Ἔργον
Νικήτας Χωνιάτης – Λόγοι (1-18)
Λόγος 6: Εγκώμιο προς τον αυτοκράτορα Αλέξιο Γ' Άγγελο
Εγκώμιο για τα χαρίσματα του αυτοκράτορα, την ανάδειξή του στην εξουσία, τη φιλανθρωπία του και την καταστολή των εσωτερικών ανταρσιών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος 6: Εγκώμιο προς τον αυτοκράτορα Αλέξιο Γ' Άγγελο
Εγκώμιο για τα χαρίσματα του αυτοκράτορα, την ανάδειξή του στην εξουσία, τη φιλανθρωπία του και την καταστολή των εσωτερικών ανταρσιών.
Τοῦ αὐτοῦ· Λόγος εἰς τὸν αὐτοκράτορα Ἀλέξιον τὸν Ἄγγελον ἐξελθόντα κατὰ τοῦ Ἰβαγκοῦ, εἶθ’ οὕτως εἰς τὴν ἀνατολὴν διαβάντα, ὅτε καὶ τὸ περὶ τῶν θείων μυστηρίων ἐλαλήθη δόγμα. Τάδε σοι καὶ παρ’ ἡμῶν εὐχαριστήρια προσᾴδεται ῥήματα, θεομεγάλυντε βασιλεῦ· χρεὼν γὰρ ἐπὶ βραχὺ στηρίξαντα ζώνῃ τῇ καθ’ ἡμᾶς ἐκ μόχθων τῶν ἑσπερίων καὶ πρὸς τὴν ἕω πάλιν εὐθὺς καὶ ὡς εἶχες τῆς πολεμικῆς σκευῆς μεταΐξαντα κατὰ τουτονὶ τὸν ἡμέτερον λαμπτῆρα τὸν ἀεικίνητον καὶ νῦν ἐκεῖθεν αὖθις ἕσπερον ὁμοῦ καὶ ἑῷον ἐπαναλύσαντα συνοργιαστὴν Ἄρεος καὶ μήπω καθαρῶς τῆς περιοδείας ἀνοχευσάμενον συνδιαχυθῆναί σε καὶ ταῖς Μούσαις καὶ Ἑρμῇ τῷ λογίῳ δοῦναι πρὸς τὰ βασίλεια πάροδον μετὰ δόρατος, οὐ τοῦ μειλίνου λέγω καὶ ἀρκίου, ἀλλὰ τοῦ καλαμίνου τούτου καὶ εἰρηναίου καὶ ὃ τὰ σὰ καλλιγραφήσειε τρόπαια οὐχ ὡς χθὲς καὶ πρώην τῷ μέλανι ἐμβαπτόμενον, τῶν δ’ ἱδρώτων τῶν σῶν ἀρυόμενον, οἵ σε περιεχόμενοι ἔνθερμον καὶ ζωογόνον ἡμῖν ἐξατμίζουσι, πῇ μὲν ἀποθρομβούμενοι καὶ κατὰ τῶν ἀντιπάλων ὡς στερεὰ διατινασσόμενοι βλήματα, πῇ δὲ καὶ προρέοντες ἡσύχιον εἰς τὸ ῥύσιον.
Καίτοι τῷ λόγῳ μηδέπω ἐπιβαλόμενος, θειότατε βασιλεῦ, ἐμαυτὸν τῆς σιωπῆς ἐταλάνιζον καὶ ἀτεχνῶς ἐκαρδίωττον πρὸς τὸν ἔπαινον· νυνὶ δὲ γενόμενος πρὸς τὸ λέγειν καὶ βῆμα τοῦτο τὸ σὸν ὑπεισδὺς ἀσφαλεστέραν τὴν ἐν τοῖς τοιούτοις ἀφασίαν ἐγνώρισα. πλὴν ἀλλ’ ἐπειδήπερ οὐκ ἀναχωρητέον ἐστὶν ὅσα μηδὲ ἀθλητὴν καθάπαξ τὸ στάδιον εἰσιόντα καὶ ἐγγραψάμενον, ἄγε, νικητικώτατε αὐτοκράτορ, ἐπίσχες μικρὸν καὶ τῶν ἐνυαλίων ἤχων βραχύ τι ἐπιλαθόμενος Ἑρμαϊκὰ ἐνώτισαι ῥήματα. ὁρῶ γάρ, εἰ καὶ τὸ σὸν ἔγχος ἐπὶ δουροδόκης ὑπνοῖ, ἐπὶ συννοίας ὄντα σε δήπου, καὶ σοῦ οἱ ὀφθαλμοὶ ὡς ἐκ σκοπιᾶς τῆς ἱερᾶς κεφαλῆς τοὺς παραπικραίνοντας βαρβάρους εἰσέτι περισκοπεύουσιν, ὥστε σώματι μὲν θρόνος ἔχει σε ὁ βασίλειος, βλέμματι δὲ καὶ ὁρμήματι μόνον οὐχ ἵππος ὀχεῖ σε πολεμιστήριος καὶ τὸ ἔγχος <κα>τὰ τῶν ἐναντίων ἠγκοίνησαι καὶ κατὰ νοῦν διαπονούμενος θειοτέρως συνεξαίρεις οἷον τὸ σῶμα πρὸς ὁπλισμὸν καὶ σφαδάζειν ποιεῖς πρὸς πυρ<ρί>χισιν, ὥσπερ καὶ Τιμόθεος πρότερον τοῖς κρούμασιν ἐνεθέαζε τὸν Ἀλέξανδρον.
Καὶ σὺ μὲν οὕτως ἐξ ὑπογυίων ἄθλων εἰς ἐπιπονωτέρους ἑτέρους ἀεὶ μεταβαίνειν προθυμούμενος, ἐμὲ δὲ εἰς ἀπορίαν ἡ εὐπορία τῶν σῶν κατορθωμάτων μεθίστησι καὶ Πάρις γίνομαι δεύτερος ὑπὸ τοῦ περιστάντος με χοροῦ τῶν σῶν ἀρετῶν ἀντισπώμενός τε καὶ μεριζόμενος καὶ μὴ ἔχων, ᾗτινι τούτων καθαρῶς τὴν νικῶσαν ψηφίσομαι. καλὴ μὲν γὰρ καὶ ἡ σὴ ἀνδρεία καὶ φρόνησις, βασιλεῦ, καὶ ὡς ἄλλη τις ἑκατέρα διαλάμπουσιν Ἀθηνᾶ, ἀρίστη δὲ καὶ ἡ λοχία Ἥρα, ἡ μεγαλωσύνη, λέγω, γένου τοῦ σοῦ, βελτίστη δὲ καὶ ἡ φιλομειδὴς Ἀφροδίτη, ἡ καλλίστη δὴ καὶ χαρίεσσα πλάσις τοῦ σώματος, οὐ ξανθὴν μόνον κόμην προβαλομένη, ἀλλὰ καὶ τὴν ξύμπασαν πλάσιν πανάριστον καὶ ἀθιγῆ τοῦ Μώμου τοῖς βέλεσιν. ὅθεν πρὶν ἅψομαί τινος τῶν σῶν καλῶν, οὐκ ἔχω, οὗτινος καὶ ἁψαίμην, οὐδ’ ὅθεν ἄρξομαι, δύναμαι πάντων καθισταμένων ὡς εἰς ἀρχὴν καὶ πρὸς ἑαυτὰ μεθελκόντων με κατὰ τὴν τῶν στεφάνων ἄναρχον οἷον περιστροφήν.
Ἓν μὲν οὖν σοι τοῦτο πρῶτον καὶ μέγιστον τῷ παντὶ σέμνωμα· οἱ μὲν γὰρ πρὸ σοῦ κληρωσάμενοι τὴν ἀρχήν, λέγω δὲ οὐ τοὺς ἐκ τοῦ γένους σοι μόνον, ἀλλὰ καὶ τοὺς πάλαι καὶ ἀνέκαθεν τῇ γνώμῃ περιλαβών, οὐκ ἐν πᾶσι τοῖς ἀξιεπαίνοις ἐφήρμοσαν ἅπαντες, ἀλλὰ θάτερον κατωρθωκότες ἢ καὶ ὡς πατρῷον κλῆρον ἐς αὐτοὺς διαδεξάμενοι κατιὸν ὑπέσκαζον παρὰ θάτερον· οἱ μὲν γὰρ τοῖς ψυχικοῖς ἐλλαμπρυνόμενοι κάλλεσιν οὐκ εἶχον καὶ τῆς τοῦ σώματος φυῆς εὐφυῶς, οἱ δ’ ἀγλαόμορφον καὶ χαριτόεν τὸ σῶμα προφαίνοντες καὶ κατὰ τοῦτο κρατεῖν ἔχοντες τὰ ἐς ψυχὴν καθυστέριζον· εἰσὶ δ’ οἳ τὴν ἐκκύπτουσαν τοῦ γένους εὐδαιμονίαν μὴ τοῖς λοιποῖς συνᾴδουσαν ἔχοντες πρὸς τὸ τριμερὲς τῆς εὐφημίας εἶχον ἀνίσως καὶ ἤλαυνον ἐνίων πανύστατοι. σὺ δ’ ἐν ἅπασι, βασιλεῦ, τὸ κατὰ πάντων νῖκος ἀπενεγκάμενος ὑπέρκεισαι μὲν καὶ ὑπερῆρας τῇ ἀρίστῃ πλάσει τοῦ σώματος καὶ τῷ ἀγαλματώδει σου τῆς μορφῆς καὶ τῇ ἐπικεχυμένῃ χάριτι τῷ προσώπῳ τοὺς περὶ τοῦτο μέγα φρονοῦντας, ἀνδρείᾳ δὲ καὶ φρονήσει καὶ τοῖς λοιποῖς ψυχικοῖς συστοίχοις γνωρίσμασι τοὺς πάλαι περὶ ταῦτα διαβοήτους ὑπερηκόντισας, γένους δὲ εὐγενείᾳ κατὰ παντὸς εἰλήφεις καὶ μάλιστα τὸ ἀσύγκριτον τοσούτων γεγονὼς αὐτοκρατόρων ἀπόγονος, οὕτω μὲν ἁπάντων κρατίστων, οὕτω δὲ καὶ πλατυνάντων τὰ Ῥωμαίων σχοινίσματα.
Τὸ δὲ δὴ χαριέστερον καὶ ἐπὶ σοί, ὡς ἔοικε, μόνως ἐνθεωρούμενον, πάντων τῶν ἀρίστων πλεονεκτημάτων ὡς εἰς κρᾶμα ἓν περὶ σὲ συνεληλυθότων, ἐν οὐδενὶ τούτων σύγχυσιν εἰργάσω τὴν σύγκρασιν ἢ πρὸς τὰς ἐναντίας ποιότητας τὴν ἑκάστου ἕξιν καὶ δύναμιν τῷ συγκερασμῷ μετεποίησας. ἥ τε γὰρ ἀνδρεία σοι τὸ στυφὸν ἑαυτῆς καὶ τὸ μέγεθος οὐδ’ ὅλως παραπεποιήκει τῷ τῆς ἀκακίας ἀναδευομένη μέλιτι καὶ φυρομένη τῇ ἁπλότητι τῆς καρδίας σου, οὔτε τὸ μεγαλοπρεπὲς καὶ ἀξιωματικὸν τῆς ψυχῆς χάρισι ταῖς σαῖς καὶ τῷ ἑτοίμῳ πρὸς διάχυσιν καὶ μειλιχίῳ τοῦ τρόπου σοι παρακεχάρακται ὁπωσοῦν, ἀλλ’ ἑκάστοις ἐν δέοντι χρώμενος ἐξ ἀνομοιοειδῶν καλῶν εἰς ἕν τι ἀρετῆς ἀμφίδρυμα πανάριστον εἴκασαι κρεῖττον κατὰ πολὺ ἐκείνου καὶ ὑψηλότερον, ὃ περιέξεσεν Ὅμηρος τὸν Ἀγαμ<έ>μνονα ἐξαίρων τὸν ἡγεμόνα τῶν Ἀχαιῶν, Διὶ μὲν ἐκεῖνον εἰκάζων τὴν κεφαλήν, τὰ στέρνα τῷ Ποσειδῶνι, τὴν δὲ ζώνην Ἄρεϊ. εἰρήνην μὲν γὰρ ἄγων ἀπὸ πολέμων Χάρισι θύεις καὶ ὄμμα προβέβλησαι ἁλὸς γαληνιώσης σταθερώτερον καὶ ἡδύτερον, τῆς δὲ χαλκοστόμου κώδωνος ἠχησάσης ἐνταῦθα ἡ ἀνδρεία ὡς ἀπὸ νέφους τῆς σῆς μειλιχότητος πρόεισιν ἀρίζηλος καθά τις ἀστὴρ καὶ σκοτεῖ καὶ δεδορκότα τῶν βαρβάρων τὰ βλέφαρα.
μικροῦ τοίνυν ἀποστολικῶς τοῖς ἅπασιν ἁρμοττόμενος ὡς καὶ καλῶν ἁπάντων συνδρομή τις καὶ σύνοδος ἤθους ἱλαρότητι μᾶλλον, οὐχὶ προσώπου στυγνότητι κατὰ τοὺς ὑποσκυζομένους ἀεὶ καὶ λεπτουργοῦντας τοῖς ὑπηκόοις τὰ πλημμελήματα Κάτωνας καὶ Φωκίωνας, προνοῇ τοῦ ὑπὸ χεῖρα παντός, οὐδ’ ὡς Ταρκύνιοι καὶ Καμβύσαι μαινόμενοι ἐπιτρέπεις ξίφει τὸ πλεῖον τῆς διοικήσεως, ἀλλὰ τοῦτο μὲν ἄγευστον ἐς δεῦρο αἵματος ὁμοφύλου τετήρηκας τοῖς ἀπηνέσι μόνον βαρβάροις στιλβούμενον, ἡ πειθὼ δὲ καὶ ὁ λόγος τὴν σὴν ἀρχὴν διεξάγουσιν.
Ἀμέλει τοι τῷ παρὰ πάντων πόθῳ διαπύρῳ πρὸς σὲ ὡς οὐδὲ πρὸς ἕνα τινὰ ὑφ’ ἑνὸς καὶ πρὸ τῆς τηβέννης ἐκράτεις ἡμῶν, εἴποιμι δὲ θαρρούντως καὶ ταῖς παρὰ πάντων πρὸς τὸ θεῖον ἐντεύξεσιν· οἱ γὰρ εὐχόμενοι βασιλέα ἰδεῖν νέον καὶ γενναῖον καὶ μνήμονα ἠπίου τε δίκην πατρὸς τῶν ὑπ’ ἀρχὴν προμηθούμενον, σὲ δήπου παρὰ Θεοῦ ᾐτοῦντο, καὶ μὴ ὡρισμένως αἰτούμενοι τὸν τούτοις ἅπασι κομῶντα καὶ ὡς πλείοσιν ἑτέροις θάλλοντα. οὐκοῦν καὶ τὴν δευτέραν τῷ τότε τιμὴν κληρούμενος οὐδὲ τῆς πρώτης ἀπηξιοῦ· ἐπεὶ δὲ ἐπινεύσαντος, ὃ μόνον ἐνέδει, τὴν πορφυρίδα ἠμφίεσο, οὐκ ἄροτρον καὶ αὔλακα ἐκλιπών, οὐδ’ ἵππου φριμάξαντος ἐριαύχενος, οὐδ’ ὄχλου συνδραμόντος βαναύσου καὶ σύρφακος ἀλλ’ εἴ τι που κράτιστον ἐν Ῥωμαίοις καὶ τῷ γένει περιφανὲς καὶ ἐπίσημον, ἐν δέοντι μὲν ἐπέστης καὶ ὡς ἔαρ τοῖς πᾶσιν ἀσπάσιος, ἑαυτῷ δὲ σὺν ὀιζύι δήπου καὶ μογερότητι.
Καὶ ὅπως ὁ λόγος διευκρινήσειε· σοφὸν ἡ πρόνοια καὶ ἀεὶ τοῖς ὑπ’ αὐτῆς διεξαγομένοις διφῶσα τὰ σύμφορα, καὶ ἐφ’ ἡμῖν τοίνυν παριστῶσα, ὅπερ ἔστι τε καὶ ὀνομάζεται, τότε σοὶ καλῶς τὴν τῶν Ῥωμαίων ἀρχὴν ἐνεχείρισεν, ὅτε κακῶς τὰ τῶν Ῥωμαίων ἔπραττε πράγματα.
καὶ ἦν ἰδεῖν τὴν μὲν βασιλείαν ἐπὶ γόνυ κλιθεῖσαν, τὴν δὲ βασιλίδα ταυτηνὶ πόλιν, νέαν Ῥώμην ἀκούουσαν, ῥυτίδων χαλαρῶν ἀνάμεστον καὶ μὲν δὴ κατὰ τὸ εὐαγγελικὸν γύναιον, ὅπερ ἔτεσιν ὀκτωκαίδεκα ἔδησεν ὁ Σατανᾶς, ὑπὸ τοσῶνδε ἤδη που χρόνων περίοδον συγκύπτουσαν χαμαὶ καὶ μὴ ἀνανεύουσαν, ἐξότουπερ δηλαδὴ ὁ πρὸς πατρός σοι θεῖος καὶ ἐν βασιλεῦσι μακαριστότατος Μανουὴλ πρὸς τὴν ἀμείνω ζωὴν καὶ ἀρχὴν μετετάξατο· κύκλῳ δὲ παγχάλκοις ὅπλοις πολεμίοις ἡμεῖς εἱλούμενοι ἑωράμεθα, κἀκ μὲν τῆς ἕω τὸ Περσικὸν ἐπέχαινεν ἀναιδές, ἐκ δὲ τῆς ἑσπέρας ἦσαν Ἀλαμανοὶ ὡς θῆρες δεινὸν βλεμεαίνοντες καὶ καθ’ ἡμῶν τὰ χείρω βυσσοδομεύοντες, ἀπὸ δ’ Εὐρώπης πῇ μὲν ἐκ τῶν τοῦ Αἵμου ἀγχινεφῶν τεμπῶν τὸ ἀποστατικὸν φῦλον οἱ Βλάχοι ἐναντίως ἢ ὡς οἱ τῆς Γραφῆς ἅγιοι λίθοι κυλιόμενοι τὰ ἐν ποσὶ συνέτριβον καὶ ἐλέπτυνον, πῇ δὲ ἡ πολλάκις μυρία ἵππος ἡ Σκυθικὴ τὸ πεζοπόρον τοῦτο πτηνὸν ἀγεληδὸν ἐφιπτάμενον τὴν καθ’ ἡμᾶς ἀκρίδος ἔκειρεν ἀκριβέστερον, ᾧ τόξον καὶ γωρυτὸς ὁπλισμὸς καὶ δοράτια κραδαινόμενα καὶ τὸ αὐτὸ ὄχημα τὸν ἀναβάτην ὀχείᾳ τε καὶ εὐωχίᾳ σχάσει φλεβὸς δεξιούμενον.
Ἐν τοιούτοις καὶ χείροσι περιστατικοῖς καιροῖς τὴν βασιλείαν παρείληφας, καὶ ὅτε μικροῦ δεῖν ἡ τῆς Ῥωμαϊκῆς ἀρχῆς ἁρμονία ὅσα καὶ χορδὴ καιρία διέρρηκτο φόρμιγγος. εἰκότως τοίνυν καὶ τὸ λέγειν <μοι συ>νεβάλετο, ὡς ἡμῖν μὲν ἐπεφάνης ἄσμενος μετὰ βασιλικοῦ στεφανώματος διὰ τὴν ἀρχικὴν ἀρετήν, σεαυτῷ δὲ εἰς μόχθους καὶ τῶν Ἡρακλείων ἄθλων δυσαχθεστέρους ἐπιδεδήμηκας ὡς καὶ συνδήσειν μέλλων τὸ λελυμένον καὶ συναρμόσασθαι τὸ ἀνάρμοστον καθὰ καὶ Δαυὶδ πρότερον, ἡνίκα ἡ κιβωτὸς ἐν ἀλλοφύλοις ἐπλάζετο. πλὴν ἐκεῖνον μὲν ἐκ ποιμνίου καὶ σύριγγος, σὲ δ’ ἐκ βασιλείου τιμήεντος αἵματος εἰς τὸν ἀρχικὸν θρόνον τὸ θεῖον ἐκάλεσε· καὶ τὸν μὲν μὴ πρὸ τῆς ἀρχῆς κεκμηκότα, μηδ’ ὡς ἕδνα τοὺς ὑπὲρ αὐτῆς ἱδρῶτας προκαταθέμενον, σοὶ δ’ ἆθλον ἀρετῆς καὶ καμάτων ἀντίδοσιν, ἀλλ’ οὐχὶ χάριν τὴν βασιλείαν παρέσχετο. οὐ γὰρ ἀμφισβητήσιμά σου τὰ ἀριστεύματα, ὅσα τῆς ἀρχῆς προεπόνησας, ἀλλὰ καὶ ἡλίου, ὅ φασιν, ἐκδηλότερα, καὶ οἷς τὴν τῶν κρατούντων χλαμύδα οὐδὲν ἧττον τῆς θαλαττίου βαφῆς σεμνοτέραν πολλάκις ἀπέφηνας προσεπιχρώσας βαρβάρων τοῖς αἵμασιν.
ἴσασι ταῦτα πόλεις ἑῷαι Ταρσὸς καὶ Ἀνάζαρβα καὶ ἡ κρατίστη καὶ πρωτίστη τῶν ἐκεῖσε πόλεων Ἀντιόχεια, ἡδέως καὶ πολλάκις ἀρυσαμένη σου τῶν καλῶν ὡς οὐδὲ τοῦ Ὀροντείου πώποτε νάματος, ὅσον τε ἐν αὐτῇ κοντοφορικὸν Κελτικόν, ἀλλὰ δὴ καὶ τὸ τοῦ Ἀλεξάνδρου περίπυστον πόλισμα, ὃ Νεῖλος εὐδαιμονίζει πελαγίζων ὥρια, ἃ καὶ δὴ πάντα τεθέασαι οὐ θηρία Λιβυκὰ καὶ Αἰγύπτια καθ’ Ἡρακλέα χειρούμενος ἢ γοῦν Ἀνταίῳ ὑβρίζοντι λῃστῇ συμπλεκόμενος, ἀλλ’ ἐπαμύνων βασιλεῖ προσγενεῖ ὡς τῷ Θησεῖ Ἡρακλῆς ὅσα καὶ εἰς ᾅδου στόμιον εὐρυχανδὲς τὴν Ἀνδρονίκου γένυν κατασυρέντι καὶ παθόντι τὰ οἴκτιστα.
Καὶ οὐχ οὕτω μὲν πρότερον, ἑτέρως δ’ ἐσύστερον, ἀλλ’ ἅμα τε μετὰ στέμματος ὤφθης, καὶ ἅμα πάγκοινον ἐπέστης ἀλέξημα· καὶ οὔτε τῇ ἀρχῇ τῆς βασιλείας εὐθὺς ἢ καὶ καθιστάμενος καὶ ἐσέπειτα διεπράξω τι τῶν πάντων ἑνί τινι γοῦν σκυθρωπόν, οὔτε μὴν φυγαῖς καὶ θανάτοις τινὰς ἐζημίωσας ὥσπερ τῶν προτέρων βασιλέων οἱ πλείους σχεδὸν τοῦ ἄρχειν ἐπιλαβόμενοι, οὔτε μὴν μετέθου τὸ τοῦ τρόπου καὶ μετέβαλες μείλιχον, ὡς ἔγωγε οὐ μέγα τι λέγειν οἴομαι, εἰ τῷ Δαυὶδ κατὰ τὸ πρᾶόν σε παραβάλοιμι.
κἂν ἄλλως εἰς ἀνδρείαν καὶ σωματικὴν ἐμφέρειαν πρὸς τὸν φιλόψαλμον ἀπηκρίβωσαι πυρράκης κατ’ ἐκεῖνον μετὰ κάλλους προφαινόμενος ὀφθαλμῶν, θαρρούντως μᾶλλον διὰ τὸ φίλοικτον εἴποιμ’ ἂν αὐτῷ σε προσεγγίζειν τῷ δεσπότῃ Χριστῷ· ὡς γὰρ οὗτος τὰς διατριβὰς ποιούμενος μετὰ σώματος, „οὐκ ἦλθον,“ ἔλεγε, „κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι τὸν κόσμον,“ ὅθεν οὐ πῦρ ὗσεν οὐρανόθεν ἐπ’ ἀτασθάλους, ὅτι μὴ καὶ τοῖς μαθηταῖς ἐπετίμα τοιοῦτόν τι βουλομένοις αἰτήσασθαι, „οὐκ οἴδατε, λέγων, ποίου ἐστὲ πνεύματος,“ οὔτε γῆν ἐς χάσμα διέστησεν, ἀλλὰ τὴν Παλαιστίνην ἅπασαν ἐπιὼν ἰᾶτο ἅπαν καχέκτημα, οὕτω δὴ καὶ σύ, φιλανθρωπότατε βασιλεῦ, πᾶσι μεταδίδως προνοίας βασιλικῆς· καὶ οὔτε ἡ ἀρχὴ εἰσέτι κλονουμένη καὶ ταλαντεύουσα ὡς ναῦς ὑπὸ χειμῶνος καὶ ὡς οἰκία ὑπὸ σεισμοῦ ἐξέκρουσέ σε τῆς ἐπιεικείας καὶ ἡμερότητος, ὃ καὶ κυβερνήτης ἂν ἐπεπόνθει πεντηκοντόρου τινὸς κύμασι καὶ ναυτῶν ἀπειθείᾳ μεριζόμενος, οὔτε τῶν χρημάτων ἡ ὑποσπάνισις καὶ αὐτῶν τῶν ἐτησίων συνάξεων ὑστερίζουσα τὴν πλουτοποιὸν συνέστειλε δεξιάν, οὔτε τὸν ἐρυθροβαφῆ κάλαμον εἰς θάνατον ἔχρωσας ἢ τὸν κατάλιθον καὶ περιμάργαρ<ον> ἀναδησάμενος στέφανον πῦρ τῶν ὀμμάτων ἔβλεψας καὶ κατὰ τοὺς ἀκτινώδεις τῶν λίθων ὀστρακίνδην τισὶν ἐνητένισας ἢ δακρύων ἐπαφεῖναι θρομβώδεις σταγόνας πεποίηκας, ὁποῖα τὰ τῶν μαργάρων σφαιρώματα, ἀλλ’ οὐ διὰ σὲ τὴν στυγνόχροον πορφύραν περιβαλόμενον γυνή τις ἠμφιάσατο μέλανα ἀνδρὸς κεχηρωμένη, ὃν μέλας ἐκάλυψε θάνατος, οὐδ’ ἔστιν ὅστις τῶν ἁπάντων παρὰ μέρος καὶ μέλος ἑώραται σώματος <κολαζόμενος ἢ> χεῖρας κλαδώμενος ἢ πρὸς φυτείαν σκότους πατταλευόμενος ἢ τὰ σπλάγχνα δημίοις σκαπανευόμενος.
Καὶ τίνα τὰ ἐπὶ τούτοις ἔπαθλα; ναὶ μὲν καὶ ἔθνους παντὸς ἀποστατικοῦ καὶ ἄλλως ἐπιβουλεύοντος ὑπόπτωσίς τε καὶ κατατρόπωσις καὶ ἐς τέλος ὅσον οὐδέπω ἀφάντωσις, ὅτι μηδ’ ἐς μακρὸν ἐάσει Κύριος ἐπὶ τὸν κλῆρον τῶν δικαίων τὴν ῥάβδον τῶν ἁμαρτωλῶν κακουργοτέρων ἑαυτῶν γινομένων καὶ τὸ θεῖον ἐπισπωμένων πρὸς κίνησιν· ναὶ δὲ καὶ τῶν ἔνδον ὑποστολὴ καὶ παντὸς ἀνδρὸς φρονηματώδους καὶ τυραννικοῦ τὸν τρόπον αὐθαίρετος καταστροφὴ καὶ καθαίρεσις.
Ἃ γὰρ οἱ πρότερον αὐτοκράτορες περὶ πλείστου ἐτίθεντο ἐκχορδεύοντες τοὺς κακοσχόλους καὶ λογχεύοντες τοὺς σκαιοτρόπους, τὰ τοιάδ’ αὐτὸς ὡς πίσυνος Θεῷ παρωσάμενος ὑπηγάγου μᾶλλον τῷ φιλανθρώπῳ καὶ κατεκοίμησας τῇ εὐνοίᾳ, εἴ που τις κακότεχνος καὶ στασιώδης καὶ ῥέζων ἔργα νεώτερα. καὶ διὰ τὴν ὡς εἰπεῖν κόλασιν τοῦ κολάζειν καὶ τὸ μὴ τέμνειν τῶν ἀσταχύων τοὺς ὑπεραίροντας καὶ εἰδέναι μὲν τὰς ἐκ τῶν νόμων ποινάς, ἀσπάζεσθαι δὲ τὸ φιλάνθρωπον, ἐθαυμαστώθης μᾶλλον ἀρτίως ἤπερ φοβερὸς ἔδοξας πρότερον, ἡνίκα ὡς Ὑδραῖα κάρηνα παλιμφυῆ τοὺς ἀποστάτας ἐξέτεμνες ἢ καὶ ὡς ἀκόρσους αὐχένας ἐπέκαες Ἰόλεως καὶ Ἡρακλῆς ὁμογενεῖ γινόμενος βασιλεῖ· ἐπιστώσω γὰρ τῷ μὴ κολάζειν τῆς ἐξουσίας τοῦ κολάζειν λαβόμενος ὡς ἐκεῖνα μὲν αὐτοκρατορικὰ ἐπιτάγματα ἦν καὶ τῆς σῆς ὀθνεῖα προθέσεως, ταῦτα δὲ γνωμικὰ καὶ αὐτοκέλευστα κατορθώματα. εἰ δὲ κατὰ σοῦ κενά τις βεβούλευται, οὐδέν τι πρὸς τὸν λόγον τοῦτο οὐδὲ καινόν· ἀεὶ γὰρ αἱ κακίαι ταῖς ἀρεταῖς ἐπικάθηνται ὡς ἐπίβουλοι καὶ οἱ φαῦλοι τῶν σπουδαίων ἀφίστανται κατὰ διάμετρον ὡς ἀντίφρονες.
ἦν δ’ ἂν τοῦ ἄγασθαι ἄξιον, εἰ καὶ Θεοῦ τις κατεπαρθεὶς τὸν παντέφορον διέλαθεν ὀφθαλμὸν καὶ σὲ τὸν θεοειδῆ μὴ ἁλοὺς ὁ ἀποστὰς διέδρασεν αὐτοκράτορα, ὁποῖα ἄττα καὶ γὰρ τὰ πρὸ τῆς χθές εἰσι καὶ τὰ πρότριτα, ἐφ’ οἷς καὶ Θεῷ χαριστήρια ᾔσαμεν καὶ σοὶ τὰ ἐμβατήρια καὶ ἐπεισόδια συνεπεσκιρτήσαμεν τροπαιοφόρῳ ἐπαναζεύξαντι.
Ἐμεγάλυνε γάρ τις κατὰ σοῦ πτερνισμόν, καὶ ψαλμικῶς εἰπεῖν, ἐν τῷ σαλευθῆναι πόδας σου ἐπὶ σὲ ἐμεγαλορρημόνησε. Ξανθίας οὑτοσὶ καὶ Καρίων, τρίδουλος τὴν προαίρεσιν, ἀλλογενής τε καὶ ἀγριέλαιος, πλὴν ἐγκεντρισθεὶς τῷ τῆς σῆς κηπεύσεως καλλιφυτεύτῳ μοσχεύματι, πρώην μὲν ὡς σύες σιτούμενος τὰ δρυόκαρπα, ἐς δὲ κόρον στέατος πυροῦ μετασχὼν λιπανθείς τε καὶ πιανθεὶς καὶ ἀφρόνως ἀπολακτίσας καὶ παροιστρήσας ὡς δάμαλις· ὡς ἄρα χρῆμά τι ἀσυλλόγιστον φύσις πονηρὰ καὶ ἀχάριστος, οὐδ’ ἔστι τὴν ἄκανθαν μὴ καὶ βλαστὸν τοιόνδε ἐξενεγκεῖν. τοίνυν καὶ ὁ τὴν τύχην οὗτος δραπέτης καὶ τῆς ἐνεγκαμένης πάλαι φυγὰς τῷ Πανὶ συνθιασώτης καὶ νύμφαις ταῖς κρηναίαις συγχορευτὴς ὑπὸ τοῦ σοῦ κράτους εὐμενεστάτως προσδεχθεὶς καὶ τύχης ὑπερτάτης μετειληχὼς καὶ τῷ ἡμετέρῳ ἐγγραφεὶς παρ’ ἀξίαν, ὡς ἔδειξε, πολιτεύματι παρ’ οὐδὲν ὅσα εὖ πέπονθε θέμενος ἐπὶ τοὺς βουνοὺς ἦρε καὶ τὰ ὄρη πάλιν τοὺς ὀφθαλμοὺς εἰς τὸν ἐξ ἔθους καὶ πρότερον μεταστραφεὶς βίοτον. καὶ τὴν ἐξ ὁμογενῶν ἐκεῖθεν ἐφελκυσάμενος σύναρσιν ἀντίθρονος Σατὰν πειρᾶται γενέσθαι τὸν ἀρχέγονον κατὰ τοῦτο καὶ ἀρχέκακον μιμησάμενος.
Ἀνούστατε ἀνδρῶν καὶ ἀχάριστε, σὺ σάλπιγγι σημαίνεις κατὰ τοῦ τὴν ἀρίστην σε πλάσιν πλάσαντος ἄνακτος, ὁ τῇ ποιμενικῇ μήπω πρώην ἐμπνέων σύριγγι καὶ ποιμνίων βληχήμασι καταυλούμενος· σὺ τὸ ἁλουργὸν ἄμφιον φαντάζῃ καὶ τὸ ἐξέρυθρον διανοῇ πέδιλον, ὁ ταῖς ἀρνακίσιν ἐγκορδυλούμενος πρότριτα καὶ βοείας καττύματι δέρρεως κρόκῃ τε καὶ ῥάκει τὰ τῶν ποδῶν σχεδιάζων καλύμματα. ὦ τύμπανα καὶ κύφωνες· εἶτ’ οὐκ ἔδεισας εἰς ὄρη ἀναδραμὼν καὶ τῶν σκοπιῶν λαβόμενος τοὺς ὑψόθεν καὶ ἐγγύθεν σου κεραυνούς, οὐ τὸν Θεόν, ὃν διὰ τῶν συνθηκῶν ἠθέτηκας, τοῦ μὲν ὑποποδίου τῶν ποδῶν αὐτοῦ τῆς γῆς ἀποσπώμενος, τῷ δὲ θρόνῳ προσεγγίζων τῷ οὐρανῷ. ὕδωρ ἄρ’ ἦσθα διαπορευόμενον καὶ μὴ μένον καὶ μάτην ἐνετύπου σοι τὰ ἑαυτοῦ ἐντάλματα βασιλεὺς γράφων ἄντικρυς καθ’ ὑγρῶν καὶ σπείρων κατὰ πετρῶν· κηρὸς εὐδιάλυτος καὶ τάχιον ἀπαλείφων τὰ ἐγγραφόμενα· Ἴκαρος ἕτερος σὺν οἶα Δαιδάλῳ καλλιτέχνῃ τῷ βασιλεῖ σοφισαμένῳ πτέρωσιν εἰς <ὕψος> κουφιζόμενος εὔδαιμον· πλὴν ἀλλὰ τὴν χθαμαλωτέραν τύχην ὡς τὴν χαμαιπετῆ ἄρσιν ἐκεῖνος ἠδοξηκὼς διίπτασο τῶν βουνῶν ὡ<ς τ>ῶν νεφῶν οἱ τῶν ὀρνίθων μεγαλοπτέρυγες τὰς βασιλικὰς ἐφετμὰς ὡς τὰς πατρῴας παραιφάσεις Ἴκαρος παρωσάμενος, ὅθεν καὶ ὡς κηρίνου τοῦ προσθέτου σοι διατακέντος πτερώματος βυθῷ τῆς ἀπωλείας ἐμπέπτωκας.
γέννημα σὺ ἀληθῶς ἐχιδνῶν ἰὸν ἐγχέας τῷ ὑπὸ κόλπον σοι περιθάλψαντι εἰκῇ καὶ μάτην ὁ αὐτοκράτωρ θάλασσαν εὐεργεσιῶν οὐκ ἔτεμνε μέν, ἀλλ’ ἐπήντλει σοι καὶ τὴν ἐκ τῶν αὐτοῦ σπερμάτων ὡς ἐξ ἡλίου σελήνην πλησιφαῆ οὐκ ἦν μὲν ἱστῶν κατὰ φάραγγα, εἰς δὲ σύνοδον γαμικὴν καὶ λέχος ἐμνᾶτό σοι. καὶ ὁ μὲν ἐκ τῆς πρὸς αὐτὸν ἐγγύτητος φωτὸς μετεδίδου καὶ ὡς ἀστέρα τῷ τῆς βασιλείας ἐνέπησσε στερεώματι, σὺ δὲ τῆς οἰκείας ἕδρας φρενοβλαβῶς ἀποστὰς τὴν λοξὴν ὡς διᾴττων πεπόρευσαι κἀντεῦθεν τοῦ ὕψους ἀπολισθὼν ἐπίσης ἠφάντωσαι τοῖς ἐν νυξὶ φαινομένοις τοῦ αἰθερίου πυρὸς ἀνάμμασί τε καὶ ἀποσπάσμασι.
Οὔπω τῷ νῷ τὸν ἐπὶ τῶν ὀρῶν θρόνον διεσκευάκεις καὶ ἀνετύπωσας, καὶ αὐτίκα ὡς ἀστραπή τις τοῦ ἀνωτάτου σφαίρου ἀποκεκύλισαι κατὰ τὰς ἀποστατικὰς δυνάμεις ἀπορραγεὶς ὡς ἐς τῆς γῆς τὸ μυχαίτατον, οὐδὲ καθαρῶς ἐπέβης οὗ συνέπηξας ἅρματος, καὶ κατωκάρα καὶ κύμβαχος ὡς οὐδ’ οἳ σφαιρικοῦ ἐπιψαύονται σώματος, ἐπὶ βρεχμὸν καὶ ὤμους ἐπανατέτραψαι. „δεῦρ’ ἀνάβηθι κάτω, νῦν γὰρ ἄνω κατέβης“, ῥηθείη ἂν προσφόρως κατ’ ἄμφω καὶ ἐπὶ σοί, ὅτι τε κατάβασις ἦν ἀτεχνῶς ἡ ἐπὶ τῶν ὀρῶν ἔπαρσις, δι’ ἧς ὕψος ἀρχικὸν ἀμαθῶς ἑαυτῷ ὑπενόθευες, καὶ τὸ γελοιῶδες δὲ καὶ παιζόμενον ὕστερον ἐπὶ ὄνου ἀναβὰς ὕψωμά τε καὶ πόμπευμα εἰς κάθοδον τὴν ἄνοδον εἴληφας. πομφολυγῶδες καὶ διάκενον τὸ σὸν ἔξαρμα ἦν, ὅθεν μήπω ἀκριβῶς σφαιρωθὲν διαλέλυται· ἢ κύματι κωφῷ ἐοικὼς μετεωριζομένῳ καταιγίσι καὶ λαίλαψι καὶ δόξας ἕως τῶν οὐρανῶν ἀναβῆναι τῶν ὑψινεφῶν ὀρῶν αὖ πάλιν ἕως τῶν ἀβύσσων μετ’ οὐ πολὺ καταβέβηκας. ταὐτόν τι τῷ τοῦ μύθου πέπονθας κώνωπι· συμπλακῆναι γὰρ μεγαλαυχήσας λέοντι καὶ τούτῳ πρὸς βραχὺ παρασχόμενος πράγματα τῷ περιελιγμῷ τῆς πτήσεως καὶ τῷ σαλπιγγώδει βομβήματι ἔλαθες ἀράχνης συλληφθεὶς νήματι.
καὶ σὺ μὲν κατὰ τὸν εὐαγγελικὸν πονηρὸν δοῦλον τοῦ κοινοῦ δεσπότου καὶ βασιλέως κατὰ σοῦ χρονίζοντος ἐπελθεῖν διὰ τὴν καχεξίαν τῶν βάθρων τοῦ σώματος χαίρων ἐξεπόρνευες τοῖς ἐπιτηδεύμασι καὶ τοὺς συνδούλους ἐμαστίγους τοῖς πέρα δεινοῦ παντὸς ἐγχειρῶν· ὁ δέ, ὡς προσεδόκησας οὐδαμῶς οὐδ’ ὡς ὅλως ἔστρε<φες> κατὰ νοῦν, ἀνέλπτως σοι ἐπιστὰς ἠκύρωσέ τε τὰ σὰ διαβούλια καὶ μετὰ τῶν ὑποκρινομένων συνέταξε τὴν ἐς αὐτὸν ὑποταγήν τε καὶ εὔνοιαν.
Καὶ ὁ μέν, ὦ αὐτοκράτορ θειότατε, οὕτω καὶ πρὸς μόνην ἐνσαλευομένην αὐτῷ καὶ προσπίπτουσαν τῆς σῆς σημαίας σκιὰν ἀπειπάμενος ἢ καὶ ὡς δοῦλος μαστιγίας τοῦ δεσπότου κατ’ αὐτοῦ ἐπιόντος τὰς ποινάς, οἷς πεπαρῴνηκεν, ὑφορώμενος ἐνέδωκέ τε πρὸς τὴν πρώτην εὐθὺς καὶ τὴν οἰκείαν τύχην μετέμαθεν· ἡμεῖς δ’ ὅ τι πρῶτον τοῦ μεγίστου τούτου κατορθώματος θαυμασόμεθα, τί δ’ ὑστάτως περικροτήσομεν; τὸ μὲν οὖν εὔνουν καὶ φιλαλέξιον ἡμεῖς πολίτευμα ταῖς ἐλπίσιν ἐκάμνομεν, βασιλεῦ, εἰρήσεται γὰρ τἀληθές, ὄρη ἀπότομα καὶ ἄνδρας ἀπονενοημένους τῷ νῷ φανταζόμενοι καὶ μικροῦ τῶν ἀνεφίκτων ἐπιχειρεῖν τὸ σὸν κράτος ὑπετοπάζομεν, σὺ δ’ ἅμα ἐπέστης, καὶ ἅμα νενίκηκας· ἓν ἐξεῖλες πολίχνιον, καὶ δι’ αὐτοῦ τὰ τῶν βαρβάρων καθεῖλες φρονήματα· ἔπιπτε λίθος ὀργάνοις τειχομάχοις βαλλόμενος, καὶ οἱ βάρβαροι τῶν ὑψηλῶν ἀφιστάμενοι, ἐφ’ ὧν ὡς κρημνοβάται διέστειχον αἴγαγροι, εἰς υἱοὺς Ἀβραὰμ ἀπὸ τῶν λίθων τούτων ἠγείροντο. ἀνδρεία τε καὶ φρόνησις ἡμιλλήσαντο παρὰ σοὶ καὶ περὶ πρωτείων διηγωνίσαντο· ἡ μὲν γὰρ ἀνδρεία ξίφει καὶ πολέμῳ μετήρχετο τὸ πολέμιον καὶ τείχεσι προσέβαλλε καὶ εὐπόρευτα ἐτίθετο τὰ δυσπόρευτα, ἡ δὲ καταστρατηγῆσαι σπεύδουσα τὸ ἀντίπαλον ἡγεμονικὰς ὑπετίθετο μεθόδους καὶ τῆς σκηνῆς μὴ προϊέναι παρέχουσα δόκησιν τῶν ὕψεων ἥπτετο τῶν βουνῶν καὶ διεθρόει τὸν παλαμναῖον, ἄτερ βέλους, ἄνευ αἵματος.
ἡ μὲν ἵππων χρεμετισμοῖς καὶ ὅπλων δούποις καὶ ὁμάδοις τάξεων κατετροποῦτο τὸν βάρβαρον, ἡ δὲ σιγῇ μένεα πνείουσα ἐλελήθει τὸν ἀποστάτην ὡς ἡ Ὁμηρικὴ Ἄτη τῆς αὐτοῦ κεφαλῆς ἐπιβαίνουσα καὶ κατασπῶσα πρὸς θάνατον. τί δ’ ἂν καὶ ἔδρασε πρὸς δίπαλτον τοιοῦτον ξίφος βασιλικὸν ὁ μηδεμιᾷ γοῦν σὺν Θεῷ συμπλεκόμενος; ἢ δοῦλος οἰκότριψ πρὸς τὸν μικροῦ παντὸς κυριεύοντα; καὶ ἄλλως δὲ οὐδὲ τοῦ Θεοῦ ἦν οὐδὲ τῆς προεκπεμψάσης σε μετ’ εὐχῶν ἐκκλησίας μὴ τὸν ἀποστάτην εὐθὺς συλλαβεῖν καὶ ὡς ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβῆναί σε τουτονὶ καὶ δίκην θρανίδος ὑποθεῖναί σου τοῖς ποσίν.
Ἐπανῆκες οὖν ἐκ τῶν ἑσπερίων τουτωνί σου καμάτων τε καὶ ἀεθλευμάτων τρισάσμενος ἡμῖν καὶ ἀσπάσιος ἔτι τὴν κόμην αὐχμώδη προφαίνων καὶ τῶν ὑπὲρ ἡμῶν ἱδρώτων ἀπόζων ἥδιον καὶ κατ’ ἐκείνην ἄντικρυς τὴν ἀποφοράν, ἣν ὡς ἀγροῦ πλήρους ὀσμὴν εὐλογημένου παρὰ Θεοῦ φησιν Ἰσαὰκ τὸν Ἰακὼβ εὐλογῶν μετ’ ἐσθῆτος αὐτῷ παριστάμενον καὶ ἐγγίζοντα, ἥτις ὑπέρραπτο τῷ Ἠσαῦ, ἐπειδὴ καὶ μετῆλθες τὸν ἀλιτήριον ὡς ὁ πρᾶος καὶ λεῖος πρότερον Ἰακὼβ τὸν ἐπὶ τόξῳ καὶ γωρυτῷ πεποιθότα θρασὺν καὶ δασὺν Ἠσαῦ· ἣν γὰρ αὐτὸς τῇ κρεωβόρῳ μαχαίρᾳ ἐτολύπευσε θήρευσιν τῶν ἡμετέρων χωρῶν δαιτρεύων καὶ ῥαχίζων κατὰ βοσκήματα τὸν χειρούμενον, ταύτην ἡ Ῥεβέκκα ἐκκλησία θεοσόφῳ ἠκύρωσε δελεάσματι, ἣν πρεσβεύεις ὡς μητέρα καὶ ἧς ἐξέχῃ τῶν ἐντολῶν, καθελοῦσα τὸ τοῦ ἀλάστορος φρόνημα.
τοῖς τε ἄλλοις μεθοδεύμασιν, ὁπόσα φιλεῖ Θεός, καινουργεῖς μετὰ ὁσίου γινόμενος ὅσιος καὶ διαστρέφων μετὰ στρεβλοῦ, ἀλλὰ δὴ καὶ τῷ τὴν λαμπρὰν καὶ καλὴν τῆς νίκης στολὴν ἐπενδῦσαί σε, ἣν ὁ ἀποστάτης ἑαυτῷ ὑπορράψας μόνον οὐ περιέκειτο· ἢ καὶ ἄλλως, σὺ μὲν ὡς τροφὸν καὶ γεραρὰν τὴν ἱερὰν ἐκκλησίαν τῷ σῷ θρόνῳ προσιοῦσαν αἰδημόνως προσδέδεξαι καθὰ πάλαι τὴν μητέρα Βηρσαβεὲ Σολομῶν, περὶ ἧς καὶ διέξεισιν οὑτωσί πως ἡ βίβλος τῶν Βασιλειῶν· „καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα Σολομῶν λαλῆσαι αὐτῷ καὶ ἐξανέστη βασιλεὺς εἰς ἀπάντησιν αὐτῇ καὶ κατεφίλησεν αὐτὴν καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ· καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ.“ ἡ δὲ ἐνώπιον εἰσελθοῦσα τοῦ ἐπὶ πάντων Θεοῦ ὡς ἡ Βηρσαβεὲ πρότερον ἔναντι Δαυὶδ καὶ κύψασα ἐπὶ πρόσωπον ἐ<πὶ τὴν> γῆν καὶ προσκυνήσασα ᾐτήσατό σοι τὴν βασιλείαν εἰρηναίαν καὶ ἀστασίαστον, ἣν ὡς ἄλλος Ἀδωνίας ὁ ἀποστάτης ὑπέκλεπτεν, ἐπεὶ καὶ ὅπως οὐκ ἔμελλες ἐξ ἀρχῆς τοιᾶσδε καλλίστης ἀρξάμενος καὶ ὡς Θεῷ φίλον τὸν ἱερὸν κατευνάσας πόλεμον μὴ καὶ τὰ κατὰ τοὺς βαρβάρους αὐτοὺς ἀρίστῳ τέλει ἐπισφραγίσαι συμπερανάμενος κάλλιστον.
Τὸ δὲ δὴ καινότατον, ὅτι καὶ μονώτατος τὴν ληνὸν τῆς μάχης ἐπάτησας. εἰ γὰρ καὶ συνωμάρτουν σοι στρατηγοί τε καὶ λοχαγοὶ καὶ φάλαγγες συνεξεδήμουν ἐπίκουροι καὶ στρατιώτιδες ἴλαι συνείποντο, ἀλλ’ οἱ μὲν πρὸς βουλὴν συμπονοῦντές σοι καὶ συγκάμνοντες, βασιλεῦ, καθ’ ἕνα που καὶ δύο μόλις ἐξηριθμοῦντο (ἐῶ γὰρ λέγειν, ὡς ἦσαν οἳ τῶν συμφραδμόνων τὴν πρὸς τὸν βάρβαρον ἀπηγόρευον ἀντιμάχησιν καὶ παντάπασιν ἀπηναντιοῦντο τῇ ζέσει σου τῆς ψυχῆς καὶ πρὸς τὸ σὸν ἀντέβαινον πρόθυμον) οἱ δ’ ἀγωνιούμενοι βραχεῖς ἐκ πολλῶν ἐδείκνυντο, καὶ οὓς οὐδ’ ἄν τις ἐς τοὺς οἰκογενεῖς ἠρίθμησεν Ἀβραάμ, καὶ οὓς ἐξεῖλεν ὁ Γεδεὼν τοῦ νάματος λάψαντας.
αὐτὰ μὲν γὰρ τὰ Ῥωμαϊκὰ ἑσπέρια τάγματα ἀμφίβολα ταῖς γνώμαις καθίστατο καὶ ἀπόντα μᾶλλον ἢ παρόντα ταῖς προθυμίαις ἐκρίνετο τοσαυτάκις ὑποπεσόντα τοῖς ἀντιπάλοις, ὁσάκις αὐτοῖς συνεπλάκησαν, τὰ δ’ ἑῷα κατὰ τὸν ἐν εὐαγγελίοις πρωτότοκον υἱὸν τὴν ἐς τὸν ἀγρὸν τῆς μάχης ἄφιξιν ἐπαγγειλάμενα ἥκιστα καὶ τοῖς ἔργοις τὴν κατάφασιν ἐξεπέραναν, ἀλλὰ μικρὸν τῆς ἐνεγκαμένης καὶ πρὸς βίαν ἀποσπασθέντα αὖ πάλιν ὡς οὐδὲ ξύλον σκαμβὸν πρὸς τὴν προτέραν ἐναντιότητα μετεστράφησαν· ὅτε καὶ σὺ μέν, θεοειδέστατε αὐτοκράτορ, ἐπίσης τῷ παρὰ τοῖς θείοις λογίοις γάμους υἱοῦ θύοντι βασιλεῖ πέμψας πάλιν καὶ πολλάκις τὰς Ἀσιάτιδας τάξεις μετεπέμπου ὅσα καὶ εἰς δεῖπνον ἕτοιμον τὴν τοῦ ἀποστάτου πρόχειρον ἅλωσιν μόνον οὐ διατρανούμενος οὑτωσί· „εἴπατε τοῖς κεκλημένοις· τὸ ἄριστόν μου ἡτοίμασται, οἱ ταῦροί μου καὶ τὰ σιτιστά μου τεθυμένα καὶ πάντα ἕτοιμα,“ οἱ δὲ νεοκτήτους ἀγροὺς καὶ ζεύγη βοῶν προδήλως μὲν μὴ σκηψάμενοι, μεταβῆναι δ’ ἐκ τούτων οὐδὲ πρὸς βραχὺ γοῦν αἱρούμενοι ἁπαξάπαντες τῆς συνδρομῆς ἀπελείφθησαν στραφέντες ἐν ἡμέρᾳ πολέμου μηδενὸς ἐπικειμένου καὶ βάλλοντος κατὰ τοὺς ἐντείνοντας καὶ βάλλοντας τόξοις υἱοὺς Ἐφραίμ.
ἀμέλει τοι καὶ τὰ ἑξῆς τῆς παραβολῆς διδοὺς πέρατι τούτους μὲν ὡς ἀναξίους τοῦ τῆς σῆς νίκης ἑστιάματος γεύσασθαι φθινύθειν εἴασας, ἐκ δὲ γεωργικῶν ὄχλων ἑτέρους αὐτοματίσας εἰς στρατιώτας καὶ μεταμείψας εἰς ἀγαθοὺς τὰ πολέμια κοινωνοὺς τῆς ἐπὶ τροπαίῳ σου χαρᾶς προσειλήφεις ὡς ὁ εὐαγγελικὸς δειπνοκλήτωρ, οὓς ἐσχεδίασε δαιτυμόνας ἐκ τριόδων καὶ ἀγυιῶν ἠθροικώς.
Ἐπεὶ δὲ καὶ τὴν βασιλίδα πόλιν εἰσεληλύθεις καὶ πρὸς τὴν ἕω παρὰ πόδας κεχώρηκας μὴ καθαρῶς τὰ φίλτατα προσειπὼν μηδ’ ἀποψήσας τοὺς ἱδρῶτας μήτε μὴν τὴν ἐκ τοῦ φολιδωτοῦ χιτῶνος μαρίλην ἀπονιψάμενος, οἱ μὲν αὐθάδεις οὗτοι καὶ φυγοπόλεμοι καὶ θρασεῖς μὲν ἐν εἰρήνῃ, ἐν δὲ πολέμῳ δειλοί, δίκας ᾤοντο γενναίας ὑφέξειν τῆς ἀπειθείας καὶ διαγραφῆναι τῆς βίβλου σου, οἱ δὲ Λυδοὶ καὶ τὰ ἐπὶ Κύρου πρότερον ἐδεδοίκεσαν, ὁπηνίκα χειρωθέντες ἀπέστησαν, μεταμφιάσεις γυναικείας καὶ χελύων ἐγχείρισιν φανταζόμενοι.
σὺ δ’ οὐδὲν τοιοῦτον διαπραξάμενος, ἀλλ’ ἑτέραν συνετωτέραν τραπόμενος κατὰ μὲν τὴν Οἰβάρου πρὸς Κῦρον σοφὴν παραίνεσιν τὴν ἐκεῖσε περιώδευσας γῆν, ὅν φασιν, „ἀνάγκη ἐστίν, ὦ Κῦρε,“ εἰπεῖν, „περιιέναι σε σύμπασαν τὴν ἀρχήν, μηδ’ ἀποκναίειν πρὸς τὴν περιφοίτησιν ἀποβλέποντα πρὸς τὴν βύρσαν, ὡς ἐφ’ ἃ μὲν αὐτῆς βαίνεις ταπεινούμενα τῇ γῇ προσερείδεται, ὧν δὲ ἀφίστασαι, ταῦτα μετεωριζόμενα διανίσταται, ἐκ δ’ ἐπιστροφῆς αὖ πάλιν πατούμενα μεταχωρεῖ πρὸς ὑπόπτωσιν,“ βουλεύματι δὲ σοφῷ καὶ μικρῷ θεοπλόκῳ χρησάμενος ἐννοήματι καὶ μὴ στήσας αὐτοῖς τὰς ποινάς, ὧν ἐπλημμέλησαν, μυρίων αὐτοὺς μαστιγώσεων πλειόνως ἐκόλασας· εἰδὼς γὰρ οὐδὲν οὕτω τοῖς πλεονεκτοῦσι θυμαλγὲς καὶ ἀφόρητον ὡς τὴν ἀκούσιον τῶν ἀλλοτρίων ἀπόθεσιν καὶ ἀπόκτησιν, ἐπιστάμενος δὲ καὶ ὡς ἡ τῶν Ῥωμαϊκῶν πραγμάτων χρόνιος ἤδη διαφθορά τε καὶ σύγχυσις μοχθηρὸν εἰργάσατο καὶ φιλοκτῆμον τὸ στρατιωτικὸν καὶ ἐμπορικὸν τὸ ὁπλιτικὸν καὶ δείλανδρον ὁμοῦ καὶ φιλόψυχον (οὐ γὰρ ὡς κτήσωνται τὰ τῶν βαρβάρων ἀνδρίζονται, ἀλλ’ ὡς μήπως ἀφαιρεθεῖεν τὰ μὴ δικαίως κτηθέντα δεδίασί τε καὶ τὴν ἀντιμέτωπον μάχην ἐκκλίνουσιν) ἀπογράφεις πάντας ἐνσημηνάμενος μέλανί τε καὶ δόνακι τοὺς μεθ’ αἵματος καὶ δόρατος συμπλακῆναι τοῖς βαρβάροις ἀπειπαμένους καὶ ψῆφον ἐντεῦθεν κληρωσαμένους τὰ τούτων ἀχρειοῦσαν πρόσωπα, ὥστε κατὰ τὸ ψαλμῳδούμενον τῷ Δαυίδ, „δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ,“ οὐ μόνον τοὺς σκληρογνώμονας τούτους τῷ κράτει σου καθυπείκοντας καὶ ὑποκειμένους ἔστιν ἰδεῖν, ἀλλὰ καὶ σὺν δέει ἀγαλλιωμένους, ὅτι βασιλέα κατὰ θεῖον εὐτύχησαν, ὃς οὐκ οἶδεν ἐπὶ σκηνῆς καθήμενος ἐπιτάττειν τοῖς ὑπ’ αὐτὸν τὰ πρὸς πόλεμον καὶ δι’ ὀπτήρων ἀναδιδάσκεσθαι, ποία μὲν ὑπενδεδώκει τοῖς ἐναντίοις παρεμβολή, ὅστις δὲ καὶ συμπλακεὶς ἐτρέψατο τὸ πολέμιον, ἀλλ’ ὃς μὴ ψευδόμενος τὸν ἡγεμόνα πρῶτος κατὰ τῶν ἀντιπάλων ὁρᾷ καὶ ὁρμᾷ καὶ κραδαίνει δόρυ καὶ προϊππάζεται.
Καὶ δεῖγμα τούτου, θειότατε βασιλεῦ, τὸ χθές σοι καινουργηθέν· τοῖς γὰρ ὑπηκόοις ἡμῖν εἰς προὖπτον διομιλούμενος καὶ τῶν ἀνακτόρων ἔνδοθεν αὐλιζόμενος καὶ ἵππων σταδιοδρόμων ἁμίλλαις τὸ θεατρομανοῦν τῆς πολιτείας πλήρωμα δεξιούμενος αἴφνης πρὸς τὴν ἀντιπέραν ἐγένου, κἀκεῖθεν ὡς ἐκ μηχανῆς καὶ τάχιον ἐννοήματος τοῖς Πέρσαις ἐπικατέπτης κακὸν ὄναρ ταῖς τούτων ἐπιστησόμενος κεφαλαῖς. οὐδ’ ὁ βασιλεὺς τῶν θηρῶν οὕτω τῇ ἀλκαίᾳ κατὰ κνωδάλων ἐρεθιζόμενος ἐθρόησεν ὁρμήματι ἑνὶ καὶ βρυχήματι τὸ θηρώμενον ἢ φασσοφόνος ἴρηξ ὠκύτατος πετεηνῶν τῷ τῶν πτηνῶν ῥοιζήματι θάμνους ὑπελθεῖν ἠνάγκασεν ὄρνιθας, ὡς σὺ τοὺς Πέρσας ἀναστάτας καὶ μόνῳ τῷ κατ’ αὐτῶν ἐδεδείχεις κινήματι.
Ἕ<λληνε>ς μὲν οὖν ἥρωά τινα Περσέα τοὔνομα μυθικῶς τὸ ὅλον ὁπλίζοντες ἅρπην αὐτῷ καὶ κάτοπτρον Ἀθηνᾶς ἐγχειρίζουσι καὶ ἀ<ρ>β<υ>λόπτερα περιδέουσι καὶ κυνέην Ἅιδου ἐπιτιθέασιν, ὅπως ἀθέατος ὢν καὶ πτηνὸς κατὰ Γοργόνος ἀνδρίζοιτο· σὺ δὲ τῇ οἰκείᾳ ῥώμῃ καὶ τῇ θεόθεν παντευχίᾳ κρειττόνως ἤπερ ἐκεῖνος καὶ ἀληθῶς φραττόμενός τε καὶ κουφιζόμενος πῇ μὲν ὡσεὶ καὶ πτερωτὸς ἀπροσδόκητος τοῖς ἀντιπάλοις ἐφίστασαι καὶ διασοβεῖς καὶ μόνῃ τῇ θέᾳ σου, πῇ δὲ καὶ βουλαῖς ὡς λέοντες βρυχηθμῷ ἐξιστᾷς τὸ βάρβαρον τῶν φρενῶν καὶ ἱστᾷς τοῦ καθ’ ἡμῶν φρονήματος καὶ τίθης ἕτοιμον θήραμα.
Οὕτως, ἰσόθεε βασιλεῦ, ἐμεγαλύνθη τὰ ἔργα σου, οὕτως ἐν σοφίᾳ πάντα ἐποίησας εἰς ταὐτὸ τῇ εὐσεβείᾳ συνάψας καὶ συνειληφὼς ὁμοῦ ἀνδρείαν καὶ φρόνησιν, ἐπὶ δὲ συνέριθον ἔχων καὶ τῶν πόνων δεξιὸν συλλήπτορα τὴν ἀνδρείαν ὄντως ἐν γυναιξί, τὴν κυρίαν ἡμῶν καὶ βασίλισσαν, ἥτις οὐ μόνον ἐκ δεξιῶν σου παρίσταται μετὰ τοῦ πρέποντος τῷ θήλει σχήματος ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη ταῖς θεοτερπέσι δηλαδὴ πράξεσι καὶ πρὸς τὰ σοὶ θυμήρη τὴν ἀκοὴν ἀνακλίνουσα, ἀλλ’ ἐν πολλοῖς καὶ ὡς ἐν Φλέγρᾳ ἡ Ἀθηνᾶ τοὺς Γίγαντας, οὕτως καὶ αὕτη τοὺς φιλοταράχους καὶ στασιώδεις χειρωσαμένη κατηγωνίσατο· καὶ οὔτε πονηρῶν ἀνδρῶν σύστρεμμα κρύφιον καὶ ἐνδόμυχον ταύτην διέλαθεν, οὔτε τοῖς οἰκοπέδοις τῶν βασιλείων προσμένουσα κατὰ τοὺς καιροὺς τῶν σῶν ἐκστρατεύσεων καὶ τῶν κατὰ βαρβάρων ἀπάρσεων ἀσυντελῆ σου τῇ ἀρχῇ τὴν οἰκουρίαν καὶ τὴν ὡς ἐν τόπῳ διάστασιν δείκνυσι μὴ συνεφαπτομένη σοι καὶ ἀπόντι τῶν κατὰ πόλεμον.
σὺ μὲν γὰρ βέλη καὶ μηχανὰς κατὰ τῶν ἀφισταμένων φρουρίων διενοοῦ τε καὶ διεσκεύαζες, βασιλεῦ, τοῖς καταράτοις βαρβάροις ἀντιπλεκόμενος, ἡ δὲ κατὰ τὰς Σολομωντείους γυναῖκας, αἳ ᾠκοδόμησαν οἴκους, ἀσφαλέστερον φρουρᾷ περιετείχιζε τὰ βασίλει<α>· τὸ δὲ δὴ μεῖζ<ον, τὸν οἶκον> κρατυνομένη καὶ πρὸς τὸ εὖ διατιθεμένη καὶ πρὸς σὲ τῷ νῷ μετέστραπτο πράττουσα πνευματικῶς, ἃ σὺ πολεμικῶς ἐμεθόδευες, καὶ ὡς μὲν βέλος ἠφίει τὴν προσευχὴν εἰς Θεὸν καὶ τὴν ἐκεῖθεν ἐπισπωμένη σύναρσιν ἀπτόητον ἀπὸ βέλους πετομένου ἡμέρας ἐτήρησέ <σε>, τὸ δὲ στῆθος ἐν τῷ πρὸς Θεὸν ἀνεστηλῶσθαι πλήττουσα γονυπετοῦσά τε καὶ παθαινομένη τὰς σὰς ἑλεπόλεις ἐνεργεστέρας πρὸς τὴν τῶν ἀποστάντων ἐρυμάτων ἐδείκνυ καθαίρεσιν καὶ ὑπέκλινέ σοι καινοπρεπῶς τὸν ὑπερωμίαν καὶ ἀγέρωχον βάρβαρον.
Οὐ μέγα οὖν ἐκ τοῦ σωματικοῦ κάλλους ἐγκωμιάσαι ταυτηνὶ καὶ εἰπεῖν φοίνικι μὲν ὁμοίαν τὸ τῆς ἡλικίας ἀνάστημα, ἄνθει δὲ χιόνος τὴν ὄψιν κατάλληλον, εἴτε μὴν ταῖς τρισὶ Χάρισι συναριθμῆσαι καὶ προσθεῖναι καὶ τετάρτην αὐτήν· ταῦτα γὰρ καὶ λοιπαῖς ἐφάρμοστα γυναιξὶ καὶ οὐ πάνυ μέγα ταῖς ἐχούσαις ἐγκώμιον· ἐκεῖνα δὲ καὶ ἁρμοδίως ἂν προσεννέποι τις· „ὦ ἔρνος εὐγενὲς καὶ ἡμέτερον· ὦ ἀρίστη φυτεία τῆς βασιλίδος τῶν πόλεων· ὦ εὔπρεμνος ἄμπελος οὐ μετηρμένη ἐξ ὁρίων ἀλλοδαπῶν, ὡς χθὲς ἑωρῶμεν καὶ πρόπαλαι, οὐδὲ τῷ εἰς τὸ Κομνηνικὸν καὶ βασίλειον γένος ἐγκεντρισμῷ ἐξευγενισθεῖσά τε καὶ πιανθεῖσα, ἀλλ’ ἐγγενὲς καὶ αὐθιγενὲς καὶ θαλερὰ ἐκ πρώτης ἀναθηλήσεως, ἢ γοῦν ὡς λίθῳ Σαρδίῳ τιμαλφῆ χρυσὸν τῷ Κομνηνικῷ αἵματι τὸ Δουκικὸν συνδήσασα καὶ συνάψασα. ὦ κλῆσις ὄντως φερώνυμος. ὡς εὖγε δρῶσαι καὶ ὑμῶν αἱ κλήσεις συνεληλύθασι, βασιλεῦ θεοείκελε καὶ θειοτάτη βασίλισσα.“ τοιούτων ἡμεῖς τὸ ὑπήκοον προσηγοριῶν ἀσπασίων τε καὶ θεσπεσίων ἀσπαζόμενοι πρότερον τυχεῖν ἐγλιχόμεθα, ἐξ ὧν πηγάζει τὸ ἀλεξίκακον συμπρόεισί τε τὸ ἀνεξίκακον καὶ συνεκδίδωσι τὸ εὐφρόσυνον. ὦ πραγμάτων καὶ ῥημάτων κατάλληλος συμπλοκή· ὦ δύο ἀγαθοποιῶν ἀστέρων εἰς ταὐτὸ καὶ πράγματι καὶ κλήσει συνδρομή τις θαυμαστὴ καὶ συνέλευσις.
Ἀλλ’ εἴητε, βασιλεῦ καὶ βασίλισσα, σὺ μὲν ὡς ὁ πανόπτης οὗτος φωστὴρ ὁ ἥλιος ἀκάματον, εἰ δὲ δυνατόν, καὶ ἀνώλεθρον τὴν ἐφ’ ἅρματος ἀρχικοῦ διφρηλασίαν τιθέμενος, σὺ δὲ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ γένοιντο αἱ ἡμέραι ὑμῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ καὶ τὸ κράτος εὔθυμον, πολυχρόνιον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.