Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Λόγοι (1-18)

Νικήτας Χωνιάτης

Λόγος 5: Μονωδία για τον θάνατο του νηπίου υιού του συγγραφέα

Προσωπικός θρηνητικός λόγος του Νικήτα Χωνιάτη για τον αδόκητο θάνατο του νηπίου γιου του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 5 από 18

Τοῦ αὐτοῦ· Μονῳδία εἰς τὸν υἱὸν αὐτοῦ τεθνηκότα νήπιον. Εἶτα λειμῶνά τις παριὼν καὶ τούτου ἔνδον ἰδὼν ἢ φυτὸν διαρρυὲν ἢ ἄνθος ἀποψυγὲν οὐκ ἀντιπαρῆλθεν ἀπαθὴς τὴν ψυχὴν καὶ ἄδακρυς, τὸ δέ γε συμφυὲς ἀνθρώποις φίλοικτον ἐνδεικνύμενος ὡς ἐνῆν ἐκόψατο ἐν τοῖς οὕτω ταχὺ παρερχομένοις παθηνάμενος καὶ βληθεὶς διακάρδια καὶ ὥσπερ αὐτὸς ὢν ὁ φυτευσάμενος ὀδυράμενος, ἐγὼ δὲ τὸν οἰκεῖον παῖδα, ὑπὲρ οὗ ἐμόγησα πλεῖστα, ὡς ἀναδράμῃ κατὰ τῶν δένδρων τὰ εὐφυᾶ, καὶ ὃν πολυωρήσειν εὔελπις ἦν, τοῦτον δὴ τὸν χθὲς μὲν θάλλοντα, νυνὶ δὲ ὡς φυτὸν ἐπὶ γῆς ἐρριμένον πρὸ ὥρας, οὐχὶ καὶ λόγῳ δακρύσω, ἀλλ’ ἐκκομίσας παραδράμω σιγῇ; πάντως καὶ στήλην ἀνατετραμμένην, ἀρχαίας ἔργον χειρός, θεασάμενος ἐπεστέναξα ἄν, ὡς εἶχον, ἀναδραμὼν τῇ μνήμῃ πρὸς τὸ ἀρχέτυπον, ἐπὶ δὲ τῷ κειμένῳ οὐχ οὕτως παιδί, καὶ μάλιστα ὅτι καὶ κατ’ εἰκόνα διήρτιστο τὴν ἐμὴν κἀμοῦ τοῦ τεκόντος ἐναπεμάττετο τὴν μορφήν; ἐν τίνι οὖν ὡς ἐν ἐσόπτρῳ λείῳ ἐμαυτὸν ἐκ τοῦδε θεάσομαι ἢ τίς με τὸν πατέρα υἱὸς προσείπῃ πατρόμοιος;

Ὢ ἀώρου θανάτου· ὢ ἀνυποίστου συμφορᾶς· οὐδὲ γὰρ εἰσέτι δύναμαι φέρειν τὸν ἔνδον τάραχον. κεῖται ἄπνους ὁ τοῦ ζῆν ἄξιος· τάφον οἰκεῖ καὶ ζόφον ὁ φωτὶ παρόμοιος· καὶ ὅν, εἰ παρῆν, ἡ ποίησις ἡλίῳ εἴρηκεν ἐναλίγκιον, κατὰ τὰ Λοκρὰ τῶν ῥόδων ἀπέρρευσε τάχιον· καὶ τοσοῦτον ὡς τὰ ἄνθη ἔδωκεν ὀσμήν, ὅσον ἐμποιῆσαι μείζω τὴν συναίσθησιν τοῦ κακοῦ τοῖς ἅπαξ εἰληφόσι τῶν ἐκείνου πεῖραν καλῶν. εἰ γὰρ καὶ μηδέπω τὴν τὸ κρεῖττον ἐκ τοῦ χείρονος διαιροῦσαν ἡλικίαν ἐπεφθάκει, ἀλλ’ οὖν καὶ ἐν βραχεῖ σώματι τὸν ἔπειτα παρέφαινεν ἄνθρωπον ἐλπίσι χρηστοτέραις ὑποσαίνων τὸν φύσαντα. φεῦ ὅτι ὡς κομήτης ἢ φέγγος ἀστραπῆς μικρὰ περιαυγάσας ἡμᾶς παρὰ δόξαν ἀπέσβης, ὦ παῖ. τίς ἡ ταχεῖα τῶν ἐνθένδεν ἀπαγωγή; τίς ἡ τοῦ Ἅιδου προλόχισις, ὑφ’ ἧς ὑπήχθης τῆς ὑπὸ γῆν μήπω καθαρῶς τῆς εἰς τὸν βίον ἁψάμενος; ἔδει μηδὲ τὴν ἀρχὴν ὅλως γενέσθαι, ἵν’ οὕτως εἴποιμι τῷ πάθει νικώμενος, ἢ γεγονότα μετὰ γῆρας ἀπελθεῖν λιπαρὸν καὶ μὴ ἐν νέῳ ἔτι τῷ σώματι· κρεῖσσον γὰρ μὴ πεῖραν σχεῖν ἀγαθοῦ τινος ἢ ἐν χερσὶ δεξάμενόν τινα τὸ ποθούμενον εὐθὺς ἰδέσθαι ἀφαίρεσιν, ὥσπερ τῆς τύχης ἑτερόφρονος γινομένης ἐν τῷ παράγειν μὲν φιλότιμον τὸ ζητούμενον, ἐπισυνάπτειν δὲ τῷ δώρῳ τὸν μόρον καὶ τὴν πρώτην οἷον ἐπιφθάνειν ἁφήν.

Ὢ οἵας μὲν μετέσχομεν χαρμονῆς, ἡνίκα προσεῖπας πρώτως τὸν ἥλιον τῆς μητρικῆς νηδύος ἐκθορών, καὶ κατὰ τοῦτο μὲν ὅτι ἄνθρωπος γεγένηται τοῦ γένους διάδοχος, ἀλλὰ δὴ καὶ ὅτι τὴν ὥραν ἀγαλματίας καὶ εἰς κάλλος ἐξεσμένος τὸν ἔξω ἄνθρωπον· οἵας δὲ λύπης ἀέλπτως ἐπλήρωσας τὴν κοινὴν μητέρα τὴν γῆν ὑπελθὼν καὶ τοὺς ψυχροὺς ταύτης κόλπους ἀμφιχυθείς. ὡς δριμυτέρων τῶν ἐπιθανατίων ὠδίνων πεῖραν ἄρτι δέδωκας ἢ ὅτε σε ἡ φύσις εἰς φῶς κατήπειγεν ἀρτιώσασα, ὅσῳ τότε μὲν ἡ τοῦ ζῆν ἐπέθαλπεν ἐλπὶς καὶ τὸ τῆς ψυχῆς ἐκούφιζεν ὀδυνώμενον, νῦν δὲ ἡ αἰώνιος ἐς καρδίαν πλήττει ἀπέλευσις καὶ ἡ μηδέποτε φιλυπόστροφος ἀποδημία κεντεῖ τὴν ψυχὴν καὶ τοῖς φιλοτεκνοῦσιν ἀναξαίνει τὸ ἄλγημα καί πως κατ’ ἐνδελέχειαν ἀνανεούμενον τίθησι. δένδρον μὲν γάρ, κατὰ τὸν Ἰὼβ εἰπεῖν τὸν τλησίπονον, εἰσαῦθις ἐκκοπὲν ἐπανθεῖ καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ· ἐὰν γὰρ γηράσῃ ἐν τῇ γῇ, φησίν, ἡ ῥίζα αὐτοῦ, καὶ ἀνθήσει ἀπὸ ὀσμῆς ὕδατος, ἀνὴρ δὲ τελευτήσας ᾤχετο, πεσὼν δὲ βροτὸς οὐκέτι ἐστίν.

Ὧ βραχὺν μὲν χρόνον εὐφράνας ἡμᾶς, λυπήσων δὲ ἀδιάδοχα· ὦ γεύσας μὲν ἡμᾶς ἀγαθοῦ τινος, καθ’ ὅσον χρόνον ἐφιλοτιμήσω σοῦ τὸν ἔρωτα, μὴ κορέσας δέ, ἀλλὰ κεχηνότας ἀφεὶς καὶ τῷ πόθῳ κάμνοντας ἀτελεύτητα· οἳ καὶ πεπόνθαμεν ὅμοια τοῖς θησαυρῷ παριαύουσι καὶ σαινομένοις, εἰς ἄνθρακας δ’ ἐξαίφνης μεταμειφθέντα τοῦτον ἰδοῦσι, καὶ ὅσα οἳ τὸν τῆς ἡμέρας ὀφθαλμὸν τὸν ἐπέραστον ἥλιον ταῖς κατὰ μικρὸν ἀναβάσεσι φαῦσαι γλίχονται τὰ μεσημβρινά, ὡς ἂν καθαρώτερον μὲν τοῖς ὁρατοῖς ἐμβλέψωσι, πλείονος δὲ καὶ τῆς ἐξ αὐτοῦ θέρμης μετάσχωσιν, ὁ δὲ μικρόν τι φανεὶς καὶ ὅσον ἀναβῆναι βραχὺ τὸν ὁρίζοντα τῶν ἐλπίδων ἀφεὶς ἐψευσμένους ἢ νέφος ὑπέδυ παχὺ καὶ μελάντατον ἢ ἄλλως γοῦν ὑπεκρύβη, ὡς εἴπερ ἀνηρπάσθη τοῦ στερεώματος· οἷς καὶ κουφότερον ἦν ἐν τελείᾳ μένειν χήτει φαυσιβολίας ἡλιακῆς ἢ ἐπείγεσθαι μὲν εἰς φῶς μαρμαρύσσον τρανότερον, μὴ κατατρ<Υφᾶν> δ’ ὁπόσον ἔδει φωτός· καθάπερ οἶμαι καὶ τοῖς ἐν σπάνει τῶν δι’ ἐφέσεως βέλτιον μηδ’ ἐς πεῖραν ὅλως τῶν ἡδέων ἐλθεῖν ἢ ἐλθόντας καὶ τὴν ἀγαθὴν τῶν ἀνιαρῶν <ἰ>δόντας μετάπτωσιν οἰχομένην παρὰ πόδας ἔχειν αὐτήν.

Φεῦ· φεῦ· λειμὼν κάλλους εὐθαλὴς τὸν ἐμὸν οἰκίσκον περιεχόρευεν, ἀλλ’ ἀνθήσας παραχρῆμα ἀπερρύη· πηγὴ κατὰ τὴν ἐμὴν οἰκίαν ἡδεῖα καὶ διειδὴς ἐκελάρυζεν, ἀλλ’ ὀχετηγὸς θάνατος αἴφνης μετημάρευσε παρ’ Ἀχέροντα ἁλυκὸν καὶ ἄποτον οἶμαι ὕδωρ ἀποκλυσόμενος μελιχρῷ νάματι. τίς ἄρα τὸ ἐνὸν ἔαρ συνέτεμε καὶ θέρος ἐπήνεγκε παρακαίριον; τίς τὴν ἐμὴν γλυκεῖαν καὶ ποικίλον κωτίλλουσαν ἀηδόνα πρὸ ὥρας ἔδειξεν ἄφωνον, μὴ λύσασαν καθαρῶς τὸ πτερόν, μηδ’ ἐς τέλος ἐνεαρίσασαν; τίς βάρβαρος καὶ θεριστὴς ἀπάνθρωπος Τηρεὺς φθέγμα χελιδόνος ἀφεῖλεν οὕτως ἡδύ; ἢ τίς θηρευτὴς ἄγριος τὸν ἐμὸν συνείληφε τέττιγα, ἔτι μὲν σιτούμενον δρόσον, στηθοφυεῖ δὲ μαγάδι λιγυρὸν καὶ ὡς ἄλσος τὰ ἐμὰ καταφωνοῦντα δώματα;

Οἷος ἐπὶ σοὶ κωκυτός, τέκνον, κατὰ συμμορίας ἐγήγερται, ἄλλου ἄλλο τι τῶν σῶν ἀναλεγομένου καλῶν καὶ θρήνων ποιουμένου πρόφασιν. ἴδοι δ’ ἄν τις καὶ τὸ διὰ Ἠλιοὺ τοῦ ζηλωτοῦ καὶ πυρίπνου θεόθεν καινουργηθὲν ἐν ἐμοὶ διὰ τὸ πάθος τὸ σὸν τελεσιουργουμένον ἄντικρυς· πίμπλησι μὲν γὰρ κατὰ δεξαμενὴν τὸ δάκρυ τοὺς ὀφθαλμοὺς καὶ ὑπερεκχεῖται κάτωθεν ἐκ τῶν σπλάγχνων ἀναβαλλόμενον καὶ μορμύρει κατὰ ῥύακα πολυχεύμονα· αἴφνης δὲ τῷ καταιβάτῃ τῆς λύπης ἀναξηραινόμενον διαφορεῖται τῷ ἔνδον καύσωνι ἐς τοσοῦτον καὶ ὑπεράγαν, ὡς μὴ μόνον αὐτὸ ἐξικμάζεσθαι, ἀλλὰ καὶ τὴν τοῦ σώματος ἀποδαλοῦσθαι διάθεσιν, ὥσπερ ἐκεῖ καὶ τὸ ἀντληθέν φασιν ὕδωρ ἀναλωθῆναι πυρὶ καὶ τὴν τοῦτο στέγουσαν θάλασσαν ἐς βάθος καταφλεγῆναι.

Ὢ τοῦ πάθους· τίς καὶ πόθεν ὁ βαρὺς οὗτος ἡμῖν ἐπέσκηψε πρηστήρ; τίνων παρατρίψεις νεφῶν ἐξεπυρήνισαν καθ’ ἡμῶν τὸ καταιβάσιον τοῦτο πῦρ, ὑφ’ οὗπερ ἄσταχυς μὲν οὐδαμῶς καὶ δένδρεον ὑψιπέτηλον ἐφεψάλωται, γεωργῶν πόνοι καὶ μικρὰ πολλάκις τοὺς καμόντας εὐφράναντα, ψυχαὶ δὲ πολλῶν ἐτύφθησαν ἀφορήτως. „τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι,“ Ἰερεμίας ἄντικρύς φησιν ἐπ’ ἐμοί, „τίς σώσει σε ἢ τίς παρακαλέσει σε, ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου, ἢ τίς ἰάσεταί σε;“ „οἴμοι ὅτι σὺ μὲν ὡσεὶ χόρτος πληγεὶς ἐξηράνθης καὶ ὡσεὶ καπνὸς ἐξέλιπον αἱ ἡμέραι σου, ἐγὼ δὲ τῷ τῆς ἐπὶ σοὶ λύπης καταφλεγεὶς πυρὶ μικροῦ καὶ τέρας τοῖς ἀνθρώποις γεγένημαι καὶ συνεφρύγην ὡσεὶ φρύγιον τὰ ὀστᾶ“· τοῦ φιλῳδοῦ ταῦτα καὶ φιλοψάλμου Δαυὶδ τὰ ῥήματα, ὃς καὶ αὐτὸς ἐπὶ νηπίῳ πάλαι πως ἐπαθήνατο, καίτοι προφήτης ὢν καὶ Θεῷ τὴν καρδίαν παρόμοιος· καὶ ἐμεγάλυνε πένθος καὶ σάκκον ἠμφιέσατο καὶ σποδῷ τὴν κεφαλὴν κατεπάλυνεν, ἣν Θεὸς κέχρικεν ἀγαλλιάσεως. ἐῶ γὰρ λέγειν ὡς καὶ τοῖς ἄλλοις συνήθεσιν ἐπέσπενδε δάκρυον ὁ πραΰς, καὶ νῦν μὲν θρηνῶν τὸν Ἰωναθὰν ὑπὲρ ἀγάπησιν γυναικῶν κραταιωθῆναι τὴν ἀμφοῖν ἀγάπην φησί, νῦν δ’ ἐπικάμνων τῷ Ἀβεννὴρ καταρᾶται μὲν τοὺς βαλόντας, υἱὸν δὲ πεπτωκέναι δυνατὸν ἐπιτραγῳδεῖ.

εἰ γοῦν ἐς τοσοῦτον ὁ προφήτης καὶ βασιλεὺς ἐκεῖνος ὠδύρατο, ἐς ὅσον αὐτὸς τὸ πένθος παρατενῶ, ἄνθρωπος ᾧ ψυχὴ ἐν στεναγμοῖς καὶ πνεῦμα ἀκηδιῶν;

Ὢ πονηροῦ τοῦδε θεάματος· ὢ θανάτου οἰκτροτάτου· οἷος τοῦ γένους ἀπηνέχθη βόστρυχος, οἷος κάλλιστος ἐξεκόπη ὀφθαλμός, οἷον μέλος περικέκοπται καίριον. ὦ θάνατε ἀδικώτατε, οἷον ἔδρασας; πῶς φύσιν ἁπαλὴν οὐκ ᾠκτείρησας, οὐδέ σε νεαζούσης ἡλικίας εἰσελήλυθεν ἔλεος; ἄθελκτος ἦσθα ἄρα καὶ ἀμείλικτος καὶ μάτην ὑπ’ Ὀρφέως ᾄδῃ λύρᾳ θελχθῆναι καὶ ψυχὴν διαφεῖναι πρὸς φῶς ὁ σιδήρεος, ἢ γοῦν ἐπικαμφθῆναι νύμφης νεογάμου γόοις πεσόντος παρὰ τὸ Ἴλιον ἥρωος. εἰ γὰρ ἦν ταῦτα, τάχα καὶ νῦν ᾤκτειρας τὸν πενθούμενον. ὢ πάθους πᾶσαν ἡλικίαν διαδραμόντος καὶ πᾶσαν καρδίαν σείσαντος. τίς οὕτως ἀδαμάντινος ἢ πέτρας ἀγελάστου προϊών, ὃς οὐκ ἔσπεισεν ἐπὶ τῷ κειμένῳ δάκρυον; ἦν μὲν ὁ παῖς κούφοις ἔτι τρεφόμενος πνεύμασιν ἡλικίαν ἄγων, ἣ μήπω τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι δίδωσιν. ἔθαλλεν ὥσπερ παράδεισος, ὃν ἐφύτευσε, γραφικῶς εἰπεῖν, ὁ Θεός. ἐκύκλου τὴν ἐμὴν ὡς εὐθαλὲς νεόφυτον τράπεζαν, εὔφραινε ψελλιζόμενον τῇ νέᾳ φωνῇ, ἐλπίσιν ὑπέσαινεν ἀγαθαῖς ὡς χλοήσας τὸ νεοτήσιον καὶ εἰς ἥβης μέτρον ἱκόμενος „ἡδυνεῖ μὲν τὸν πατέρα ἐμέ, οὐκ ἐσεῖται δὲ τῇ μητρὶ λύπη,“ κατὰ τὸν παρὰ τῷ σοφῷ Σολομῶντι ἄφρονα υἱόν.

Ἀλλὰ τί ταῦτα ἐκτραγῳδῶν παραυξάνω τὸ ἄλγος, ἐπιτείνω τὰ κνίζοντα, ἀνιχνεύω τὸ διοχλοῦν, τὰ ἔνδον πληρῶ συγχύσεως, τὸ δὲ δάκρυον ἠρεμοῦν διανίστημι; ἦν ταῦτα. ὁ δὲ φθόνος οὐκ ἐνεγκὼν νόσον ἐγείρει βάσκανον καὶ τὸν ἀνθερεῶνα οἰδάνας τὸν οἰσοφάγον ἀποστενοῖ. μίαν μὲν οὖν ἡμέραν καὶ τὴν μετ’ αὐτὴν ἀντέσχε νύκτα ὁ παῖς πρὸς τὴν τοῦ κακοῦ φορὰν ἀνθιστάμενος, τῇ δ’ ὑστεραίᾳ δυσιάτως ἔχοντος τοῦ πάθους ἐνεδίδου κατὰ βραχὺ συγκαταπαλαιούσης αὐτὸν τῆς ἀσιτίας καὶ τῷ λοιπῷ συνεπιτιθεμένης νοσήματι· ὥσπερ δὲ ἡ φύσις κακουργοῦσα πρὸς τὸ παραχθὲν καὶ τῷ ἑαυτῆς βασκαίνουσα δωρήματι κἀντεῦθεν τὴν ἐνθένδε τούτου ἀνάλυσιν ἐπισπεύδουσα ἐπάγει καὶ πυρετὸν ἐπαιγίζοντα. ὢ κακῶν τοσούτων καθ’ ἑνὸς συνδραμόντων ἁπαλοῦ σώματος. ἦν οὖν ἰδεῖν τῷ τότε καὶ τρωθῆναι ψυχήν, ὅπως τὸ μὲν περὶ τὸν γαργαρεῶνα ἐνσκῆψαν πάθος ἐπέθλιβεν εἰς πνιγμονήν, ἡ δ’ ἀσιτία πάροδον οὐκ ἐδίδου τοῖς βοηθοῦσι τῷ κάμνοντι κατὰ τοὺς προλοχίζοντας τὰς ἐμβολὰς τῶν πολεμίων φρακτοὺς καὶ πᾶσαν τὴν ἀντιληψομένην ἀναστέλλοντας ἔφοδον. ὁ δὲ πυρετὸς κύκλῳ περιδραμὼν καὶ καθ’ ὅλου περιχωρήσας τοῦ σώματος ὡς πολεμίαν ἐπήρχετο γῆν, αἴθων καὶ καταδαπανῶν τὴν ἰσχύν.

Τίς οὐκ ὠδύρατο, παῖ, παθαινόμενος, συνεὶς ὃν εἶχες τάραχον ἔνδον καὶ κλόνον ἀπεριήγητον, τηλίκων νοσημάτων ἀπαραιτήτων καὶ ἀφύκτων ἐπεισπεσόντων σοι. ἔκεισο τοίνυν ἀθλίως ψυχορραγῶν κατὰ βραχὺ τῆς ἡγεμονούσης λογικῆς ψυχῆς συστελλομένης ἀπὸ τοῦ σώματος καὶ ὡσεὶ φρούριον ὀχυρὸν ἀνασκευαζομένης σου τὴν καρδίαν, εἴ πως ἀποδράσειε τὸν ἐφιστάμενον κίνδυνον. ἀνέπνεες ἀμυδρόν, ὑπέκλαες ἐλεεινόν, βουλόμενος μὲν ἴσως τι πρὸς τοὺς ἐφεστῶτας εἰπεῖν, οὐκ ἔχων δὲ τὴν γλῶτταν εἰς φθογγὴν κινεῖν ἔναθρον διὰ τὸ τῆς ἡλικίας ἔτι ἐπιδεές. ἔβλεπες οἴκτου ἄξιον, ὡς εἰς συκίνην ἐπικουρίαν ἀφεώρας τὸν πατέρα ἐμέ. ἐπεὶ δὲ καὶ τοῖς ψυχ<α>γ<ω>γοῖς ἀγγέλοις ἐναπέθου τὸ πνεῦμά σου καὶ ἐναντίον Κυρίου ὕπνον τίμιον ὕπνωσας, οἷς ἔκεισο, τέκνον, ἑρσήεις ἄντικρυς, ἀπολείβων δρόσον ἔρωτος, καθ’ οὕτω φασιν οἱ πάλαι ὑπὸ τῆς Ἠοῦς ἐρωμένους ἁρπάζεσθαι ἢ πρὸς τῶν θεῶν μετατίθεσθαι ἢ πρὸς Ἀπόλλωνος ἀγανοῖσι κτείνεσθαι βέλεσιν. οὐ γὰρ ἐῴκεις τοῖς πεπονθόσι διάλυσιν τῆς συφύσεως, ἀλλ’ ὑπῆρχες τῷ ὄντι παρόμοιος ἀγάλματι λευκῷ καὶ καλῷ Ἔρωτος ἢ Χάριτος, ὃ μισόκαλος κατέβαλε χείρ.

Ὦ χιόνος λευκότερε· ὦ χάρις αὐτόχρημα· ὦ ἀφίδρυμα καλλονῆς· ὦ ἐπικόσμημα γένους· ὦ τοῦ ζῆν ἄξιε· ὦ φυτὸν τὰ μεγάλα μὲν ὑπισχνούμενον καὶ σφαδᾶζον καὶ προαλλόμενον τοῦ καιροῦ καὶ τέλος τὸ ἐραστὸν ἐγγυώμενον, αἴφνης δὲ καταιγιδώδει θανάτου πνεύματι μὴ καθ’ ὥραν ἐκσπασθὲν προθέλυμνον καὶ παρ’ αὐτὸν ἐκτοπισθὲν Ἀχέροντα. ὦ ἀξία θαύματος ὄψις· ὦ γλυκὺ τῷ τεκόντι ἀκοῦσαι ὄνομα· ὦ τὴν παρ’ ἡμῖν τῶν δακρύων πηγὴν ἀνασπώμενε· ὦ καρδίας σπινθήρ, ὦ σπλάγχνων πρηστήρ, δαλὲ ψυχῆς· ὦ πένθος ἀδιάδοχον, ὦ πολυδάκρυτον καλόν· ὦ πολυθρήνητε καὶ ὥσπερ ἀρτιδάκρυτε· ὦ ἀνακεφαλαίωσις κωκυτῶν· ὦ καὶ ὕπαρ ἀσπάσιε καὶ ἐν ὀνείροις ποθούμενε· ὦ ἁρμόσας ἡμᾶς εἰς σύμψαλμα γοερόν· ὦ μειζόνων ἀγαθῶν γεῦμα· ὦ ὁμοῦ τε φανεὶς καὶ καταδὺς ἀστήρ· ὦ τῆς ἡλικίας περισσότερε. τίς ἡ περὶ τὸν θάνατον ὀξύτης, τίς ἡ παρὰ τὸ εἰκὸς αὕτη ἀνάλυσις; ἔδει σε, ὦ παῖ, ἐς γερανδρύου χρόνον ἐλθεῖν καὶ ἀπελθεῖν ὀψὲ καὶ μετὰ παρίππευσιν πλειόνων ἐτῶν. ᾔδειν μὲν γεννήσας θνητόν, ἀλλ’ οὐκ ἐνενόουν καὶ βραχυήμερον· καὶ ῥόδον μὲν ᾠόμην ἔχειν εὔχρουν καὶ καλλιφύτευτον, ἐλάνθανον δ’ εὐθὺς ὀξυβελέσι παρησόμενος ἀκωκαῖς κἀκ τῆς κάλυκος αὐτῆς τὸ ῥόδον ἀποβαλούμενος μήπω διασχισθὲν εἰς πέταλα. οὔπω ζῶντα φθάσας καθαρῶς ἐναγκαλίσασθαι ὡς τεθνεῶτά σε περιπτύσσομαι καὶ ὡς πατὴρ περιλαλήσας βραχύτατα ἀνακαλοῦμαι ὡς ἀπελθόντα σε.

ὡς ἀπευκταίας ἀπαρχὰς ἀπέδωκας τῷ πατρί, ὡς οἰκτρὰ παρέσχες μοι τὰ τροφεῖα, ὀδύνας ἐπὶ τῷ θανάτῳ σου δρέπεσθαι καὶ πενθεῖν καὶ κόπτεσθαι ἀπαράκλητα.

Εἴθε ἦν καὶ νῦν ἐξ ἀνθρώπων γίνεσθαι ὄρνιν ἢ λίθων καὶ δένδρων φύσιν ὑπεισέρχεσθαι, ταῦτα δὴ ἃ τοῖς πάλαι ἐξῆν δι’ ὑπερβολὴν κακῶν ἀνταλλάττεσθαι· τάχα ἂν καὶ ἡμεῖς τοιοῦτόν τι τῆς ὀδυνηρᾶς βιώσεως ἀνθειλόμεθα καὶ ἀνέβημεν ὡς ἄσμενοι τὸν ἀέρα στρουθοί, καὶ πέτραις καὶ θάμνοις καὶ δένδροις ἐφιζάνοντες τὸ πάθος ἐπετροχάζομεν τιτυβίζοντες. ἦν δ’, ὡς ἔοικεν, οὐ λόγος ἀληθής, ἀλλὰ μῦθος ταῦτα ἦν. ποῦ γὰρ αἴσθησις τοσήδε παρ’ ἄλλου κακοῦ μείζονος, ἢ τίνες ἡμῶν μεταβαλεῖν τὴν φύσιν εἰσὶν εὐψυχότεροι, ὥστ’ ἐκείνους πρὸ ἡμῶν τὴν φύσιν ἀσμένως ἀμείψασθαι δι’ ἀπληστίαν καὶ μέγεθος συμφορᾶς; ποῦ ποτε ἀπεσβηκὼς ἔβης, ὅπου γέγ<ονας>, πρὸς τίνα χῶρον μετεσκηνώκεις; τίς τόπος, ποία παράκλησις, τίς τρυφῆς μερὶς ὑπεδέξατο; εἰ ἦν ἔτι ποιητική τις αὐτονομία καὶ τολμηρότερον τοῖς πράγμασιν ἐπέβαλον ἄνθρωποι, ᾠκτίσθης τῆς ἀλεγεινῆς (εἶπεν ἂν ἡ ποίησις) νηπιότητος καὶ κατηστερίσθης ἐν οὐρανῷ καθάπερ πάλαι καὶ γυναικεῖος πλόκαμος καὶ ἔθειραι χρυσαυγίζουσαι καὶ ἕτεροί τινες κακοδαιμονίσαντες παρὰ τὸ εἰκός.

Ὤ μοι ἐγώ, ὅτιπερ ἐφανταζόμην, ἃ μὴ τελέεσθαι ἔμελλεν. αὐτὸς μὲν γὰρ ὠνείρωττον ἐπὶ σοὶ τὰ χρηστότερα καὶ ὡς „ἔσται ἦμαρ,“ συχνάκις ἐπέλεγον, „ὅταν ποτὲ αὐτὸς μὲν ἀποδώσω τὸν χοῦν τῇ τοῦτον δανεισάσῃ παμμήτορι γῇ καὶ ὡς ὁ μὲν ἔρημος τῆς ἁρμοττούσης αὐτὸν ψυχῆς καὶ ἄφθογγος κείσεται· σὺ δ’ ἔσῃ ἀντὶ πατρὸς οἰκῶν τὴν χθόνα καὶ ἐν διαδοχαῖς ἀδιαδόχως ἀπαθανατίζων τὸ γένος ἡμῶν, ἢ καὶ τοὐμοῦ σώματος ὥς τινος διαρραγέντος χορδῆς αὐτὸς τὸν φθόγγον ἀναπληρώσεις· τοῦτο δὴ ὃ καὶ τῷ αὐλητῇ Εὐνόμῳ ἐπισυμβέβηκεν· Εὔνομος γὰρ ᾖσέ ποτε σεμνυνόμενος, ῥαγείσης δὲ μιᾶς τῶν χορδῶν τέττιξ καθίσας περὶ τὸν πῆχυν ἀνεπλήρου τὸ μέλος, καὶ ἦν Εὐνόμῳ πάλιν τὸ μέλος ὡς πρότερον ἐμμελές.“ κἀγὼ μὲν τοιαῦτα· ὁ δὲ κύβος ἔρριπται ἄλ<λ>ως καὶ σὺ μὲν ἐ<νθ>ένδε προαπεδήμησας καί σε ἡ ἐν οὐρανοῖς ἀπεγράψατο βίβλος καὶ γέγονας ἐκεῖσε κλησίγραφος, ἡμεῖς δὲ ζῶντες βίοτον βιοῦμεν θανάτου πικρότερον.

Ἄξιος διὰ τὸ πάθος ἦσθα, ὦ παῖ, τῶν παρὰ γυναικῶν Ἀσσυρίων πάλαι τελουμένων Ἀδώνιδι, αἷς θρῆνος ἦν καὶ φυτῶν ἀφάνισις ἄωρος, δι’ ὧν ἡ τοῦ νεανίου ἐτυποῦτο παράλογος τελευτὴ προαπολλυμένων τῆς ὥρας καὶ μόνιμον τὸ πένθος ἐσώζετο, ἢ γοῦν ἄνθει ὁμωνύμῳ τηρηθῆναι τοῖς ἔπειτα ὡς ὁ Φοῖνιξ, ὡς ὁ Νάρκισσος, ὡς ἡ Δάφνη, ὡς ἡ Μύρρα, ὡς ἡ Πλάτανος, ὡς ἐν ἀνεμώνῃ Ἄδωνις, ὡς ὁ ἀγλαὸς Ὑάκινθος· ἁπαλοὶ τὴν ἡλικίαν πάντες καὶ νεαροὶ τὰ σώματα, δυστυχῶς δὲ μετηλλαχότες καὶ ἀώρως τὸ ζῆν ἐκτοξεύσαντες καὶ διὰ τοῦτο κατ’ ἔλεον ἀπαθανατισθέντες ἐν ἄνθεσιν.

Ἀλλ’ ἤδη με τὸ λέγειν ἐπιλέλοιπε τοῦ πάθους περισχόντος κατὰ παχεῖαν νεφέλην τὸν λογισμόν. οὐκοῦν, ὦ παῖ, σὺ μὲν οἰκεῖς οὐρανὸν καὶ πρῶτον καὶ ἄρρητον κάλλος ἐνοπτριζόμενος, τὸν ἐνταῦθα χῶρον ἀφείς, ἄχραντος, ἀθιγὴς κακῶν καὶ ἀκήρατος καὶ μηδενὶ τὴν ψυχὴν κατεστιγμένος μολύσματι· ἡμεῖς δὲ τὴν ἐπὶ σοὶ ζημίαν, ἣν πεπόνθαμεν, λογιζόμενοι ἐμπεσούμεθα μὲν εἰς πόντον ἀθυμίας πολλάκις, ὀψὲ δ’ ἀνανεύσομεν καὶ αὖθις τὸ πένθος ἀνανεούμενοι κοψόμεθα καὶ ἐν πείσει μὲν φέροντες τὸ δεινὸν διὰ τὸν τοῦ Θεοῦ νόμον, ὃς τὸν παρελθόντα εἰς γένεσιν ἀπελθεῖν πάλιν καὶ τῶν δεσμῶν ἀπολυθῆναι τοῦ σώματος διετάξατο, ἑκάστῳ τῶν χρόνων ὁροθεσίαν νομοθετήσας, μὴ ἔχοντες δ’ οὖν εἶναι τῶν λυπηρῶν ὑψηλότεροι, μηδ’ ἀποπεσεῖν τῶν ἀνιαρῶν, ἐπειδή γε οὐδεὶς ἔτι τῶν ἀνθρώπων λαθικηδὲς κεράννυσι φάρμακον κακῶν ἁπάντων ἀπαλεῖφον τὴν γνώμην.