Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Χρονικὴ διήγησις

Νικήτας Χωνιάτης

Βασιλεία Αλεξίου Γ' Αγγέλου: Πρώιμα έτη και εσωτερικές ταραχές

Ο σφετερισμός του θρόνου, η εκτεταμένη διαφθορά της αυλής, οι συγκρούσεις με τους Σκύθες και τους Βλάχους, καθώς και τα αποτυχημένα κινήματα σφετεριστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 13 από 18

ΒΑΣΙΛΕΙΑ ΑΛΕΞΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ ΤΟΜΟΣ ΠΡΩΤΟΣ Καὶ τόνδε μὲν τὸν τρόπον ὁ Ἄγγελος Ἰσαάκιος τῆς ἀρχῆς καταστρέφεται καὶ τὸν δυνάστην εὐχερῶς ἀποζώννυται προσπαθὼν φωτὸς στέρησιν ὑφ᾽ ὧν ὡς παρ᾽ οἰκείων ὀφθαλμῶν χειραγώγησιν ἐφαντάζετο. τί γὰρ ἀδελφοῦ, καὶ τούτου φιλουμένου, ἐγγύτερον ἄλλο καὶ γνησιώτερον; εἰ δὲ τὸ ὕδωρ πνίγει, τί καὶ πιώμεθα ἄνθρωποι; καὶ εἰ καθ᾽ ἑαυτῶν τὰ μέλη ὁπλίζεται, τίνι ἂν συναρμολογηθέντες ζησώμεθα; καὶ ἡ μὲν φιλάνθρωπος τέχνη ἐξ ἀντιθέτων σαρκῶν ἀντίδοτον συνεκεράσατο σώζουσαν, ἔνιοι δὲ τῶν ἀνθρώπων τῶν τῆς φύσεως σεμνῶν δώρων ἐπιλαθόμενοι ἐπανέστησάν τε ἀλλήλοις καὶ ὅπερ εἰσὶν ἠγνοήκασι μοχθηρίᾳ γνώμης καὶ δόξης ἔρωτι μείζονος. ἦν τοίνυν παρ᾽ ἔθνεσι καὶ τοῦτο Ῥωμαίων εἰς ἐξουθένωμα παρακολούθημά τε καὶ ἐπισύμβαμά τι λελόγιστο τῶν προηγησαμένων ἁπάντων αἴσχιον ἐπὶ ταῖς τῶν πραγμάτων μεταπεττεύσεσι καὶ ταῖς τῶν κρατούντων μεταθέσεσί τε καὶ ἀλλοιώσεσιν. ἦσαν δ᾽ οἳ καὶ τῆς ἐς τοὺς πέλας φιλίας ἀφιστάμενοι ἀπομνύμενοί τε τὴν πάλαι συνήθειαν “ἀδελφὸς οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος;„ ἔλεγον. καὶ οἷς τὰ μυστηριώδη τῶν βουλευμάτων τινὲς ἀνεκάλυπτον, τούτων τηνικαῦτα καὶ τὴν προσαγορείαν ὡς ἐπίβουλον ὑπεβλέποντο πρὸς παράδειγμα τὸ γεγονὸς ἀφορῶντες.

Αὐτὸς δὲ ὁ τῆς ἀρχῆς ἐπιβήτωρ Ἀλέξιος, μὴ ἐν νῷ βαλόμενος ὡς ἑαυτὸν καθῄρηκε τῆς ἀρχῆς τὸν ἀδελφὸν καθελών, εἰς τὸν βασιλικὸν αὐτίκα θρόνον ἐπὶ τῷ θερμῷ τούτῳ ἀνεπήδησεν ἀνομήματι καὶ τοὺς ἱματισμοὺς καὶ τὸ στέφος διφήσας τοῦ κασιγνήτου καὶ περιθέμενος ὑπὸ παντὸς τοῦ στρατιωτικοῦ τάγματος καὶ ὅσοι μέρος ἦσαν τῆς γερουσίας βασιλεὺς αὐτοκράτωρ ἀναγορεύεται, καὶ τῇ μὲν γυναικὶ καὶ τοῖς ἐν πόλει καθήκουσι δῆλα τὰ ξυνενεχθέντα παραχρῆμα ποιεῖ.

Αὐτὸς δὲ τοὺς συναραμένους αὐτῷ τῆς ἀρχῆς δεξιούμενος τῆς τε σπουδῆς ἀμειβόμενος καὶ τὸ λοιπὸν ἅπαν πλῆθος θεραπεύων, ὅτι τε ἀσμένως ἑαυτῷ προσεχώρησε καὶ οὐδέν τι διεστασίασεν, ἤρξατο μὴ σὺν λόγῳ καὶ τάξει τινί, ἀλλὰ πρὸς τὴν ἑκάστου αἴτησίν τε καὶ ἔφεσιν διαδιδόναι τὰ χρήματα, ὁπόσα ἐκστρατεύων ἐπήγετο Ἰσαάκιος. τούτων δ᾽ ὑπορρευσάντων τῇ ἀσώτῳ καὶ ἀνομοίῳ διανομῇ γήδια καρποφόρα καὶ δημοσίους συνεισφορὰς παρεῖχε τοῖς αἰτουμένοις. ὡς δ᾽ ἐπιλελοίπει καὶ ταῦτα, τοῖς τῶν ἀξιωμάτων ἐπεφύη λαμπροῖς καὶ ἦν κἀπὶ τούτοις ἐξαίρων οὐ τόνδε ἢ τόνδε τῶν ἐλλογίμων ἢ ἀνάγων εἰς τὸν προσεχῆ βαθμὸν καὶ ἀνάλογον, ἀλλὰ πάντα, καὶ τὸν βραχέος τιμώμενον τὴν τιμὴν καὶ τὸν οὐδέπω τῆς πρώτης ἠξιωμένον βαθμῖδος ἐπὶ τὴν ἀνωτάτω καὶ κορυφαίαν μετεωρίζων ἀνεβίβαζεν, ὡς εἶναι τὸ πολύτιμον ἄτιμον καὶ τὸ φιλότιμον ἄχαρι. πολλοὶ δὲ καὶ ὑποβιβασμὸν τὴν ἄνοδον ᾤοντο ὡς ὀψέ ποτε δικαίως ἠξιωμένοι ὧν ἄλλοι παρ᾽ ἀξίαν προηυμοιρήκεισαν κἀκείνοις τὴν αὐτὴν τιμὴν συγκληρούμενοι ὧν ἠξιωμένων τιμῆς αὐτοὶ παραβλεπόμενοι ἄδοξοι ἐκρίθησαν τιμηέστεροι.

Ἦν δὲ καὶ ἡ κτῆσις πρόχειρος· ὃν γὰρ ἄν τις προσήνεγκε χάρτην τῷ βασιλεῖ αὐτίκα ὑπεσημαίνετο, κἂν σολοίκως εἶχε τῆς φράσεως, κἂν ὁ προτείνων ἐδεῖτο ναυτίλλεσθαι μὲν τὴν ξηράν, ἀροῦσθαι δὲ τὴν θάλασσαν, ἢ τὰ ὄρη ἐν καρδίαις θαλασσῶν μετατίθεσθαι, εἴτε μήν, ὡς ὁ μῦθος βούλεται, Ὀλύμπῳ Ἄθων ἐπανατίθεσθαι.

Οὕτω δὲ πάντα τετελεκώς, ἢ μᾶλλον συντετελεκὼς οἰκειότερον εἰπεῖν, ὡς καὶ χαρίζεσθαι τῷ καιρῷ τε καὶ τοῖς πράγμασι βιαζόμενος διαφίησιν ἔπειτα τὰ στρατεύματα εἰς ἤθη τὰ οἰκεῖα ἐπανελθεῖν μηδένα θέμενος λόγον, εἰ τὰ ἐν ποσὶν οἱ Βλάχοι ληΐζονται μετὰ Σκυθῶν ἐπιόντες. καὶ αὐτὸς μὲν οὐκ εὐθὺς ῥυτῆρι παντὶ τῆς εἰς τὴν πόλιν ἥψατο, ἀλλ᾽ ὡς τοῦ ἀδελφοῦ συσχεθέντος καὶ πηρωθέντος μηδένα ὑφορώμενος κίνδυνον, βάδην καὶ τοῖς σταθμοῖς ἐμβραδύνων ἐπορεύετο.

Ἤδη γὰρ καὶ τὸ τῆς πολιτείας αὐτὸν ἀνευφήμησε πλήρωμα καὶ πρὸς τῆς γυναικὸς Εὐφροσύνης ἡ τούτου προητοίμαστο εἴσοδος τό τε τῆς συγκλήτου μέρος, εἰ καὶ μὴ ἅπαν, ἱλαρῶς ὅσα οἱ ξυνενήνεκται ἤνεγκε καὶ τῶν ἐκ τοῦ δήμου πρὸς τὴν ἀκοὴν τῶν ἠγγελμένων οὐδέν τις ἀτάσθαλον ἐνεόχμωσεν, ἀλλ᾽ ἠρέμησαν πρῶτα μὲν πάντες καὶ συνεπηυδόκησαν τοῖς ἀκουσθεῖσι, μήτε βατταρίσαντες, μήτ᾽ ἀναφλεγέντες πρὸς δικαίαν ὀργήν, οἷς εἰωθὸς αὐτοῖς βασιλέα χειροτονεῖν, ὑπὸ τῶν στρατοπέδων καὶ τοῦτο ἀφῄρηνται.

Ἐπεὶ δὲ πρὸς τὸ μέγιστον ἀρχεῖον ἡ τοῦ Ἀλεξίου σύνευνος Εὐφροσύνη ἄρασα ἤλαυνε, τότε τῶν βαναύσων καὶ ξυγκλύδων τινὲς φιλοτάραχοι φατρίαν κροτήσαντες καὶ σύστρεμμα ποιησάμενοί τινα Κοντοστέφανον, ὀνόματι Ἀλέξιον, ἐπ᾽ ἀγορᾶς ἀναγορεύουσιν αὐτοκράτορα, ἀστροθεάμονα ὄντα καὶ πάλαι τῇ ἀρχῇ ἐνεδρεύοντα, οὐκέτι λέγοντες θέλειν ὑπὸ Κομνηνῶν βασιλεύεσθαι γεγενημένων αὐτοῖς εἰς πλησμονήν. τῆς δὲ βασιλίδος Εὐφροσύνης ἐπικινδύνως οὕτω τὸ μέγα παλάτιον εἰσιούσης καὶ τῶν ἀπ᾽ εὐσήμου γένους ἐκείνῃ ἐφεπομένων κατὰ τοῦ Κοντοστεφάνου ἐξορμησάντων τολμηρότερον μᾶλλον ἢ συνετώτερον, τό τε χυδαΐζον τῆς πόλεως διασκίδναται καὶ ὁ Κοντοστέφανος συλληφθεὶς φρουρᾷ παραδίδοται.

Τοῦ δὲ δημώδους πλήθους οὕτως ἠρεμηκότος, καὶ αὐτὸ συναπτῶς τὸ τῆς ἐκκλησίας πλήρωμα τῇ νέᾳ τυραννίδι συμβαίνει καί τις τῶν νεωκόρων ὀλίγοις ὑποφθαρεὶς κέρμασι (τοῦτο δὲ καὶ τῶν ἀγοραίων οἱ ταραχώδεις πεπόνθασι καὶ βραχεῖς τῶν ἐκ τοῦ δικαστικοῦ τάγματος, τὰ δὲ ὀνόματα προφέρειν οὐ δύναμαι) τῆς τοῦ Ἀλεξίου εὐφημίας κατάρχεται εἰς τὸν ἱερὸν ἀνάσταθμον ἀνιών, μὴ ἀναμείνας ἐκ τοῦ ἀρχιποίμενος τὸ ἐνδόσιμον. ἀλλὰ καὶ οὗτος, μικρόν τι ἐνστὰς καὶ ὅσον τὸν μὴ αὐτόκλητον ὑπεμφῆναι, τὴν γνώμην εἰς τὸν ἄρξαντα μετατέθεικε. καὶ τοῦ πατριάρχου τοίνυν ὑποχαυνωθέντος, οὐδεὶς ἦν ἐκ τούτου γνωσιμαχῶν, ἀλλ᾽ ἁπαξάπαντες τὸ ἀρχεῖον καταλαμβάνοντες ηὐτομόλουν ἀτεχνῶς τῇ βασιλίδι ὡς ἀνδράποδα καὶ πρὶν ἰδέσθαι τὸν τυραννήσαντα ἢ γνῶναι ἀκριβῶς, ὁποῖα τὰ ξυνενεχθέντα τῷ πρώην ἄνακτι, τῇ τοῦ λεγομένου βασιλεῦσαι καθυπέκυπτον γυναικὶ καὶ ὑπετίθουν ὡς θρανίδας τὰς κεφαλὰς καὶ τὴν ῥῖνα τῇ ἐμβάδι δίκην προσκνυζωμένων κυνιδίων ἐνήρειδον καὶ περιδεεῖ παρίσταντο σχήματι τὼ πόδε συνάπτοντες καὶ τὼ χεῖρε συμβάλλοντες.

καὶ οἱ μὲν ἀβέλτεροι οὕτως ἐξ ἀκοῆς ἀνασσόμενοι· ἡ δὲ βασιλὶς χρῆμά τι οὖσα ποικίλον καὶ πράγμασιν εὐμεθάρμοστον προσφυεῖς ταῖς πεύσεσι τὰς ἀποκρίσεις ἐμέριζε καὶ τοὺς εὐήθεις διέχεε Βυζαντίους ἐν οἷς ἐκώτιλλεν· οἱ δὲ ὡς ὕες, αἳ τὰς γαστέρας καταψώμεναι ὑπτιάζουσιν, ὑποκνώμενοι τὰ ὦτα τοῖς εὐπροσηγόροις ἀσπασμοῖς οὐδέν τι τῶν συμβεβηκότων ὑπὸ νέμεσιν ἔθεντο. καὶ τοιαύτη μὲν ἡ προεισόδιος ἑτοιμασία τοῦ βασιλέως ἦν Ἀλεξίου, ἀναίμακτος πάντῃ καὶ μηδένα τῶν ὅλων ἐς οὐσίαν ἀδικήσασα.

Εἴσεισι δὲ τὸ Βυζάντιον μεθ᾽ ἡμέρας τινὰς καὶ αὐτὸς καὶ κλίνῃ χρυσοπάστῳ νεόλουτος ἐνιζήσας κατὰ τὸ λεγόμενον ἔξω Φιλοπάτιον περιχαρῶς καὶ ἀσμένως τοὺς ἐς αὐτὸν ἀφικνουμένους προσίετο, μὴ καταπεπτωκὼς τὴν κατάστασιν τῆς ψυχῆς ἐξ ὧν ἐς τὸν ἀδελφὸν διεπράξατο. τινὲς δὲ τῶν τοῦ βήλου κριτῶν μὴ εὐκαίρως τὸν καιρὸν κολακεύοντες βωμολόχους ἐπαφῆκαν φωνάς, ἐν αἷς καὶ ὦφλον κατάγελων. ἦσαν δ᾽ οἳ καὶ ἐπεστέναξαν τοῖς ὁρωμένοις καὶ τοὺς βασιλείους κόσμους κατωπτευκότες, οὓς ἑαυτῷ ἐπέρραψεν Ἰσαάκιος, περιαμπίσχοντας ἄρτι τὸν ἐκείνου κασίγνητον ἐπωδύραντο τὴν ἀτοπίαν ἐκπλαγέντες τοῦ πράγματος καὶ τὴν τοιαύτην ἀλλοίωσιν τῆς ἀρχῆς ἀρχὴν προσφάτων οἰωνίζοντο συμφορῶν τά τε Ὀσίριδος καὶ Τυφῶνος ἐβάλοντο κατὰ νοῦν, ὑφ᾽ ὧν ἐκακοπράγησεν Αἴγυπτος.

Εἰσελθὼν δὲ τὸ τῆς τοῦ θεοῦ Σοφίας περίπυστον καὶ μέγιστον τέμενος, ὅπως κατὰ τὸ ἔθιμον ἐς βασιλέα χρισθῇ καὶ περιβαλεῖται τὰ τοῦ κράτους σύμβολα, πρῶτα μὲν ὀψιαίτερον τὸ τῆς πίστεως ἐγγράφει σύμβολον βαφῇ τῇ βασιλικῇ, ἔπειτα ταῖς ὡραίαις λεγομέναις τοῦ νεὼ πύλαις ἐγγίσας ἱκανὸν ἐκεῖσε χρόνον διέτριψε προσδεχόμενος, πότε ἂν ἐπιταχθείη τὴν εἴσοδον παρὰ τῶν ἀκριβούντων τὸ τῆς ὥρας καίριον τῶν ἱερῶν Κατηχουμενείων ἄνωθεν. ἐξιὼν δὲ τοῦ νεὼ καὶ μέλλων ἐπιβῆναι τοῦ ὀχήματος, ὁ μὲν ἵππος (ἦν δὲ οὗτος φατνιστὸς καὶ Ἀράβιος) προσάγεται παρὰ τοῦ πρωτοστράτορος ἀπὸ τοῦ χαλινοῦ ἑλκυσθείς, γίνεται δέ τι τῶν ἀήθων καὶ ἀξίων θαύματος. οὐ προσίεται ὁ ἵππος τὸν ἀναβάτην, ἀλλὰ φριμάσσων ὕφαιμος τὸ ὄμμα καὶ τὸ οὖς μετέωρος καὶ συχνὰ κόπτων τὸ δάπεδον καὶ ἀναβάλλων τοὺς ἔμπροσθεν πόδας καὶ ῥύδην φερόμενος αὐτὸν ἀπεστρέφετο, ἀδοξῶν ὥσπερ ἐπὶ τῶν νώτων ὀχεῖν καὶ κατ᾽ αὐτοῦ ἀγριούμενος. πολλάκις οὖν πρὸς τὸ ἱππεύειν γενόμενον τὸν Ἀλέξιον ἀπεκρούσατο τὰς ἐμπροσθίους ἐνσείων χηλὰς καὶ τὰς ὄψεις ἐπιστρέφων ὀπίσω.

ὡς δέ ποτε μετὰ πλεῖστα περιποππύσματα καὶ διομαλίσεις τοῦ αὐχένος ἔδοξεν ἠρεμήσειν καὶ παύσασθαι τῶν ἀγερώχων ἐκείνων ἑλίξεων καὶ τῆς τῶν ποδῶν ἀερώσεως, ὁ μὲν βασιλεὺς ἐπ᾽ αὐτὸν ἀνεπήδησε καὶ τῶν ἡνίων ἐλάβετο, ὁ δὲ ὥσπερ ἠπατημένος καὶ δεξάμενος ἀναβάτην, ὃν οὐκ ἤθελεν, ἠτάκτει τε ὡς πρώην καὶ τοὺς πόδας ἀνίστη μετ᾽ ἐξακούστων τῶν χρεμετίσεων· οὐδ᾽ ἔληξεν ἐκβακχευόμενος οὕτως, ἕως τὸ μὲν λιθόστρωτον στέφος ἐκ τῆς κεφαλῆς τοῦ βασιλέως εἰς γῆν κατήνεγκεν, ὡς καὶ τούτου διαθραυσθῆναι μέρη τινά, αὐτὸν δ᾽ ἀπεσφαίρισεν. ἵππου τοίνυν ἑτέρου προσενεχθέντος, οὐχὶ μεθ᾽ ὑγιοῦς ἐπόμπευσε στεφανώματος, ὃ καὶ μὴ αἴσιον τῶν ἐσομένων ἔδοξε σύμβολον· μηδὲ γὰρ ἂν ἀδιαλώβητόν οἱ συντηρηθῆναι τὴν βασιλείαν, ἀλλὰ τοῦ ὕψους ἀποπεσεῖν καὶ προσπαθεῖν αὐτὸν ὑπὸ τῶν ἐναντίων κακῶς.

Συνεπόμπευον δὲ τῷ βασιλεῖ ἔφιπποι καὶ οἱ δύο ἐπὶ θυγατράσι τούτῳ γαμβροί, ὁ Κοντοστέφανος Ἀνδρόνικος καὶ ὁ Κομνηνὸς Ἰσαάκιος, καὶ ὁ πρὸς πατρὸς ἐκείνῳ θεῖος Ἰωάννης ὁ Δούκας, πεπαίτερος ὤν, ᾧ καὶ κατὰ τὴν πομπαίαν ἐκείνην πρόοδον συνέβη τι τοιοῦτον παράλογον· μὴ γάρ τινος διαταράξαντος τὴν ἡμίονον, ᾗ ἔποχος ἦν, τὸν σεβαστοκρατορικὸν ἀπεβάλετο στέφανον, ἀνατραπέντα τῆς κορυφῆς καὶ αὐτομάτως καταπεσόντα εἰς ἔδαφος. πρὸς ὅπερ οἱ μὲν θεώμενοι ἐξεβόησαν καὶ εἰς γέλων διεκινήθησαν τὴν ἐγκρυφιαζομένην τῷ στεφάνῳ πρότερον φαλάκραν ὡς πλησίφωτον σελήνην τότε κατωπτευκότες· ὁ δὲ Δούκας τὴν ἀνάγκην μετατιθεὶς εἰς τὸ εὔχαρι καὶ τὸ μείλιχον, ἄλλως τε κἀν τοῖς ἀβουλήτοις μὴ ἑτοίμως χολούμενος, ἔφερεν ὡς σύμμικτον ἡδονῇ παιδιὰν τὴν τῶν πλείστων ἐπὶ τῷ γεγονότι διάχυσιν γεγηθὼς ἐν μέρει καὶ αὐτὸς καὶ μηδαμῶς τὸν ἀγανακτοῦντα ὑποκρινόμενος.

Ὁ δὲ βασιλεὺς τὴν ἀγγελωνυμίαν παρωσάμενος Κομνηνὸς ἐπελέγετο, εἴτε τὸ ἐπώνυμον ἀδοξῶν οἷα ὑφιζάνον πρὸς τὸ Κομνηνικὸν κλέϊσμα, εἴτε συναφαντῶν τῷ ὁμαίμονι καὶ τὴν ἐκείνου ἐπίκλησιν. ἁπάντων δ᾽ οἰομένων μετὰ τὴν ἀναγόρευσιν αὐτίκα καὶ τὴν τῶν πραγμάτων ἠρέμησιν ὁπλιτεύοντα φανῆναι καὶ θυραυλοῦντα τὸν Ἀλέξιον καὶ οὐχ ὅπως ἀντιστήσεσθαι τοῖς ἐν χερσὶ δυσχερέσιν, ἀλλὰ καὶ τὰ πρότερον ἡμαρτημένα πρὸς τοῦ κασιγνήτου μὴ ἄν ποτε ἀνασχέσθαι παροφθῆναί οἱ ὁπωσοῦν ἀδιόρθωτα, καὶ μάλισθ᾽ ὅσα κακῶς ὑπὸ βαρβάρων ἔπαθον μὴ τὸν ἀνθιστάμενον ἔχοντα μηδὲ τὸν ὁτεδὴ παθηνάμενον, ὁ δὲ πρὸς ἅπαν τοὐναντίον μεθήρμοστο καὶ ὡς τὸ ἀκρότατον ἤδη τῶν ἐφετῶν εἰληφὼς καὶ πρὸς ὃ πάλαι τὸ πᾶν ἐπέτεινε πρόθυμον πεφθακὼς ἀνέπεσε στεφηφορήσας, ὡς εἴπερ οὐκ ἐπιστασίαν ἔννομον ἀνθρώπων, ἀλλ᾽ εὐπορίαν χλιδῆς καὶ ἀνέσεως παροχὴν τὴν βασιλείαν ᾤετο.

Οὐκοῦν καὶ τὴν τῶν κοινῶν διοίκησιν παρεικώς, ὡς τὸ πηδάλιον ὁ κυβερνήτης, ὃς ἀπείρηκε πρὸς τὰ κύματα, χρυσοφορῶν ἦν καὶ τὴν ἀκοὴν ὅλην ἀναπεταννὺς καὶ πᾶσαν ἔντευξιν χαριζόμενος τοῖς ἐκ τῆς μερίδος τῶν συνεφαψαμένων αὐτῷ τῆς ἀρχῆς καὶ ἀφειδῶς ἀμφοτέραις ἀπήντλει τὰ χρήματα, ἅπερ συνέλεξεν Ἰσαάκιος, οὔτε τὴν ἐργώδη τούτων ἐσέπειτα συναγωγὴν σκοπούμενος, οὔτε τὴν διακενῆς ἀπόκτησιν εὐλαβούμενος. τῷ τοι διαφορηθέντων δίκην ἀχυρμιᾶς καὶ κατὰ θερινὴν κόνιν ἐσκεδασμένων ταχέως πρὸς ἀργὰς γαστέρας, ἃς οὐδ᾽ ἦν ἐπιστάμενος, ὁ τῇ φιλοδωρίᾳ προσκείμενος εἰκῇ αὐτοκράτωρ ἑαυτὸν τῆς ἀσωτίας ἐμέμφετο ὕστερον, ἡνίκα χρημάτων ἐχάτιζεν.

Ἦν δὲ καὶ ἡ τοῦ βασιλέως τοῦδε ἄκοιτις τὸ μὲν φρόνημα καὶ λίαν ἀνδρώδης καὶ γλῶτταν αὐτοφυῶς αὐχοῦσα σοφιστικήν, χάρισι διηνθισμένην καὶ περιθεομένην γλυκύτητι, καὶ προγνῶναι τὸ μέλλον ἱκανωτάτη καὶ τὸ ἐνεστὼς ἀρίστως διοικήσειν ἐπισταμένη, τὰ δ᾽ ἄλλα κακὸν διωλύγιον, οὔ φημι τὰς κομμώσεις καὶ βασιλείας καθηδυπάθησιν καὶ τὸ ἰσχύειν ὑπὲρ τὸν ὁμευνέτην εὐροίᾳ φύσεως μετενεγκεῖν τὰ καθεστῶτα καὶ τὰ μὴ ὄντα ἐπεξευρεῖν (ταῦτα γὰρ οὐ διὰ λόγου τῇ ἱστορίᾳ· κἂν εἶεν γυναιξὶν οὐχ ἁρμόδια, καὶ βασιλίσσαις οἱαισδὴ προσεγένετο), ἀλλ᾽ ὅτι τὸ κάλυμμα τῆς αἰδοῦς ἀτιμάσασα ἐκλῴζετο καὶ διεσυρίττετο καὶ εἰς ὄνειδος ἦν τῷ ταύτην ἁρμοσαμένῳ. ὁ δὲ τὰ μὲν πρῶτα εἰδέναι τὰ ἀτοπούμενα παρὰ πᾶσιν ἐκρίνετο, τὸν δ᾽ ἀγνοοῦντα σχηματίζεσθαι, ἐξ ὧν δ᾽ ὕστερον διαπεπράχει, ὅτε τὰ κατὰ τὴν σύνοικον γεγόνασιν ἔκπυστα, σαφῶς ὑπέδειξεν ὡς οὐδὲν τῶν τολμωμένων ἠπίστατο. δηλώσει δὲ ταῦτα τὸ λέγειν κατὰ τὸν οἰκεῖον καιρόν.

Τῆς τοίνυν βασιλίδος τοὺς ὅρους ὑπερβαινούσης καὶ τὰ ταῖς πρὶν αὐγούσταις Ῥωμαίων ἔθιμα ἀδοξούσης, εἰς δύο ἀτεχνῶς ἀρχὰς ἡ βασιλεία διῄρητο· οὐ γὰρ ὁ κρατῶν μόνον ὁπόσα ᾑρεῖτο διεκελεύετο, ἀλλὰ ταὐτοδυνάμως τούτῳ κἀκείνη τὰ πρὸς βουλῆς διεπράττετο, ἐν πολλοῖς δὲ καὶ ἀνέλυε πρὸς τὸ θυμῆρες αὐτῇ μεταμείβουσα ἅπερ ἐδέδοκτο βασιλεῖ. ἀλλὰ καὶ πρεσβείας μεγίστης ἐθνῶν μελλούσης βασιλεῖ ἐποπτάνεσθαι, θρόνοι συμφυῶς πολυτελεῖς παρετίθεντο, καὶ συνεδρεύουσα προεκάθητο λαμπρῶς διεσκευασμένη, λίθοις τε καὶ μαργάροις διαφανέσι τὸ τυμπάνιον διαδέουσα καὶ τὸν τράχηλον ὁρμίσκοις πολυτίμοις διαλαμβάνουσα. ἐνίοτε δὲ κατ᾽ ἄλλας βασιλείους οἰκοδομὰς διιστάμενοι καὶ ἀνὰ μέρος ἀμφότεροι προφαινόμενοι εἰς ἑαυτοὺς ἐμέριζον τὸ ὑπήκοον· ἢ καὶ πρώτως ἀπονεῖμαν βασιλεῖ προσκύνησιν, ἐκεῖθεν ἀπαῖρον πρὸς τὴν βασιλίδα μετεπορεύετο καὶ βαθυτέραν αὐτῇ παρεῖχε τοῦ γόνατος σύγκαμψιν. οὐ βραχεῖς δὲ καὶ τῶν καθ᾽ αἷμα βασιλεῖ ἐγγιζόντων καὶ οἷς τὰ ὑπερήφανα τῶν ὀφφικίων ἀνέκειντο τοὺς ὤμους ὡς θρανίδας ὑποβάλλοντες ἐπὶ τῶν λαμπρῶν καὶ μετεώρων θώκων τὴν βασιλίδα ἀνέφερον.

Ἀλλ᾽ οὔπω μῆνες τρεῖς παριππεύκεισαν, καὶ φήμη τις πρόεισιν ἀψευδὴς ἐκ Κιλίκων τινὰ ὁρμώμενον Ἀλέξιον τοὔνομα, τῷ τοῦ βασιλέως Ἀλεξίου ὀνόματι ἐποχούμενον, ὃν ὁ βασιλεὺς ἐγείνατο Μανουήλ, τῷ τῆς πόλεως Ἀγκύρας σατραπεύοντι προσρυῆναι καὶ ὑπ᾽ αὐτοῦ προσδεχθῆναι ὡς υἱὸν ἀληθῆ τοῦ αὐτοκράτορος Μανουήλ, οὐχ ὅπως περατώσειεν αὐτῷ τὰ κατ᾽ ἔφεσιν (ᾔδει γὰρ κἀκεῖνος ὡς ὁ βασιλεὺς Ἀλέξιος διὰ πνιγμονῆς ὑπ᾽ Ἀνδρονίκου τὸν βίον κατέστρεψεν), ἀλλ᾽ ἵν᾽ ὁ βασιλεύων Ῥωμαίων συνδιαπλέκοιτο πράγμασι, τοῖς στασιασταῖς ἀντικαθιστάμενος, καὶ αὐτὸς ἐντεῦθεν παρακερδαίνῃ τι, χρημάτων ὤνιον τὴν μετὰ Ῥωμαίων φιλίαν κτώμενος. ἐπεὶ δὲ καὶ εἰς ἔργον ταῦτα δὴ τὰ ἀγγέλματα ἐκβεβήκει καὶ ὁ ψευδώνυμος οὗτος Ἀλέξιος τοῖς ὁμόροις τῇ Ἀγκύρᾳ Ῥωμαϊκοῖς πολίσμασιν ἐπεφύετο, ἐνισχυόμενος παρὰ τοῦ Πέρσου καὶ κρατυνόμενος, στέλλεταί τις ἐκτομίας, ᾧ τοὐπίκλην Ἠονοπολίτης, ἄρτι πρὸς βασιλέως παρακοιμώμενος τιμηθείς.

Μηδέν τι δὲ τοῦ θλαδίου κατορθοῦντος πρὸς τὴν ὑπόθεσιν δεῖν ἔγνω καὶ αὐτὸς ὁ βασιλεὺς ἐξελθεῖν, ἐν τῷ μέρει δὲ καὶ τῶν μετὰ τοῦ Πέρσου σπονδῶν ἐπιμεληθῆναι, εἰδὼς ὡς οὕτω μάλιστα ῥᾳδίως καταγωνίσαιτο τὸν ὀνόματι ἑτέρου, καὶ τούτου πάλαι τεθνεῶτος, ἐπερχόμενον αὐτῷ ἀντίπαλον. πλὴν ὁ Πέρσης τῷ καιρῷ καταχρώμενος οὐκ ἄλλως τὴν εἰρήνην ἐδέχετο, εἰ μὴ αὐτίκα δωρήσεταί οἱ βασιλεὺς ἀργυρίου κεντηνάρια πέντε κεκομμένα εἰς νόμισμα, ἐτησίως δ᾽ ἔκτοτε τρισὶν ἐκ τούτων φιλοτιμεῖται καὶ σηρικοῖς τεσσαράκοντα νήμασιν, ἅπερ ἐκ Θηβῶν ἑπταπύλων βασιλεῖ κεχορήγηται.

Ἀφικόμενος οὖν κατὰ τὸ πόλισμα τὰ Μελάγγεια πρὸς τῶν ἐκεῖσε βασιλεὺς αὐτοκράτωρ ἀναγορεύεται, πλὴν οὐχὶ καὶ γενναίαν τὴν κατὰ τοῦ ἀντιστάτου Ἀλεξίου σύναρσιν εὕρισκεν, ἀλλ᾽ ὡς βασιλεῖ Ῥωμαίων αὐτῷ προσανέχοντες οὐδὲ τὸν Ψευδαλέξιον ἐκεῖνον φιλοφροσύνης εἴων ἐκτός, τούτῳ τε κἀκείνῳ τὰ βλέμματα χαριζόμενοι πρὸς ἑκατέρους ταῖς γνώμαις ἔρρεπον, μηδαμῶς ἐμφαίνοντες, ὅτῳ προσρέπουσιν ἀκραιφνῶς· ὅθεν παντὶ τῷ βουλομένῳ παρεῖχον κατανοεῖν ὡς ἀμφίρροποι ὄντες οὐδετέρῳ μὲν ἐκ τοῦ αὐτίκα προσκείσονται, κατὰ δὲ καιρὸν τῷ νικῶντι προσθήσονται. ἀλλὰ κἀν ταῖς πρὸς βασιλέα ἐντεύξεσιν ὑπεξαίροντες τὸν Ἀλέξιον οὐδαμῶς ἔληγον· πολλάκις οὖν ἔλεγον ὡς “καὶ σὺ ἀγάσαιο ἂν τὸν ἄνδρα, εἰ θεάσαιο, δέσποτα βασιλεῦ. οὕτω πυρσαῖς καὶ ἐκτενέσι κόμαις ἠγλάϊσται, ὡς εἰ χρυσίου ἦσαν ἀπορρινήματα.

οὕτως ἐστὶν εὐῆλιξ, οὕτως ἱππότης ἀκράδαντος, ὡς εἴπερ τῇ ἐφεστρίδι ἐμπεπερόνητο.„ Πρὸς δὲ ταῦτα τοῦ βασιλέως ἀνθυπενεγκόντος ποτὲ ὡς ὁ τοῦ αὐτοκράτορος υἱὸς Μανουὴλ πάλαι ἀπεβίω θανάτῳ, ᾧ δὴ πρὸς Ἀνδρονίκου καταδεδίκαστο, ὁ δὲ νῦν προσιὼν οὗτος πλάνος ἐστὶ καὶ τοῦ τῶν Κομνηνῶν γένους ἀλλότριος, εἰ δ᾽ ἐκεῖνον δοίη τις ζῆν καὶ τοῦτον εἶναι τὸν ἐπιόντα, ἀλλ᾽ αὐτὸς ἄρχειν δήπουθεν δικαιότερος, ὁ καὶ τὰ Ῥωμαίων σκῆπτρα χειρίζων νυνί, ἐπελάβοντο τῶν λεγομένων οἱ ἀκροώμενοι καὶ ἀπ᾽ αὐτῶν πορισάμενοι τὴν ἀντίθεσιν “ὁρᾷς„ ἔλεγον, “βασιλεῦ, ὡς ἀμφιγνοεῖς καὶ σὺ περὶ τοῦ παιδὸς καὶ τὸν ἐκείνου θάνατον ἀμφήριστον ἥγησαι; μὴ οὖν χαλέπαινε τοῖς τὸν νεανίαν οἰκτείρουσιν ἐκ μὲν τριγονίας τὴν βασιλείαν ἐς αὐτὸν καταβαίνουσαν ἔχοντα, ἀρχῆς δ᾽ ὁμοῦ καὶ πατρίδος παρὰ δίκην ἀποπλαζόμενον.„ Ἰδὼν τοίνυν ὁ βασιλεὺς ὡς οὐδὲν ὠφελεῖ καὶ τὴν αὐτὸς αὐτοῦ παρουσίαν ἐπ᾽ οὐδενὶ κερδαλέῳ κατανοῶν γίνεσθαι, τὰ φρούρια διελθών, καὶ ἃ μὲν τούτων ἀποστήσας τοῦ Ἀλεξίου, ἃ δὲ πυρὶ παραδοὺς ὡς τῷ ἀντάρτῃ προσρέποντα, ἐπανόδου ἐμνήσατο, δυσὶ τὴν ἐκστρατείαν περιγράψας μησὶ καὶ τὰ κατὰ τὸν Κίλικα Ἀλέξιον ἐπιτρέψας τῷ Καντακουζηνῷ Μανουήλ.

Πλὴν οὐδ᾽ οὗτος ἐξήνεγκε πόλεμον κατ᾽ αὐτοῦ προφανῆ, καίπερ ἐμπλατυνομένου ἀεὶ τῇ ἐπικουρίᾳ τοῦ Πέρσου καὶ τῶν περὶ τὴν Ἄγκυραν φρουρίων φορολογοῦντος τὰ πάντα ἢ τὰ πλείονα. ἦν δ᾽ ἂν καὶ οὗτος ἐπὶ μακρὸν ἀμήχανον Ῥωμαίοις κακόν, εἰ μὴ θεὸς κἀνταῦθα φανεὶς καινουργὸς τὰ Ῥωμαίων ᾤκτειρε πράγματα· τὸ γὰρ φρούριον εἰσιών, ὃ Τζούγγρα κατονομάζεται, νυκτὸς ἀποσφάττεται μαχαίρᾳ παρά τινος. οὕτω μὲν οὖν καὶ οὗτος ἠφάντωται, κατὰ τάχος ἀστραπῆς διαΐξας καὶ πάλιν ἀποκρυβεὶς ἢ γοῦν ὡς ἐκ Κιλικίου Κωρυκίου πνεῦμα βίαιον διεκπνεύσας καὶ μέρος τῆς ὑπὸ Ῥωμαίους διακυκήσας μετὰ βραχὺ διεκφυσηθεὶς ἐπαύσατο τῆς σφοδρότητος.

Ἐπὶ δὲ τῷ κακῷ τούτῳ παρὰ πόδας ἕτερον ἐπεισέφρησε χείριστον, ἢ μᾶλλον δόξαν πρὸς καιρὸν ὑπορρεῦσαι πάλιν ἀνέβλαστε κατὰ κώνειον φθοροποιόν. ὁ Κομνηνὸς τοῦτο ἦν Ἰσαάκιος, ὃς ἐν τοῖς ἔμπροσθεν βιβλίοις ἐρρέθη μοι. οὗτος ἐγκρατὴς ἅμα καὶ ὀλετὴρ τῆς τῶν Κυπρίων νήσου γενόμενος ἑάλω μὲν πρὸς τοῦ ῥηγὸς Ἰγγλινίας ἐς Παλαιστίνην ἀφικνουμένου διαποντίου καὶ ὡς δοῦλος μαστιγίας τινὶ τῶν ὁμοφύλων ἐκείνῳ ἀποκεχάριστο καὶ ἦν ἁπανταχῇ διαδόσιμος ὡς κατέστρεψε τὸν βίον κακῶς ὁ κακός, φήμῃ δ᾽, ὡς δέδεικται ὕστερον, μόνῃ ἀποβιοὺς καὶ δεσμῶν ἀπαλλαγεὶς καὶ φρουρᾶς ἀπολυθείς, ὡς μὴ ὤφελε, τῷ τῆς Ἰκονιέων ἄρχοντι πόλεως Καιχοσρόῃ προσρύεται καὶ ξενίας παρ᾽ ἐκείνῳ τετυχηκὼς τὸν παλαιὸν ἀναθάλπει τῆς τυραννίδος ἔρωτα. ἀνεκαλεῖτο μὲν οὖν πρὸς τοῦ βασιλέως Ἀλεξίου διὰ γραμμάτων συχνῶν, ἐναγούσης αὐτὸν εἰς τοῦτο τῆς βασιλίδος Εὐφροσύνης δι᾽ ἣν ἐκ συγγενείας ἐγγύτητα εἶχεν αὕτη πρὸς Ἰσαάκιον. ὁ δὲ ἀπεδυσπέτει καὶ πρὸς μόνην ἠγανάκτει τὴν τῶν ἐπιστελλομένων ἐνήχησιν, βασιλεύειν, οὐ μὴν βασιλεύεσθαι λέγων μαθεῖν, καὶ ἄλλων ἐξηγεῖσθαι, μὴ γοῦν ἑτέροις πείθεσθαι.

Συχνὰ τοίνυν γραμμάτια συνετίθει πρὸς τοὺς τῆς Ἀσιάτιδος γῆς πρωτεύοντας, τί μὲν τῶν ἀπειρημένων οὐκ εἰσηγούμενα, τί δὲ τῶν καθεστώτων οὐχὶ κινοῦντα, καὶ πάντα τοῖς πειθομένοις βραβεύοντα, εἴ πως τοῦ τῆς βασιλείας ὀνόματος ἐπιτεύξεται. ἀλλὰ καὶ πρώην διώκων ἦν τὰ ἀκίχητα καὶ ἃ μὴ θεὸς βεβούλευται διακενῆς μηχανώμενος· καὶ τότε δ᾽ ὁμοίως ἠλέγχετο μάτην διατεχνώμενος τὰ ἀνήνυτα. οὔτε γὰρ αὐτῷ προσέσχεν ὁ Πέρσης, ὥσπερ ἱμείρετο (ἐγλίχετο δὲ μεθ᾽ ὅλης τῆς οἰκείας ἰσχύος ἕπεσθαί οἱ κατὰ Ῥωμαίων στρατεύοντι καὶ πάνθ᾽ ὁπόσα ἐπιτάττειν ἔχει ποιεῖν), οὔτε οἷς ἐπέστελλε κρύβδην οὖς τις ὑπέσχετο εὔεικτον, ἀλλὰ πάντες ὡς ἀσπίδες οἷς ἐπῇδε τὰς ἀκοὰς ἐπέφραττον.

Τίς γὰρ ἂν θηρίῳ κατηκολούθησεν αἱμοβόρῳ, μετ᾽ οὐ πολὺ ταῖς ὄψεσιν ἐμπηδήσοντί τε καὶ ἀναιρήσοντι; ἢ μετ᾽ ὄφεως ἰοβόλου φιλίαν συνέθετο, κἂν προσπλέκοιτό τις αὐτῷ, τὸν ἰὸν ἐξεμοῦντος, κἂν ἐν κόλπῳ διαθάλπῃ, θανάσιμα δάκνοντος; πλὴν ἀλλὰ καὶ οὗτος κατὰ θεῖον ἐξέρρηξε μετὰ βραχὺ τὸ ψυχίδιον καὶ τοῖς λοιποῖς προσετέθη τυράννοις, οὓς χεὶρ Κυρίου ἠφάνισε, κἂν οὐκ εἴωθεν ἀμέσως ποιεῖν ἃ καινοποιεῖ πολλάκις σωτήρια. ᾔδετο δὲ μηδὲ φυσικῷ θανάτῳ δαμῆναι τὸν ἀλιτήριον, ἀλλὰ φαρμάκῳ ἀπολωλέναι κυλικοφορηθέντι παρά τινος μεγάλοις δώροις ἐπιρρωσθέντος πρὸς τοὖργον ὑπὸ τοῦ βασιλέως αὐτοῦ.

Ἐπὶ πᾶσι δ᾽ οἷς Ἀλέξιος ἐπειράσατο βασιλεύσας, εἴ πως σπείσαιτο Βλάχοις, καὶ πρέσβεις πέπομφε πρὸς τὸν Πέτρον καὶ τὸν Ἀσάν. ἐπέρανε δ᾽ οὐδ᾽ ὅλως τὴν εἰρήνην καὶ τὰς σπονδάς, οἷα τῶν ἀνδρῶν τούτων ὑπερόγκους τὰς ἀποκρίσεις ποιησαμένων κἀκεῖνα προθεμένων ὑπὲρ εἰρήνης, ἃ Ῥωμαίοις ἀδύνατά τε καὶ ἄτιμα δήπουθεν ἦν.

Ἀμέλει τοι τοῦ βασιλέως κατὰ τὴν ἕω διατρίβοντος προσβάλλουσι τοῖς περὶ τὰς Σέρρας Βουλγαρικοῖς θέμασι καὶ τὸ αὐλιζόμενον ἐκεῖσε Ῥωμαϊκὸν σύνταγμα ἡττηκότες ἄλλους τε πλείστους κακῶς εἰργάσαντο, καὶ δὴ καὶ αὐτὸν εἷλον ζωγρίαν τὸν Ἀσπιέτην Ἀλέξιον, ὃς εἰς ἀρχηγὸν Ῥωμαίοις προυβέβλητο. κρατοῦσι δὲ καὶ πολλῶν ἐκ τῶν ἐκεῖθι φρουρίων, καὶ αὐτὰ μὲν εἰς τὸ ἐπικρατὲς ἠσφαλίσαντο, αὐτοὶ δ᾽ ἐπανῆκον οἴκαδε λείαν ἐληλακότες οὐ σταθμητήν.

Βασιλεὺς δὲ μὴ καὶ μετέπειτα τοιοῦτόν τι διαπραχθείη προμηθούμενος, μεθ᾽ ἱκανῆς ἐξέπεμψε στρατιᾶς τὸν ἑαυτοῦ γαμβρὸν Ἰσαάκιον τὸν σεβαστοκράτορα, ὅτε δὴ καὶ Ἀσὰν πρὸς τοὺς εἰσάγοντας παραίνεσιν Βλάχους μηκέτι τὰς κατὰ Ῥωμαίων ἐπελεύσεις μετὰ θερμότητος τίθεσθαι, μεμνῆσθαι δὲ καὶ μεθόδων στρατηγικῶν (ἄρχειν γάρ, ὡς πυνθάνονται, ἄνδρα πολεμικὸν καὶ λίαν τοῦ ἀδελφοῦ προφερέστερον), μετὰ κόμπου ἀπεκρίνατο μὴ δεῖν ἀεὶ ταῖς φήμαις ἐπικλίνειν τὸ οὖς, μήτε ὃν ἀνδρεῖον αὕτη διαθρυλλεῖ ὡς ἤδη καὶ τοιοῦτον ὄντα τοῦτον κατεπτηχέναι, οὔθ᾽ ὃν διέξεισι δειλὸν καὶ ἀνάλκιδα πρὸ τῆς πείρας ἀθερίζειν καὶ ἀποπέμπεσθαι, ἀλλὰ τὴν μὲν φήμην μὴ πάμπαν ἀποστρέφεσθαι, ὅτι μηδ᾽ ἐς ἅπαν ἀπόλλυται, καὶ μάλιστα ἣν πλεῖστοι λαοὶ φημίζουσιν, ἐπάγειν δ᾽ ὡς λίθον Μάγνησσαν τὰς πράξεις τῶν ἐνδιαβαλλομένων εἴτε μὴν κροτουμένων παρ᾽ αὐτῆς ἀνδρῶν, ἐν πολλοῖς δὲ καὶ τὸν ὀφθαλμὸν ἱζάνειν τῶν φημιζομένων δικαστήν, καὶ οὕτω προσίεσθαι τὴν φήμην ὡς ἀληθῆ, ἢ γοῦν μύροις ἀλείφειν ὡς ψευδῆ καὶ ἄλλοθί που ἀφιέναι πέτεσθαι. “Τὰ γὰρ ὦτα οὐκ οἶδε τὰ δρώμενα, ἀλλὰ γλώττης ὄχλον εἰσοικιζόμενα φύλακές εἰσιν ἀλλοτρίων, καὶ τούτων ἐναντίων πολλάκις ἐνηχημάτων. ἀσφαλὴς δέ ἐστι τῶν γινομένων διαιτητὴς ὀφθαλμὸς καὶ μάρτυς ὧν θεᾶται ἀπαραλόγιστος, οὐχ ἑτέρωθεν εἰσχεομένην ἔχων τὴν πίστιν ὡς τὴν τῶν λεγομένων εἰς ἐνοίκησιν ἀκοή.

Μὴ οὖν δὴ καὶ ὑμεῖς θροεῖσθε ὡς ὁ νῦν Ῥωμαίων βασιλεύων γενναῖος ὑπὸ φήμης κηρύττεται, ἀλλ᾽ εἰ τοιοῦτός ἐστιν, ὁποῖος ᾄδεται, χρεὼν σκέψασθαι. ὁδηγὸς δὲ ὑμῖν εἰς τοῦτο ἔστω βίος ὁ πρότερος καὶ καθηγητὴς ἀκριβὴς τοῦ ἀνδρὸς καθιστάσθω. ἀτὰρ εἰ φιλοκρινήσετε, οὐκ ἂν ἐφ᾽ ὁτιοῦν εὐδοκιμηκότα εἴσεσθε τουτονί· οὔτε γὰρ πολέμοις ὡμίλησε καὶ κινδύνοις ὑπὲρ Ῥωμαίων παρενεβλήθη συστρατευόμενος καὶ συγκάμνων τῷ ἀδελφῷ, ὅσα γε αὐτὸς ἴσημι κείρων ἀεὶ καὶ κατατρέχων τὴν πολεμίαν καὶ νίκας ἐπὶ νίκαις ἀναιρούμενος καὶ τροπαίοις ἐπιστοιβάζων τὰ τρόπαια, οὔτε μὴν μισθὸν καμάτων τὴν ἁλουργίδα καὶ τὸν βασίλειον εἴληχε στέφανον, ἀλλ᾽ ὡς ἐκ τῶν ἔργων ὑπέδειξε, τύχης ἀγνώμονος πέττευμα τὰ σκῆπτρα παρείληπται. οὗτος τοίνυν, ὃς οὐ τεθέαταί μοι μαχόμενος οὐδὲ χειρὶ καὶ φωνῇ καὶ βουλῇ τὰ τῶν Μυσῶν παραλυπήσας ἐνίοτε, ὅπως ἐξαίφνης εἰς ἅπαν τοὐναντίον μεταπεποίηται, ἐγὼ μὲν οὐκ ἔχω καὶ συνιδεῖν.

Ἵνα δὲ καὶ δι᾽ ὑποδείγματος, καθ᾽ ὅσον ἔξεστι, τὰ κατὰ τὸν ἄνδρα τουτονὶ καὶ τὸ λοιπὸν αὐτῷ γένος διασαφήσαιμι, ὁρᾶτε τὰ ἐπὶ τοῦ ἐμοῦ δόρατος ἀπαιωρούμενα καὶ ἀνεμούμενα διάφορα ταῖς χροιαῖς, εἰ μὴ καὶ ταῖς ὑφαῖς, νήματα. ταῦτα μιᾶς μὲν προελήλυθεν ὕλης καὶ εἷς ὑφάντης αὐτὰ ἐμηρύσατο· τοῖς δὲ χρώμασι διαλλάττοντα διεστάναι δοκοῦσι καὶ κατὰ τὸ τοῦ εἶναι ποιητικὸν αἴτιον. ἀλλ᾽ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. Ἰσαάκιος οὖν καὶ Ἀλέξιος οἱ ὁμαίμονες, ὧν ὁ μὲν τῆς βασιλείας ἤδη καθῄρηται, ὁ δὲ τηβεννοφορεῖ νῦν καὶ διαδεῖται ἀρχικῷ στεφανώματι, ἕνα τοκέα ἔσχον, τῆς αὐτῆς νηδύος ἐξώλισθον, κατὰ τὴν αὐτὴν γεγένηνται γῆν, τὰ πάνθ᾽ ὅμοια ἐκληρώσαντο, κἂν ἅτερος τούτων Ἀλέξιος τῷ χρόνῳ προήκων ἑώραται. ὅθεν οὐδὲ κατὰ τοὺς πολέμους διαφέροιεν ἄν, ὡς ἔμοιγε γοῦν δοκεῖ καὶ ὡς ἐν πείρᾳ πάντως γνωσόμεθα.

Χρῆναι τοίνυν φημὶ μετὰ τῆς αὐτῆς καὶ προτέρας προθέσεως καὶ πάλιν τῶν κατὰ πόλεμον ἅπτεσθαι, εἰδότας ὡς οἷς καὶ πρότερον ἐξ ἐναντίας μοίρας καὶ νῦν στησόμεθα, ἵνα μὴ καὶ χείροσιν εἴποιμι, ἀφορῶν μὲν καὶ πρὸς τὸ καταβεβλημένον καὶ ἀτονώτερον ἤδη φρόνημα τῶν Ῥωμαίων, οἳ πολλάκις ὑφ᾽ ἡμῶν τροπωθέντες οὐδ᾽ ἅπαξ τὰ κατ᾽ αὐτοὺς ἀναλαβεῖν ἐσχήκασι πράγματα, ἐννοῶν δὲ καὶ ἣν θεόθεν ἐπεσπάσαντο οἵδε μῆνιν τὸν αὐτοὺς βαρείας τυραννίδος ἀπηλλαχότα Ἰσαάκιον βασιλείας ἐννόμου καθῃρηκότες· οἱ γὰρ οὕτω κατὰ τῶν σεσωκότων ὁπλισάμενοι οὐκ ἂν φθάνοιεν ὑπὸ τῶν ἐχθρῶν ὡς παράσπονδοι ἀναιρούμενοι.„ Τοιαύταις γνώμαις ὁ βάρβαρος τὰ τῶν ὑπ᾽ αὐτὸν ἀναστήσας φρονήματα μετὰ κόμπου μείζονος ἐπῄει κατὰ τῶν περὶ Στρυμόνα τε καὶ Ἀμφίπολιν ἐπαρχιῶν. ἐπεὶ δὲ καὶ ταῖς Σέρραις ἐμβαλεῖν Ἰσαακίῳ ἤκουσται τῷ σεβαστοκράτορι, νέος ὢν οὗτος καὶ προσεχεῖ τινι τῶν Βλάχων ἐπαρθεὶς πταίσματι, μὴ προεξετάσας τὴν τῶν πολεμίων δύναμιν, τῇ δ᾽ ἀκοῇ συνάψας τὴν κατ᾽ αὐτῶν ἐξόρμησιν, ἀνίστησί τε παραχρῆμα τὴν στρατιὰν τῆς σάλπιγγος ἐνδούσης τὸ σύνθημα καὶ τὸν πολεμιστήριον πρῶτος ἵππον ἀναβὰς καὶ θωρακισάμενος, κατ᾽ ἐπειγωλήν, οὐχὶ βάδην τὸ δόρυ κατὰ τῶν ἀντιπάλων τιταίνων ἔξεισιν, ὡς εἴπερ ἐλάφων αὐτῷ κυνηγέσιον προηυτρέπιστο ἢ θηρευτικὰ ἐκεῖ που ἀθύρματα προητοίμαστο.

Διελθὼν οὖν ἀνέτῳ ῥυτῆρι ὡσεὶ σταδίους τριάκοντα τό τε ἱππικὸν ἀποκναῖσαι πεποίηκεν, ὡς ἀχρεῖον εἶναι κατὰ τὴν ὥραν τῆς προσβολῆς καὶ τὸ πεζικὸν ἐκεῖθεν ἐκλυθὲν καὶ διαχυθὲν ἐς οὐδὲν γεγονέναι μετέπειτα χρήσιμον. ὡς δὲ ἤγγισεν ἔνθα παρενέβαλε τὸ πολέμιον, τοῦ μὲν Ἀσὰν τὸ πλεῖστον καὶ κράτιστον στράτευμα ἐς ἐνέδρας καὶ λόχους διαμερίζεται, ὁ δ᾽ Ἰσαάκιος μὴ τὸ στρατήγημα τοῦτο καὶ τὸν δόλον ὅλως κατανοήσας, ὡς ἡττήσων καὶ τροπωσόμενος βακχευτικῷ ἐπῆλθεν ὁρμήματι· διὸ καὶ τῶν ἐν τοῖς λόχοις ἐπιθεμένων, ὡς ἐν μέσαις συσχεθεὶς ἄρκυσι πολλοὺς μὲν ἀπέβαλε τῶν ἰδίων, τέλος δὲ καὶ αὐτὸς ἑάλω ζωγρίας ὑπὸ Σκυθῶν.

Ἐκ δὲ τούτου συμβέβηκεν ὡς ἐν κτήνεσι λέοντα πρός τε τὰς ἐπελεύσεις ἀδεεστάτως καὶ τὰς προνομὰς τὸν βάρβαρον ἐφορμᾶν, οἷα μηδενὸς ἀντεξιόντος ἔτι ἐκ τῶν Ῥωμαίων, ἀλλὰ πάντων ἀποδειλιασάντων καὶ τῇ πόλει ταῖς Σέρραις μετ᾽ ἀνέτων ἡνιῶν εἰσερρυηκότων, ὅσοι τέως μὴ ξίφους ὤφθησαν πάρεργον ἐν τῇ συμβολῇ.

Ὁ δὲ συνειληφὼς τὸν σεβαστοκράτορα Σκύθης παντοίως αὐτὸν περιέκρυπτεν, ὡς εἴη ἀφώρατος τῷ Ἀσάν, ὑποσαινόμενος ἐλπίσι μή τινων ἐνδεεστέραις, ὡς εἰ τοὺς Βλάχους διελθὼν ἐς τὰ οἰκεῖα ἤθη τοῦτον ἀπενέγκαι, πλεῖστα ἂν αὐτῷ κατάθοιτο λύτρα ὁ βασιλεύς. τῆς δὲ φήμης κατειπούσης συλληφθῆναι τὸν στρατηλάτην, ἐπιμελοῦς γεγενημένης ἐρεύνης, δῆλος γίνεται καὶ τῷ Ἀσὰν ἐμφανίζεται.

Καὶ τῇδε μὲν ἀπέβη καὶ ταῦτα. τὶς δὲ τῶν δορυαλώτων ἱερέων, εἰς τὸν Αἷμον αἰχμάλωτος ἀπαγόμενος, δεῖται τοῦ Ἀσὰν λυθῆναι, δι᾽ ὁμοφωνίας ὡς ἴδρις τῆς τῶν Βλάχων διαλέκτου εἰς ἔλεον αὐτὸν ἐκκαλούμενος. ὁ δ᾽ ἀνανεύσας ἔφατο μηδέ ποτε προθέσθαι Ῥωμαίους λύειν, ἀλλ᾽ ἀπολλύειν· τοῦτο γὰρ καὶ θεὸν βούλεσθαι καὶ πάλαι σώζειν αὐτόν. πρὸς ὃ τὸν θύτην λέγεται ἀνθυπενεγκεῖν, βύθιον στενάξαντα καὶ τέγξαντα δακρύοις τὰ ὄμματα, μηδ᾽ αὐτῷ ὑπολιπέσθαι οἰκτίρμονα ἀνθ᾽ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος μετὰ πένητος ἀνδρὸς διὰ ἱερωσύνης θεῷ πλησιάζοντος, ἐγγὺς δέ οἱ παρεστάναι καὶ τὸ τῆς ζωῆς τέρμα, καὶ τοῦτο μὴ ὡς ἐν μαλακῷ ὕπνῳ τῷ φυσικῷ μόρῳ ἐπελευσόμενον, ἀλλ᾽ ὡς εἴωθε τὰ πλεῖστα ἐπιέναι τοῖς σφάττειν ἐν μαχαίρᾳ προτιθεμένοις. καὶ οὐ διέπεσε τοῦ θυηπόλου τὸ πρόρρημα· μικρῷ γὰρ ὕστερον εἰς τὴν Μυσίαν ἐπανεικὼς παρά τινος τῶν οἰκείων διαχειρίζεται.

Ἦν δὲ οὗτος ὁ τρόπος τῆς αὐτοῦ ἀναιρέσεως. ἀνήρ τις ὁμοφυὴς αὐτῷ καὶ ὁμότροπος καὶ ᾧ πάνυ προσέβλεπεν ἥμερον (Ἰβαγκὸς ὄνομα τῷδε) τῇ τῆς γυναικὸς αὐτοῦ κασιγνήτῳ λάθρᾳ συνήρχετο. πυθόμενος οὖν τὰ τῆς μίξεως ἐκεῖνος τὰ μὲν πρῶτα εἰς εὐθύνας ἦγε τὴν ὁμευνέτιν καὶ θανάτου ἐτίμα τὴν ἐπὶ τοῖς δρωμένοις παρασιώπησιν· ὡς δ᾽ ἄλλοις τε αὐτὸν ἡ γυνὴ λόγοις τοῦ φονίου κατηύναζε βλέμματος καὶ ὁρμήματος, ἀλλὰ δὴ καὶ τῷ προσεπαγαγεῖν ὕστερον ὡς εἰκαίως χολᾷ κατ᾽ αὐτῆς, ἀκριβῶς γὰρ κἀκεῖνον τὰ περὶ τὴν μῖξιν ταυτηνὶ συνειδέναι, τὸν κατὰ τῆς ὁμολέκτρου χόλον εἰς Ἰβαγκὸν μετατίθησι, καὶ δὴ μεταπέμπεται τὸν ἄνδρα τῶν νυκτῶν ἀωρί, μηδέν τι καθυφεὶς τῆς ὁρμῆς. ὁ δὲ τὸ τῆς χρείας ἔξωρον οὐκ ἀναίτιον καὶ ἀνεύθυνον οἰηθεὶς ἐς τὴν αὔριον τὴν ἄφιξιν ὑπερτίθεται. ἐκείνου δ᾽ αὖ πάλιν ἐγκειμένου καὶ μὴ φέρειν ἔχοντος τὴν ῥᾳστώνην ὡς παρόρασιν, κοινοῦται τοῖς καθ᾽ αἷμα καὶ φίλοις τὸ ποιητέον ὁ Ἰβαγκός, εἰς νοῦν ὀψέ ποτε βαλὼν τὸ τῆς ἀφίξεως αἴτιον.

οἱ δ᾽ ὑποτιθέασι τούτῳ τὴν προτενῆ περιζώσασθαι μάχαιραν, καὶ ταύτην τῷ ἱματίῳ ἐνθάψαντα εἰσελθεῖν, καὶ τοῦ μὲν Ἀσὰν ἠρεμαίως ἐπιπλήττοντος καὶ τὸ τοῦ θυμοῦ κατ᾽ αὐτοῦ βράττον ὕβρεσι συμμετροῦντος καὶ τοῖς λοιποῖς ἑτέροις, ἃ μὴ λυμαίνεται τὸ σῶμα, τὴν κόλασιν ἀφορίζοντος, φέρειν γενναίως καὶ τὴν ἐφ᾽ οἷς ἑάλω παραλύπησιν συγγνώμην αἰτεῖν, εἰ δ᾽ ἐκεῖνος διφῴη τὸ ξίφος, τηνικαῦτα κἀκεῖνον ἀνδρίζεσθαι καὶ σπεύδειν ὥστε φθάσειν ὃ μελλήσας αὐτίκα πείσεται καὶ πάσας καιρίας ἐπάγειν καὶ καταγούσας ἐς ᾅδου τὸν ἀναιδῆ καὶ φιλαίματον. ὃ καὶ εἶχεν ὅδε διαπραξάμενος· μηδὲν γὰρ ἐπ᾽ αὐτῷ διανοουμένου μέτριον τοῦ βαρβάρου, ἀλλὰ καὶ πρὸς τὴν πρώτην εὐθὺς θέαν ἐκθηριωθέντος καὶ τὸν σφαγέα ζητοῦντος κνώδοντα, κατὰ τοῦ βουβῶνος οὗτος φθάσας ἐκεῖνον πλήττει καὶ ἀναιρεῖ. καὶ διαδρὰς παραχρῆμα πρόσεισι τοῖς τοῦ ἔργου συνίστορσι καὶ μηνύσας τὸ γεγονὸς ἔγνω αὐτοῖς ἅμα πρὸς ἀποστασίαν ἰδεῖν· μηδὲ γὰρ ἠρεμήσειν τοὺς τοῦ πεσόντος ὁμαίμονας καὶ ὅσον αὐτῷ πρὸς γένους καὶ φίλιον.

κἂν μὲν προχωροίη τὰ κατὰ σκοπὸν καὶ χεῖρας ἐκείνοις, καὶ Μυσίας ἄρξειν αὐτῆς τοῦ Ἀσὰν δικαιότερόν τε καὶ ἐννομώτερον καὶ μὴ τῷ ξίφει τὰ πάντα ὡς ὁ πεσὼν διοικεῖν, καὶ ὅπερ ἂν ὑποβάλλῃ θυμός, τοῦτο καὶ διαπράττεσθαι· εἰ δ᾽ ἄλλως αὐτοῖς μεταρριφείη τὰ διαβούλια, μήτε μὴν ὅλως προβαίνουσι τὰ κατ᾽ ἔφεσιν, πρὸς ἄλλον μετασκευάσασθαι πλοῦν, τοῖς τὰ Ῥωμαίων πράγματα κυβερνῶσι τὰ κατ᾽ αὐτοὺς ἐπιτρέψαντες.

Ἔτι τοίνυν οὔσης νυκτὸς οὐ μόνον τὴν σκέψιν ταύτην ἐκράτυναν, ἀλλὰ καὶ πολλοὺς παρώξυναν τῶν βουλευμάτων αὐτοῖς συλλαβέσθαι. ὅθεν κρατήσαντες τοῦ Τερνόβου (ὁ δέ ἐστιν ἡ ἐρυμνοτάτη ἅμα καὶ προφερεστάτη τῶν κατὰ τὸν Αἷμον ἁπασῶν πόλεων, τείχεσί τε ἰσχυροῖς περιβεβλημένη καὶ ῥεύματι ποταμίῳ διειλημμένη καὶ ὄρους ἀκρωνυχίᾳ πεπολισμένη) τοῖς περὶ τὸν Πέτρον ἀντέστησαν. ἡ γὰρ φήμη ἅμα ἕῳ οὐκ ἐπ᾽ ἄκρων μόνον τῶν τοῦ Τερνόβου τειχέων ἀλλὰ κἀν τοῖς ἔξω καὶ πόρρωθεν τὸν τοῦ Ἀσὰν περιεσάλπιζε θάνατον. ὡς δ᾽ οὔθ᾽ ὁ Πέτρος ῥᾳδίαν εὕρισκε τὴν Ἰβαγκοῦ καταστροφήν, οὔθ᾽ οὗτος ἀποκρούσασθαι Πέτρον ἠδύνατο, ὁ μὲν χρονοτριβεῖν ἐπεβάλετο καὶ μίαν ταύτην ᾤετο προσδοκίαν καταπαλαίσουσαν τὸν ἀντίπαλον Ἰβαγκόν, ὁ δὲ τῷ τῶν Ῥωμαίων προσρυῆναι βασιλεῖ δεῖν ἔγνωκε καὶ διὰ τῆς ἐκεῖθεν συνάρσεως περιγενέσθαι τῶν διαφόρων. ἐλέγετο δὲ καὶ ὑποθήκαις Ἰσαακίου τοῦ σεβαστοκράτορος ἀναιρεθῆναι πρὸς Ἰβαγκοῦ τὸν Ἀσάν, ἄλλαις τε πλείσταις ὑποσχέσεσι πρὸς τοῦτο ἐπιρρωσθέντος, καὶ προσέτι γε μὴν πτερωθέντος τῷ κατ᾽ ἐπιγαμίαν συναρμόσαι οἱ καθυποσχέσθαι τὴν οἰκείαν θυγατέρα τὴν Θεοδώραν.

Πλὴν ὁ μὲν ἐναφῆκε τοῖς δεσμοῖς τὴν ψυχήν, καὶ μηδέπω τοῦ φόνου κατεργασθέντος. ὁ δ᾽ Ἰβαγκὸς δηλώσας βασιλεῖ τὸ γενόμενον στεῖλαί τινα μετὰ στρατιᾶς διηρέθιζε τὸν παραληψόμενόν τε τὸν Τέρνοβον καὶ σὺν αὐτῷ περὶ τῆς ὅλης Μυσίας ἀγωνισόμενον. καὶ τάχ᾽ ἂν τετέλεστό τι τοῖς Ῥωμαίοις σωτήριον, εἰ βασιλεὺς αὐτίκα προθύμως πρὸς τὴν ἀγγελίαν ταύτην πραξικοπεῖν ἐπεβάλετο, ἐπειδήπερ καὶ εἰ Τέρνοβον εἷλεν, εἶχεν ἂν εὐμαρῶς καὶ ἀπόνως Μυσίαν ἅπασαν. νῦν δὲ ὁ μὲν βλακευσάμενος ἐνέφυ τοῖς ἀρχείοις καὶ πάλιν κατὰ τὸν εἰς τὸ κέλυφος βυόμενον σκώληκα, στέλλει δὲ τὸν πρωτοστράτορα Μανουὴλ τὸν Καμύτζην, ἀνειπὼν στρατηγόν. ὁ δ᾽ ἀπάρας ἐκ τῆς Φιλίππου μετὰ τῶν ἑπομένων ἐκείνῳ δυνάμεων καὶ τῶν ὅρων τῆς Μυσίας ἄκροις ποσὶν ἐφαψάμενος παλίσσυτος γίνεται παρὰ δόξαν· τὸ γὰρ στράτευμα ἐπαναστὰν “πῇ ἄγεις ἡμᾶς;„ ἔλεγον “ἢ τίσι συμπλακήσεσθαι μέλλομεν; οὐχὶ πολλάκις τὰς ὀρειαίας ταύτας ὁδοὺς διήλθομεν καὶ μὴ μόνον οὐδέν τι κατωρθώκειμεν βέλτιον, ἀλλὰ καὶ μικροῦ προσαπολώλειμεν ἅπαντες; ἀνάστρεφε τοίνυν, ἀνάστρεφε, καὶ ἡγοῦ τῆς ἐπὶ τὰ σφέτερα„. ἐπὶ δὴ τούτοις καὶ δείμασιν ἀλόγοις ἐκταραχθέντες, ὥσπερ κατὰ νώτου τινῶν ἐγκειμένων καὶ παντοίοις ὅπλοις βαλλόντων, ἀκόσμως ᾤχοντο.

Καὶ αὖθις οὖν ἡ πρᾶξις αὕτη μετὰ στρατιᾶς ἐπεκέκριτο μείζονος. ἐνίκα δ᾽ ἐσαεὶ τὰ χερείονα, μηδενὸς ἐς χεῖρας ἐλθεῖν καὶ συμμῖξαι τοῖς βαρβάροις ἐν τῷ ἐπαρήγειν Ἰβαγκῷ δοκιμάζοντος. ἀπειρηκὼς τοίνυν οὗτος καὶ τοῖς κατὰ τὸν Τέρνοβον δυσχρηστούμενος πράγμασιν, οἷα τῶν περὶ τὸν Πέτρον κρατυνομένων ἀεὶ καὶ στρατιᾶς προσθήκαις ἐπαυξομένων, ἔξεισιν ἐκεῖθεν λαθραίως καὶ πρόσεισι βασιλεῖ, καὶ μετῆλθεν οὕτω καθαρῶς πρὸς τὸν Πέτρον πάλιν ἡ ἀρχηγία Μυσῶν.

Πλὴν οὐδ᾽ οὗτος θανάτῳ φυσικῷ ἐπαπῆλθεν, ἀλλὰ μικρῷ ὕστερον παρά του τῶν ὁμογενῶν ξίφει διελαθεὶς κατέστρεψεν οἰκτρῶς τὴν ζωήν, ἡ δὲ ἡγεμονία τῶν Βλάχων βλέπει πρὸς Ἰωάννην, τὸν τρίτον τῶν ἀδελφῶν. τότε δ᾽ οὖν ὁ Πέτρος, συλλήπτορα τῶν πόνων καὶ μερίτην τῆς δυναστείας Ἰωάννην προσελόμενος τὸν ὁμαίμονα (ὃς ἐφ᾽ ἱκανὸν ὡμήρευσεν ἐν Ῥωμαίοις, ἡνίκα εἶχε βασιλεὺς Ἰσαάκιος δισσεύσας κατὰ Μυσῶν, ἀποδρὰς δὲ πρὸς τὰ οἴκοι πάλιν ἀφίκετο) οὐκ ἐξ ἀντιθέτου τῷ τεθνεῶτι Ἀσὰν τὰ Ῥωμαίων ἔκειρε προνομεύων· ἡ γὰρ φύσις καὶ τούτῳ οὐδέν τι πρὸς τὰ ἡμέτερα διεβράβευσε μέτριον. ὑπήντα δὲ τῷ Πέτρῳ τῶν ἐξ ἡμῶν οὐδείς, οὐδ᾽ ἠδύνατο, ἀλλὰ τοσούτων καὶ τηλίκων πολέμων τοῖς ἐναντίοις κατωρθωμένων ἐπὶ πλείστοις ἐνιαυτοῖς καὶ τοῦ κακοῦ τοῦδε τὰ Ῥωμαίων ἐσαεὶ διακυμαίνοντος πράγματα, οὐδέποτε βραχεῖα νίκη Ῥωμαίοις διαγεγελάκει, οὔτε τι παρυφέστη τροπαιουχήματος ἴνδαλμα.

Τὴν δ᾽ ἐκ θεοῦ παρόρασιν ταύτην καὶ τελείαν μικροῦ ἐγκατάλειψιν οὐδεὶς τῶν ὑψιθρόνων ἀρχιερέων καὶ τὰς πρώτας καρπουμένων τιμὰς ἢ τῶν τὴν ἐρέαν τῆς κεφαλῆς μέχρι καὶ ῥινὸς διαχαλώντων βαθυπωγώνων μοναστῶν ἐν νῷ βαλλόμενος ἦν ἢ διδάσκων πρὸς ταύτην ἀντιπράττειν ὁποσονοῦν ἢ ἐν τῷ παρρησιάζεσθαι βασιλέως ἐνώπιον Ῥωμαίοις διαμηχανώμενος τὰ σωτήρια· ἀλλ᾽ ὡς εἰ πάντες ἐξέκλινάν τε ἅμα καὶ ἠχρειώθησαν, ἀνεπαισθήτως εἶχον τῶν γινομένων καὶ οἷον ἀντέβαινον ταῖς ἐκ θεοῦ μαστιγώσεσιν. Ἕλληνες δὲ τὴν αἰτίαν ἐξήτησαν τοῦ λοιμοῦ καὶ τοῦ μάντεως πυθόμενοι Κάλχαντος οὐκ ἀφῆκαν τὸ κακὸν ἀθεράπευτον, παρ᾽ οὐδὲν θέμενοι, εἰ βαρυμηνιᾶν ἔμελλεν Ἀγαμέμνων ὁ πρώτιστος καὶ κράτιστος τοῦ στρατεύματος.

Ὅ γε μὴν Ἰβαγκὸς τῷ βασιλεῖ προσρυεὶς ἀσμένως προσδέδεκτο· καὶ γέγονεν ἐς οὐκ ὀλίγα Ῥωμαίοις χρήσιμος, εὐμήκης ὢν τὴν ἡλικίαν καὶ ἀγχίνους μάλιστα καὶ τὴν ῥώμην ἀκμαῖος τοῦ σώματος, τὸν δέ γε ἄνδρα τῶν αἱμάτων τῷ τοῦ ἤθους ἀκροχόλῳ καὶ τῷ τῆς γνώμης ἀποκρότῳ σαφῶς διεχάραττε, Ῥωμαίοις μὲν συναυλιζόμενος, μεταρρυθμιζόμενος δὲ μηδαμῶς πρὸς τὸ τοῦ φρονήματος ὁμαλὸν καὶ εὐένδοτον. ὁ μέντοι κρατῶν οὐκ ἀνάξιον κρίνας τὸν ἄνδρα τῶν ἐς αὐτὸν γενομένων γαμικῶν ἐγγυήσεων τὴν μὲν παστάδα ἐς τὸν νόμιμον καιρὸν ἀνεβάλετο (ἔτι γὰρ ἐψέλλιζεν ἡ νύμφη τὰ παιδικά), αὐτὸν δὲ τοῖς μέγα δυναμένοις συγγενέσιν ἐνέγραφεν, οὐδενὸς τῶν εἰς θεραπείαν ἀρχικὴν καὶ πλοῦτον βαθὺν παρεικὼς στέρεσθαι. ὁ δὲ πρὸς τὸ τῆς κατηγγυημένης αὐτῷ θυγατρόπαιδος τοῦ βασιλέως ἀτελὲς ὁρῶν, καὶ τῇ τοῦ κάλλους ῥοδωνιᾷ τῇ τῆς τεκούσης αὐτὴν Ἄννης ἐν χηρείᾳ ἔτι οὔσης περιέργως ἐνατενίζων, καὶ γάμους φανταζόμενος μείζονας, “τί μοι καὶ τῷ ἐν γάλαξιν„ ἔφασκεν “ἀρνειῷ ἀμνάδος πρὸς ὀχείαν καὶ αἰγὸς τελείας ἐπιδεομένῳ;„ τὰ πλεῖστα μὲν οὖν ὁ ἀνὴρ οὗτος τοῖς περὶ τὴν Φιλίππου ἐνεπόνει μέρεσι καὶ ἦν ἀγαπητὸν Ῥωμαίοις ἀντίφραγμα τῶν ἐκ τοῦ γένους ἐκείνῳ μετὰ Σκυθῶν συνάρσεως ἐξιόντων καὶ κειρόντων τὸ προσπεσόν, ἐνίοτε δὲ καὶ βασιλεῖ συστρατεύων διαφερόντως ἐδόκει δραστήριος.

τίς δ᾽ ἂν καὶ ἀριθμεῖν δύναιτο ὅσαι καὶ ὅτε τοῦ ἔτους Σκυθῶν καὶ Βλάχων ἐγίνοντο ἔφοδοι καὶ οἷα ἔργα ἔδρων ἀνόσια; μαρτυροῦσιν ἐκ τοῦ δήπου τὰ πεπραγμένα ἡ τῶν πρὸς Αἷμον χωρῶν ἐρημία, Μακεδονίας τε καὶ Θρᾴκης οἱ ληϊσμοὶ στηλῶν καὶ κύρβεων ἀκριβέστερον καὶ ξυμπάσης ἱστορίας τρανότερον.

Οὐ μόνον δὲ τὰ κατὰ τοὺς πρὸς ἄνεμον βορρᾶν ἐκπολεμωθέντας ἡμῖν βαρβάρους ἦν ἀεί πως ἐπικρατέστερά τε καὶ δυσαντίβλεπτα, ἀλλὰ καὶ καθ᾽ ἕω τὰ Ῥωμαίων Πέρσαις ἐξέκειντο πρὸς ἀφάντωσιν. μὴ γὰρ τῷ Πέρσῃ σπεισάμενος, ὃς Ἀγκύρας ἦρχε τῆς Γαλατικῆς, ἀλλὰ πῇ μὲν τὴν μετ᾽ αὐτοῦ φιλίαν παρ᾽ οὐδὲν τιθέμενος ὡς λυμαίνεσθαι Ῥωμαίους οὐκ ἔχοντος, πῇ δὲ περὶ τὴν δόσιν τῶν χρημάτων, ὧν ὑπὲρ εἰρήνης ᾔτει, σμικρολογούμενος, διετέλεσεν ἐς χρόνον ἕνα καὶ μῆνας ἓξ ἐκείνῳ διαφερόμενος. ἀμέλει τοι διὰ ταῦτα ὅ τε Κίλιξ Ἀλέξιος ὅσα εἴπομεν διεπράξατο παρὰ τοῦ τῆς Ἀγκύρας δυνάστου ἐνισχυόμενος, ἥ τε πόλις Δάδιβρα ἑάλω καὶ Πέρσαις ὑπέκυψεν.

Ἄρας γὰρ μεθ᾽ ἁπάσης ὁ Πέρσης αὐτοῦ τῆς δυνάμεως καὶ περὶ ταυτηνὶ τὴν πόλιν βαλὼν στρατόπεδον ἐπέμενε πολιορκῶν. τριβομένου δὲ τοῦ καιροῦ καὶ μὴ ἂν ἄλλως λῦσαι τὴν πολιορκίαν τοῦ βαρβάρου διομνυμένου, εἰ μὴ παραστήσαιτο Δάδιβραν, εἰς μῆνας μὲν ἡ πολιόρκησις παρετάθη τέσσαρας, ἐπικουρία δ᾽ ἦν οὐδαμοῦ τοῖς Δαδιβρηνοῖς ἐπεισιοῦσα ἐκ τῶν ἐκτός· ὅ τε γὰρ βασιλεὺς εἰ καὶ πέμπων ἐνῆγεν αὐτοὺς ἀντέχειν γενναίως καὶ συμμαχήσειν κατεπηγγέλλετο, ἔμελλεν ἀεί πως καὶ ἀνεδύετο, καὶ οἱ πρόσοροι Παφλαγόνες ἀγχοῦ που προσιέναι καὶ ἐπαμῦναι οὐδαμῶς ἀπεθάρρησαν. ἀτὰρ οἱ πολιορκούμενοι πρὸς πᾶσαν ἀπεγνώκεισαν ἀρωγὴν καὶ δῆλοι ἦσαν λιμῷ πιεζόμενοι καὶ ταῖς πετροβόλοις μηχαναῖς ἀνήκεστα πάσχοντες· τοὺς γὰρ λίθους ἐκ τῶν ἔξωθεν γηλόφων κατὰ τὸ μέσον ἀφιεῖσαι τῆς πόλεως τὰς οἰκίας κατήρειπον τίτανά τε διακοντίζουσαι καὶ πᾶν ἕτερον ἀνθρώποις ἐπίβουλον ἀκροβολίζουσαι τὰ δοχεῖα τῶν ὑδάτων ἠφάνιζον καὶ τὰ ποτὰ ἠχρείουν ἑστῶτα ὄντα καὶ μὴ πλανώμενα.

Μετ᾽ οὐ πολὺν δέ τινα χρόνον βασιλικῆς ἐπικουρίας ἀφιγμένης καὶ κατὰ τὸν Βάβαν τὸ ὄρος αὐλισαμένης, ἧς ἦρχον μείρακες τρεῖς (ὁ Βρανᾶς οὗτοι Θεόδωρος, ὁ Κατακαλὼν Ἀνδρόνικος καὶ ὁ Καζάνης Θεόδωρος), ὡς ᾔσθοντο οἱ Πέρσαι, λόχους ὑποκαθίζουσι, καὶ μήπω παρανατειλάσης ἡμέρας ἐπιθέμενοι καὶ φεύγουσι κατόπιν ἐπικείμενοι οὓς μὲν ἔκτειναν, οὓς δὲ συνειλήφασι ζῶντας, μεθ᾽ ὧν καὶ τοὺς δύο στρατηγούς. καὶ τούτους περιηγκωνισμένους τὰς χεῖρας κύκλῳ περιάγων ὁ Πέρσης ἐδείκνυ τοῖς ἐπὶ τῶν τειχῶν καὶ παρῄνει, ἕως ἡ πόλις τοῖς πολεμίοις ἀβάπτιστος κύμασι, τὴν ἐκείνης ἐγχειρίσειν αὐτῷ οἰάκισιν· μηδὲ γὰρ ἐκ τοῦδε σώζειν ἔχουσαν ἐλπίδα σφίσιν ὑπολελεῖφθαι, μηδ᾽ ἂν αὐτὸν ἐκεῖθεν μεταναστεῦσαί ποτε, εἰ μὴ ἐγκρατὴς τῆς πόλεως γένοιτο.

Τοιούτοις οὖν οἱ Δαδιβρηνοὶ θεάμασι καὶ ἀκούσμασι κατακλασθέντες τὸ πρόθυμον τρέπονται πρὸς συμβάσεις ἀσυμφόρους μέν, ὁποίας δ᾽ ἐπέταττεν ὁ καιρὸς ἀκμαῖος ἐφεστὼς καὶ τομός, κατανεύουσί τε τὴν μὲν πόλιν ἐκλιπεῖν πανσυδί, βαδίσαι δ᾽ ἕκαστον κακῶν ἀπαθῆ μετὰ τῶν φιλτάτων σφίσι καὶ τῶν κτήσεων ἣν ἂν αἱροῖντο στείλασθαι, ἐπεὶ μηδ᾽ εὕρισκον τὸν βάρβαρον μένειν αὐτοὺς κατὰ χώραν ἐῶντα καὶ φόρους αὐτῷ κατατίθεσθαι ὁπωσοῦν συντιθέμενον. ταῦτ᾽ ἄρα καὶ ὅρκων γεγενημένων, ὁ μὲν Πέρσης εἶχε τὴν πόλιν καὶ τοῖς ἐκ τοῦ γένους δίδωσιν αὐτὴν εἰς ἐνοίκησιν, αὐτοὶ δὲ μεταναστάντες ἐκεῖθεν καθ᾽ ἑτέρας χώρας καὶ πόλεις διεσπάρησαν· πολλοὶ δὲ τῆς πατρίδος ἄγχιστα πηξάμενοι μόσυνα, οὕτω δοκοῦν τῷ Πέρσῃ, προσέμειναν δούλειον ὑποδύντες ζυγόν, οἷς ἡ τῆς ἐνεγκαμένης γλυκύτης τῇ μνήμῃ προσίζανεν ἀναπόνιπτος. καὶ τοιοῦτον μὲν τῇ πόλει Δαδίβρῃ τέλος ἀπήντησεν. ὁ δὲ βασιλεὺς μετὰ βραχὺ τῷ Πέρσῃ σπεισάμενος ἀπέδωκεν ἀσπασίως ὅσα πρὸ τοῦ ἁλῶναι Δάδιβραν ἀπῃτεῖτο χρήματα, ὡς ἐξ ὀμμάτων οὖσαν τὴν τῆτες αἰσχύνην ταχέως οὕτως ἀποτριψάμενος.

Ἀλλ᾽ οὔπω ἡ Ῥωμαίων ἀρχὴ τὴν ἅλμην ταύτην ἀπέπτυσεν ἀνένευσέ τε καθαρῶς καὶ ἀνέπνευσε, καὶ δεινοτέρων ἀγγέλμασιν ἀκουσμάτων βάλλεται ἄλλων καὶ τῶν ἐνεστώτων ἦσαν τὰ προσδοκώμενα δυσαχθέστερα, εἴ γε τὰ μὲν ὑπέσαινον ἐλευθερίας ἐγκαταλείμμασιν ἀπὸ μέρους ἀλγύνοντα, τὰ δ᾽ ἐκ τῶν ἑσπερίων ἐθνῶν βάλλοντα δουλείαν παρεῖχον φαντάζεσθαι παγγενεὶ προβησομένην καὶ δυσαπάλλακτον.

Ὁ γὰρ δὴ τότε κρατῶν τῶν Ἀλαμανῶν Ἀμερρίγος, ὁ τοῦ Φρεδερίχου υἱός, ὃς ἐν τῇ κατὰ Παλαιστίνην ἀνόδῳ τὰ ὕστατα νίπτρα λέλουται ποταμίῳ ἐναποψύξας ῥεύματι, καθὼς ἐν τοῖς κατὰ τὸν βασιλέα Ἰσαάκιον τὸν Ἄγγελον λόγοις ἱστόρηται, τὴν πατρῴαν εἰληφὼς βασιλείαν Σικελίαν τε παραστησάμενος καὶ Ἰταλίαν ὑπαγαγόμενος ἐπὶ τῷδε καὶ Ῥωμαίοις αὐτοῖς ἐπεφύετο, πραγμάτων νεωτέρων ἄτοπος ὢν ἐραστὴς καὶ ῥέκτης κακῶν δυσαπάλλακτος. οὐκ ἀνέδην δὲ καὶ αὐτίκα Ῥωμαίοις ἦν ἐφεδρεύων, τὸ τῆς ἐγχειρήσεως ἐργῶδες ὑποβλεπόμενος καὶ ἔτι ἔχων τοῖς ὀφθαλμοῖς προκείμενα ὁπόσα Ῥωμαῖοι κατὰ Σικελῶν ἠνδρίσαντο ἐς τὴν ἡμετέραν πρώην παρεμβαλόντων, καὶ παρὰ τοῦ πάπα δὲ τῆς πρεσβυτέρας Ῥώμης οὐκ ἔλαττον ἀνασειραζόμενος τῆς προθέσεως.

Πέμψας οὖν πρέσβεις πρὸς τὸν αὐτοκράτορα Ἰσαάκιον (οὐ γάρ πω τῆς ἀρχῆς ἐξωστράκιστο) αἰτίας συνεῖρεν ἀναιτίου δήπουθεν διαστάσεως· ἑαυτῷ γὰρ ἀπεμέριζε καὶ προσῳκείου, ὡς ἤδη Σικελίας ἐξουσιάζοντι, τὰς ἐξ αὐτῆς Ἐπιδάμνου μέχρι τῆς μεγαλωνύμου πόλεως Θεσσαλονίκης Ῥωμαϊκὰς ἁπαξαπάσας χώρας, ὡς νόμῳ ὑποκυψάσας πολέμου τῷ τῶν Σικελῶν πρὸ τρίτης στρατεύματι· τὴν γὰρ ἧτταν τούτων καὶ κατατρόπωσιν κατ᾽ ἀπάτην ἔλεγε Ῥωμαίων προσυπαντῆσαι, οὐχ ἥκιστα πάντων λογοποιὸς ἐν τοῖς ἁνδάνουσιν εὑρισκόμενος. ἐλογίστευε δὲ καὶ λύπας τὰς τοῦ πατρὸς καὶ σταθμίοις οὐ δικαίοις αὐτὰς ἐταλάντευεν, οὐ τὰς προσφάτους μόνον, ἀλλὰ καὶ ὅσαις ἐκεῖνος ἐκ πολλοῦ προσεπάλαισε τῆς παλαιτέρας Ῥώμης ἐκδιιστάμενος ταῖς τοῦ βασιλέως Μανουὴλ ἀγχινοίαις καὶ Ἰταλίας ὡσαύτως ἐκσφενδονούμενος. καὶ ταῦτα δὴ τὰ πρὸ Εὐκλείδου ἀνυποστόλως ἀνακινῶν ἤθελε Ῥωμαίους χρήμασι μεγίστοις πρίασθαι τὴν εἰρήνην ἢ πολεμησείοντα τοῦτον ἐκ τοῦ αὐτίκα μάλα καθυπεκδέχεσθαι. προσαπῄτει δέ, ὡς εἰ κυρίων κύριος καθειστήκει καὶ βασιλεὺς ἀναδέδεικται βασιλέων, συνάρασθαι τοῖς κατὰ Παλαιστίνην ὁμογενέσιν ἐκείνῳ δι᾽ ἀποστολῆς ναυμαχικῆς στρατιᾶς. ἀντεπιστείλαντος δὲ πρὸς ταῦτα τοῦ βασιλέως καὶ ἄνδρα τῶν οὐκ ἀσήμων πρεσβευτὴν στείλαντος, πρέσβεις ἐκεῖθεν ἀφίκοντο, ὧν ἅτερος βαρὺς ἦν τὴν ὀφρὺν καὶ περιττὸς τῷ παιδοκομῆσαι τὸν ῥῆγα.

ἦν δὲ καὶ τὰ δι᾽ αὐτῶν πρεσβευόμενα χρημάτων ἀποδόσεις πολυταλάντων ἀλαζονεῖαί τε καὶ κόμποι καὶ αὐχημάτων ἐγχωρίων κατάλογοι, δι᾽ ὧν καταπολιτεύονται οἱ ἀκούοντες.

Βασιλεὺς τοίνυν (ἦρχε δὲ ὁ νῦν ἱστορούμενος) μὴ ἔχων ἀπράκτους ἀποπέμψαι τοὺς πρέσβεις, κατένευσε χρημάτων τὴν εἰρήνην ἀλλάξασθαι, πρᾶγμα μήπω ἐς τόδε καιροῦ γεγονός. ὑπεξᾶραι δὲ τὴν βασιλείαν Ῥωμαίων ὡς πλουσίαν ὁ βασιλεὺς Ἀλέξιος προθέμενος ἐς οὐδὲν ἔργον τῷ καιρῷ συνᾷδον καθυπενήνεκται, ἀλλὰ καὶ λίαν παρακεκινημένον τοῦ σεμνοῦ τε καὶ εὐπρεποῦς καὶ ῥυὲν μικροῦ πρὸς Ῥωμαίων κατάγελων. τῆς γὰρ γενεθλίου ἐπιστάσης ἡμέρας Χριστοῦ, αὐτός τε τὴν διάλιθον βασίλειον στολὴν ἠμφιάσατο καὶ τοῖς λοιποῖς πᾶσιν ἐπετετάχει τὰς χρυσοϋφεῖς περιθέσθαι καὶ πλατυσήμους ἐσθῆτας. οἱ δ᾽ Ἀλαμανοὶ τοσοῦτον ἀπεῖχον ἔκθαμβοι τοῖς ὁρωμένοις τούτοις φανῆναι, ὥστε καὶ ἀνέθαλπον μᾶλλον τὸν ἔρωτα, ὃν ὑπέτυφον ταῖς λαμπρειμονίαις τῶν Ῥωμαίων ἐναυόμενον, καὶ ηὔχοντο τάχιον κρατῆσαι Γραικῶν ὡς ἀγεννῶν τὰ ἐς πόλεμον καὶ περισπουδαζόντων τὰς ἀνδραποδώδεις χλιδάς. πρὸς δὲ τοὺς συνεστῶτάς σφισι Ῥωμαίους καὶ ἐνάγοντας ἐς τὴν τῶν λίθων ἄνθην ἀφορᾶν, οἷς ὁ βασιλεὺς ὡς λειμὼν ἐνηγλάϊστο, καὶ χειμῶνος μέσου χάριτας ἐαρινὰς δρέπεσθαι καὶ τὸν ὀφθαλμὸν ἑστιᾶν, “οὐ χρείαν„ ἔφασκον “Ἀλαμανοὶ τοιούτων ἔχουσι θεαμάτων, οὔτε μὴν ἐπιτηδείων γυναιξὶν ἐμπορπημάτων καὶ στολισμάτων φιλοῦσι θειασταὶ καθεστάναι, αἷς ἡ κονία καὶ κρήδεμνα καὶ ἐνώτια παμφανόωντα καὶ τὸ ἀρέσαι τοῖς ἀνδράσι διαφερόντως ἀσπάζεται„.

ἀλλὰ καὶ Ῥωμαίους μορμολύττοντες “νῦν ἱκάνει καιρὸς„ ἔλεγον “μεθαρμοσθῆναι τῶν γυναικωδῶν ἐμπορπήσεων καὶ σιδήρῳ περισταλῆναι ἀντὶ χρυσοῦ„. εἰ μὴ γὰρ τὰ τῆς πρεσβείας λήψονται πέρας καὶ πρὸς τὸ τοῦ κυρίου σφῶν καὶ βασιλέως συμβαῖεν Ῥωμαῖοι βούλημα, ἀνάγκη τις ἑστάναι πάντως διὰ μάχης ἀνθρώποις χωρεῖν, οἵτινες οὐ λίθοις ὡς λειμῶνες περιανθίζονται, οὐδ᾽ οἰδαίνονται πρὸς ἦθος ἀγέρωχον μαργάρων σφαιρώμασι πρὸς φῶς διαγελώντων σελήνης ἢ ταῖς ἀμεθύσοις μεθύουσι λίθαξιν ἢ ὡς ἀλαζὼν ὄρνις ὁ Μηδικὸς πορφύρᾳ καὶ χρυσῷ περιχρώζονται, ἀλλ᾽ Ἄρεος ὄντες τρόφιμοι θυμοῦ μὲν πυρὶ τοὺς ὀφθαλμοὺς ἐρυθραίνονται τοῖς τῶν λίθων ἐπίσης ἀκτινώδεσιν, ἱδρῶτας δὲ θρομβοῦντες ἐν τῷ μογεῖν πανημέρια ὑπὲρ στιλπνότητα μαργάρων αὐτοῖς καλλωπίζονται. ἠρίθμουν δὲ καὶ τὰ ὑπὲρ εἰρήνης αἰτούμενα χρήματα εἰς χρυσίου πεντήκοντα κεντηνάρια.

Πρὸς ἅπερ ὁ βασιλεὺς ἀπαυδῶν πρέσβιν ἐς τὸν ῥῆγα πέπομφε τὸν Φιλοκάλην Εὐμάθιον, ἔπαρχον ὄντα τῆς πόλεως. οὗτος δὲ πλούτῳ ὑπὲρ τοὺς τότε κομῶν ἑκόντως ὑπέδυ τὸν πρεσβευτήν. ἀμέλει καὶ δεῖται τοῦ βασιλέως μετὰ τῶν ἐπαρχικῶν παρασήμων ἐνδοθῆναί οἱ διαπρεσβεύσασθαι. καὶ βασιλεὺς ἐφόδιον, ὅπερ ᾔτησε, περιχαρῶς αὐτῷ παρασχόμενος οἰκείοις ὀψωνίοις τὴν προκειμένην παρῆκε στείλασθαι. ὅθεν ἐποφθεὶς καινός τις καὶ ἔξαλλος πρεσβευτὴς οὐ μόνον οὐδέν τι παρὰ τοὺς πρότερον πρέσβεις τετίμητο, ἀλλὰ καὶ γέλων ὦφλε τῷ ἀήθει τοῦ περιβλήματος.

Ἐπεὶ δὲ τὰ τῆς εἰρήνης ἕνεκα δοθησόμενα χρήματα εἰς δέκα πρὸς τοῖς ἓξ χρυσίου περιέστησαν κεντηνάρια, ὁ μὲν Φιλοκάλης τὴν τούτων ἀποστολὴν κατὰ Σικελίαν ἐπέμενε προσδοκῶν, ἔνθα τῷ ῥηγὶ συνεγένετο, βασιλεὺς δὲ φάσκων ἀπορεῖν χρημάτων τάς τε χώρας ἐφορολόγει, τὸ καλούμενον εἰσπράττων Ἀλαμανικόν, τότε καινισθὲν πρώτως, καὶ τὸ τῆς πόλεως ἐκκλησιάσας πλήρωμα τό τε γερουσιάζον καὶ ὅσον τοῦ βήματος τρόφιμον καὶ ὅσον εἰς διαφόρους τέχνας καὶ ἐπιστήμας μερίζεται ἔρανον ἀπῄτει γενέσθαι καὶ ἀπόδασμά τι καταθέσθαι τῆς οὐσίας ἕκαστον. ὁρῶν δὲ ὡς οὐδέν τι περαίνει, ἀλλ᾽ εἰκῇ τὰ τοιαῦτα μέτεισι κενολογῶν ἀτεχνῶς καὶ τοὺς πλείους δὲ κραυγάσους καὶ στασιώδεις εὑρίσκων οἷα μηδαμῶς ἀνεκτὰ ἡγουμένους τὰ φορτικὰ ταῦτα καὶ ἀήθη ἐπιτάγματα, ὑπό τινων δὲ καὶ λογιστευόμενος ὡς τὰ κοινὰ κατασπαθῶν καὶ τοῖς συγγενέσι τὰς ἐπαρχίας διανειμάμενος ἀχρείοις οὖσι πᾶσι καὶ ἀπεσβεσμένοις τοὺς λύχνους τοῦ σώματος, τῆς μὲν προθέσεως ταύτης μεθ᾽ ὅλης συντονίας ἀπῇρε, μικροῦ μηδ᾽ αὐτὸς εἶναι διατεινόμενος ὁ τὸ σκέμμα τόδε εἰσενεγκάμενος· ἑτέραν δὲ τραπόμενος ᾐτεῖτο τῶν χρυσέων καὶ ἀργυρέων ἀναθημάτων ὁπόσα ἐκτὸς τοῦ βήματος, μήτε μὴν πρὸς ὑποδοχὴν ἡτοίμασται τοῦ θείου σώματος καὶ αἵματος τοῦ Χριστοῦ.

ἀποπηδησάντων δὲ καὶ πρὸς τοῦτο πολλῶν καὶ εἰπόντων ὡς κοινοῦν ἐθέλει τὰ ἅγια, ἔγνω δεῖν τοῖς ἀλάλοις καὶ κωφοῖς τῶν βασιλέων ἐπιθέσθαι μνήμασι, μηδένα τὸν ὑπερφθεγξόμενον ἔχουσιν. ἐτυμβωρυχοῦντο οὖν τὰ μνήματα, ὡς τοῖς πώ ποτε Ῥωμαίων ἄρξασι καὶ ὅσοις αἱ πράξεις περίδοξοι τοὺς λαΐνους περιλελεῖφθαι μόνον χιτῶνας, τὸ ψυχρὸν καὶ τελευταῖον κάλυμμα τοῦτο, παντὸς γεγυμνωμένοις ἐπικοσμήματος τιμαλφοῦς. ἦν δ᾽ ἂν οὐδ᾽ ἡ τοῦ μεγάλου Κωνσταντίνου σορὸς ἀναφὴς καὶ ἀσκύλευτος, εἰ μὴ φῶρες φθάσαντες τὸ δόγμα τοῦ βασιλέως τὴν ἐπιτρέχουσαν διάχρυσον ἀγλαΐαν ἐκλοποφόρησαν. ἀμέλει καὶ συναγηοχὼς ἀργύριον ἐντεῦθεν ὑπὲρ τὰ ἑβδομήκοντα κεντηνάρια καὶ μερίδα χρυσίου τινὸς ὡσεὶ βέβηλον ὕλην καθῆκεν εἰς τὸ χωνευτήριον. δυσὶ δὲ τῶν ἐκ τῆς βασιλείου αὐλῆς τὴν τούτων ἐπαναθεὶς συλλογὴν εἶχεν ἀμφοτέρους μετὰ βραχὺ σύνδρομον τῇ πράξει τὴν ἐκβίωσιν εἰληφότας· ὁ μὲν γὰρ πυρετῷ λάβρῳ διαφρυγεὶς ἀπελήλυθεν, ὁ δὲ ὑδέρῳ κατὰ τοὺς ἀσκοὺς οἰδηθεὶς ἀπεγένετο.

Τὰ δ᾽ ἐφεξῆς—ἀλλὰ τίς ἂν ἀξίως τὰς τοῦ Κυρίου λαλήσειε δυναστείας, ἢ τίς ἀκουστὰς ποιήσειε τὰς αἰνέσεις αὐτοῦ; φθάνει τὴν ἀποστολὴν τῶν χρημάτων ὁ τοῦ ῥηγὸς Ἀλαμανίας θάνατος. οὐ Ῥωμαίοις δὲ μόνον πολυέραστος οὗτος γεγένηται, ἀλλὰ καὶ τοῖς ἑσπερίοις τρισασπάσιος ἔθνεσιν, ὅσα τε πρὸς ἑαυτὸν ἐκεῖνος βίᾳ πλέον ἤπερ πειθοῖ ἐπεσπάσατο καὶ ὅσα μετελθεῖν μελέτην ἐτίθετο, ἀεὶ μερίμναις κατατεινόμενος καὶ πρὸς ἅπασαν ἀντίξους ὁρώμενος ἡδυπάθειαν, ὅπως μοναρχίαν περιβαλεῖται καὶ κύριος ἐσεῖται τῶν κύκλῳ δυναστειῶν, τοὺς Ἀντωνίνους καὶ Αὐγούστους Καίσαρας τῷ διανοητικῷ φανταζόμενος καὶ πρὸς τὴν ἐκείνων ἀρχὴν ἐκτείνων τὴν ἔφεσιν, καὶ μικροῦ φθεγγόμενος κατ᾽ Ἀλέξανδρον “τὰ τῇδε καὶ τὰ τῇδε πάντα ἐμά„, ὠχρός τε καὶ σύννους ὁρώμενος, καὶ τῆς ἡμέρας ὀψὲ τροφὴν προσιέμενος, καὶ πρὸς τοὺς εἰσάγοντας παραίνεσιν ὡς χρεὼν ἐκ τοῦ οὕτω σιτεῖσθαι καχεξίαν ὑποβλέπεσθαι σώματος, ἀποφαινόμενός τε καὶ γνωματεύων ἰδιώτῃ μὲν ἐπιτήδειον εἶναι πάντα καιρὸν εἰς ἑστίασιν, καὶ μάλιστα ἢν εἰώθει τενθεύεσθαι, βασιλεῖ δὲ πολυφρόντιδι μηδὲ βουλομένῳ τὴν κλῆσιν ψεύδεσθαι ἀγαπητόν, εἰ καὶ περὶ βουλυτὸν ἐνευκαιρήσει τῇ ἀνέσει τοῦ σώματος.

Ἀλλ᾽ ὅπερ ἔλεγον, καὶ πᾶσι μὲν εὐκταῖος ἔθνεσιν ὁ τοῦ ῥηγὸς Ἀλαμανίας ἐφάνη θάνατος, Σικελοῖς δὲ καὶ μάλιστα, ὅσῳ καὶ τῆς νήσου ἁλούσης πλείστοις ὑπ᾽ αὐτοῦ κακοῖς προσεπάλαισαν, ἅπερ οὐδὲ ῥᾴδιον συγγραφῇ παραδοῦναι. οὐ γὰρ μόνον ὑπήνεγκαν οἵδε σφαγὰς καὶ χρημάτων ὑπέστησαν ἁρπαγὰς καὶ πατρίδος ἐδυστύχησαν ἔκπτωσιν καὶ κολάσεσιν ἀνυποίστοις καθυπεβλήθησαν, ὁπόσαι τοῦ ζῆν αἱρετώτερον τιθέασι τὸ θανεῖν, ἀλλὰ καὶ πόλεις Σικελαὶ πολλαὶ καθῃρέθησαν καὶ φρούρια ἐπίκαιρα κατεσκάφησαν. ἐδεδίει γὰρ τὴν ἐς τοὐπιὸν ἐπανάστασιν, καὶ ὡς μή ποτε Σικελοὶ τῆς ἐλευθερίας ἐρασθεῖεν προμηθούμενος, πᾶσαν αὐτοῖς ἀγαθὴν ἐλπίδα ἀπέκοψεν, ὅση τε ἐν χρήμασι καὶ ὅση ἐν ἅρμασι καὶ ἵπποις τεθέαται καὶ ὅση περιβόλοις πόλεων εὐτειχίστοις καὶ ἀνδράσιν εὐγενέσι καὶ ἐχυροῖς ἐρύμασιν ἐμπερικροτεῖ.

Πλὴν καὶ τὸ μέλλον δεινὸν ὁσῶραι ὑφορώμενος καὶ μὴ παρὸν προαποκρουόμενος ἐπεβουλεύθη παρά τινων, καὶ κρείττων τῆς ἐκείνων φανεὶς ἐπιθέσεως οὐ τῷ διὰ ξίφους θανάτῳ τοὺς ἀντιστάτας ἠμύνατο, ἀλλὰ πολυτρόπως πρότερον βασανίσας οἰκτρότατα οὕτω τοῦ ζῆν ἐστέρησεν· ὃν μὲν γὰρ διακεχαλακὼς καχλάζοντι λέβητι καὶ θεὶς ἐπὶ κανοῦ καθάπερ σῖτον ἐκπέπομφε τοῖς οἰκείοις, ὃν δὲ ἠκοντικὼς εἰς πυρὰν ἀνακαεῖσαν ἑπταπλασίως, ὃν δὲ ἐνσακκεύσας καὶ βυθῷ παραπέμψας ἐξέτριψε. τὸν δέ γε πρωτουργὸν τοῦ συστρέμματος καὶ πρὸς ἡγεμονίαν ἐπιλεγέντα βαρυτέρᾳ τιμωρίᾳ τῶν λοιπῶν ὑπεδίκασε· στέφος ἐκ χαλκοῦ ἐπιτάξας γενέσθαι, ἐγκαρσίους ἔχον ὀπὰς ἴσας τοῖς πέρασι, περιτίθησι τοῦτο τῷ ἀντάραντι χεῖρας ἐκείνῳ, ἔπειτα τέτρασι μεγίστοις ἕστορσιν ἐς τὸ διαμπερὲς διαβεβλημένοις τῇ κεφαλῇ ἐνερείσας τὸ διάδημα οὕτω διαφῆκε βαδίζειν, “ἔχεις„ εἰπὼν “ὃν ἐδίωκες, ἄνθρωπε, στέφανον· φθόνος οὐδείς· ἀπόλαυε τοῦ ἐφετοῦ σοι λίαν καὶ περισπουδάστου χρήματος„. ὁ δὲ σκοτοδίνης πλησθεὶς καὶ πρηνὴς πεσὼν μετὰ βραχὺ ἐτεθνήκει τῷ οἰκτρῷ ἐκείνῳ ἐναπορρήξας στεφανώματι τὴν ψυχήν.

Κατὰ δὲ τὴν ἅλωσιν τῆς Σικελίας ἀπήχθη μεθ᾽ ἑτέρων αἰχμάλωτος καὶ ἡ θυγάτηρ Ἰσαακίου τοῦ αὐτοκράτορος, ἧς ἡ κλῆσις Εἰρήνη, καὶ προσαρμόζεται Φιλίππῳ τῷ τοῦ ῥηγὸς Ἀλαμανίας ἀδελφῷ, ἐκ πορνικῶν φυέντι σπερμάτων, ἀποβαλοῦσα αὕτη θανάτῳ τὸν ἐκ παρθενίας καὶ πρότερον σύνευνον, ὃς ἐτυράννησε Σικελίας μετὰ μόρον τοῦ τεκόντος αὐτὸν Ταγκρέ.

Ἀλλ᾽ ἐκποδὼν καὶ τοῦδε τοῦ κακοῦ θεόθεν γεγενημένου, μεγίστου τε ὄντος καὶ ὑφ᾽ οὗ πᾶσα ἡ Ῥωμαίων ἐκαραδόκει τὰ δεινότατα πείσεσθαι, ἕτερον ἐπεκύμανε κοινοβλαβὲς καθ᾽ ἅλα κακόν. Γενουΐτης γάρ τις, Καφούρης τοὔνομα, νῆας δικρότους καὶ τρικρότους πηξάμενος καὶ πλοίοις στρογγύλοις φραξάμενος τὰς παραθαλαττίους ἔκειρε πόλεις καὶ τὰς νήσους ἐπιὼν ἐτίθει κακῶς, αἳ κατὰ τὸ Αἰγαῖον ἀνίσχουσι πέλαγος. ἀλλὰ καὶ τῷ Ἀτραμυττίῳ προσβαλὼν λείαν ἐκεῖθεν ἤλασε καὶ συνέλεξε πλοῦτον οὐ σταθμητόν. ὡς δὲ ῥέγκοντες βαθέως ἐξανέθορον ὀψέ ποτε καὶ ἀνένηψαν βράδιον οἷς ἐξῆν τὰ τοιαῦτα σκέπτεσθαι, στέλλεται κατὰ τοῦ Καφούρη μετὰ τριάκοντα νηῶν ὁ Στειριόνης Ἰωάννης, πειρατὴς μέν ποτε γεγονὼς καὶ πειρατῶν ὁ χείριστος, ἐκ Καλαβρίας ὁρμώμενος, Ἰσαακίῳ δὲ τῷ βασιλεῖ προσρυεὶς ἐπὶ μεγίστοις φιλοτιμήμασι καὶ Ῥωμαίους πλειστάκις ὠφεληκὼς ἐν τοῖς κατὰ θάλατταν ἀεθλεύμασιν. ἐξιὼν οὖν κατὰ τοῦ Καφούρη κακοδαιμονεῖ παρὰ δόξαν· ἔχων γὰρ διὰ μελέτης κατασοφίσασθαι τὸν ἀντίπαλον, πλείω προβεβλημένον ἰσχύν, ὑπ᾽ ἐκείνου καταναυμαχεῖται, πεπονθὼς ὃ δράσειν ἐκεῖνον ἐνενόει διὰ παντός. ταῖς γὰρ Ῥωμαϊκαῖς ναυσὶ περὶ Σηστὸν σαλευούσαις λαθρηδὸν ἐπιστὰς ὁ Καφούρης, ὡς εὗρε περὶ μεσημβρίαν κεκενωμένας τοῦ ναυτικοῦ, ἁπαξαπάσας μετὰ τῶν ὅπλων καὶ ὧν εἶχον ἔνδοθι βιωσίμων αἱρεῖ.

ἐκ δὲ τούτου τὰς νήσους ἀδεῶς ἐπιὼν καὶ χωρία τὰ πάραλα ληϊζόμενος φόρους ἐπέταττε καὶ συνέλεγεν, ὡς ἠβούλετο.

Βασιλεὺς τοίνυν ἐξηπορηκὼς ἐπὶ τούτοις δεῖν ἔγνω σπείσασθαι τῷ πειρατῇ. ἀμέλει καὶ στείλας τινὰς τῶν συνήθων ἐκείνῳ Γενουϊτῶν (πολλάκις γὰρ κατ᾽ ἐμπορίαν ὅδε κατήχθη ἐς τὸ Βυζάντιον καὶ ὃ δέδρακεν ἐς χρήματα ζημιωθεὶς παρὰ τοῦ τότε δουκὸς τοῦ στόλου Μιχαὴλ τοῦ Στρυφνοῦ εἰργάσατο) ἀνεκίνει μὲν καὶ λόγους περὶ σπονδῶν, οὐδὲν δὲ ἧττον καὶ πρὸς πόλεμον ἡτοιμάζετο, τριήρεις ἄλλας καταρτισάμενος καὶ ταύτας αὖθις τῷ Στειριόνῃ παραδούς. ὡς δὲ συνέβησαν, ὁ μὲν βασιλεὺς ἓξ κεντηνάρια χρυσίου στεῖλαι τῷ Καφούρῃ καὶ χώραν ἀποδάσασθαί οἱ Ῥωμαϊκὴν ἑπτακοσίους ἔχουσαν τρέφειν ὁμογενεῖς ἐκείνῳ ὁπλίτας, ὁ δὲ ὑπείκειν τῷ βασιλεῖ, ἐφ᾽ οἷς ἂν ὑπ᾽ αὐτοῦ ἐπιτάττοιτο, ἐφίσταται τῷ πολεμίῳ, δόξαν οὕτω βασιλεῖ, ἀπροσδόκητος ὁ Στειριόνης μετὰ τῆς ἑπομένης αὐτῷ Πισσαϊκῆς δυνάμεως, ἔτι οὔσης τῆς εἰρήνης ἀμφιπαλοῦς, καὶ μάχην συνάψας αὐτόν τε τὸν Καφούρην ἑλὼν ἀναιρεῖ καὶ τὰς ἐκείνου νῆας πλὴν τεττάρων αἱρεῖ· αὗται δὲ τὸν ἐκείνου ἦγον ἀνεψιόν.

Ἀλλὰ καὶ τῶνδε τῶν κακῶν ἐκποδὼν γενομένων ὁ ἐν τοῖς ἀρχείοις ἐπεγείρεται τάραχος, ὃς τὰ κατὰ τὸν βασιλέα ᾔσχυνέ τε τὰ μέγιστα καὶ ἐφ᾽ ἱκανὸν διεκύκησε. μέλλων δὲ τὰ περὶ τούτων διεξιέναι, ὡς εἰς ἀρχὴν τὸν λόγον ἀνάγειν πειράσομαι σαφηνείας ἕνεκα τῶν ῥηθησομένων.

Ὁ βασιλεὺς Ἀλέξιος, ὥς μοι καὶ ἄνωθεν ἀμυδρῶς λέλεκται, οὐκ εἰρηνικὸς ᾤετο τοῖς πλείστοις πρὸ τῆς ἀρχῆς, ἀλλὰ καὶ λίαν πολεμικός· ὅθεν ἐν ἐλπίσιν ἔκειτο πᾶσιν ὡς οὐ μόνον τοῖς ἐχθροῖς Ῥωμαίων τὴν λόγχην ἀνατενεῖ βασιλεύσας, ἀλλ᾽ οὐδὲ τοῖς ἀρχομένοις αὐτοῖς ἐσεῖται παντελῶς μέτριος. ἄρξας δ᾽ οὖν ἑτεροῖος ὦπτο παντάπασι καὶ πάντας ἐν τοῖς καθ᾽ αὑτὸν εἰκαιομύθους ἀπέδειξε πράγμασιν.

Ἵν᾽ οὖν τὰ πλείω παραγκωνίσωμαι, μή πως καταγορεύων ἁλῶ καὶ εἰς ψόγον τὴν ἱστορίαν διατιθέμενος, ἄρξας εὐθὺς ἀνεκήρυξε μὴ χρημάτων ὠνίους τὰς ἀρχὰς ἀνατίθεσθαι, ἀλλ᾽ ἀριστίνδην καὶ δῶρον αὐτὰς βραβεύεσθαι. καὶ ἦν ὄντως τὸ τοιοῦτον ἐννόημα ἐλευθέριόν τε ἄγαν καὶ ἀξιάγαστον καὶ κρηπὶς χρηστῆς βασιλείας καὶ ὑποβάθρα καὶ θέμεθλος, οὐδ᾽ ἄν, εἰ παραλληλίζειν τις ἕλοιτο, οὐκ ἄν ποτε οὐδ᾽ ἐγγὺς ἀφίκοιτο παραδείγματος ἐπὶ τῶν ἡμετέρων ἡμερῶν. ἀλλ᾽ οἱ τῷ βασιλεῖ προσήκοντες, κερδοσυλλέκται πάντες τυγχάνοντες καὶ ταῖς συχναῖς μεταθέσεσι τῶν ἀρχόντων μηδὲν ἕτερον περισπουδάζειν δεδιδαγμένοι ὅτι μὴ κλέψαι καὶ διαρπάσαι καὶ τὰς δημοσίους εἰσφορὰς ὑφελέσθαι καὶ περιβαλέσθαι πλοῦτον βαθύν, τούς τε προσιόντας σφίσιν ὅτου ἕνεκεν ὡς ἰσχύουσι παρὰ βασιλεῖ ἐληΐζοντο καὶ τὰ ξυλλεγόμενα ἰδιοῦντο χρήματα, ἁδρὰ ὄντα καὶ τύχην ἰδιωτικὴν ὑπερβαίνοντα.

Διὰ δὴ ταῦτα τά τε ἄλλα ἡμαρτήθη ὡς οὔ ποτε κατ᾽ ἄλλην ἀρχὴν καὶ παντάπασι τὰ Ῥωμαίων διέφθαρται πράγματα, καὶ αἱ ἀρχαὶ χειρόνως καὶ οὐχ ὡς πρότερον τοῖς πρίασθαι θέλουσι προύκειντο. ἦν οὖν τοῦ βουλομένου παντὸς χώρας ἀρχὴν ἀναζώσασθαι καὶ τοῦ μεγίστου παρὰ Ῥωμαίοις τυχεῖν ἀξιώματος. οὐ μόνον τοίνυν οἱ ἐν τριόδοις καὶ ἀγοραῖς καὶ κολλυβισταὶ καὶ πράται τῶν ὀθονῶν σεβαστοὶ ἐτιμήθησαν, ἀλλὰ καὶ Σκύθαι καὶ Σύροι ὤνιον ἀργυρίων εὕραντο τὸ σεβάζεσθαι, τοῖς πρὶν ὑπηρετεῖσθαι δεσπόταις ἠδοξηκότες.

Τούτων δὲ πάντων αἰτία τις ἦν, ὡς εἴρηται, πρωτουργὸς ἡ τῶν βασιλικῶν φρενῶν ἐλαφρία καὶ τὸ πρὸς διοίκησιν τῶν πραγμάτων ἀπροσφυές, οὐκ ἔλαττον δὲ καὶ ἡ λιχνεία τῶν περὶ αὐτὸν καὶ τὸ πρὸς συλλογὴν χρημάτων ἄπληστόν τινων καὶ ἀκόρεστον· ὅθεν ὑπὸ τῆς γυναικωνίτιδος καὶ ὅσοι τῶν ἐξ ἀνδρῶν αὐτῷ προσῳκείωντο διεπεττεύετο τὰ κοινά. τοσοῦτον δ᾽ ἀπεῖχε τοῦ εἰδέναι τὰ δρώμενα, ἐς ὅσον καὶ Ῥωμαίων ἀποσχοινίζονται οἱ τῆς Θούλης οἰκοῦντες τὰ ἔσχατα. οὐκοῦν αὐτός τε ὁ τῆς ἀρχῆς πηδαλιοῦχος κακῶς ἤκουε παρὰ πάντων καὶ τὸ ἐς πρωρεῖς καὶ νηΐτας ὑπ᾽ ἐκείνου ταχθὲν παλαμναιοτάταις ἀραῖς ὑπεβάλλετο.

Ἡ τοίνυν βασιλὶς οὐκ ἀνασχετὸν τὸ γινόμενον οὕτω κρίνουσα, ὅτι μηδὲ διαδρᾶναι οἷόν τε ἦν τὸ ταύτης ἐρευνητικὸν καὶ ἐρασιχρήματον, ἔγνω μὴ ἐπὶ μακρὸν ἐθελοντὶ ἀτρεμεῖν, ἀλλ᾽ ἢ κατὰ τοὐπίταγμα τοῦ ταύτης ἀνδρὸς τὰς προβλήσεις 〈εἶναι〉 ἀπριάτους ἢ γοῦν τὴν βασίλειον γάζαν στέγειν τὰ ξυλλεγόμενα. καὶ τὰ μὲν πρῶτα εἰς ὑπουργὸν ἡ βασιλὶς ἐπέταξεν ἑαυτῇ τὸν Μεσοποταμίτην Κωνσταντῖνον· ἦν δ᾽ οὗτος ὁ παρ᾽ Ἰσαακίῳ τῷ Ἀγγέλῳ τὰ μέγιστα δυνηθείς, καθὼς ἐν τοῖς περὶ ἐκείνου λόγοις εἰρήκειμεν. ἔπειτα δὲ τῷ ἀνδρὶ καταλλάσσει δύσνως πρὸ τῆς ἀρχῆς εἰς αὐτὸν ἔχοντι καὶ μετὰ τὴν τοῦ κράτους ἔτι ἀποστρεφομένῳ τοῦτον ἀνάζωσιν, ὅτι τε πολλὰ τῶν καθεστώτων πραγμάτων Ῥωμαίοις μετακεκίνηκε τοῦ στασίμου καὶ ὅτι ξυγκυκῶν κατὰ πρόοδον καὶ συνταράσσων τὰ σύμπαντα οὐδαμῶς ἔληγεν.

Ὡς οὖν ἡ τῶν κοινῶν διοίκησις πάλιν πρὸς τὸν Μεσοποταμίτην μετανενεύκει, ἔσβεστο μὲν ἡ τῶν ἄλλων ἰσχύς, ἠμαύρωτο δὲ τῶν τῷ βασιλεῖ προσκολλωμένων τῆς δυναστείας τὸ φῶς· καὶ ὁ πρώην παρὰ τῷ κρατοῦντι ἀπόβλητος ἀξύμβλητος τηνικαῦτα ἐκρίνετο κέρας τε Ἀμαλθείας ᾤετο παρ᾽ ἐκείνῳ καὶ πολυμιγὴς κρατὴρ ἀγαθῶν ἢ τὸ παρὰ τῷ Ἰὼβ παμβότανον τοῦ ἀγροῦ καὶ πᾶσι πάντα προσφυῶς καὶ καταλλήλως εἰδὼς γίνεσθαι, φῶς μὲν ὀφθαλμοῖς ἀναπεπταμένον, ἀὴρ δ᾽ εἰσκεχυμένος ῥισὶ ζωογόνος, τὸ τοῦ Περόζου ἄντικρυς μάργαρον ἀεὶ πρὸς τοῖς ὠσὶ τοῦ βασιλέως ἀπαιωρούμενον καὶ τῆς ὅλης ἀντάξιον ἀρχῆς κρινόμενον, εἴτε μὴν Ἀρτέμων ὁ περιφόρητος καὶ Ἄργος ὁ πολυόμματος καὶ ὁ ἑκατόγχειρ Βριάρεως.

Τὸ δὲ δὴ παράλογον οὑτωσὶ συμπεσὸν βαρέως μὲν καὶ ἄλλοι ἤνεγκαν, ὁπόσοι τῆς προτέρας ἰσχύος ἐξέπεσον ἢ γοῦν κατὰ πυγολαμπίδας ἠμαύρωντο μειδιασάσης ἡμέρας, οἱ δ᾽ ἐξ αἵματος τῆς δεσποίνης Ἀνδρόνικός τε ὁ Κοντοστέφανος, ὃς Εἰρήνῃ τῇ ταύτης θυγατρὶ συνηυνάζετο, καὶ ὁ ταύτης ὁμαίμων ὁ Καματηρὸς Βασίλειος μικροῦ τῷ γενομένῳ καὶ ἀπεπνίγησαν. ἀφέντες οὖν τῷ τέως τὴν κατ᾽ αὐτῶν βληθεῖσαν καὶ εἰς πρόσκομμα κειμένην λίθακα, τὸν Μεσοποταμίτην φημὶ Κωνσταντῖνον, ἐπὶ τὴν ἀφιεῖσαν δέσποιναν ὅλον τὸν δρόμον συνέτειναν καὶ τὸν χόλον ἐμημέκεσαν, ζητοῦντες ἐν καιρίοις τὴν ὄρεξιν τῆς ἀντιλυπήσεως.

Μετὰ γοῦν ἱκανωτάτην σκέψιν τοῦ ποιητέου καὶ μεθ᾽ ὅσην τῆς ἐπιβουλῆς προμήθευσίν τε καὶ προβούλευσιν προσίασι βασιλεῖ πρὸς τὰ ἑσπέρια μέρη ἀπαίροντι. ἰδίᾳ τε τούτῳ ἐντυχόντες ἔφησαν “εἰ καὶ ἡ φύσις οἶδε τὸ συγγενὲς τιμιώτερον καὶ πρὸς ἀγάπησιν ἐπιτηδειότερον, ἀλλ᾽ αὐτοὶ φιλοβασιλεῖς μᾶλλον καὶ φιλαλέξιοι πλέον ἢ φιλευφρόσυνοι καὶ εἶναι καὶ ἀκούειν βουλόμεθα. σοῦ μὲν γὰρ μηδέν τι ἀπευκταῖον ἐξ ἀνθρωπίνης χειρὸς πεπονθότος, τὸ κοινὸν τοῦτο πάντων ἀνθρώπων σωτήριον, ὅ ἐστι τὸ τὴν βασιλείαν σώζεσθαι, καὶ ἴδιον ἀγαθὸν ἡμῖν ποιούμεθα· εἰ δ᾽ ἐπὶ σοί τι ξυμβαίη τῶν ἀδοκήτων, κοινῇ συνανατραπέντες καὶ συμφορὰς ἰδίας προσεπιμαξόμεθα, φρούδων ἁπάντων γεγενημένων, ἅπερ ἀναδούμεθα σοῦ βασιλεύοντος„.

Οὕτω φροιμιασάμενοι καὶ δεξιῶς χορδολογήσαντες τὸ τοῦ λόγου βάρβιτον ἐπήνεγκαν τὸν κολοφῶνα τῆς ὑποθέσεως, οἷόν τι μέλισμα ἐξιστῶν τὸν βασιλέα φρενὸς καὶ μεταφέρον εἰς μανιώδη ἀλλοίωσιν, ὡς οὐδ᾽ Ἀλέξανδρον πάλαι πρὸς ὅπλισιν τὰ Τιμοθέου ἐνεθέαζον κρούματα· φασὶ γὰρ ὡς “ἡ σὴ ἄλοχος, δέσποτα, ἐς πράξεις μυσαρωτάτας ἀνακεκαλυμμένῃ χωρεῖ κεφαλῇ, καὶ σὲ τὸν εὐνέτην ὡς μαχλὰς ἐς τὴν κοίτην ἀδικοῦσα δεδίαμεν μὴ καὶ νεωτέροις ἐγχειρήσειε πράγμασι μικρῷ ὕστερον· ᾧ γὰρ λεσχηνεύουσα καὶ ἀναίδην συγκατακλινομένη γέγηθε, τοῦτον εἰκὸς καὶ ἄρχειν αὐτὴν αἱρεῖσθαι καὶ τὴν πᾶσαν πρὸς τοῦτο συντείνειν πρόθεσιν. δεῖ τοίνυν αὐτὴν μὲν ἀνακοπῆναι τοῦ τὰ πάντα δύνασθαι καὶ πλούτῳ περιρρεῖσθαι πολλῷ, τὸν δ᾽ ἐραστὴν αὐτῆς, ὃν αὐτὸς μὲν ἐς παῖδας ἐνέγραψας, ἡ δὲ ἀθεμίτως ἑαυτῆς πεποίηκεν ἐπιβήτορα, ἐκποδὼν γενέσθαι ἀνυπερθέτως καὶ μάλα αὐτίκα, ὡς μηκέτι τοιοῦτόν τι ξυμπεραίνηται μίασμα. τὰ δ᾽ ἐς τὴν ἄδικον σύζυγον γενησόμενα χρεὼν ἀναβεβλῆσθαι κατὰ καιρόν, καθ᾽ ὃν σὺν θεῷ ἀνύσας τὴν προκειμένην ἐς τὴν Κωνσταντίνου αὖθις ἐπαναλύσειας„.

Ταῦθ᾽ οἱ μὲν εἰπόντες καὶ ὑποθέμενοι ἀνδρῶν ἠκηκόεισαν βέλτιστοι καὶ χρῆμά τι σπάνιον ὁμοῦ καὶ ἀσπάσιον· ὁ δὲ βασιλεὺς μέγ᾽ ὀχθήσας ὅτι τῶν πρὸς τὸν Βατάτζην εὐποιϊῶν ταύτην ἀντείληφεν ἀμοιβήν, στείλας εὐθὺς τῶν δορυφόρων ἕνα, ᾧ ἐπίκλησις Βαστραλίτης, τίθησιν ἐξ ἀνθρώπων. ὁ μὲν γὰρ τοῖς περὶ τὴν Βιθυνίαν διέτριβε μέρεσιν, ἔτι ἀντιστατοῦντος Ἀλεξίου τοῦ Κίλικος. ὁ δὲ Βαστραλίτης ἀφικόμενος καὶ τοῦτον τοῦ στρατοπέδου ἀπαγαγών, ὡς ἂν οὕτω μηδενὸς ἀΐοντος ἀπαγγελεῖ τὰ βασιλέως ἐντάλματα, ἅπερ εἰς ἐκεῖνον ἥκει φέρων ἀπόρρητα, αὐτός τε τὸ ξίφος ἐσπάσατο καὶ οἳ τῶν ἐκείνου πρὸς φονουργίαν προητοιμάσθησαν, καὶ ἦν ὁ μεῖραξ ἐντεῦθεν ὡς βόσκημα διαμελιζόμενος. καὶ τὸ μὲν ἔργον τοῦτο βαρέως καὶ δυσφόρως ἅπαντες ἤνεγκαν ὁ στρατός, ὁπόσοις τὸ πραχθὲν ἐν ὀφθαλμοῖς προύκειτο· ὁ δὲ Βαστραλίτης πηριδίῳ τὴν τοῦ Βατάτζη κεφαλὴν ἐνθέμενος εὔζωνος ἐπανῆκεν ἐς βασιλέα. καὶ οὗτος τῷ κρανίῳ πρὸ τῶν ποδῶν ῥιφέντι λὰξ ἐναλλόμενος καὶ ἱκανῶς αὐτῷ ἐμβλέπων προσλαλιάν τινα διεξῄει μηδαμῶς ἱστορίᾳ δοθῆναι πρέπουσαν.

Καὶ βασιλεὺς μὲν μετὰ τοῦτο τῆς προκειμένης ἐχόμενος ἄπεισι πρὸς τὰ Κύψελλα, σωτήριόν τι ταῖς Θρᾳκίαις πόλεσιν ἐργασόμενος, ἃς οἱ Βλάχοι καὶ Σκύθαι κακῶς ἐτίθεσαν, ἐπὶ δὲ συλλαβεῖν τὸν Χρύσον προθέμενος ἢ γοῦν ἀνακόψαι τῶν ἐκδρομῶν, ἃς ἐποίει λαθραίως τὰ περὶ τὰς Σέρρας κείρων χωρία.

Ἦν δ᾽ ὁ Χρύσος οὗτος Βλάχος τὸ γένος, τὴν ἡλικίαν συνεσταλμένος, μὴ συμφρονήσας μὲν ἀφισταμένοις Ῥωμαίων Πέτρῳ καὶ τῷ Ἀσάν, ὅτι μὴ καὶ μᾶλλον κατ᾽ αὐτῶν ἀράμενος ὅπλα μεθ᾽ ὧν εἶχε πεντακοσίων ὁμογενῶν καὶ Ῥωμαίων γεγονὼς ἔνσπονδος. οὐ πολλῷ δ᾽ ὕστερον ἁλοὺς ὡς ῥέπων πρὸς τὸ ὁμόφυλον, τοῖς πρόσω βαίνων διὰ παντὸς καὶ δυναστείαν ἑαυτῷ μνηστευόμενος, φρουρᾷ παραδίδοται. εἶτα ἀνεθεὶς καὶ σταλεὶς ἐπὶ τῷ φρουρῆσαι τὴν Στρούμμιτζαν τὸν μὲν ἐκεῖσε πεπομφότα βασιλέα τῶν ἐλπίδων ἐψεύσατο, τῇ δὲ γνώμῃ χρησάμενος ἦν τοῖς ἐκ γειτόνων Ῥωμαίοις κἀκεῖνος κακὸν ἀδυσώπητον.

Πρὸς τοῦτον τοίνυν ἐξορμήσας ὁ βασιλεὺς καὶ στράτευμα ἱκανὸν ἐς τὰ Κύψελλα ἠθροικώς, μετὰ βραχὺ ἀποστὰς τῆς προθέσεως ἐρᾷ ἐπανόδου, ὡς μάτην μὲν ἐκεῖσε τὴν στρατιὰν ἁλισθῆναι, εἰκαίως δὲ καὶ αὐτὸν τὴν ἐς τὰ Κύψελλα πορείαν ἑλέσθαι. οὐκοῦν τὰ κατὰ τὴν ἑσπέραν ἀφεικὼς φέρεσθαι, ὡς πρώην εἶχον καὶ ἔπασχον, ἐς τὸ Βυζάντιον ἐπανέζευξε μηδὲ δύο μῆνας ἀνασχόμενος θυραυλῆσαι.

Καὶ ὁ μὲν τοῖς κατὰ τὴν Ἀφάμειαν βασιλείοις ἐναυλισάμενος τὸ Φιλοπάτιον κατειλήφει μετέπειτα. ἡ δέ γε βασιλὶς Εὐφροσύνη συναθροῦσα τῷ νῷ καὶ συλλαμβάνουσα ὅσα κατερρέθη αὐτῆς καὶ δεδοικυῖα τὸν σύλλεκτρον τὰς χεῖρας πρὸς ἅπαντας ὤρεγεν ἐλεεινῷ καὶ ἀπεσβεσμένῳ βλέμματι καὶ ἠντιβόλει τοὺς παρὰ βασιλεῖ πεποίθησιν ἔχοντας, προστῆναί τε αὐτῆς καὶ τὰ δυνατὰ ὑπερφθέγξασθαι οὐ μόνον ἀτίμως ἐξωσθῆναι τῶν ἀνακτόρων κινδυνευούσης, ἀλλὰ καὶ τὸν περὶ ψυχῆς ἤδη τρεχούσης περιφανῶς. ᾤκτειρον οὖν αὐτὴν οἱ πλεῖστοι· καὶ οἱ μὲν ἀπολιγωρῆσαι τῶν κατὰ τῆς γυναικὸς εἰσηγηθέντων τὸν βασιλέα ἐνῆγον ἐνδιέβαλλόν τε τοὺς κατειπόντας αὐτῆς ἄνδρας ἀκανθώδεις τὸν τρόπον καὶ συρραφέας ψεύδους καὶ στρεβλοχείλους αὐτοὺς ὀνομάζοντες καὶ φιλαιτίους ἔτι καὶ μεμψιμοίρους· οἱ δὲ ὑπετίθουν μετὰ προμηθείας πλείστης τὸ γενησόμενον διαπράξασθαι, ἵνα μὴ ἁλῷ ἐκείνην εἰσοικιζόμενος ὕστερον, ἣν ἀπέλυσε σήμερον ὡς μοιχεύτριαν, καὶ τὴν αὐτὸς αὐτοῦ αἰσχύνην διατεχνώμενος ἐσεῖται οὕτως παγκόσμιον περιλάλημα κἀκείνοις τῶν ζώων παραβαλλόμενος τοῖς ἐκκρούουσι μὲν ἐπὶ τῶν κροτάφων τὰ ἀμυντήρια, παροξυνομένοις δὲ οὐδαμῶς, οὔτε μὴν τὸ κέρας ὁπλίζουσι κατὰ τῶν ἐπιθορνυμένων ἐν ὄψεσι ταῖς θηλείαις αὐτῶν.

Μετὰ δὲ τοῦτο εἰς τὰ κατὰ Βλαχέρνας ἀνάκτορα εἰσιὼν οὐκ εὐθέως τὸν κότον ἐξέρρηξεν, ἀλλὰ σύσσιτον καθάπαξ παραλαβὼν τὴν ὁμόλεκτρον καὶ τότε τὴν ἔνδον ταραχὴν ὑπεμφαίνων τῷ τῆς ὄψεως σκυθρωπῷ καὶ τῷ ἄλλοσέ πῃ προσνεύοντι βλέμματι, καιόμενός τε τῷ πυρὶ τοῦ θυμοῦ, μὴ μέντοι γε καταπιμπράμενος, ἢ γοῦν ἀφανῶς ἐξαπτόμενος καὶ λεληθότως αὖθις ἀποσβεννύμενος, οὐκέτι ὁμιλῆσαι ταύτῃ καὶ συνδειπνῆσαι προσέθετο. ἡ δὲ κρίσιν ἐπὶ τοῖς εἰσαγομένοις κατ᾽ αὐτῆς ἐξαιτοῦσα ἐνέκειτο καὶ πάντα παθεῖν ἑτοίμως ἔλεγεν ἔχειν, ὁπόσα ἂν ἡ κατ᾽ αὐτῆς ἐξενεχθεῖσα ψῆφος ἀποφανεῖται· ἐδεῖτό τε τοῦ βασιλέως μὴ τῇ κομψείᾳ καὶ συγγενείᾳ τῶν καταγορευσάντων αὐτῆς προσώπων, τῇ δ᾽ ἀκριβείᾳ καὶ ἀληθείᾳ τῶν πραγμάτων προσσχεῖν. ὁ δὲ πρὸς οὐδέν τι τοιοῦτον ἑαυτὸν ἀπευθύνας, ἀλλά τινας τῶν κατευναστριῶν γυναικῶν βασάνοις ὑπαγαγὼν κἀκ τῶν θαλαμηπόλων εὐνούχων ἀκριβωσάμενος τὰ τοῦ δράματος, ἀπάγειν αὐτὴν μεθ᾽ ἡμέρας τῶν βασιλείων ἐκέλευσε, παντὸς ἐστερημένην ἀρχικοῦ στολίσματος καὶ λαμπροῦ περιβλήματος.

ἐξάγεται οὖν τῶν ἀνακτόρων διὰ καθόδου τοῖς πολλοῖς ἀδήλου, εὐτελὲς περικειμένη χιτώνιον, ὁποῖον τῶν γυναικῶν αἱ χερνήτιδες, καὶ δύο ἀμφιπόλους βαρβάρους ἔχουσα, παραγραμματιστρίας καὶ ταύτας τῆς Ἑλληνίδος φωνῆς, καὶ δικώπῳ ἁλιάδι παραρριφεῖσα κατά τινα γυναικείαν μονὴν ἀπάγεται περί που τὸ τοῦ Πόντου στόμα δεδομημένην καὶ τῆς Νηματαρέας ὠνομασμένην.

Ἀλλ᾽ οὕτω τῆς δεσποίνης ἐκποδὼν γενομένης, οἱ μὲν κατειρηκότες αὐτῆς οὐ πάντῃ ἀνεπαχθῶς ὑπέφερον τὸ συμβάν, ἐπειδήπερ καὶ τοῦ ἄγαν ἐκκροῦσαι τὴν βασιλίδα πειρώμενοι κατεῖπον αὐτῆς ἐς τὸν ἄνακτα, οὐ μὴν ἐκσφαιρίσαι παντάπασι τῆς ἀρχῆς βουλόμενοι ἢ γοῦν ἐκ θεμελίων αὐτῶν εἰς τέλεον κατασεῖσαι· καὶ τὸν βασιλέα οὐκ ᾤοντο ὅλως τοιαῦτα δράσειν ποτὲ κατ᾽ αὐτῆς, εἰς τὴν τούτου ἀφορῶντες μαλακότητα καὶ τὸ φέρεσθαι αὔραις μικροῦ καὶ ῥιπίζεσθαι. καὶ οἱ μὲν ἐφ᾽ οἷς τὸ γένος ᾔσχυναν ἤχθοντο, εἰ καὶ μὴ ἐς ὅσον ἔδει καὶ δυσφορεῖν, καὶ οἱ ὀνειδισμοὶ δὲ τοῦ λεὼ καὶ αἱ κερτομίαι τούτοις ἐπιπίπτουσαι κατεπίεζον.

Ἓξ μὲν οὖν μῆνες ἐξίκοντο, καὶ ἡ βασιλὶς Εὐφροσύνη τῶν βασιλείων ἀποβέβλητο. ἐς τέλος δ᾽ ἂν παρεώρατο, εἰ μή γε οἱ τρώσαντες ἰάσαντο, οὐχ ὃν τρόπον Ἀχιλλεὺς Τήλεφον, ἀλλὰ τὸ πρὸς αὐτοὺς πάγκοινον μῖσος, ὅτι τὴν δοξάσασαν αὐτοὺς οὐδὲν δέον αὐτοὶ ἀπεδόξασαν, εὕραντο πρὸς ἐπάνοδον οἵδε πανάκειαν ἄντικρυς. παντὸς γὰρ τοῦ ἐκ συγγενείας τῷ βασιλεῖ συνωμονοηκότος, καὶ τοῦ Μεσοποταμίτου Κωνσταντίνου πάντα κάλων, ὅ φασι, κεκινηκότος καὶ ἀνταρκέσαντος, ἐπανακαλεῖται αὖθις καὶ προσλαμβάνεται, καὶ ἦν ἰσχὺν τὴν προτέραν ὑπερβαλοῦσα τῇ ὕστερον. τοῖς δ᾽ ἀντίφροσι πρὸς οὐδὲν ἐβαρυμηνίασε προδήλως ἢ ἐδολορράφησε τὰ ἀντίσταθμα, οὔτε μὴν τῇ κατακωχῇ τοῦ θυμοῦ ὡς Μήδεια ἀνοίστρησε βακχευτικῶς κατ᾽ αὐτῶν, ἀλλὰ θηροκομοῦσα τὸν σύζυγον καὶ πάλαι μὲν ἀποστέργοντα, τότε δὲ καὶ τέλεον αὐτῆς ἀποσχόμενον καὶ πρὸς εὐνὴν ἐκείνῃ μηδαμῶς συνερχόμενον, σοφιστικῶς ὑπήρχετο, θωπεύουσά τε σὺν τέχνῃ ἐχρῆτο, ὡς ᾑρεῖτο, τῷ τοῦ ἀνδρὸς ἤθει μικροῦ πᾶσαν ἀναζωσαμένη τῆς ἀρχῆς τὴν διοίκησιν. καὶ τῇδε μὲν εἶχε καὶ ταῦτα.

Ὁ δὲ Μεσοποταμίτης Κωνσταντῖνος (δοτέον γὰρ ἔτι τῷ λόγῳ τὰ κατὰ τὸν καθ᾽ ἡμᾶς Πρωτέα καὶ πολυτροπώτατον ἅμα καὶ ποικιλώτατον τόνδε ἄνθρωπον) ἀνέσπα τὴν ὀφρὺν καὶ βλακῶδες ἔβαινε διὰ τὴν τῆς δεσποίνης ἐπάνοδον. καθ᾽ ὅν, οἶμαι, λόγον μηδ᾽ ἐξαρκεῖν αὐτῷ ἐς τιμὴν τὸ παρὰ βασιλεῖ δύνασθαι τὰ πάντα οἰόμενος, τὸ μὲν ἐπὶ τοῦ κανικλείου ὀφφίκιον, ὅπερ Ἰσαακίου εἶχεν ἀνάσσοντος, βραβευόμενον αὖθις ὡς μὴ χωροῦν αὐτοῦ τῆς ἰσχύος τὸ μέγεθος ἀπηνήνατο, ἐκ δ᾽ ἀναγνώστου κληρωθῆναι εἰς διάκονον ᾑρετίσατο, μὴ καὶ τῶν ἱερῶν ἐπιθιγγάνειν ἀξόνων οὐ κρίνων ὅλως ἀνασχετόν. καὶ ἦν ἡ πρόθεσις ἔργον εὐθύς· καὶ βασιλεὺς αὐτὸς κατὰ τὸν ἐν Βλαχέρναις περίπυστον κατῄει νεών, καὶ ὁ πατριάρχης ἅμα οἱ παρῆν προχειρίζων τοῦτον ἐξ ἀναγνώστου διάκονον, καὶ στάσις αὐτῷ καὶ βαθμὸς ἀναβάσεως συγκεχώρηται πρώτιστος. τοῦτο δ᾽ ἠνυκὼς σχηματίζεται τὸν ὑπονοστοῦντα καὶ μηκέτι τοῖς ἀρχείοις παραβαλοῦντα ἢ ὑποδρηστεύσοντα βασιλεῖ ὅλως· τοὺς γὰρ κανόνας μὴ ἐνδιδόναι οἱ ὁπωστιοῦν καὶ θεῷ ἱερᾶσθαι καὶ κοσμικαῖς προσπλέκεσθαι πραγματείαις· ἀποδιεστάναι γὰρ ἄμφω καὶ μηδαμῶς συναλείφεσθαι, ὥσπερ καὶ τὸ δουλεύειν θεῷ τε καὶ μαμωνᾷ κατὰ διάμετρόν εἰσιν ἀντικείμενα.

ὁ γοῦν βασιλεὺς ὅσα καὶ κιττὸς ἐξεχόμενος τούτου καὶ περιεχόμενος τόμον εὐθὺς ἐκθέσθαι τὸν πατριάρχην Ξιφιλῖνον ἠνάγκασεν ἐνδιδόντα τῷ Μεσοποταμίτῃ θεῷ καὶ βασιλεῖ, νεῷ τε καὶ ἀρχείοις προσδιαπλέκεσθαι, μηδὲν ὑφορωμένῳ βλάβος ἐκ τῶν κανόνων, οἳ τοῖς ἀμφιβίοις τούτοις δριμύσσονται δυσκολαίνοντες. τετέλεστο γοῦν καὶ τοῦτο. μικρῷ δ᾽ ὕστερον καὶ τῆς λαμπροτάτης πόλεως Θεσσαλονίκης ἀρχιερεὺς προχειρίζεται.

Ἦν ἂν οὖν τὰ τῆς δόξης ταύτης κληρούμενος οὐκ ἀπόβλητος ἴσως ὁ ἄνθρωπος, οὐδ᾽ ὧν ἐς ὕστερον πέπονθε δεινῶν αὐτὸς ἑαυτῷ παραίτιος, εἰ τῶν βασιλείων ἀπέστη λαμπρῶς, ὅρον ὀψέ ποτε τῇ ἐφέσει θέμενος ἢ τῆς φιλοπράγμονος γνώμης βραχύ τι καθυπενδούς. νῦν δὲ ἀλλ᾽ ἡ τῶν πολλῶν καὶ μεγίστων τιμῶν, καὶ τούτων ἀνομοίων, λυσσώδης καὶ ἀπέραντος λίχνευσις καὶ τῶν χθαμαλωτέρων αὐτὸν ἐξέκρουσε· καὶ προύθηκεν εἰς παράδειγμα τὸν αὐτὸν ὕψους ὑπερφυοῦς καὶ ταπεινότητος ἀμέτρου ἡ τοῖς ἀνθρωπίνοις πράγμασι βραβεύουσα πρόνοια, καὶ ἀναβὰς ἕως τῶν οὐρανῶν, καταβέβηκεν ἕως τῶν ἀβύσσων τῇ παλιμπνοίᾳ τῶν πράξεων. οὐκ ἀνασχετὰ γὰρ κρίνων, εἰ μὴ τῇ λαιᾷ μὲν τῶν ἱερῶν ἔχοιτο πραγμάτων, τῇ δεξιᾷ δὲ τῶν κατὰ τὰ ἀνάκτορα λάζοιτο, συμμάρπτων τὰς ἀρχὰς ἀμφοτέρας καὶ περισφίγγων ὅσα καὶ λίθος τῶν διεστώτων συνδέτης ἀκρόγωνος, ἀμεταθέτως εἶχε καὶ πάλιν τῆς πρώην προθέσεως. ἀλλὰ μηδ᾽ ἄτερ τῆς αὐτοῦ γνώμης περατοῦσθαί τι βουλόμενος, ὡς σφῆνάς τινας καὶ βλῆτρα τοὺς ἑαυτοῦ κασιγνήτους ἐνέβυσε τῇ ἀρχῇ. ἢ ὡς ἐνώτια ταῖς τοῦ βασιλέως ἑκατέραις ἀπῃώρησεν ἀκοαῖς, ἵν᾽ εἴ ποτε τῇ ἐκκλησίᾳ παραβάλλων τῇ συνόδῳ συγγίνοιτο, μηδὲν εἴη διαπραχθὲν ἢ καὶ λεχθὲν ἀφώρατον, μηδὲ λάθῃ τις αὐτὸν εἰς τὸν ἐκείνου χῶρον παρεισιών.

οὐ μὴν ἀλλὰ καὶ πρὸς τὴν Θεσσαλονίκην ἀφικόμενος καὶ μικρόν τι φανεὶς καὶ ὅσον ἐνιδρυθῆναι τῷ θρόνῳ ἐς τὸ Βυζάντιον αὖθις πτηνὸς ἀνέζευξε, μὴ περιβλέψας ἐς τὰ ὀπίσω μηδὲ στὰς ἐν πάσῃ τῇ περιχώρῳ, καὶ κατ᾽ αὐτὸ μὲν δὴ τοῦτο ὑπερόπτης τῶν ἁπάντων γενόμενος, ὅτι τὰ πάντα τῷ δακτύλῳ μετῆγέ τε καὶ μετέφερε, μάλιστα δ᾽ ὅτι τοῦ βασιλέως κατὰ τοῦ Χρύσου αὖθις ἐξωρμηκότος αὐτὸς ἐς ὅσα τῷ βασιλεῖ πρὸς βουλῆς τὰ κατὰ τὸν ἀποστάτην τοῦτον διῳκηκὼς ἔδοξε καὶ τακτικαῖς ἐνδέξιος ἐπιβαλεῖν ὑποθέσεσι καὶ ἀτεχνῶς βασίλειον ἱεράτευμα.

Ὅθεν ὅπερ ἐπὶ τῶν σωματικῶν ἕξεων ὁ Κῷός φησι ποιητής, ὡς εἰς τὸ ἄκρον προελθοῦσαι φιλοῦσι πρὸς τὸ κάταντες ὡς φιλυπόστροφοι μεταφέρεσθαι, μὴ ἀτρέμας ἔχουσαι μένειν τῷ συνεχεῖ ἀεὶ τῆς κινήσεως, τοῦτο καὶ ἐπὶ τῷ Μεσοποταμίτῃ συμπέπτωκεν ἄντικρυς· ἀεὶ γὰρ τοῦ προβαίνειν πειρώμενος καὶ μηδένα τοῦ δοξοθηρεῖν εἰδὼς κόρον ἔλαθεν ὡς ὁ μυθικὸς κώνωψ ὁ λέοντι συμπλακεὶς ἀραχνίῳ λεπτῷ συλληφθεὶς καὶ πᾶσαν ἐξαναλύσας δόξαν δι᾽ ἀτιμίας, ἣν περισπερχῶς ἀνώδευσε πρότερον, κατὰ τὸ ψαλτῴδημα τοῦ Δαυὶδ “κύψας ἦν καὶ πεσὼν ἐν τῷ κατακυριεῦσαι τῶν τότε πενήτων γνώσεως„. ἐς γὰρ φατρίαν οὐ μετρίαν ἀθροισθέντες καὶ κοινῇ συνελθόντες ὁπόσων αὐτὸς ταῖς κεφαλαῖς κατὰ τὴν τῆς κωμῳδίας ψύλλαν ἐφήλατο καὶ οὓς μικροῦ κατὰ κόρρης ἐρράπιζεν ὡς ἀνδράποδα καί τινας οὐχ ὑγιεῖς κατ᾽ αὐτοῦ κατηγορίας ὡς ἀφυσγετὸν ἠθροικότες προσίασι βασιλεῖ καὶ τὸ αὐτοῦ εὐένδοτόν τε καὶ ῥᾴδιον παντὶ καθυπάγεσθαι ῥήματι συνέριθον πρὸς τὸ ἔχθος εὑράμενοι κατέδραμον γενναίως.

καὶ τὸ ἐντεῦθεν οὐ μόνον τῶν ἀνακτόρων ἐκτοπίζεται ὡς σφαῖρά τις εὐπερίγραπτος διαφεθεῖσα ἰσχυρῷ μηχανήματι, ἀλλὰ καὶ τῆς ἀρχιερωσύνης ἐξοστρακίζεται, ἑνός τινος προκοιλίου ἐς ἀγορητὴν ἐπιλέγδην παρὰ τῶν ὅλων προβληθέντος, λέγω δὴ τοῦ τότε δουκὸς τοῦ στόλου Μιχαὴλ τοῦ Στρυφνοῦ, ᾧ καὶ μᾶλλον ὁ Μεσοποταμίτης ἀντεπολιτεύετο ὡς καὶ ὑπὲρ πάντας ὄντι φιλοκερδεῖ καὶ τὰ κοινὰ νοσφιζομένῳ καὶ χανδὸν καταβροχθίζοντι χρήματα.

Πλὴν ἀλλὰ τοῦτο μὲν οὐ πάνυ δεινόν, καίπερ ὂν δεινόν, τό τινας ἀβασανίστως καὶ ἄλλης μὲν ὑπηρεσίας ἀδίκου γλώττης ἀπάγεσθαι πάρεργον, μάλιστα δ᾽ ἀποπίπτειν τοῦ τῆς ἱερωσύνης μεγίστου χρήματος. ἐκεῖνο δὲ καὶ λίαν ἀσύγγνωστον καὶ πολλὴν ἀβελτηρίαν τῶν δεδρακότων κατηγοροῦν· δεῆσαν γὰρ ἕτερον ἀρχιερέα ψηφισθῆναι Θεσσαλονίκης, ἡ τοῦ Μεσοποταμίτου καθαίρεσις κατ᾽ ἐρήμην προτίθεται πρὸς ἐξέτασιν. καὶ ὡς ἔδοξαν σκάζοντά τε καὶ μὴ ἐρρωμένα τῶν ἐν αὐτῇ κεφαλαίων τινὰ πρὸς ἀρχιερωσύνης ἀφαίρεσιν, ὁ δὴ πατριάρχης, εἴτε βασιλείῳ ὑπείκων κελεύσματι, εἴτε τῷ πρὸς τὸν Μεσοποταμίτην ἔχθει φρονεῖν οὐκ ἔχων τὰ καίρια, εἴθ᾽ ἑτέρως καθ᾽ ὃν οὐκ ἴσημι λόγον ἐκκρουσθεὶς τοῦ καθήκοντος, τινὰς τῶν ἀρχιερέων ἀγηοχὼς καὶ δικαστὰς αὐτῷ συνεδριάσας, ὁπόσοι κακόσχολοι καὶ τὴν ἐκ βασιλέως εὔνοιαν ὅλῳ ποδὶ καὶ συντόνῳ προθυμίᾳ μεταδιώκοντες, μεταλλοιοῖ τὴν καθαίρεσιν καὶ παρένθετά τινα τῷ τόμῳ προσθεὶς αἰτιάματα, ἐκ τοῦ δήπουθεν ἀναμφηρίστου πάσης ἱερᾶς ἀποξενοῦντα λειτουργίας τὸν τούτοις ἁλόντα, τῷ χαρτοφυλακίῳ ἀποτίθησιν, ἐκδοὺς ἔκτοτε καὶ τῷ Χρυσάνθῳ ἀντίγραφον, ὃς τῆς Θεσσαλονίκης ἐνεχειρίσθη τοὺς οἴακας.

κἀπὶ τοῖς τελεσθεῖσι τούτοις δέον ἐγκαλύπτεσθαι, τῶν δέ τινες καὶ ἐπεσκίρτων, ὡς εἴπερ πολεμίων ἐθνῶν ὑπόπτωσις ἐντεῦθεν κατώρθωτο ἢ θηρίον δυσάλωτον ἐκεχείρωτο πόλεις ἐξερημοῦν καὶ τοὺς κατοίκους διαφθεῖρον καὶ πρὸς χρόας ἀνομοίους μεταλλαττόμενον, ὁποῖα τὰ Λιβυκά φασιν, ἢ ὁ παρὰ τῷ Ἰὼβ ἀνάλωτος δράκων συνείληπτο καὶ ὁ βορὸς μυρμηκολέων ἀπώλετο, εἴτε μὴν ἡ πολυθύσανος αἰγὶς καὶ δειματώδης ἐκείνοις ἐς χάος ἐλήλαται καὶ διέσπασται.

Καὶ οὕτω μὲν ὁ Μεσοποταμίτης Κωνσταντῖνος καὶ οἱ τούτου δύο κασίγνητοι τῶν κοινῶν ἐκκρούονται διοικήσεων, ἀντεισάγεται δ᾽ ἕτερος περὶ τὰς κοινὰς διοικήσεις οὐκ ἐνδέων τοῦ ἀκριβοῦς, χαρίεις τὸ ἦθος, μάλα τε τοὺς λόγους ἀποτορνεύειν εἰδὼς καὶ ἀπομηκύνειν ἐς περιόδους ῥητορικῶς· ὁ Εἰρηνικὸς ἦν οὗτος Θεόδωρος, καὶ παρεῖχεν ἑαυτὸν τοῖς πᾶσι κατάλληλον. συνέζευκτο δέ τις ἐκείνῳ καὶ τῶν πόνων συνελαμβάνετο φιλοχρηματῶν ἱκανῶς καὶ βηχὶ συνεχεῖ κάτοχος. ἀμφότεροι οὖν ταῖς πολιτικαῖς ἐπεστάτουν πράξεσι. πλὴν τὸ τοῦ Μεσοποταμίτου πτῶμα μηδαμῶς ἐν γέλωτι ἔχοντες, ἀλλὰ διὰ παντὸς προορώμενοι καὶ τὸ τοῦ κρατοῦντος εὔκολον ὑφορώμενοι οὐκ ὄρθιοι καὶ ἀκλινεῖς ὡς οἱ ἀκράδαντοι τῶν ἱπποτῶν κατά τε πρανῶν καὶ ὀρθίων ἐφέροντο, ἀλλὰ τὸ δυναστεῦον ὑποποιούμενοι ἀνεῖργόν τε καὶ ἀνεσείραζον ἀεὶ τὴν ἰσχὺν καὶ πολλὰ τῶν δεόντων παρέτρεχον τὴν ἀπόβασιν εὐλαβούμενοι.

Ἐν τούτοις μὲν οὖν καὶ τοιούτοις παραπλησίοις ἐνιαυτὸς ἐξίκετο τρίτος ἄρχοντι Ῥωμαίων Ἀλεξίῳ τῷ Κομνηνῷ. τὰ δ᾽ ἐφεξῆς οὐδὲν ἀντιστατοῦντα τοῖς πρότερον· δίαιτα γὰρ ἦν ἡ αὐτὴ καὶ πάλιν καὶ βίος χαλαρὸς καὶ ἐξημβλυμένον ἀεὶ φρόνημα.

Τότε δὲ καὶ αἱ εἰρηνικαὶ σπονδαὶ παρωράθησάν τε καὶ συνεχέθησαν, ἃς εἶχε βασιλεὺς ἐκτελέσας μετὰ Πέρσου τοῦ διέποντος τὸ Ἰκόνιον. ὁ μὲν γὰρ Καϊχοσρόης (τοῦτο γὰρ ἦν ὄνομα τῷ βαρβάρῳ) δύο Ἄραβας ἵππους ἐκ τοῦ σουλτὰν τῆς κατ᾽ Αἴγυπτον Ἀλεξανδρείας τῷ βασιλεῖ στελλομένους ἀφείλετο. τοίνυν καὶ θατέρῳ τούτων τὸ γόνυ ἐξαρθρωθέντι ἐν τῷ πρὸς δρόμον ἀνίεσθαι πέμψας εἰς βασιλέα συγγνώμην ᾐτεῖτο, ὅτι τε ὅλως εἰς αὐτὸν διαβαίνοντας ἵππους ἔσχεν ἰδιωσάμενος καὶ ὅτιπερ ἡ τοῦ ἑνὸς ἀχρείωσις καὶ τὴν θατέρου ἀποστολὴν πεποίηκεν ὑποστείλασθαι· πάντως δὲ φροντιεῖν τοῦ τῷ φίλῳ ἀνεπαχθοῦς καὶ τοῦ μὴ τῶν ἵππων ἐς μακρὸν στέρεσθαι. καὶ ὁ μὲν ἐφ᾽ οἷς ἔδρασεν εὐπρόσωπον οὕτως ἠγόρευε τὸν ἀπόλογον· ὁ δὲ μήτε τὸ μεγαλόψυχον ἐπαινέσας, μήτε μὴν τὴν ἀνάγκην τρέψας ἐς τὸ φιλότιμον ἢ γοῦν ἐν νῷ βαλλόμενος τὸν καιρὸν βαρὺν ἐνστάτην ἀεὶ αὐτῷ ἐφιστάμενον καὶ πρὸς πνῖγμα ἐπὶ πᾶσι κατάγχοντα, ὡς πρῖνος αὐτίκα καιόμενος τῷ θυμῷ ἐπεβρόντα. πλὴν ἕτερον μὲν οὐδέν τι γενναῖον πρὸς ἀντιπαραλύπησιν τοῦ Πέρσου συνεώρακε διαπράξασθαι, καθ᾽ ἑαυτοῦ δὲ στρατεύεται ἀτεχνῶς καὶ τὸ ξίφος τῷ τέως κρυπτόμενον ἀναδείκνυσι. τοίνυν ἐπιτάττει φυλακαῖς ἐνειρχθῆναι καὶ τὰ ὄντα πάντα ἀφαιρεθῆναι ὁπόσοι Ῥωμαῖοί τε καὶ Τοῦρκοι πραγματευταὶ τοῦ Ἰκονίου ἀπάραντες τὸ Βυζάντιον ἐπεισῄεσαν.

καὶ τὰ μὲν ἐκείνων ἐμπορεύματά τε καὶ ὑποζύγια οὔτ᾽ αὐτὸς εἶχεν ὡς δέον οἰκειωσάμενος οὐτ᾽ ἐναπελείφθη ἐκείνοις, ἄλλα γὰρ ἄλλοις καὶ πάνθ᾽ ὁμοῦ σχεδὸν διεσκέδαστο καὶ ἠφάντωτο.

Καὶ ὁ βάρβαρος τὸ συμβὰν ἐνωτισάμενος, μηδέν τι τῆς προθυμίας καθυφείς, μήτε μὴν εἰς δευτέραν βλέψας πρεσβείαν, κατὰ Ῥωμαίων ὅπλα βαστάζει, καὶ προσπεσὼν ἀπροσδόκητος ταῖς κατὰ Μαίανδρον κωμοπόλεσι Καρίαν τε καὶ Τάνταλον καθ᾽ ἡλικίαν ἠνδραποδίσατο καὶ πόλεις ἄλλας ὅτι πολλὰς ληϊσάμενος πρὸς αὐτὴν ἠπείγετο τὴν κατὰ Φρυγίαν Ἀντιόχειαν.

Καὶ τάχ᾽ ἂν ἐξεῖλε καὶ ταύτην ὥσπερ χθιζὰ Καρίαν καὶ Τάνταλον, εἰ μὴ παρὰ δόξαν ἀντέστη τῷ βαρβάρῳ πρὸς τὸ ὀξὺ τῆς σκυλεύσεως οὐκ ἐκ προνοίας τινὸς ἀνθρωπίνης, ἀλλά πως αὐτομάτως ἢ καὶ θεόθεν παρεισπεσόν τι συγκύρημα. ὁ μὲν γὰρ νύκτωρ ἐξαναστὰς κατὰ κράτος εἰς Ἀντιόχειαν ἤλαυνεν, ἐπιθησόμενος ὄρθριος καὶ πορθήσων τὸ πόλισμα· ἔτυχε δ᾽ ἡμέρας ἐκείνης τῶν παρὰ τῇ πόλει δυναμένων τινὰ θύειν γάμους θυγατρί. ἦν οὖν, ὡς ἐν ταῖς τοιαύταις εἴθισται τελεταῖς, ὅμαδος ἀνθρώπων θαλιαζόντων κύμβαλά τε δι᾽ ὅλης τῆς νυκτὸς ἐκείνης ἀλαλάζοντα καὶ τύμπανα περικτυπούμενα καὶ ὀρχησταὶ τὼ πόδε παρενσαλεύοντες καὶ χοροὶ γυναίων τοῖς ὑμεναίοις τὰ πρόσφορα ᾄδοντες. ὡς οὖν ἤγγισε τῇ πόλει Καϊχοσρόης, τὴν τῶν ὀργάνων ἁρμονίαν εἰς ὦτα δεξάμενος καὶ τῆς συμφωνίας τῶν ᾀδόντων ἀκροασάμενος οὐχὶ τοῦ ὄντος κατεστοχάσατο, ἀλλ᾽ ἀνδρῶν ἡτοιμασμένων πρὸς πόλεμον συνθήματα εἶναι ταῦτα ὑπολογισάμενος, τὴν ἐκείνου προεγνωκότων ἔφοδον, ᾤχετο ἐκεῖθεν καὶ πρὸς τὴν Λάμπην ἀφίκετο.

Ἔνθα δὴ ἀπογραφεῖς ἐπιστήσας τῶν αἰχμαλώτων περί τε τῆς πατρίδος ἕκαστον καὶ τῆς κλήσεως ἐπυνθάνετο, καὶ ὅστις ὁ συλλαβὼν ἀνηρώτα, καὶ εἴ τι τῆς οὐσίας ἀπολωλέκει, καὶ εἰ παῖς ἢ θυγάτριον ἢ ἄλοχος ὑπό του τῶν Περσῶν ἀποκέκρυπται. καὶ τοιαύτην ἔκταξιν ποιησάμενος, πάντα ἀποδοὺς Ῥωμαίοις καὶ κατὰ φῦλα καὶ συγγενείας πάντας ἀπομερίσας, τῆς ἐπὶ τὰ πρόσω εἴχετο. συνεκεφαλαίωτο δὲ ἡ τῶν ἀνδραποδισθέντων πληθὺς εἰς πέντε χιλιάδας ἀνθρώπων. ἐν δὲ τῇ ἀπαγωγῇ ταύτῃ ἐμέλησε τῷ βαρβάρῳ, καὶ ὅπως τῶν ζωαρκῶν μὴ σπανίζωνται οἱ αἰχμάλωτοι, καὶ σῖτον αὐτοῖς διαδοὺς οὐδὲ τὸ τῆς ὥρας ψῦχος παρῆκεν ἀνήκεστον· πέλεκυν γὰρ ἐγχείριον ἔχων καὶ αὐτουργῶν ἐς σχίδακας διῄρει, τυχὸν οὕτω, χρόνῳ ἀνατραπὲν γεράνδρυον· ἀλλὰ καὶ τοῖς συνδραμοῦσι πρὸς τὴν θέαν Πέρσαις ὁμοίως δρᾶν ὑπετίθετο, προσεπάγων ἅμα καὶ ὑποβάλλων τὸ τῆς ἐργασίας αἴτιον καὶ τὸ πρὸς τί εὔχρηστον αὐτοῖς ἐπιλέγων· Πέρσαις μὲν γὰρ ἐξεῖναι διὰ παντὸς ἐξιέναι τῆς παρεμβολῆς καὶ ξυλεύεσθαι, ὅτι μηδ᾽ ἔσται τις αὐτοῖς προσιστάμενος, Ῥωμαίοις δὲ οὐχί, φυλαττομένοις τὸ μὴ δοκεῖν ἀποδιδράσκειν καὶ τὰ ἐκ τοῦδε ὑφορωμένοις ὡς φυγάσιν ἐπικεισόμενα δεσμά.

Ἐπεὶ δὲ τὸ Φιλομίλιον κατέλαβεν, ἐπαύλεών τε μετέδωκε καὶ γῆς ἐπεμέτρησε μέρος πρὸς ἐργασίαν ἀγαθῆς σῖτόν τε αὖθις διέδωκε καὶ ὅσα τῶν ἡμέρων καρπῶν σπόριμα. ναὶ μὴν ἐλπίδων χρηστῶν ἐνέπλησε, τέλος εἰπὼν ὡς αὐτοῦ καὶ βασιλέως αὖθις φιλιωθέντων καὶ πρὸς τὰς πρότερον σπονδὰς ἀπιδόντων προῖκα καὶ αὐτοὶ τὴν οἴκαδε ἐπάνοδον ἕξουσιν· εἰ δέ τι ἕτερον μεταβουλεύσεται βασιλεύς, ἐπὶ πέντε ὅλοις ἐνιαυτοῖς ἀδασμολόγητοι καθεδοῦνται, μηδένα τὸν ὁποιονοῦν ἀπόδομα εἰσπράττοντα ἔχοντες, μετέπειτα δὲ καταβαλοῦνται ὃν ἂν αὐτὸς ἀνεπαχθῆ διατάξαιτό σφισι φόρον, οὐχ ὑπερβαίνοντα τὸν ὅρον, ὡς εἴθισται παρὰ Ῥωμαίοις, οὐδὲ πρὸς τὸ πολλαπλάσιον κορυφούμενον. καὶ ὁ μὲν ταῦθ᾽ οὕτω διατεταχὼς ἐπανῆκεν ἐς τὸ Ἰκόνιον· τὸ δὲ φιλάνθρωπον τόδε διάγγελμα οὐ μόνον οὐδένα τῶν αἰχμαλώτων πατρίδος ἀφῆκε μνήσασθαι, ἀλλὰ καὶ πολλούς, ὁπόσοι πρὸς Περσῶν οὐχ ἑάλωσαν, ἐς τὸ Φιλομίλιον ἐφειλκύσατο, ἀκηκοότας ὅσα τοῖς καθ᾽ αἷμα καὶ πατριώταις ὁ Πέρσης εἰργάσατο.

Οὕτως ἐκ τῆς τῶν εἰς ἡμᾶς Ῥωμαίων γενεᾶς οὐχ ὅπως ἐκλέλοιπεν ὅσιος καὶ ὠλιγώθησαν αἱ ἀλήθειαι, ἀλλὰ καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἀπεψύγη τῶν πολλῶν ἡ ἀγάπησις, ὡς τὴν παρὰ βαρβάροις ἀποικίαν πόλεις ὅλας Ἑλληνίδας ἑλέσθαι καὶ τῆς πατρίδος ἀσμένως ἀλλάξασθαι· αἱ γὰρ συχναὶ τυραννίδες τό τε ὑπ᾽ ἀρχὴν τῆς σώφρονος διαίτης ἐξέκρουσαν καὶ ταῖς ἁρπαγαῖς οἱ πλείους ἐγγυμνασάμενοι οὐδέν τι πρὸς τοὺς ὁμοφύλους μέτριον ἐνενόουν καὶ διεπράττοντο.

Ἀλλ᾽ οἷα καὶ τὰ παρὰ βασιλέως πρὸς τὰ οὑτωσὶ συμβάντα διῳκημένα. στέλλει τὸν Δοῦκαν Ἀνδρόνικον νεανίαν πρώτως ὑπηνήτην τῷ Πέρσῃ συμπλακησόμενον. ὁ δὲ μεθ᾽ ὧν ἡγεμόνευεν ὀψὲ ποιεῖται κατὰ τῶν Τούρκων ἔφοδον. ἀμέλει καὶ νυκτὸς ἐπιθέμενος ποιμνίταις καὶ βουκόλοις ἀμηρᾶ τινος Ἀρσανῆ μετ᾽ οὐ πολὺ ἐπανέζευξεν.

Ἀλλὰ καὶ βασιλεὺς αὐτὸς ὡς ἀπὸ λωτοῦ καὶ Σειρήνων τῶν τρυφερῶν χωρίων τῆς Προποντίδος μόλις ἀποσπασθεὶς κατὰ Νίκαιαν καὶ Προῦσαν ἀφίκετο, οὐκ ἀντιμετρήσων ἢ ἀνταποδώσων τοῖς Πέρσαις ὃ ἐμέτρησαν καὶ ἀνταπέδωκαν ἡμῖν ἀνταπόδομα, ἀλλ᾽ ἵνα μὴ τὰς ἐκεῖσε πόλεις καὶ χώρας κακῶς διάθωνται τῶν τοῦ Βάθους ἐξαναστάντες μερῶν, ἐν οἷς οὐ μέτριοι τότε ηὐλίζοντο. πλὴν καὶ βασιλεὺς μῆνα τοῖς ἐκεῖσε ἕνα προσδιατρίψας ὀξέως ἐπάνεισιν εἰς Βυζάντιον.

Ἀνατείλαντος δ᾽ ἔαρος γίνονται πάλιν συνδρομαὶ τῶν στρατευμάτων καὶ συλλογαὶ μεθ᾽ ὅσης οὐκ εἴπῃ τις ἂν ὁρμῆς καὶ συντονωτάτης ἐπειγωλῆς, ἐπεὶ καὶ ταῖς πολλάκις τοῦ ἔτους συνόδοις καὶ ταῖς συχναῖς συντάξεσιν ὁ στρατὸς ἀποκναίσαντες στῆναί τε τῶν ἐπαλλήλων συνελεύσεων ἤρων καὶ τῆς οἴκοι ἀναβολῆς ἐγλίχοντο. ὡς ὑπὲρ ἰσχὺν τοίνυν ἀγωνιούμενοι συνελέγησαν, καὶ ἢ κρείττους τῶν ἀλλοφύλων ἐσόμενοι ἢ μετ᾽ εὐκλείας ὑπὲρ τῶν πατρίδων ἀποθανούμενοι. καὶ οὕτω μὲν αἱ δυνάμεις ὡς εἰς ἓν στρατόπεδον τὰ Κύψελλα συνηθροίζοντο.

Ὁ δὲ βασιλεὺς αὐτογνωμονῶν ἀποθαρρεῖ ὅπερ ὁ λόγος λέξων ἔρχεται. ἔπασχε τὰ ἄρθρα τοῦ σώματος κατὰ κύκλον οἱονεὶ καὶ περίοδον, τοὺς δὲ πόδας καὶ μάλιστα ὕλης ἐνσκηπτούσης μοχθηροτέρας καὶ ὀδύνας δυσυποίστους ἀποτικτούσης, ἐξ ὧν ἀκινησίαι τε προσεπήγοντο τοῦ πάθους φλεγμαίνοντος καὶ λάβροι πυρετοὶ πολλάκις ἐπῄγιζον. κατά τινα οὖν ἡμέραν τὰς θύρας τοῦ κοιτῶνος ἐπιζυγώσας, ἄλλῳ μὲν οὐδενὶ τοῖς δὲ προκοίτοις ἐκφήνας τὸ ἀπόρρητον, σιδήρια πυρακτωθέντα τοῖς σκέλεσιν ἐπιτίθησι καὶ εἰς βάθος τὸν καυτῆρα ἐπαγαγὼν τὰ μὲν πρῶτα φιλοσοφῶν τὰς ὀδύνας πρὸς τὰς καύσεις τῶν ποδῶν ἀπεμάχετο μεθ᾽ ὕβρεών τε τοὺς ἰατροὺς ἀπεπέμπετο, περὶ μόνα τὰ καθάρσια τούτους λέγων ἀεὶ στρέφεσθαι καὶ μηδέν τι πλέον τῶν κενωσίμων εἰδέναι καὶ μετιέναι τοῖς κάμνουσιν ἴαμα. τὰ δ᾽ ἐφεξῆς φλεγμοναὶ τῶν καυτηριῶν καὶ περιωδυνίαι τῶν πρώην δριμύτεραι, οἱ ἰατροὶ ἐπὶ τούτοις εἰσκεκλημένοι, οὐχ ὁ μὲν ὁ δ᾽ οὔ, ἀλλὰ πάντες κοινῶς, πρὸς δὲ τούτοις καὶ δέος ὑποθρᾶττον τὸ αἷμα, μή πως τὸ τῆς ὕλης μεθιστάμενον, τῆς περὶ τοὺς πόδας καθόδου ἀνακοπέν, εἴς τι καίριον ἐνσκήψῃ μέρος τοῦ σώματος καὶ αὐτὸν μὲν παρασύρῃ τοῦ ζῆν αἰφνηδόν, ἡ δ᾽ ἀρχὴ μεταπεσεῖται παρὰ δόξαν πρὸς ἕτερον.

Οἱ μὲν οὖν τῶν σωμάτων θεραπευτῆρες φαρμακεύειν αὐτὸν ἐγνώκεσαν· οὕτω γὰρ ἂν τὸ τῆς ὕλης κινούμενόν τε ἅμα καὶ πλεονάζον γαληνιάσειε ταῖς κενώσεσι. καὶ ἦν τὰ φάρμακα ἦμαρ παρ᾽ ἦμαρ σχεδὸν κεραννύμενα, καὶ τὸ ἀνύσιμον αὐτοῖς ἐφωμάρτει. ἡ δὲ βασιλὶς Εὐφροσύνη ἐφρόντιζε μὲν καὶ τῆς ὑγείας, ὡς εἰκός, τοῦ εὐνέτου, ἐσκέπτετο δὲ πλέον μετὰ τῶν συνήθων καὶ οἷς τὰ κρυφιώδη τῶν φαντασμάτων προσανετίθει καὶ τοῦ στήθους ἀνεμήρυε τὰ ἀπόρρητα περὶ τοῦ παραληψομένου τὴν βασιλείαν, ὡς ἔσται τις αὐτῇ μὴ ἀνάρσιος μηδ᾽ ἀπεχθής, ἀλλ᾽ ἀσπάσιος. βασιλεῖ μὲν γὰρ οὐκ ἦν διάδοχος υἱὸς τῆς ἀρχῆς, δυάζουσαι δὲ θυγατέρες, καὶ αὗται τῶν συνεύνων πρὸ μικροῦ σπανιζόμεναι. ἡ μὲν γὰρ προφερεστέρα καθ᾽ ἡλικίαν Εἰρήνη θανάτῳ μαλακῷ δαμέντα τὸν σύλλεκτρον Ἀνδρόνικον τὸν Κοντοστέφανον ἀπεβάλετο, Ἄννα δὲ ἡ κατὰ τὴν γένεσιν ἐφεπομένη, τῷ δὲ κάλλει προτερεύουσα, Ἰσαακίῳ συνῴκει τῷ Κομνηνῷ, ὃς κατὰ Μυσίαν ἐναπέθανε τοῖς δεσμοῖς, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις εἰρήκειμεν. ἐπιλογαὶ τοίνυν καὶ ψηφηφορίαι τῶν ἀρξόντων ἄλλαι τε παρ᾽ ἄλλων ἐγίνοντο καὶ πᾶσαι πρὸς τὸ τῶν προβαλόντων ἐτελοῦντο χρήσιμον, τοῦ δ᾽ ἀξίως βασιλεύσοντος Ῥωμαίων καὶ ὡς ἄριστα τὰ κοινὰ διακυβερνήσοντος πράγματα οὐδεὶς οὐδένα λόγος εἰσήρχετο· ὥστε ὑπὸ τῶν ἀβελτέρων καὶ νήπια ἔτι ἐν γάλαξιν ὄντα καὶ σπαργάνοις ἐνειλημένα πρὸς τὴν ἀρχὴν ἐπεκρίνετο.

αὐτῶν μέντοι τῶν ἐν γένει καὶ πλούτῳ περιβλεπομένων ὁ μὲν πρωτοστράτωρ Μανουὴλ ὁ Καμύτζης τῷ πρὸς μητρὸς ἀντεκάθητο θείῳ τῷ σεβαστοκράτορι Ἰωάννῃ, οὗτος δ᾽ αὖθις κατ᾽ αὐτοῦ ἀντωφθάλμει. οἱ δὲ τοῦ βασιλέως κασίγνητοι τρεῖς ὄντες καὶ τὰς κόρας πάντες ἐκκεκομμένοι παρ᾽ Ἀνδρονίκου, ἀλλὰ δὴ καὶ ὁ ἐπὶ τῇ ἀδελφῇ τούτων Εἰρήνῃ γαμβρὸς ὁ Καντακουζηνὸς Ἰωάννης, ἐξ ὀμμάτων καὶ αὐτὸς δεικνύμενος, παισὶ τοῖς ἑαυτῶν τὴν ἀρχὴν ἠνδρολόγουν. ἦσαν δ᾽ οἳ χθές τε καὶ πρώην διαμασσώμενοι τὰ δρυόκαρπα καὶ τὸν Ποντικὸν λάρδον ἐπὶ στόματος ἔτι φέροντες ἐπείρων καὶ ἤρων τῆς βασιλείας μάλα λαμπρῶς καὶ ὅλοις ἐς αὐτὴν περιέργοις ἐνητένιζον ὄμμασι, προαγωγοῖς καὶ προμνήστορσι χρώμενοι ὁπόσοι τῶν ἀγοραίων ὤνιοι χρημάτων καὶ κοιλιόδουλοι, ὡς μακρῷ κάκιον τοῦ καθ᾽ ἕνα τὸ κοινῇ γινόμενον εἶναι ψήφισμα.

Ὢ περίπυστον πρᾶγμα Ῥωμαίων ἀρχὴ καὶ πᾶσιν ἔθνεσι ζηλωτὸν καὶ προσκυνητὸν ἀξίωμα, οἵους ὑπήνεγκας βιαστάς· οἷοί σοι ἐπανέστησαν ὑβρισταί· οἷοί σοι ἐπεμάνησαν ἐρασταί· οἵους ἐνηγκαλίσω· οἵοις ὑπέθηκας ἑαυτὴν καὶ φιλοτήτων μετέδωκας ἐταινιώκεις τε τῷ στεφάνῳ καὶ περιέβαλες τὸ διάδημα καὶ τὸ φοινικόχροον περιέδησας πέδιλον. θυμαλγέστερά εἰσιν ὄντως τὰ σὰ οἷς πέπονθε Πηνελόπη παραλληλιζόμενα, καὶ κατ᾽ οὐδὲν ἀπέοικας βασιλείας γυναικὸς πανευδαίμονος, σεμνῆς τὸ κάλλος, εὐφυοῦς τὸ μέγεθος, εὐπρεποῦς τὴν ὄψιν, ἑαλωκυίας μέντοι χερσὶν ἐραστῶν ἀναιδῶν μηδὲ τιμωμένων ὀβολοῦ παρ᾽ ἐχέφροσιν, οὔτε μὴν ἐχόντων τὸ μεγαλοπρεπὲς αὐτῆς συνιδεῖν μηδ᾽ εὐλαβουμένων τὸ ὕψος μηδ᾽ ὑποστελλομένων τὸ εὐγενές, ἐνίοτε δὲ καὶ πρὸς ὕβριν περιελκόντων καὶ εἰς κοίτην ἀπαγόντων ἀθέμιτον.

Αἲ αἲ τῆς αἰσχρουργίας, οἷα πέπονθας, οἷα τεθέασαι. ὄψις πόρνης ἐγένετό σοι χρῆμα περίπυστον καὶ πρᾶγμα περίδοξον. καὶ φροῦδον μέν σοι τὸ ἀπέριττον ἐκεῖνο κάλλος καὶ τὸ τοῦ τρόπου αἰδῆμον καὶ ἡ σώφρων καὶ προτέρα ἐγκρατὴς δίαιτα, περίεργον δὲ καὶ μετεγγραφὲν ἐντρίψεσι καὶ φαρμάκοις τὸ σὸν πρόσωπον, καὶ διεσκεύασαι πρὸς τρυφὴν καὶ πρὸς ἦθος ἀκόλαστον μετερρύθμισαι· οἱ γάρ σε βιασάμενοι τὴν πρώην ἀπεριέργως καλὴν καὶ τὸ εἶδος ἀγαστὴν καὶ ἐπέραστον πρὸς τὸ ἑταιρικὸν μετεπλάσαντο σχῆμα. πότε ἀνανεύσεις τῆς ἀμόρφου ταύτης εὐμορφίας καὶ τοῦ δυσειδοῦς εἴδους καὶ τοῦ ἐπιποιήτου βλέμματος καὶ βαδίσματος; ἢ τίς ὁ ἐξάξων σε τῶν πρὸς βίαν τυραννικῶν τούτων περιπλοκῶν καὶ πρὸς τὴν πρώτην ἐπανάξων ἀκαπήλευτον διαγωγήν; ὡς νῦν γε καὶ τὸν οἶκτον εἰς γέλων μετενεγκεῖν κινδυνεύομεν, οἷς οὐ δεῖ συμφερομένην ὁρῶντες σε καὶ τὸ τῆς ἀσχημοσύνης χρόνιον φέρειν οὐκ ἔχοντες. ἀλλ᾽ εἶεν.

Ὁ δὲ δὴ αὐτοκράτωρ μήπω καθαρῶς ἀνασφήλας τῆς νόσου μηδ᾽ ἐπὶ τῶν ποδῶν στῆναι δυνάμενος ἔξεισι καὶ ἄπεισι πρὸς τὰ Κύψελλα, ἐξαρτύσας ὅσα πρὸς πόλεμον ἄραρεν. αὐτοῦ δ᾽ ὄντος ἔτι ἐν καχεξίᾳ, Σκύθαι μετὰ μοίρας Βλάχων τὸν Ἴστρον διαβάντες τοῖς Θρᾳκικοῖς ἐπῄεσαν πολίσμασιν, ὁπόσα περὶ Μεσήνην καὶ Τζουρουλόν, καὶ τὰ ἔτι τούτων ἐχόμενα ἐξ ἐφόδου ἔκειρον κατ᾽ αὐτὴν τὴν ἐτήσιον μνήμην Γεωργίου τοῦ χριστομάρτυρος.

Ἦν μὲν οὖν, ὡς ᾔδετο, τοῖς βαρβάροις σκέμμα καὶ σύνθημα πρὸς τῶν ἡγεμόνων τῆς ὁδοῦ δοθὲν ἐς τὸ Κουπέριον ἀφικέσθαι (τὸ δέ ἐστιν ἐκ γειτόνων τῇ Τζουρουλῷ διακείμενον, ἔνθα ἤγετο τηνικαῦτα τῷ μάρτυρι ἑορτὴ καὶ πανήγυρις συγκεκρότητο), ὀμίχλης δὲ περισπασθείσης ἕωθεν χαμαιφερῶς τὸ μὲν πολὺ τῶν βαρβάρων τῆς προκειμένης ἀπορραγὲν εἰς χωρία μετέρρευσεν ἕτερα μέχρι καὶ τοῦ παράλου Ῥαιδεστοῦ κατιόν, μοῖρα δέ τις αὐτῶν περὶ τὸ Κουπέριον ἐπενσκήψασα τῷ μὲν ναῷ καὶ ταῖς περὶ τὸ τέμενος ἑστίαις οὐδαμῶς προσέβαλε· τὸ γὰρ συνελθὸν πλῆθος ἐπὶ τῷ τὰ ὅσια τελέσαι τῷ μάρτυρι δρᾶσαί τι μᾶλλον φθάσαν ἢ παθεῖν ἀναμεῖναν κεκρικὸς δέον, ἁμάξας ἀγηοχὸς καὶ τὸν νεὼν περιφραγμῶσαν, κατὰ τὴν πρώτην εὐθὺς τῶν βαρβάρων ἐπέλευσιν τὰ ἐκεῖσε πεποίηκεν ἄβατα ἄλλως τε καὶ τοῖς Σκύθαις ἀπείρητα, τειχομαχεῖν τὰ ἐν κώμαις ἐκτρεπομένοις ἐς δεῦρο καὶ πόλεσιν ὀχυρώματα, ὡς οἷα πρὸς τὴν πρώτην ὁρμὴν κατὰ λαίλαπος κίνησιν ἀναρριπτόντων τὰ ἐν ποσὶ καὶ πρὸς ἤθη τὰ οἰκεῖα μεταχωρούντων. τοὺς δέ γε τοῦ νεὼ ἀφεμένους καὶ πρὸς τὸ πόλισμα τὴν Τζουρουλὸν ὡς ἔχον σῶσαι μεταχωρήσαντας πανδημεὶ ᾐχμαλώτευσαν, μὴ λαβέσθαι φθάσαντας τοῦ ἐρύματος.

Ἦσαν δ᾽ ἂν ἅπαντες τοῦ κακοῦ τῆς αἰχμαλωσίας ἀπείρατοι, εἰ μὴ ὁ κάκιστ᾽ ἀπολούμενος ῥακενδύτης, ὃς ἐκ τῆς Ἀντιγόνου μονῆς ἐκεῖσε ἀφίκετο τελωνήσων τὴν πανήγυριν, παρ᾽ οὐδὲν ἔθετο ὅσα ἦν ἐπιστείλας ὁ Βρανᾶς Θεόδωρος, ὃς τῶν ἐκεῖθι χωρῶν ἡγεμόνευεν, ἀπαγορεύοντα μὲν τὴν τῶν πολλῶν ἐς τὸ Κουπέριον συνδρομήν, τὴν δ᾽ ἐπιδρομὴν τῶν Σκυθῶν ἀπαγγέλλοντα καὶ προτιθέντα αἵρεσιν, ἢ κακῶν ἀπαθεῖς εἶναι τοὺς συνελθόντας τῶν ἐντελλομένων ἀκούσαντας ἢ τεθνάναι παρακούσαντας. νῦν δὲ ὁ τοῖς ἐν κόσμῳ ἐπίπαν ἀποταξάμενος καὶ λαμπρῶς τῶν κάτω ἀπορραγείς, τὸ δὲ κατὰ Χριστὸν τριβώνιον ἐθελοντὴς ὑποδύς, δείσας μὴ χάλκεος στατὴρ αὐτὸν διαδράσειε τοῦ λεὼ διασπαρέντος, τὴν μὲν δέλτον τῷ κόλπῳ ἐνέβυσε καὶ ὡς ἐν σκότει τῇ μελανειμονίᾳ παρέπεμψε, τοῖς δ᾽ ἀγειρομένοις προύλεγεν, ὡς εἰ καὶ προφήτου ἦν περισσότερος ὁ τὰς ἐννοίας, ἔνθα τὸ κέρδος, ἐμπορικὸς καὶ δριμύτατος, ὡς οὐδέν τι πείσονται ἀηδὲς καὶ ὁποῖον αἱ φῆμαι τὰ πολλὰ τὴν ἀλήθειαν τυραννοῦσαι μὴ διακριδὸν καταγγέλλουσι.

Καὶ οὕτω μὲν οἱ Σκύθαι λείαν πολλὴν ἐλάσαντες ἀνεζεύγνυον, ὁ δὲ τὴν Βιζύην φυλάσσων Ῥωμαϊκὸς στρατός, μαθὼν ἐπανιέναι τοὺς Σκύθας, τὴν ἐπ᾽ αὐτοὺς ἐτράπετο. ἐπεὶ δὲ καὶ ξυνέβαλον ἀμφότερα τὰ στρατεύματα, κρατεῖ τὸ ἡμέτερον φόνος τε καὶ τροπὴ γίνεται τῶν Σκυθῶν καὶ τὸ τῆς αἰχμαλωσίας πλεῖστον ἀνίεται, καὶ τοῦτ᾽ ἐπὶ βραχύ· ἡ γὰρ σύμφυτος καὶ μανιώδης κἀπὶ τοῖς μηδαμῶς καθήκουσιν ἀμετάβλητος Ῥωμαίων λίχνευσις τὴν νίκην διέφθειρεν. ὅλοι γὰρ τοῦ ἀφαρπάζειν καὶ μεταφέρειν γενόμενοι ἅπερ ἦγον οἱ Σκύθαι τὰς Ῥωμαϊκὰς κώμας πορθήσαντες τὸ ἀπιὸν καὶ δραπετεῦον ἤδη πολέμιον ἐπέστρεψαν καθ᾽ ἑαυτῶν καὶ παλίωξιν ἐντεῦθεν εἰργάσαντο.