δέ που καὶ ἁλοίη τῇ ἀοιδῇ ὁ βάρβαρος, ἀλλ᾽ εἰς κύκνειον ᾆσμα τελευταῖόν τε καὶ φιλότιμον ἡ ἀμείλικτος τοῦτο ψυχὴ μεθιστᾷ αὖ πάλιν κατεργαζομένη θάνατον καὶ μένουσα πάλιν ὡς πρότερον ἄθελκτος ἢ ὥσπερ ἄκμων ἀνήλατος πρὸς πᾶσαν ἱκετείαν ἀνένδοτος. μόνῳ οἱ τοῦ γένους τούτου τῷ θυμῷ χαρίζεσθαι ἴσασι, καὶ οἷς οὗτος ἐπιτάσσει ὀργίλως ὑπενδιδόναι πεφύκασι.

Τί δ᾽ ἂν κακὸν εἴη παρεικὼς ἀτέλεστον ἀνὴρ μισορρώμαιος καὶ τοσαύτην ἀποθησαυρίσας ἐν ἑαυτῷ καθ᾽ Ἕλληνος ἀνδρὸς τὴν ἀπέχθειαν, ὁποίαν οὐδ᾽ ὄφις αὐτὸς ὁ ἀρχαῖος τοῦ ἀνθρωπίνου γένους ἐπίβουλος συνειληφὼς πάλαι ἀπέτεκεν, ἐπεὶ καὶ παραδείσῳ μὲν ἄντικρυς παρὰ τοῖς καταρατοτάτοις Λατίνοις εἰκάζεται ἣν ἡμεῖς ἐλάχομεν οἰκεῖν καὶ ἀποκαρπεύεσθαι, καὶ δυσέρωτες ὄντες τῶν παρ᾽ ἡμῖν ἀγαθῶν κακογνωμονοῦσιν ἀεὶ περὶ τὸ ἡμέτερον γένος καὶ κακῶν εἰσι τέκτονες διὰ παντός. κἂν φιλεῖν πλάττωνται, τὸν καιρὸν ὑποδυόμενοι, μισοῦσιν ὡς ἔχθιστοι· κἂν ὁ λόγος αὐτοῖς εὐπροσήγορος καὶ ὑπὲρ ἔλαιον ῥέων ἀψοφητὶ ἁπαλύνηται, ἀλλὰ βολίδες εἰσὶ καὶ οὕτως αὐτοὶ καὶ μαχαίρας ἀμφιστόμου τομώτεροι. οὕτω μέσον ἡμῶν καὶ αὐτῶν χάσμα διαφορᾶς ἐστήρικται μέγιστον καὶ ταῖς γνώμαις ἀσυναφεῖς ἐσμεν καὶ κατὰ διάμετρον ἀφεστήκαμεν, εἰ καὶ σώμασι συναπτόμεθα καὶ τὴν αὐτὴν πολλάκις κληρούμεθα οἴκησιν.

ὅθεν καὶ αὐτοὶ μὲν ὑψαυχενοῦντες ὡς τὰ πολλὰ καὶ τὸ τοῦ σχήματος ἐξ ὑπερηφανίας ὑποκρινόμενοι ὄρθιον ὡς πτέρναν φιλοῦσι τηρεῖν καὶ περιεργάζεσθαι τὸ λεῖον τοῦ ἤθους ἡμῶν καὶ ὑποκαταβαῖνον χαμαὶ διὰ τὸ τοῦ φρονήματος μέτριον, ἡμεῖς δὲ τὸ ἐκείνων ὑπέροφρυ καὶ τὸ κομπηρὸν καὶ σεμνὸν καὶ τὴν κόρυζαν οἷά τινα κεφαλὴν ἄνω ὑποβλεπόμενοι τείνουσαν ἐπ᾽ αὐτῆς τὴν πορείαν τιθέμεθα φλῶντες ἐς δεῦρο τῇ δυνάμει Χριστοῦ τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων ἐξουσίαν βραβεύοντος καὶ τὸ μηδὲν ἐντεῦθεν παθεῖν ἢ καὶ ἠδικῆσθαι παρέχοντος.

Καὶ οὕτω μέν, ἵνα καθ᾽ εἱρμὸν αὖθις προΐῃ τὸ λέγειν, ὁ Σικελικὸς στρατὸς τῆς πόλεως Θεσσαλονίκης ἔνδον γενόμενος ὅσα καὶ οἷα μὴ θεῷ φίλα τετέλεκε κατὰ τὴν ἕκτην ἡμέραν τοῦ Αὐγούστου μηνὸς τῆς τρίτης ἐπινεμήσεως τοῦ ἑξαχιλιοστοῦ ἑξακοσιοστοῦ ἐνενηκοστοῦ τρίτου ἔτους τῆς τειχομαχίας ἀρξάμενος καὶ συμπεράνας ταύτην ἀβλαβῶς ἑαυτῷ πάντῃ κατὰ τὴν πέμπτην καὶ δεκάτην τοῦ αὐτοῦ μηνός.

Οὐ μόνον τοίνυν, ὡς ἐλέγομεν, τοῦ πολέμου ἐνισταμένου τὰ τῶν ὅλων πεπόνθασιν οἱ Θεσσαλονικεῖς χείριστα, ἀλλὰ καὶ τούτου λήξαντος οὐκ ἔρρεψεν ἡ τύχη πρὸς τὸ φιλάνθρωπον, οὐδ᾽ ἐνεῖδον αὐτοῖς οἱ αἰχμαλωτεύσαντες ἥμερον. οὐ γὰρ οἰκιῶν μόνον τοὺς δεσπότας ἐξήλασαν καὶ τῶν κειμηλιουμένων ἐντὸς ἀπεστέρησαν αὐτοὶ ταῦτα ἰδιωσάμενοι, ἀλλὰ καὶ τὰ ἱμάτια προσαφείλοντο μηδὲ τῶν ἐσχάτων ὑποδυτῶν ἀποσχόμενοι τῶν κρυπτόντων, ἃ ἡ φύσις ὡς ἀσχήμονα καλύπτειν ἐπέταξε, μήτε μὴν τρύφους τοῖς δεσπόταις μεταδιδόντες, ὧν αὐτοί περ εἰς τοὺς κόπους εἰσεληλύθεσαν, ἀλλ᾽ οἴκοι μὲν οἱ ἀλλότριοι καθήμενοι κατεσπάθων τὰ ἐνόντα καὶ ὁσημέραι ἐκώμαζον, τοὺς δὲ συγκεκομικότας εἰς τὰς σηπίας εἴων ἐπὶ τῶν τριόδων πλάζεσθαι νήστιδας, χαμαιεύνας, γυμνόποδας καὶ ἀχίτωνας, ὡς κλίνην μὲν ἔχειν τοὺς πρότερον εὐπαρύφους τὸ δάπεδον, στέγην τὸν οὐρανόν, τὴν δὲ κοπρίαν θαλπωρὸν δέμνιον.

ὃ δὲ χεῖρον τῶν ἀφηγουμένων καὶ ἕως αὐτῆς δάκνον ψυχῆς, οὐκ ἐξῆν τοῖς πρώην δεσπόταις παρεισιέναι τὸν οἶκον αὐτοῖς, ἀλλ᾽ εἴ τις τοῦτο εἰργάσατό ποτε ἢ μόνον προύκυψεν ἔνδοθι, αὐτίκα ὡς ὑπὸ Σκύλλης ἀρχαίου κακοῦ τῶν ἐντὸς αὐτῆς ἀφηρπάζετο καὶ καθιστάμενος εἰς λόγους καὶ πολλάκις τὸ αἴτιον διερωτώμενος τοῦ ἐκεῖσε παραβαλεῖν ἢ ὄμμα τοῖς ἔσω βαλεῖν ἢ τὸν οὐδὸν τῆς αὐλείου πατῆσαι πολλὰς ἐδαίρετο καὶ χρήματα παρέχειν κατηναγκάζετο, ἃ ἐκεῖσέ που ὑπωπτεύετο κατακρύψαι καὶ οἷς τὴν καρδίαν δῆθεν ἐκχέων καὶ οἷον συμβεβυσμένην αὐχῶν περιπαπταίνειν προήχθη τὸ οἴκημα δεδιώς, μὴ σεσύληνται, καὶ σπεύδων μαθεῖν, εἰ οὐκ ἔλαθε τὸ μέρος τῆς οἰκίας τοὺς πολεμίους καθ᾽ ὃ ταῦτα ἐγκέκρυπται, ἐπιμελέστερον περὶ τὴν αὐτῶν διατεθέντας ἀνεύρεσιν ἢ αὐτὸς ἀσφαλέστερον, ὡς εἴησαν ἀφανῆ. καὶ διδοὺς οὖν τις πολλάκις ὅπερ συνέστειλε τὴν ἐκ τοῦ δώματος αὐτοῦ προορώμενος ἄπαρσιν οὐδ᾽ οὕτως ἠλλοτριοῦτο τῶν μαστιγώσεων, ἀλλὰ πλείους αὐτῷ ἐνετείνοντο αἱ πληγαὶ καὶ πολυειδέστεροι αἱ βάσανοι ἐπήγοντο, ἵνα καὶ πλείω τὰ ἀποθησαυρισθέντα ἐκφήνειε.

καὶ μὴ παρέχων δέ τις ἕτερος, ἀλλὰ πένεσθαι καὶ νῦν ὡς πρώην διατεινόμενος καὶ φάσκων ὡς πόθος πατρῴου οἰκήματος ἢ πολλαῖς ὑπ᾽ αὐτοῦ δαπάναις ἀνεγερθέντος παρενεγκὼν τῆς προκειμένης ὁδοῦ καὶ ἄκοντα ἐπεσπάσατο, θεατὴν ἅμα καὶ θρηνητὴν τοῦ οἰκείου ποτὲ κτήματος ἀναδείξας, οὐδ᾽ οὕτως εἶχε τὸν ἐλεοῦντά τε καὶ λυτρούμενον, ἀλλὰ στρεβλούμενοί τε καὶ αἰκιζόμενοι, κἀκ τοῦ ποδὸς ἀπαιωρούμενοι καὶ ἀχυρμιᾷ κάτωθεν ὑποβεβλημένῃ καὶ ἀναπτομένῳ πυρὶ καπνιζόμενοι, τό τε στόμα μινθούμενοι καὶ τὰς πλευρὰς κεντούμενοι βέλεσι καὶ μυρίας ἄλλας κολάσεις ὑφιστάμενοι ἢ ἐν τῷ ταῦτα πάσχειν ἐξέρρησσον τὴν ψυχήν, ἢ ἡμιθνῆτες ἑλκόμενοι τοῦ ποδὸς ὥσπερ τι τῆς οἰκίας ἐξεφέροντο ἀποσάρωμα κἀν ταῖς πλατείαις προύκειντο αἴθριοι.

Τί δέ; ἀλλὰ τοιούτοις μὲν φιλοφρονήμασιν ἐδεξιοῦντο τοὺς πάλαι τῶν δόμων κυρίους οἱ Σικελοὶ καὶ ἐθεράπευον, τοὺς δὲ λοιπούς, ὅσοι τὰς αὐτῶν οἰκίας παρέτρεχον ὅσα καὶ ᾅδου στόμια ἢ λαβύρινθον Κρητικὸν ἢ Καιάδα Λακωνικόν, ἡμέρως προσίεντο καὶ μετόχους ἐποίουν φιλανθρωπίας ἡστινοσοῦν; οὐμενοῦν οὐδαμῶς. ποῦ γὰρ τοιοῦτόν τι παρ᾽ ἐκείνοις, ἀγριωτέροις οὖσι θηρῶν καὶ ὅλως ἠγνοηκόσι, τί ἐστιν ἔλεος, καὶ ταῖς ἀνθρωπίναις συμφοραῖς ἐπιχαίρουσι; καὶ κύνες μὲν ἔστιν ὅπῃ τῶν ἐπικαταλαμβανομένων ἀπέσχοντο, οὐδ᾽ ὀδοῦσιν αὐτοὺς παρελύπησαν, ἀλλ᾽ οἷς τὸ γόνυ ὤκλασαν οἱ καταδιωκόμενοι παρῆκαν τὸ ὑλακτεῖν καὶ εἰς μάτην αὐτοῖς ἑκοῦσιν ὥσπερ ἀπετελεύτησε τὸ χανεῖν· οἱ δὲ τοσοῦτον ἀπεῖχον τοῦ οἰκτείρειν οὓς τῶν ὄντων ἐστέρησαν καὶ ὧν τὰς οὐσίας κατεδαπάνων μετὰ πορνῶν, ἃς καὶ περὶ πλείστου ἐτίθεσαν εἰς τὰς αὐτῶν τροχιὰς ἐκκλίνοντες καὶ ὑφ᾽ ὧν μικροῦ καὶ κονδυλιζόμενοι ἔφερον οἱ πᾶσαν τὴν Ῥωμαίων κομπάζοντες καταλήψεσθαι ὡς ἔρημον νοσσιὰν καὶ συλλαβεῖν ὡς ἐγκαταλελειμένα ᾠά, ὥστε καὶ εἰς γέλων τὴν γυμνιτείαν ἐτίθεσαν τῶν πολλῶν καὶ ἀτάκτῳ καγχασμῷ συνεβράσσοντο, ἡνίκα ἄν τις παρῄει ἐκτεταριχευμένος ἀπαστίᾳ, ᾠδηκὼς τὴν γαστέρα, τὴν ὄψιν ὕπωχρος καὶ νεκρώδης ἐκ τοῦ λαχάνοις ἐνευωχεῖσθαι καὶ μόνοις ἐνεορτάζειν βότρυσιν ἐκ τῶν ἐκεῖ που ἀμπελώνων σὺν δέει συλλεγομένοις.

οὕτω δ᾽ ᾤκτειρον τοὺς διερρωγόσι περιβλήμασι κεχρημένους καὶ περιστέλλοντας ψιάθῳ ἃ κρύπτειν χρεὼν μέρη τοῦ σώματος καὶ ταῖς τῶν σχοίνων ἐκφύσεσιν εἰς πλέγμα συνεστραμμέναις τὴν κεφαλὴν συσκιάζοντας, ὡς μετὰ μειδιάματος καὶ σεσηρότος σχήματος ἐν τῷ κατὰ τὴν πορείαν συναντᾶν ἀλλήλοις ἀμφοτέραις λάζεσθαι τῶν γενείων καὶ τοῦ τῆς κεφαλῆς τριχώματος ἅπτεσθαι καὶ ταῦτα μὲν λέγειν εἶναι κακά, ἐς τὸ λάσιον καὶ καθειμένον τοῦ πώγωνος ἀποσκώπτοντας, τὴν δὲ κεφαλὴν δεῖσθαι τοῦ ἀποθριχθῆναι κατ᾽ αὐτοὺς περιτρόχαλα. ἔστι δ᾽ ὅτε καὶ μετὰ δοράτων μειλίνων ἔφιπποι τὴν ἀγορὰν διιόντες ἐς τοὺς κατ᾽ ὄψιν ταλαιπώρους τὸ δόρυ κραδαίνοντες ἀνέτρεπον. εἰ δὲ καὶ ἰλὺς ἢ βόρβορος ἐγγύς που παρέκειτο, κατ᾽ ἐκεῖνο τὸ μέρος τῆς λεωφόρου, αὐτοὺς ἐνέβαλλον ὡς οὐκ ἀποτελεστικὸν ἀγαθοῦ τινος συνάντημα ἐκτρεπόμενοί τε καὶ μυσαττόμενοι ἢ τὴν αὐτὴν ἐκείνοις δυσανασχετοῦντες πορεύεσθαι. ἐσθίουσι δέ ποτε Ῥωμαίοις ἄρτον ὀλυρίτην ἤ τι ἕτερον ἐδώδιμον, ὁπόσα συνιστᾶν σῶμα τὸ ἀνθρώπινον ἔχουσιν, ἐφιστάμενοι ἀνέτρεπον τὰ τρυβλία ἐμπαίζοντες καὶ τὴν τράπεζαν λάξαντες συνέχεον τὴν ἑστίασιν καὶ οὐκ εἴων κατὰ καιρὸν τὸν τῆς ὀδύνης ἄρτον προσίεσθαι ἢ τὴν κύλικα προσενέγκασθαι ἐκτροπίαν οἶνον κιρνῶσαν ἢ ἐξ ὕδατος λακκαίου δεξιουμένην καὶ τὸ δίψος παύουσαν.

οἱ δ᾽ ἀναιδείας πληρέστατοι καὶ γελοιασταὶ καὶ τὸ θεῖον δεδιότες μηδ᾽ ὁπωσοῦν κατακύπτοντες ἐς ἱκανὸν καὶ τὰς πυγὰς καὶ ὅσα περιστέλλουσιν ἄνθρωποι τῇ ἀνελκύσει τῶν ἐσθήτων ἀπογυμνοῦντες τὸν πρωκτὸν ἐς αὐτοὺς ἔτρεπον καὶ τῶν σιτίων γινόμενοι ἔγγιστα ἀπέπερδον δριμύτερον γαλῆς οἱ ἀβέλτεροι. ἔστι δ᾽ ὅτε καὶ τὰ τῆς γαστρὸς λύματα ὡς διὰ σίφωνος τῆς ἕδρας ἀκοντίζοντες ἔχραινον τὰ ὄψα καὶ κατὰ τῶν προσώπων ἐνίους ἐμόλυνον. ἐνούρουν τε τοῖς φρέασι καὶ ἐξ αὐτῶν ἐσέπειτα τὸ ποτὸν ἀνιμώμενοι προσεφέροντο. καὶ τὸ αὐτὸ παρ᾽ αὐτοῖς ποτήριον ὡς ἀμὶς καὶ οἰνοχόη πρὸς ἄμφω ἦν ἐπιτήδειον· μὴ πρότερον βαπτιζόμενον τόν τε καταποθησόμενον οἶνον καὶ τὸ ὕδωρ εἰσεδέχετο καὶ ἔστεγεν ὁμοίως τὸ ἐκ τοῦ σωματικοῦ κρουνοῦ ἀποχεόμενον περίττωμα.

Οὐ μὴν ἀλλὰ καὶ τοὺς ἀπογεγραμμένους ἐν πρωτοτόκοις θεράποντας θεοῦ οὕτω τιμᾶν ᾔδεσαν καὶ τοῖς δι᾽ αὐτῶν τελουμένοις προσεῖχον θαύμασι καὶ ἐξεπλήττοντο τὰ ἐξαίσια καὶ καινὰ θεάματα, δι᾽ ὧν δοξάζει Χριστὸς τοὺς αὐτὸν τοῖς οἰκείοις ἐνδοξάσαντας μέλεσιν, ὥστε καὶ τὸ ἐκ τῆς σοροῦ τοῦ ἐν θαύμασι καὶ μάρτυσι διαβοήτου Δημητρίου ἀναδιδόμενον μῦρον καδδίοις καὶ λέβησιν ἀρυόμενοι ταῖς τῶν ἰχθύων λοπάσιν ἐνέχεον καὶ τὸ τοῦ ποδὸς σκύτος ταῖς μυραλοιφαῖς ἐλίπαινον καὶ πρὸς τὰς λοιπὰς ὑπηρεσίας, ὅσας παρὸν τὸ ἔλαιον διατίθησι, χύδην καὶ ἀσώτως ἐκέχρηντο. τὸ δὲ ὡς ἀπὸ πηγῆς προϊὸν ἀκενώτου ἢ ἐξ ἀβύσσου ἀναβάλλον ἐπέρρεε πλησμιώτερον καὶ ὑπερεξεχεῖτο καινοπρεπῶς, ὡς καὶ τοὺς βαρβάρους αὐτοὺς διὰ θαύματος τίθεσθαι τὸ ὁρώμενον καὶ τὴν χάριν ἐκπεπλῆχθαι τοῦ μάρτυρος, ἣν θεόθεν εἴληχεν.

Εἰ δὲ καιρὸς ὑμνῳδίας ὁμηγυρέας ἐτίθει κατὰ τοὺς νεὼς τοὺς Ῥωμαίους, οὐδὲ τότε σφῶν ἀπείχοντο οἱ ἀπαίδευτοι τοῦ στρατεύματος, ἀλλὰ προσιόντες ὡς συνεκκλησιάσωνται Ῥωμαίοις καὶ συνθύσωσι θεῷ θυσίαν αἰνέσεως, τοῦ μὲν τοιοῦτόν τι ποιεῖν ἀφίσταντο, λαλαγοῦντες δὲ πρὸς ἑαυτοὺς καὶ ταῖς ἀσήμοις βοαῖς διαρρηγνύμενοι ἢ καί τινας τῶν Ῥωμαίων διά τι συμπεσὸν πρὸς βίαν ἄγχοντες καὶ πράγματα παρέχοντες συνέχεον τὸν ὕμνον, καὶ ἦσαν οἱ ψάλλοντες ἄντικρυς ἐπὶ γῆς ἀλλοτρίας ᾄδοντες καὶ οὐχ ὡς ἐφεστῶτες τεμένει θεοῦ. πολλοὶ δὲ καὶ ἀντᾴδοντες τοῖς ἀλαλάζουσι Κυρίῳ ᾄσματα ἠφίεσαν πορνικὰ καὶ κυνηδὸν ὑλακτοῦντες ἐνέκοπτον τὴν ᾠδὴν καὶ ὑπερεφώνουν τὸν εἰς θεὸν ἱκετήριον.

Καὶ τοιαῦτα μέν, ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν, οἱ Θεσσαλονικεῖς πολιορκηθέντες ἔπασχον, ἃ καὶ εἰς ἰδικήν τινες ἀπέτεμον συγγραφὴν καὶ τὴν ἱστορίαν ἐς τὸ πολύστιχον ἐφακέλωσαν. ἐπεὶ δὲ ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν διέκυψεν οὐρανόθεν καὶ οὐδένα τῶν αἰχμαλωτευσάντων ἑώρακε συνιέντα ἢ ἐκζητοῦντα θεόν, ἀλλὰ πάντας ἀχρειωθέντας καὶ πρὸς ἔργα ἐκκλίναντας ἄθεσμα, ἔγνωκεν αὐτοὺς μὲν ἐκμυκτηριεῖν ἐκτρῖψαί τε καὶ ταράξαι τῷ οἰκείῳ θυμῷ, τὴν δὲ τοῦ οἰκείου λαοῦ κατοικτίσασθαι κάκωσιν καὶ τούτοις ἐλευθερίαν βραβεύσειν ἐν τῷ προσχεῖν ἀκηδιῶντι πνεύματι καὶ καρδιῶν μὴ ἐξουθενῶσαι σύντριμμα.

κολοβοῖ τοίνυν, ὡς οἶμαι, διὰ τοὺς ἐκλεκτοὺς τὴν χρονικὴν τῶν ἀπευκταίων παράτασιν, καὶ ὅσα τοῖς Βαβυλωνίοις διηπειλήκει πρότερον οὐκ ἐλεήσασι τὴν Σιὼν καὶ τοὺς υἱοὺς αὐτῆς τοὺς τρυφεροὺς καὶ τὰς θυγατέρας ἐν ἀπαγωγῇ καὶ αἰχμαλωσίᾳ, ταῦτα καὶ αὐτοῖς ἐν ἀκαρεῖ ἐπήνεγκε· καὶ ἐνδοξάζεται Κύριος ὡς οὐδέποτε ἐφ᾽ οἷς τὸ τηνικάδε καιροῦ τὸ οἰκεῖον ἔλεος ἐθαυμάστωσε, μαρτυρικοῖς, ὡς ἔοικεν, ἐπικαμφθεὶς λιτασμοῖς καὶ εὐχῆς ἐπακουὸς γενόμενος τοῦ τῆς Θεσσαλονικέων ἀρχιερέως· Ἦν δ᾽ οὗτος ὁ πολὺς ἐν λόγῳ καὶ ἀρετῇ διαβεβοημένος ἁπανταχῇ Εὐστάθιος, ᾧ καὶ τὸ ἀπὸ συνέσεως μὲν ἐπιπρεπὲς ἀξιέπαινον καὶ ἡ πολυπειρία θαυμαστή τις καὶ ἀξιάγαστος, τὸ δὲ παρὰ πολὺ τῶν ἄλλων ἐν λόγοις κρατεῖν καὶ σοφίας πάσης, ὁπόση τε ἡμετέρα καὶ ὅση τῶν θύραθεν, κρατῆρα εἶναι περιχειλῆ τὸ οἰκειότατον ἐκείνῳ καὶ ἐξαίρετον ἦν χαρακτήρισμα.

οὗτος γὰρ συγκακουχεῖσθαι τῷ οἰκείῳ ποιμνίῳ ἑλόμενος μᾶλλον ἢ τοὺς μισθωτοὺς ἐζηλωκέναι, οἳ τῶν λύκων ἐρχομένων ἐῶντες τὰ θρέμματα ἐκδιδράσκουσιν, ἐξὸν μεταναστεῦσαι τῆς πόλεως, ἔτι τῶν πολεμίων προσδοκωμένων μηδὲ περικαθισάντων αὐτήν, τοῦτο μὲν οὐδαμῶς ἐδικαίωσεν, εἴπερ αὐτοῦ συμπαραμεμενηκότος πλεῖστοι σώζεσθαι ἤμελλον, ἐνειρχθεὶς δὲ τῇ πόλει ἑκὼν οὐκ ἐπαύσατο συνδιαφέρων τὰ ἀλγεινὰ τοῖς πάσχουσιν, ὡς μὲν τῷ καθ᾽ αὑτὸν ὑποδείγματι συμπείθων, ὡς δὲ παραινῶν, ὅσα καὶ πατρὸς ἡμέρου δήγματα τὰ τοῦ θεοῦ καθυποφέρειν πλήγματα καὶ τὴν ἐκ τοῦ πατάξαντος προσμένειν αὖθις ἴασιν. “

εἰ γὰρ καὶ οἶδέ„ φησι “πατάσσειν πολλάκις, ἀλλὰ καὶ ἰᾶσθαι πλειστάκις φιλεῖ, καὶ μάλιστα εἰ πράως φέρει τις καὶ εὐχαρίστως τὰ λυπηρὰ καὶ μὴ πρὸς τὸ δριμὺ τούτων καὶ βάλλον τὴν αἴσθησιν ἀηδιζόμενος ἀποστόργως ἔχει πρὸς τὸν ἐπάγοντα καὶ καταστενάζει μὲν τῆς προνοίας, κριμάτων δὲ βάθος ἀποσείεται θεϊκῶν, οἷα τῷ Κυρίῳ ἐξομολογεῖσθαι μεμαθηκὼς ἐν μόνῳ τῷ ἀγαθύνεσθαι καὶ ὅταν ἐξ οὐρίας φερόμενον τὸ τοῦ βίου ἀκάτιον διακομίζῃ ἀναυαγήτως ἐκείνῳ καὶ ῥεῖα καὶ κούφως τὰ ἐφετά, ὡς αἱ νῆες μακρόθεν τὰ ἀγώγιμα.„ Οὐκοῦν καὶ τοῖς στρατηγοῖς ὀπτανόμενος, οὓς κόντους εἴπῃ τις ἂν Λατίνῃ διαλέκτῳ χρώμενος, ἐμετρίαζε τὰ χείρω τοῖς πεπονθόσιν ἐπιτάγματα ἐκεῖθεν χορηγὰ κομίζων ἀνέσεως καὶ πᾶν ἕτερον πρυτανεῦον αὐτοῖς παράκλησιν—τάχα γὰρ καὶ πέτρας ἀγελάστου ὁ ἐκείνου λόγος καθίκετο—καὶ δι᾽ αἰδοῦς καὶ μόνον ὀφθεὶς τοῖς ἀλλοφύλοις ἤγετο καὶ θώκων ὑπεξίσταντο καὶ ἡδέως αὐτοῦ ἤκουον καὶ πρὸς τὸ πραότερον καὶ χρηστότερον ἦθος μετεποιοῦντο οἷα τραῦμα φλεγμαῖνον χειρὶ κούφῃ καταλεαινόμενον ὕδατι.

εἰ γὰρ καὶ ἦσαν οὗτοι ἀγχινεφεῖς μικροῦ αἰρόμενοι γαμψώνυχες ὄρνιθες καὶ βαρεῖς ἐπεποτῶντο τοῖς ὑπὸ χεῖρα τηνικαῦτα Ῥωμαίοις, μετοικεσίαν αὐτοῖς εἰς Σικελίαν ἐπαπειλούμενοι, ἀλλ᾽ οὖν ἐκεῖνος τοὺς τῷ δέει περιβαμβαίνοντας καὶ δεινότερα τῶν ἐνεστώτων τὰ ἐσέπειτα ὑφορωμένους κακὰ ἐπισυνῆγέ τε καὶ διέθαλπεν, καθὰ καὶ ὄρνις ὑπὸ τὰς ἑαυτῆς περισυστέλλει πτέρυγας τὰ νεόττια, καὶ τὸ τοῦ θυμοῦ Μερραῖον τῶν κρατούντων μετήμειβε ποιοῦ τοῦ πικράζοντος ὥσπερ Μωσαϊκὸν ξύλον μέσος προσλαμβανόμενος.

Ὁποῖος δὲ ὁ τρόπος τῆς ἐλευθερίας καὶ διὰ μέσου τίνος τὸ θεῖον τουτονὶ ἐκαινούργησε, τὸν οἰκεῖον ἀναμεινάτω καιρόν. Τὸ δὲ λέγειν ἐπανίτω πάλιν ὅθεν ἐκβέβηκε καὶ διδόσθω τὰ τοῦ βασιλέως Ἀνδρονίκου τῷ ἱστορεῖν.

Εἶχε μὲν οὖν ἐπὶ ξύλου ἀναρτήσας τοὺς κασιγνήτους Σεβαστειανοὺς ὡς εἰς τυραννίδα δῆθεν ἐπαίροντας καὶ αὐτοῦ καθαίρεσιν τὸν Κομνηνὸν Ἀλέξιον. οὗτός ἐστιν ὁ ἐκ παρανόμων τῆς ἀνεψιᾶς Θεοδώρας περιπλοκῶν τῷ βασιλεῖ ἀποτεχθεὶς Μανουὴλ καὶ γαμικῶς συναφθεὶς τῇ ἐξ ὁμοίων φυείσῃ σπερμάτων θυγατρὶ τοῦ Ἀνδρονίκου Εἰρήνῃ. βραχέος γοῦν διαλιπόντος καιροῦ καὶ αὐτὸν συνειληφὼς τὸν Ἀλέξιον εἱρκτῇ παραδίδωσιν, ἔπειτα τοὺς ὀφθαλμοὺς διαλωβησάμενος ἐς τὴν Χηλὴν ὑπερόριον τίθησι· πολίχνιον δέ ἐστιν αὕτη πάραλον, ἀγχοτάτω τοῦ Ποντίου ᾠκισμένον στόματος, ἔνθα καὶ πυργίον εἰσδέχεται τὸν Ἀλέξιον τούτου ἕνεκα δομηθέν. καὶ τὴν θυγατέρα Εἰρήνην ἀποστυγεῖ καὶ ποιεῖται ἀπὸ προσώπου Ἀνδρόνικος, ὅτι ὁ μὲν μὴ ἀχθεσθῆναι μηδὲ κόψασθαι ὁπωσοῦν ἐπέταξεν ἐπὶ τῷ ταύτης ἀνδρί, εἰ φιλοπάτωρ ἐστὶ θυγάτηρ καὶ ὑπεραλγεῖ τοῦ φυτεύσαντος, μᾶλλον μὲν οὖν καὶ ἀποστυγῆσαι τὸν σύλλεκτρον καὶ τὸ πρώην φίλτρον μετενεγκεῖν εἰς μῖσος ἀντίρροπον, ἡ δὲ ἐθρήνησεν, ὡς εἰκός, οὐκ ἀποστέρξασα τὸν ὁμόκοιτον καὶ δυσείμων ἀποθριξαμένη τεθέαται.

Ἀλλ᾽ οὕτω μὲν ἐξάπινα διέστη τὰ τῆς θαυμαστῆς ταύτης καὶ μεγαληγορουμένης γαμικῆς συναφῆς ὑπὸ τῶν καταρατοτάτων κολάκων καὶ τῶν ἀντιφθεγγομένων νόμοις δικασπόλων, οἳ τὴν κάμηλον καταπίνοντες διύλιζον τὸν κώνωπα, ὑφ᾽ ἧς καὶ τὰ χρονίως ἀπορραγέντα συνελθεῖν αὖθις προεφοιβάζετο τὴν ἕω τε προσπλακῆναι τῇ δύσει καὶ παλαιὰν ἐκπολέμωσιν ἀποτρίψασθαι καὶ ἔθνη ὥσπερ τὰς γλώττας οὕτω καὶ τὰς γνώμας Ῥωμαίοις ἀνόμοια τὸ σύμπνουν ἀσπάσασθαι καὶ τὸν ταὐτισμὸν τῶν ἠθῶν τῆς προτέρας καινοπρεπῶς ἀλλάξασθαι διαστάσεως, ὡς συγκοπῆναι τὰς ζιβύνας εἰς ἄροτρα καὶ συμβοσκηθῆναι ἄρνας τοῖς λέουσιν. εὐνομίαι τε πόλεων ἐμεγαλύνοντο καὶ τῶν ἐκφορίων τῆς γῆς ἐπίδοσις διαρκὴς καὶ παράλογος ἔκφυσις, ὡς ὄχνας μὲν προενεγκεῖν τὴν ῥάμνον, τὴν δὲ συκῆν ἀσταχύων φρίσσειν ἀνθέρικας, ἢ γοῦν ὡς ἐν τῇ μίξει Διὸς καὶ Ἥρας οἱ ποιηταί φασιν, ὑποστρωννύεσθαι μὲν λωτὸν ἑρσήεντα, κρόκον δ᾽ ἀναφύεσθαι καὶ ἀνατέλλειν ὑάκινθον.

Ὄντως οἱ λογοποιοὶ τῶν τοιούτων ἐμωράνθησαν προδηλότατα καὶ φάσκοντες εἶναι σοφοὶ καὶ προβλεπτικοὶ τῶν ἐσομένων καὶ προειδότες τὰ ἔμπροσθεν οὐδὲ τὰ ἐν ποσὶν ὁρῶντες ἠλέγχοντο, ἀλλὰ κατὰ τὴν προφητικὴν ἀρὰν βλέποντες οὐκ ἔβλεπον οὐδ᾽ ἀΐοντες ἠνωτίζοντο. ἢ ἑώρων μὲν ἀσφαλῶς καὶ ᾔδεσαν ἀκριβῶς καταποντισμοῦ φθεγγόμενοι ῥήματα καὶ εἰς ὅπλα καὶ βέλη τοὺς ἑαυτῶν ὀδόντας μεταγομφοῦντες, χαριτογλωττοῦντες δ᾽ ὅμως καὶ πρὸς ἀργύριον λαλοῦντες καὶ βοῦν ἐπὶ γλώττης φέροντες καὶ τὸ ἀνθρωπάρεσκον κατὰ κράτος μεταδιώκοντες, ὁποίους οὐ δέον βόσκουσι τὰ ἀνάκτορα τῶν κακῶν ἐπαινέτας, τὸ δὲ καλὸν γνῶναι μὴ θέλοντας, ἐπιμελῶς ἐνέκειντο πρὸς τὰ πονηρὰ καὶ ἐπευδόκουν ἐκείνοις, οἷς ἔχαιρεν ὁ κρατῶν, οὐ μὴν ὁ δι᾽ οὗ βασιλεῖς ἠρέσκετο βασιλεύουσιν.

Οὐ μόνον δὲ ἀπανθρώπως οὕτω καὶ ἀνεπιεικῶς διέθετο Ἀνδρόνικος τὸν Ἀλέξιον, ἀλλὰ καὶ ὅσοι περ τῶν ὑπηρετῶν ἐκείνῳ λόγιμοι συλλαβὼν εἶχεν ἐμφρούρους. μετ᾽ οὐ πολὺ δὲ κἀκ τούτων ἀριστίνδην οὐκ ὀλίγους συνειληφὼς τῶν ὄψεων ἀπεστέρησεν. ἕνα δ᾽ ἀπολαβών, ὃς ἐν ὑπογραφεῦσι τῷ Ἀλεξίῳ ἠρίθμητο, τοὐπίκλην Μάμαλος, ἐς θοίνην ἐταμίευσε πύματον. οὕτω δ᾽ αὐτὴν ἐδαίτρευσε καὶ καρυκείας μετέδωκε πλείονος, ὡς ἀξίαν εἶναι μὴ ἄλλον εὐτυχήσειν δαιταλευτὴν ἢ μόνον Ἀνδρόνικον καὶ τραπέζαις Ἐριννύων καὶ Τελχίνων φθονερῶν ἑστιάσεσι μὴ ἀπᾴδειν τὸ παράθεμα καὶ οἷον οὐδέπω τις ὀψοποιὸς μαγγανεύσας αὐτοὺς εἱστίακε. τὸ δὲ ἦν πυρὶ παραδοθῆναι τὸν ἄνθρωπον κατὰ τὸ Ἱππικόν.

Ἀμέλει τοι καὶ τὸ μὲν ἀνῆπτο καὶ διεχεῖτο ἡ φλὸξ ἐπὶ τοῦ ἀέρος πολὺ κατὰ τὴν τοῦ σταδίου σφενδόνην ἐπ᾽ ἴσης τῇ Χαλδαϊκῇ ἐκείνῃ καμίνῳ, ἣν ἀνέκαυσε νάφθα καὶ κληματὶς ὑπερῇρεν εἰς ἑπταπλάσιον, ὁ δὲ παρῆκτο σχοινόδετος καὶ γυμνός, ὁποῖος πρώτως προσεῖπε τὸν ἥλιον τῆς μητρικῆς νηδύος ἐκθορών. παραστησάμενοι οὖν ὡς ἱερεῖον τὸν μείρακα οἱ καμινευταί, ὑπηνήτην ὄντα τὸ πρῶτον καὶ ἰούλῳ τὰς παρειὰς στεφόμενον, ἐνώθουν μετὰ καμάκων μηκίστων ἐς τὸ μεσαίτατον τοῦ πυρός. ὁ δὲ προσομιλῶν τῇ καμίνῳ καὶ ἀλγυνόμενος, φιλοψυχῶν δὲ καὶ ὡς ἄνθρωπος, ἴσως δὲ καὶ ὡς φευξεῖται διανοούμενος τὸν ἤδη ἀνυπεξάλυκτον θάνατον, νῦν μὲν ἐμπίπτων ἀντέβαινε ταῖς διακοντίσεσι μετριωτέρας κρίνων τὰς ἐκ τούτων ὀδύνας τῆς τοῦ πυρὸς ἐρωῆς καὶ τοῦ ἐπ᾽ ἀνθράκων ἁπλώματος, νῦν δὲ τοῖς ἐμπυρευταῖς εἰς τὸ τῆς φλογὸς μεσαίτατον ἐμβαλλόμενος καὶ ὑπὸ τῆς πυρᾶς διειλημμένος κατὰ τοὺς τῶν ὄφεων ἀκοντίας τῆς καμίνου ἐξετινάσσετο τὸν περὶ ψυχῆς τρέχων καὶ ὑπὲρ τὸ Θετταλὸν διαλλόμενος πήδημα. καὶ τοῦτο ἐφ᾽ ἱκανὸν γινόμενον εἰς δάκρυα ἐκίνει τοὺς θεατάς. ὀψὲ δὲ καμὼν ἐξυπτίασε, τὸ δὲ πῦρ λάβρον τὰς ἐκείνου σάρκας περιχυθὲν ἐν βραχεῖ συνετέλεσε, κνίσσα δ᾽ ἐς οὐρανὸν ἀνιοῦσα τὸν κύκλῳ διέφθειρεν ἀέρα καὶ ἦν τὸ τῆς λιγνύος ἀποφερόμενον ῥισὶν ἀνθρώπων ἐκεῖ που προσπελαζόντων ἀπρόσιτον.

Ὢ πυρσὸς ἐκεῖνος ἀνήμερος. ὢ ἀσπάσιον δαίμοσιν ὁλοκαύτωμα. ὢ ἱερεῖον Τελχίνων. ὢ ἀλαστόρων ὁλόκληρος προσφορά. ὢ οὐκ εὐωδίας ὀσμή, ἣν ὀσφραίνεται Κύριος, ἀλλ᾽ Ἐριννύων χορὸς καὶ κακοεργὸς Ἀνδρόνικος, ὃς βουθυτεῖν ἀκούων τοὺς πάλαι καὶ κνίσσαις θεραπεύειν τὸ προσκυνούμενον τὴν αὐτὴν δραμεῖν οὐκ ἠνέσχετο, ἀλλὰ νηλεεστέραν τρέφων ψυχὴν τῶν πώποτε ἀνεπιεικεστάτων ἀνδρῶν ἀνθρωποθυτεῖν κακῶς ἐπεβάλετο. τίς Καμβύσης μαινόμενος ἢ ἀπηνὴς Ταρκύνιος ἢ Ἔχετος καὶ Φάλαρις ἄγριοι καὶ θηριώδεις τοιαῦτα εἰργάσαντο; ἢ τίνες Ταυροσκύθαι ξενοκτονίαν νενομικότες, ὧν τὰ ἤθη ὁ πολυπλανὴς οὗτος ἀνεμάξατο γέρων, οὕτως ἐπέθεντο καὶ διεχειρίσαντο.

Ποιῶν δὲ τὴν τιμωρίαν οὐκ ἀναιτίατον, ἀλλά τι προϋφεστὼς ἐπισυρομένην ἔγκλημα, βίβλους τινὰς συγκατέκαυσε τῷ Μαμάλῳ, διεξιούσας δῆθεν περὶ βασιλέων ἀρξόντων εἰς τοὐπιόν, ἃς τῷ Ἀλεξίῳ ὑπαναγινώσκων Μάμαλος ἐνάγειν τοῦτον εἰς τὸ βασιλειᾶν ἐμυθίζετο.

Οὕτω δ᾽ ἐπὶ τοῖς πραττομένοις τούτοις ὑστεροβουλίᾳ ἐβάλλετο ἢ τοῦ τὰ αὐτὰ καὶ αὖθις δρᾶν ἀπήγετο, ὡς καὶ τὸν Δισύπατον Γεώργιον (ἦν δ᾽ οὗτος ἐκ τοῦ τῶν ἀναγνωστῶν τάγματος, οἳ τὸν Μέγαν ἀμφιπονοῦνται Νεὼν) εἱρκτῇ συνειληφέναι, παθηνάμενον μόνον ἐφ᾽ οἷς κακῶς ἐποίει Ἀνδρόνικος καὶ κακῶς εἰπόντα Ἀνδρόνικον, καὶ ὀβελίσκοις ἐμπεῖραι διαμπερὲς μελετᾶν καὶ ἐπ᾽ ἀνθράκων ὀπτηθέντα τῇ τούτου παρεισενεγκεῖν γαμετῇ. καὶ ἦν ἂν ὁ πιμελώδης Δισύπατος κατὰ δελφάκιον διαπειρόμενος καὶ πυρρακίζων τὴν ἐπιδερμίδα καὶ ὡς ὄψον ἐπὶ κανοῦ τιθέμενος καὶ τοῖς κατ᾽ οἶκον εἰσαγόμενος καὶ τῇ ὁμευνέτιδι προτιθέμενος (οὐκ οἶδα ἐφ᾽ ὅτου, πολυχανδοῦς δὲ δήπουθεν), εἰ μὴ ὁ τῆς γαμετῆς τούτῳ πατὴρ ὁ Μοναστηριώτης Λέων ἀνεσείραζεν Ἀνδρόνικον τῆς ὁρμῆς καὶ ἦγχε καὶ κατεῖχε τοῦ ἐγχειρήματος, ὅσα καὶ λέων κνώδαλα ἐκφοβῶν, καθ᾽ ὧν τὰ ἁνδάνοντα τοῖς τότε πράγμασιν ἐξηρεύγετο, στόμα τῆς συγκλήτου πρὸς Ἀνδρονίκου καλούμενος, καὶ φῆμαι δὲ ἤδη πάντοθεν λύουσαι τὸ πτερὸν τοὺς μὲν Σικελοὺς ἀπήγγελλον Ἐπίδαμνον παραστήσασθαι, ἐς δὲ Θεσσαλονίκην ἀμαχητὶ καὶ εὐθυώρως πορεύεσθαι, Ἀνδρόνικον δ᾽ ἐξέκρουον τῶν φρενῶν ὑποθράττουσαι καὶ τῶν ἀνθρωπίνων κολάσεων τὸ σύντονον ὑπεχάλων ἐπὶ βραχύ.

Φρουρᾷ τοίνυν συνισχημένος Δισύπατος τὰς χεῖρας πρὸς τὸ θεῖον ἀνέτεινεν, οὐ κατὰ Δαυὶδ ἐπευχόμενος καὶ λέγων “ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου„ ἢ τὸ τοῦ Ἰωνᾶ φθεγγόμενος “ἆρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου;„ ἀλλ᾽ “ἀπάλειψόν με τῆς μνήμης τοῦ Ἀνδρονίκου, καὶ εἴην παρ᾽ ἐκείνῳ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ καὶ μῆνας ἐκ μηνῶν καὶ ἡμέρας ἐξ ἡμερῶν ἄϊστος ἄπυστος καὶ τῆς τῶν ζώντων βίβλου, ἕως Ἀνδρόνικος βιῴη, ἀλλοτριούμενος.„ καὶ θεὸς ἦν ἀληθῶς ὁ ἐκ χειρὸς Ἀνδρονίκου Δισύπατον ἐξελόμενος.

Ὅπως δὲ ἠπίστατο τιμᾶν Ἀνδρόνικος τοὺς τῆς ἐκείνου θεραπείας ἐξεχομένους καὶ διαπύρους τῶν αὐτοῦ θελημάτων ἐραστὰς καὶ πληρωτάς, ἐδήλωσε μὲν καὶ ἐξ ὧν ἀπανθρώπως τοῦ βίου ἐξήγαγε τὸν Μακροδούκαν Κωνσταντῖνον καὶ τὸν Δούκαν Ἀνδρόνικον, ὧν, ὡς εἴρηται, τὸν μὲν τῷ τῶν πανυπερσεβάστων ὑπεξῆρε σεμνώματι, τὸν δὲ Δούκαν υἱωσάμενος τοῖς πάνυ φιλουμένοις ἐνέγραφε, σαφῶς δὲ τὸ τῆς γνώμης ἄστατον καθυπέδειξε καὶ τὸ μὴ βεβηκὸς εἰς εὔνοιαν ἐν οἷς προσέθετο καὶ τὸν Τρίψυχον ἐκπηρῶσαι Κωνσταντῖνον, ἄνδρα πολυάρατον χρῆμα παρ᾽ ἐκείνῳ καὶ πάγχρηστον ἐν ταῖς τῆς τυραννίδος καθυπουργήσεσι καὶ τοσοῦτον ὑπερηγαπηκότα Ἀνδρόνικον καὶ θερμῶς αὐτῷ προσεσχηκότα, ὡς ὑπερελάσαι πάντας μικροῦ, ὁπόσοι τὰ Ἀνδρονίκου ἐπρέσβευον. παρὰ τοσοῦτον γὰρ εἴργετο τὸ ἐκ διαμέτρου νῖκος μονώτατος ἀποφέρεσθαι Τρίψυχος, παρ᾽ ὅσον εἶχε συμπτερυσσόμενον αὐτῷ καὶ πρὸς τὸ ὑπερβάλλον τῆς προθυμίας ἀνθαμιλλώμενον τὸν Ἁγιοχριστοφορίτην Στέφανον καὶ τὸ μονάζον τοῦ βραβείου δυάζοντα, οἷς κἀκείνῳ τῆς ἀπηνείας ἐπλέκετο στέφανος.

Ἦν δὲ ἡ αἰτία τοῦ σβεσθῆναι τὰς κόρας Τρίψυχον βραχεῖά τις παραλύπησις καὶ ἀξία παροραθῆναι μᾶλλον ἢ πεσεῖν ὑπ᾽ ἐξέτασιν καὶ κολάσαι τὸν παρειπόντα, καὶ ταῦτα φιλούμενον πολὺ καὶ φιλοῦντα οὐκ ἔλασσον. ἀλλ᾽ ἐπεὶ καὶ ὑπὲρ ἀργοῦ λόγου λόγον ἐδίδοσαν ἄνθρωποι ἐπὶ τῶν Ἀνδρονίκου καιρῶν, κατὰ τοῦτο καὶ ὁ ἐξεταστὴς τῶν τοιούτων Τρίψυχος καὶ πολλοὺς βασάνοις ὑποβαλὼν καὶ τῆς οὐσίας πάσης ἀποψιλώσας, ὅτι καὶ γογγυσμοῦ ῥῆμα κατ᾽ Ἀνδρονίκου ἀπέπτυσαν ἢ ἐγκατάλειμμα πονηροῦ ἐνθυμίου παρ᾽ ἑαυτοῖς ὑπελίποντο, τοῖς ὁμοίοις καὶ αὐτὸς ἀνηλεῶς περιπέπτωκε τῇ ἀνομίᾳ τῆς οἰκείας πτέρνης περιληφθεὶς καὶ ᾧ μέτρῳ πολλάκις μεμέτρηκε, σεσαγμένῳ καὶ πεπιεσμένῳ καὶ ὑπερεκχυνομένῳ, τούτῳ ἀντιμετρηθεὶς καὶ εἰς ὃν ὤρυξε βόθρον τῷ πλησίον πολλάκις, ἐπὶ τοῦτον (ὡς αἰνῶ σε, δίκη) χαριέντως ἐμπεπτωκὼς καὶ ἐφ᾽ ἑαυτὸν λίθον κυλίσας, ὃν ἀνώχλισε πλειστάκις κατὰ τῶν ἔγγιστα.

Τῷ τοι κατειπόντος αὐτοῦ πρὸς Ἀνδρόνικον τῶν γνησιωτάτων τινὸς ὡς ἶσα τοῖς οὐκ εὐηργετημένοις μηδ᾽ εὖ παθοῦσιν ὑπ᾽ Ἀνδρονίκου ὑποτονθορύζει κατ᾽ Ἀνδρονίκου καὶ Τρίψυχος, ὁ τόσαις εὐποιΐαις περιαντλούμενος καὶ τὰ τῶν ἀξιωμάτων ὑπέρογκα κτώμενος κἀν ταῖς βασιλείοις ἀκούων ἐπιστολαῖς ἠγαπημένος υἱὸς καὶ κνιπὸς ἄνθρωπος καὶ ἐν ταῖς νῦν ἡμέραις δυσεύρετος, ὁ πολύολβος, ὁ εὐπάρυφος, ἐπαθήνατο τὴν ψυχὴν Ἀνδρόνικος καὶ ἀπιστίαν καταγνοὺς ὅλων ἐπὶ συννοίας εἱστήκει, πρὸς ὀργὴν ὑπὸ τῶν λεχθέντων ἀναρριπιζόμενος καὶ εἰς θυμοῦ ἐπιφρίσσων κλυδώνιον.

ἐπεὶ δὲ ὁ προσαγγέλλων ἑώρα τὸ ἀναθαλπόμενον τοῦ θυμοῦ καὶ ἑτέρας ἐπιδεὲς δριμυτέρων ῥημάτων ἐπιφορᾶς, ὡς ἂν οὕτω λάβρον γεγονὸς μεταρσιωθείη αἰθέριον, ἢ τὸ αἱμωπὸν ἐκεῖνο τῆς ὀργιλότητος πέλαγος καταιγιδώδη θέλον πνοὴν ἐς τὸ διανοιγῆναι εἰς χάσμα καὶ κατακρύψαι ὡς ἕτερον τριστάτην Αἰγύπτιον τὸν ἄθλιον Τρίψυχον, φησὶ πρὸς Ἀνδρόνικον ὡς “καὶ τὸν υἱὸν καὶ διάδοχον τῆς σῆς βασιλείας καὶ κληρονόμον ἔννομον τῆς ἀρχῆς, τὸν κάλλιστον καὶ ἀσπασιώτατον ἅπασιν Ἰωάννην, διασύρων οὐ παύεται Τρίψυχος ἀπόπληκτα φθεγγόμενος ῥήματα καὶ βδέλυγμα τοῦτον ἀναγορεύων θείῳ τόπῳ τῷ τὴς αὐτοκρατορίας ἐνιδρυθησόμενον,„ καί ποτε παριέναι μὲν τὸν βασιλέα Ἰωάννην ὑπὸ πλείστων εὐφημούμενον καὶ προπεμπόμενον, τὸν δὲ Τρίψυχον ἐπεγγελῶντά οἱ δυσφημεῖν καὶ Ζιντζιφίτζην ἀποκαλεῖν, καὶ μέγα στενάξαντα εἰπεῖν “ὢ δυστυχὴς Ῥωμαίων ἀρχή, οἷός σοι ὁ αὐτοκράτωρ ἐλπίζεται.„ ἦν δὲ ὁ Ζιντζιφίτζης ἀνδράριον εἰδεχθέστατον, ταῖς τῶν σταδιοδρόμων ἵππων ἀμφιπεριστρεφόμενον ἄντυξι, καὶ τὰ πλείω μὲν τῶν μελῶν ἀνάρμοστον καὶ βραχὺ τὸ δέμας καὶ εὔσαρκον, εὐτράπελον δὲ ἄλλως καὶ δεινὸν ἐς ταμιεῖα πλῆξαι ψυχῆς ἁπαλυνομένοις βωμολοχίᾳ σκώμμασι καὶ ποιητικοῖς γέλωτος λόγοις διαχέουσι σκηνικώτερον.

Οὐκ ἐνεγκὼν τοίνυν τὰ λεγόμενα, ὡς δὲ βολίδας ἔνδον ἐν καρδίᾳ δεδεγμένος Ἀνδρόνικος, ἅτε λαῖλαψ τὰ προσόντα τῷ Τριψύχῳ διαφορεῖ καὶ εἱρκτῇ παραδοὺς ἀδέσμῳ εἶτα καὶ τοῦ τῶν ὀμμάτων φάους ἀποστερεῖ. καὶ τοιοῦτο μὲν τὰ τῆς παραδυναστείας τῷ Τριψύχῳ πέρας εἰλήφασιν, ὡς ἐπ᾽ αὐτῷ ἄντικρυς ῥηθῆναί τε καὶ περατωθῆναι τὸ τοῦ Σολομῶντος ἐκεῖνο δοκεῖν, ὅ φησιν “εἰσὶν ὁδοὶ δοκοῦσαι μὲν ἀνδρὶ τὰ πρῶτα ὀρθαί, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς θάνατον.„