Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Λόγοι (1-18)

Νικήτας Χωνιάτης

Λόγος 8: Πανηγυρικός προς τον αυτοκράτορα για την εορτή των Φώτων

Πανηγυρικός λόγος που υμνεί την ανανέωση της αυτοκρατορίας, τις νίκες κατά των εχθρών σε Ανατολή και Δύση και τη χριστομίμητη πολιτεία του αυτοκράτορα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 8 από 18

Τοῦ αὐτοῦ· Λόγος εἰς τὸν αὐτοκράτορα κῦρ Ἰσαάκιον τὸν Ἄγγελον· ἐγράφη δὲ παρ’ αὐτοῦ λογοθετικοῦ ὄντος γραμματικοῦ καὶ ἀνεγνώσθη κατὰ τὴν ἑορτὴν τῶν Φώτων διὰ τὸ μὴ εἶναι ῥήτορα. τότε δὲ καὶ εἰς Παλαιστίνην ἀπήρχετο ὁ τῶν Ἀλαμανῶν ῥὴξ Φρεδερίχος. Ὣς ἄρα οὐκ ἦν εἰκὸς οὐδ’ ἐδικαίωσε τὸ θεῖον, ὡς ἔδειξεν, ἐκ μακροῦ γεγηρακυῖαν τὴν τῶν Ῥωμαίων ἀρχὴν χαλαρῶν ῥυτίδων ἔμπλεων παριδεῖν καὶ περὶ γῆν κυπτάζουσαν εἰσέτι παραδραμεῖν, ἀλλὰ τῆς αὐτοῦ φιλανθρωπίας ἔργον ὅτιπερ κράτιστον ἡβῶσαν θέσθαι καὶ ἀνανεύουσαν καὶ κατὰ τὸ εὐαγγελικὸν ἐκεῖνο γύναιον ἀνορθῶσαι, ὅπερ ἐπ’ ἔτεσι πλείοσιν ἔδησεν ὁ Σατανᾶς. οὐκοῦν νέῳ καὶ γενναίῳ συνεδύασεν αὐτοκράτορι, καὶ νῦν τέθηλεν ἰδοὺ καὶ ἀνήβησεν ἀποξυσαμένη τὸ γῆρας, ὅσα καὶ φοίνικος στέλεχος καὶ δένδρεον ὑψιπέτηλον πάλαι φυλλοχοῆσαν καὶ τῷ χρόνῳ ἀποθανὸν ὕδατος ὀσμὴν ὀσφρανθέν· καὶ ὡς νύμφη κόσμον κατεκοσμήθη καὶ ὡς νυμφίος μίτραν περιεδέθη καὶ πέπλον ἀστραγαλωτὸν ἠμφίεσται καὶ περίκεται ψέλια καὶ ἐμπλόκιον καὶ χρυσέους τροχίσκους περὶ τὰ ὦτα, λέγω δὴ ταῦτα πάντα τὰ σὰ κατορθώματα, θειότατε βασιλεῦ, ἐπεὶ καὶ ὁ ταύτην ἀνεικὼς τοῦ κυπτάζειν καὶ μένος ἐμπνεύσας αὐτός.

Ἀλλ’ ὥσπερ τὰ περὶ τὴν βασιλείαν αὐτὴν καὶ τὸν αὐτοκράτορα λαμπρά τε λίαν εἰσὶ καὶ φιλότιμα, ἔδει καὶ ῥητόρων δήπουθεν καταλλήλων καὶ τοῖς ἔργοις τὸν λόγον παραμετρεῖν· οὕτω γὰρ ἂν ἦν ὁλική τις ἡ ἀναθήλησις, ὡς νῦν γε ὑποσκαζούσης τῆς ῥητορείας καὶ οὐκ ἐχούσης τοῖς σοῖς μεγαλείοις συνευδρομεῖν οὐ βραχυτάτῳ μέρει κατὰ τοῦτο τὰ κατορθώματα τὸ εὔδαιμον περιῄρηνται. πάλαι μὲν γὰρ αἱ βασίλειοι πράξεις καὶ ἀριστεῖαι προσδεεῖς ἦσαν ἀρβυλοπτέρων Ἑρμοῦ, ὡς ἂν ἀρθεῖεν πρὸς ὕψος ἀέριον καὶ διαπτᾶσαι <τὰ πολυσ>περέα γένη μερόπων καὶ θαλάττης πολυχεύμονας κόλπους φημισθεῖεν ἀθάνατα, οὐχ ἧττον ἢ ὁ ὑπερβόρεος Ἄβαρις ἐ<πέπτατο> ᾧ ἐπωχεῖτο βέλει Ἀπόλλωνος. νυνὶ δὲ οὐχ οὕτως, ἀλλ’ ἡ τάξις ἀντέστραπται, καὶ εἰσὶν οἱ λόγοι γαῦροι μάλιστα καὶ σεμνοὶ καὶ οἷον ἐξευγενιζόμενοι καὶ ἀπαθανατιζόμενοι καὶ πολλαχῇ διαδόσιμοι διεξιόντες ἔργα βασίλεια, καὶ παρεισδύντες τὰ ἀνάκτορα γεραροὶ ἐκεῖθεν ἐξίασι μᾶλλον αὐτοὶ καὶ κρότου περιτυχεῖς ἤπερ κεκροτηκότες καὶ κεκυδακότες πράξεις τὰς σάς, εἴποιμι δὲ θαρρούντως, καὶ τῇ μνήμῃ ἁγιασθέντες διὰ τὸ τῶν ἔργων θεοπρεπές.

ὥσπερ ἀμέλει καθορῶμεν καὶ τὸ στέφος αὐτὸ τὸ βασίλειον καὶ τὴν κατάλιθον ἁλουργίδα φαιδρυνόμενά πως οὐχὶ φαιδρύνοντα καὶ φανοτέρας στιλβηδόνας ἀφιέντα καὶ σελαγοῦντα τρανότερον, οἷς οὐ μόνον βασιλέα περιαμπίσχοντα τοῖς ὅλοις ἐξαίρετον καὶ μηδὲν ἀπὸ ἴχνους ποδὸς ἕως κορυφῆς αὐτοῦ, τὸ τῆς Γραφῆς εἰπεῖν, ἀξιομώμητον ἔχοντα κλεψιφωτοῦσιν ἀπ’ ἀκτῖνος ἡλιακῆς τῆς βασιλικῆς καλλονῆς καὶ οὕτω παμφαίνουσιν, ἀλλ’ οἷς καὶ τῆς βασιλείου κεφαλῆς σέλας ἐκθρῷσκον ἀνδρείας τε καὶ φρονήσεως ὡς πάλαι τῆς Ἀχιλλείου κόρυθος ἐξικνουμένην τίθησιν ἁπανταχῇ τὴν λαμπρότητα, οὕτως, ὦ βασιλεῦ, καὶ Μουσῶν ἰσχὺν ὑπερέβης καὶ κατ’ αὐτῶν τῶν λόγων ἔστησας τρόπαιον.

Ἀλλ’ οὐχ ὅτιπερ οἱ λόγοι τῶν σῶν ὑπὲρ λόγον ἔργων ἐλαύνουσιν ὕστατοι παρὰ Λύδιον ἅρμα θέοντες, διὰ τοῦτο ἤδη καὶ τὸ πᾶν ἐλλείψουσιν· εἴη γὰρ ἂν τὸ ἐπὶ τούτῳ καὶ Θεὸς ἀγέραστος. ταύτῃ τοι καὶ ὤργων μὲν ἀναδραμεῖν εἰς τὰ τοῦ γένους σεμνά, ζημίαν κρίνοντες ἄλλως καὶ τῶν οἰκείων ἀξόνων ἀθέτησιν μὴ οὐχὶ μνησθῆναι δὴ τουτωνί, ὅτι δὲ ἵππων ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει, ὁ τοῦ σοῦ τεθρίππου κρότος, ᾧπερ ὡς ζυγίτας τὰς γενικὰς ὑποζευξάμενος ἀρετὰς διφρευτικῶς ἐλαύνεις αὐτὸς ὑπὲρ τὸν ἐν οὐρανῷ διαφρεύοντα Δία καὶ τὴν κοσμικὴν τετράκεντρον διάθεσιν διιπτάμενος ἀεί τι παρενσπείρεις ταῖς ἀνθρωπίναις κάλλιστον ἀκοαῖς καὶ πόλεσι καὶ ἔθνεσιν ἀξιαφήγητόν τε καὶ ἀξιάκουστον, καὶ ἡμεῖς δὲ πρὸς ὕδωρ διαλεγόμεθα, οὐ τοῦτο λέγω τὸ τοῖς πάλαι ῥήτορσιν ἐγχεόμενον, ἀλλὰ τὸ ἁγιαστικόν τε καὶ Ἰορδάνειον, ᾧ ἐπείγῃ λοῦσαι τὴν τρίχα καὶ ἀποψῆσαι τοὺς ἱδρῶτας, οὓς ἐκ τῶν καθ’ ὥραν ἀγωνισμάτων θερμοὺς εἰσέτι στάζοντας ἔχεις, τοῦτο καὶ δὴ προσθέντες ὡς συνᾷδον τοῖς ἐφεξῆς καὶ ὅπερ ἀτεχνῶς ἐπειγομένους ἐπέχει καὶ σιωπῇ δοθῆναι οὔκουν ἀφίησι, τῶν λοιπῶν ἀφέξονται.

Λέγω δή, ὅτι τοκέων ἀρίστων προελθὼν καὶ βασιλέων ἀγαθῶν φανεὶς ἀπόγονος πατέρων μὲν μέγ’ ἀμείνων γέγονας, ἐκείνων δὲ βασιλεύτερος. εἰ γὰρ ἀγαθὸν τῷ μαθητῇ γενέσθαι ὡς ὁ διδάσκαλος, ἀλλ’ αὐτὸς ἐπεξεργασάμενος τόδε τὸ λόγιον οὔτε τῶν τεκόντων ἠγάπησας δειχθεὶς εὐτυχέστερος, οὔτε τῆς ἐκείνων βασιλείας κληρονόμος γεγονὼς ἔννομος, ἀλλ’ ἔσπευσας τούς τε κἀκείνους πολλῷ τῷ μέτρῳ ὑπεκδραμεῖν· καὶ ὥσπερ τὴν σελήνην ὁρῶμεν πλείω τῇ πρὸς ἥλιον ἀποστάσει τὰ πρὸς ἡμᾶς φῶτα λαμβάνουσαν, ἐξ οὗπερ τὴν πρώτην εὕρατο γένεσιν, τὸν αὐτὸν δὴ τρόπον καὶ σὺ ὅσῳ μετὰ πολλοὺς τῶν προαρξάντων ὁμογενῶν τὸ τῆς βασιλείας ἀνέβης στερέωμα, τοσούτῳ κατὰ κορυφὴν σελασφορεῖς φαεινότερος καὶ καθ’ οἵαν τινὰ καμπὴν καὶ ἐπάνοδον προσπίπτουσιν ἐκείνοις δόξης ἐξάλματα ἐκ τῶν σῶν ἀκτίνων κατὰ τὸ ἔμπαλιν ἀναλύοντα ἤπερ ἐξ ἐκείνων σοι κατὰ κάθετον. οὐκοῦν καὶ πλείονος χρόνου προσδεηθείη τις ἂν εἰς ἀφήγησιν ὧν ὤφθης μεγαλουργὸς ἢ γοῦν αὐτὸς εἰς τὴν ἐκείνων κατόρθωσιν καὶ κάμοι ἄν τις ταῦτα διεξιὼν ἢ σὺ ἐκτελῶν.

Ἐπιτροχαστέον οὖν βραχέα ἐκ πολλῶν, ὡς οἷόν τε, καὶ τὰ ψυχικὰ δὲ καὶ σωματικὰ ὁμοίως πλεονεκτήματα, ἐξ ὧν ὁ μάλιστα τοῦ βασιλεύειν ἀξιώτατος γνωριμώτατος. καὶ τὸ εἶδος γάρ σοι ἀξιοθαύμαστον καὶ τὸ σῶμα γενναῖόν τε καὶ ἡρωικόν· καὶ ὥσπερ πλαττομένου λέοντος πήγνυσιν ἡ φύσις στέρνον εὐπαγές, ἀνίησι κόμην κυμαίνουσαν ἐπαυχένιον, ὀξεῖς καὶ τμητικοὺς γλύφει ὄνυχας καὶ βρυχηθμὸν ἀρκοῦντα διοργανοῖ πρὸς τὴν τῶν κνωδάλων ἐκθρόησιν τἄλλα τε πάντα ἐπεοικότα τῷ βασιλεῖ τῶν θηρῶν κἀξ ὧν καὶ μὴ εἰδώς τις λέοντα τοῦτον ἰδὼν τεκμήραιτο, οὕτω καὶ σέ, αὐτοκράτορ ἀλκιμώτατε, ἄρχειν τὸ θεῖον προωρικὸς οὐ μόνον ἐκ μήτρας ἡγίακεν, ἀλλὰ καὶ σῶμά σοι διεπλάσατο χάριεν ὁμοῦ καὶ γενναῖον καὶ πρὸς πᾶν πρακτέον ἐνδέξιον καὶ εὐκίνητον καὶ πανάριστον, δεῆσαν ἢ ἵππον ἀναβῆναι Ἀρράβιον ἢ τόξον καμπύλον ἐντενεῖν ἢ δόρυ χαλκόστομον ἀγκοινήσασθαι καὶ κατὰ θηρὸς ἀκοντίσαι μονάζοντος καὶ κατὰ πολεμίων ἐπελάσαι καὶ πλῆξαι καὶ καταπλῆξαι, καὶ θυραυλῆσαι ψῦχός τε ὑπενεγκεῖν καὶ στέρξαι καύσωνα, καὶ πείνῃ προσπελάσαι καὶ δίψος ἀνέξεσθαι, καὶ εἰς παράδειγμα ἀνδρείας καὶ καρτερίας γενήσεσθαι τοῖς ὑπὸ χεῖρα κρεῖττον ἢ ὁ Σπαρτιάτης πρὶν Ἀγησίλαος, ὃς τοῦτο μὲν ἀκαλυφὴς ἐπὶ τριόδων προῄει καὶ ἀνυπόδετος, τοῦτο δὲ κάλαμον περιβὰς ἐξιππάζετο καὶ χειμῶνος οὐκ εἶχεν ἔσω τὴν χεῖρα.

Καὶ οὐ τὸ σῶμα μέν σοι τοιοῦτον, ἡ δὲ ψυχὴ ἀκατάλληλος· ἀλλ’ εἴπερ τὰ ἐκτὸς καὶ περὶ τὸ σῶμα τῶν ἔνδον καὶ ψυχικῶν εἰσι σύμβολα, δῆλον δήπου παντὶ ὡς καὶ αὕτη παρομοίως τῷ ἀνδριάντι τοῖς οἰκείοις καλλιστείοις κομᾷ· φημὶ δὴ ἀφορῶν εἰς τὸ μνῆμον, τὸ ἀγχίνουν, τὸ ἀκατάπληκτον ἐν δεινοῖς, τὸ τοῦ φρονήματος ἐλευθέριον, καὶ ὅσα τούτοις σύστοιχα καὶ ὁμόστολα. καὶ ἵν’ εἴπω ἐπιτεμὼν τὰ πολλά, ἥ τε ψυχὴ ἀξία σοι τοιοῦδε καλλίστου σώματος καὶ τὸ σῶμα τοιᾷδε ἀρίστῃ ψυχῇ ἐφάρμοστον.

Εἶτ’ οὐκ ἔδει σε βασιλεύειν ἡμῶν, τὴν πάνδημον χαρμονήν, τὸ κοινὸν εὐφρόσυνον, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, τὸν κάλλιστον Ἰσαάκιον, μακρὸς ἐξ οὗ χρόνος τοιοῦδε χηρευόντων ἄνακτος; ἦν μὲν οὖν κοινωφελὲς καὶ ὄντως σωτήριον, εἴπερ ἐπέστης πρότερον· ἐπεὶ δὲ τοῦτο οὐκ ἐδοκίμασεν ὁ Θεός, ἀλλ’ ἔδει διὰ πυρὸς καὶ ὕδατος, λέγω δὴ τῶν ἐν μέσῳ κακῶν, ὦν Ἀνδρόνικος αἰτιώτατος, πρότερον ἡμᾶς διελθεῖν, εἶθ’ οὕτως ἰδέσθαι ἀναψυχήν, ἀγαπητὸν καὶ τοῦτο καὶ ὡς ἐν δέοντί γε ἡμῖν ἐπέστης, ἤλυθες ὡς πυρσὸς θαλαττεύουσι παννυχὶ καὶ ὡς ναύταις οὖρος προσκεκμηκόσι ταῖς κώπαις καὶ πλεῖστον αὐταῖς ἐνιδρώσασιν. ἤλυθες, καὶ ἅμα τὸ μέγα κῆτος ἐχειρώσω, τὸ δυσπρόσοδον ἐκεῖνο καὶ σκολιὸν τὸν τρόπον γερόντιον καὶ τοῖς ὕδασι τὰ πολλὰ ὑποφεῦγον τῇ ἐνταῦθα καθύγρῳ ζωῇ καὶ μηδὲν ὑπὲρ τὰ ὁρώμενα βλέπον, ὡς ἔδειξεν. ᾧ δὴ κήτει ἐξέκειτο πρὸς κατάποσιν ἡ βασιλὶς αὕτη τῶν πόλεων, καθάπερ Ἀνδρομέδα πρώην ἁλίῳ δεινῷ θηρί, κἂν ὑπὸ τὴν πολυχανδεστάτην ἐκείνην γένυν καταδῦσα ἄϊστος ἦν καὶ ἄπυστος, εἰ μὴ ἐπέστης κατὰ θεῖον αὐτὸς ὡς τῇ παρθενικῇ ἐκείνῃ <κόρῃ Περσεὺ>ς καὶ ὡς οὗτος καινοτέρως φραξάμενος ἐπῆλθες κατὰ τοῦ παλαμναίου θηρὸς καὶ ἀναρρήξας γαστέρα τὴν ἀφ<άδιον> τοῦτον μὲν εἰς θάνατον ὑπνῶσαι πεποίηκας, ταύτην δὲ τῶν προσερπόντων κακῶν ἐξέσωσας, οὗ χάριν σοι καὶ θεόθεν μεμνήστευται.

ἢ καὶ ὡς νηῒ χειμαζομένῃ ἐπιμείνας ἐγεγόνεις αὐτῆς κύριος· οὐ γὰρ ἤνεγκας εἰς δαῖτα Κυκλώπειον ταμιευόμενος πύματος τῷ πανώλει καὶ κρεωβόρῳ ἐκείνῳ. οὐκοῦν καὶ ῥώσας τὴν τόλμαν καὶ τὸ βέλτιστον ξίφος δοὺς τῇ γενναίᾳ χειρὶ ἠγωνίσω εἷς ἀπολέσθαι ὑπὲρ πάντων καὶ τίθης τὴν ψυχὴν ὑπὲρ ἡμῶν, ὥστε χριστομιμήτως ἡμᾶς τῷ ἰδίῳ αἵματι ἐξηγόρασας, εἰ καὶ μὴ ἐτεθνήκεις, ὡς τεθνηξόμενος μαχεσάμενος. ἀλλὰ ποῦ μοι τὸ τυραννοκτόνον ξίφος ἐκεῖνο; ἰδεῖν ἐθέλω καὶ περιπτύξασθαι.

Ἰδοὺ καὶ ἕτερος τύραννος, ὁ κατάρχων τῶν Ἀλαμανῶν, γέρων καὶ πολλῶν κακῶν ἴδρις καὶ ψευδορκίαν ὡς ἐκεῖνος ἠγαπηκώς, καὶ ἄλλα μὲν λέγειν, ἄλλα δ’ ἐνὶ φρεσὶ κεύθειν μεμαθηκώς, καὶ τὴν παρδαλῆν συστέλλων τῇ λεοντῇ καὶ προσωπείῳ φιλοθεΐας τὸν καθ’ ἡμῶν ἀρχαῖον κότον ἐπικρυπτόμενος· πάσας γὰρ μεταλαμβάνων χρόας ἐπίσης τῷ χαμαιλέοντι μόνης ἀπέχεται τῆς λευκότητος καὶ διαφαίνειν οὐχ αἱρεῖται τὸ τῆς γνώμης ἐνδόμυχον. μετελθέτω γοῦν, σὺν Θεῷ δ’ εἰρήσθω ὃ λέγεται, καὶ τοῦτον τὸ αὐτὸ ξίφος· μᾶλλον δέ· „ἰδοὺ ὧδε μάχαιραι δύο,“ ἡ τυραννοκτόνος καὶ ἡ κατὰ τῶν ψευδόρκων· ὁρῶ γὰρ καὶ αὐτὴν φερομένην ὑψόθεν καὶ ἐπικλινομένην ἠρέμα εἰς δρέπανον βριθὺ καὶ μέγα καὶ στιβαρόν.

Ἀλλὰ πάλιν μοι ὁ λόγος ἐπὶ τὰ μικρῷ πρόσθεν ἀνακαμπτέτω. ὡς ἄλλο πολυόμματον Χερουβεὶμ ἢ καὶ ὡς φλογίνην ῥομφαίαν εὑρών σε Θεὸς τὸν θεοειδῆ τὴν μορφήν, ὡς δηλοῖ σου καὶ τὸ προσώνυμον, καὶ τὰ ἔμπροσθεν ὁμοῦ καὶ τὰ ὄπισθεν ἀγχιστρόφως περισκοποῦντα, καὶ τοῖς μὲν ἀλλοδαποῖς κατὰ στόμα προσυπαντῶντα, τοῖς δὲ μὴ τοιούτοις τὰ νῶτα διδόντα καὶ προσιέμενον, τὴν τῆς βασιλείας κυριαρχίαν ὡς ἄλλου παραδείσου νεοφυτεύτου ἀποκληροῖ <σοι> κατάστασιν. ὅτε καὶ ὁ Κρονικὸς ἐκεῖνος καὶ λῆρος ἀνήρ σε καταθοινήσασθαι ὁρμηθεὶς ἔλαθε σπασάμενος λίθον ἐν τῷ λαιμῷ, ὃν ἐκεῖνος μὲν καὶ οἱ σὺν ἐκείνῳ τὴν τυραννίδα οἰκοδομοῦντες ἀπεδοκίμασαν, εἰς δὲ κεφαλὴν γωνίας Θεὸς ἐφήρμοσε. οὐκοῦν οὐκ ἐξ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπων, ἀλλ’ ὑψόθεν καταρραγεὶς ἀντιθέου τυραννίδος στήλην ἐλίκμησας.

Καλὰ μὲν οὖν καὶ τὰ ἐκ πρώτης, ὅ φασι, κατωρθωμένα σοι γραμμῆς καὶ ἄντικρυς δάκτυλος θεϊκός, ἀρίστη δὲ ἡ καὶ δευτέρου καὶ τρίτου τυράννου καθαίρεσις, ὧν ὁ μὲν συγκατεσπᾶτο καὶ συγκατέπιπτεν εὐθὺς τῷ φυτεύσαντι, ὁ δὲ τῇ νεφέλῃ φενακισθεὶς τοῦ στρατεύματος, ἣν ψυχρὸν παραγκάλισμα περιέβαλλεν, ὡς ἤδη καὶ τῇ Ἥρᾳ ἠγαλλιᾶτο τῇ βασιλείᾳ συνευνασθείς, κἂν ἐψεύσατο κἀνταῦθα ἡ ἀδικία ἑαυτῇ καὶ μάτην οὐρανὸν ἀράξας τῇ κεφαλῇ, τὰς βάρεις λέγω τῆς βασιλίδος, μετ’ οὐ πολὺ μαχαίρᾳ πεσὼν τοῖς οἰκείοις ἀνέδευσεν αἵμασιν, ἣν οὔπω κόγχης αἵμασιν ἐπέχρωσε στολήν.

Ἀλλ’ ἀρχομένου μὲν τοῦ βασιλείου δόμου πρόσωπον τοιόνδε θέμεναι τηλαυγὲς ἠξιώκεις, ὦ βασιλεῦ, κατὰ Πίνδαρον, τὰ δ’ ἐφεξῆς οὐ τούτοις ἀνάλογα; οὐμενοῦν τοῦτο, ἀλλ’ ὥσπερ συνθέμενον τὸ θεῖον συντολυπεύειν σοι τὰς μάχας καὶ νίκας ἐπὶ νίκαις πλέκειν ἀεί, οὐκ ἔληξεν ἐς δεῦρο τὴν αὐτήν σοι τάξιν εὐθυωροῦν. ἐκ δὲ τῆς Κωνσταντίνου ἀρξάμενον καθάπερ ἀπὸ κέντρου τινὸς ἴσας ἁπανταχόθεν τὰς τῶν κατορθωμάτων βολὰς διεκπιπτούσας δείκνυσι καὶ οὐκ ἔστι κοσμικὸν κλίμα οὐδέν, καθ’ ὃ οὐ καθωράθης νίκας ἀνῃρημένος λαμπράς.

Νότος μὲν γὰρ τὰς Σικελικὰς εἶδε τριήρεις οὐ μόνον οὐκ εἰργασμένας τὴν ἡμετέραν δεινά, ἀλλὰ καὶ προσπαθούσας μᾶλλον οἰκτρά, λιμῷ καὶ δίψει καὶ μάχῃ καυστηρᾷ κεκενωμένας τοῦ ναυτικοῦ, ὅσαι τε βιαίοις πνεύμασι συνετρίβησαν ἢ κατέβησαν αὔτανδροι.

Δυσμὴ δὲ τὴν εὔοπλον Λατίνην ὁμαιχμίαν ὅσα καὶ ἀγροῦ χόρτον καταστρωννυμένην ἔβλεψε καὶ τοὺς ὡς ἔρημον νοσσιὰν εἴτε μὴν ἐγκαταλελειμμένα ᾠὰ τὰς Ῥωμαϊκὰς ἐξαλείφειν πόλεις κομπάζοντας ἐθεάσατο σφακελίζοντας ὡς βοσκήματα. ὅτε καὶ ὁ μὲν θερισμὸς ἦν πολύς, οἱ δ’ ἐργάται βραχεῖς καὶ θέρος μέσου χειμῶνος ηὐτοματίζετο χρύσεον, οὗ καὶ ὁ Μακεδὼν Ἀλέξανδρος Ἀσίαν διαβὰς ἐκ τῶν Ὁμηρικῶν ἐπῶν κομιζόμενος γενέσθαι θεριστὴρ ἐγλίχετο. τότε καὶ τὸ προφητικὸν οὐκ ἀκόμψως εἶδέ τις ἂν περαινόμενον λόγιον· „πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶς βουνὸς ταπεινωθήσεται·“ καὶ κοιλάδες γὰρ πλήθουσαι ἦσαν τῶν θνησιμαίων καὶ βουνοὶ τοῖς ὑποκειμένοις κατέβαινον πτώμασιν. εἰ δὲ καὶ μεγαλαυχίαν ἐφίλεις βαρβαρικήν, ἦν σοι καὶ μεδίμνῳ τοὺς τῶν πεσόντων δακτυλίους τηνικαῦτα μετρεῖν καὶ τὸν Ἀμφιπολίτην Στρυμόνα τοῖς τῶν πεσόντων σώμασι γεφυροῦν καὶ τοιούτοις σταθμίοις τὴν εὐδαιμονίαν ὅση διασημαίνεσθαι, ὥσπερ τὸν καρποδότην Νεῖλον καὶ εὔσταχυν καὶ τὴν εἰσέπειτα σιτοφορίαν τοῖς πήχεσιν ὁρίζονται οἱ Αἰγύπτιοι.

Ὁ δ’ ἀπὸ βορρᾶ κυφωνίτης οὗτος καὶ μαστιγίας μελετήσας οὔπω πρώην ἀποστασίαν, οἷς ἐφ’ ὑψηλῶν ὀρέων κατὰ τοὺς ἐλάφους τὴν οἴκησιν ἔλαχε καὶ Μακρῷ Τείχει καὶ Πύλαις Σιδηραῖς πεποιθώς, μόνον οὐ κατὰ κόρρης ἀρτίως ὡς οἰκότριψ ῥαπιζόμενος τὴν οἰκείαν τύχην μεταγινώσκει. βατὰ γάρ σοι τὰ ἄβατα ἐγεγόνεισαν καὶ εὐπόρευτα τὰ δυσπόρευτα· καὶ πύλας χαλκᾶς συντρίψας καὶ μοχλοὺς σιδηροῦς συνθλάσας ἀορασίαν κατεσκεδακότος σοι τοῦ Θεοῦ, ὃς σκότος ἀποκρυβὴν αὐτοῦ τίθεσθαι λέγεται, λαθρηδὸν ἐπέστης καὶ μικρῷ δεῖν τεθνάναι τῷ δέει πεποιήκεις τὸν βάρβαρον. ἀμέλει καὶ γνοὺς ὁ ἐπίτριπτος ὡς διώκειν ἐπιχειρεῖ τὰ ἀκίχητα καὶ βέλος πέμπει κατ’ οὐρανόν, δεῖται δίκην κυναρίων ψιχίων ἐκπιπτόντων βασιλείου δράξασθαι δείπνου ἢ γοῦν ἄκρῳ λιχανῷ δροσισθῆναι· τὸ δ’ ἐντεῦθεν βασιλικῷ προστάγματι γυρωθεὶς καὶ „ἕως ὧδε στήσεις“ ἀκούσας „τὰ πολέμια κύματα“, ὑπερβάθμιον πόδα τείνειν κατέπτηχεν ἢ γοῦν οὐκ ἔχων προποδίζειν εἰς ἑαυτὸν ἑλίττεται τὰ πολλά, δεδιττόμενος μήπως ὡς ἄλλης ἕδρας οὐρανίου τοῦ Αἵμου ἐκσφαιρισθεὶς καὶ κύμβαχος ἐκεῖθεν καταπεσὼν ἐς χάος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης ἀπενεχθείη, ὃ καὶ τῶν ἀστέρων τινὰς πάλαι πεπονθέναι <ὁ> λόγος αἱρεῖ καταρραγέντας τοῦ πρώην ὑψώματος καὶ ἀπεσβηκότας τὰ σέλα, εἰς νήσους δ’ ἀμφιρρύτους μετεμπαγέντας τὰς <οἰ>κουμένας ταύτας εἰσέτι καὶ νῦν.

Ἡ δ’ ἑῴα λῆξις χθές τε καὶ πρότριτα μαχόμενόν σε εἶδεν ἅμα καὶ ἀριστεύοντα, ὁπηνίκα πόλις Λυδῶν εὐδαίμ<ων τε κ>αὶ μεγάλη νεωτέρων ἦρξε πραγμάτων καὶ γενομένη κακουργοτέρα καὶ ὄψιν πόρνης ἀνθελομένη τῆς πρώην πιστῆς πόλεως πρὸς ὅπλα <κεχ>ώρηκεν· ὄντως ἄφρων οὐχὶ σοφὸς ὁ οἰκήτωρ ταύτης λεώς, οἷς ἐλάθετο πατρὸς βασιλέως κτησαμένου τε καὶ ποιήσαντος· πλατυνθέντες τε καὶ λιπανθέντες, μετὰ κόρον ὑβρίσαντες ἀπελάκτισαν, καὶ ἠλλάξαντο τὴν σὴν δόξαν ἐν ὁμοιώματι ἀνθρώπου. οὕτω γὰρ τὸν εἰς ἀρχὴν ἐκείνοις ἐπιλεγέντα δέον καλεῖν, ἐπεὶ καὶ κατὰ μόνον τὸ τῆς ὕλης διάφορον τὸ κινεῖσθαί τε καὶ ἐμπνέειν τῶν χαλκηλάτων διενηνοχὼς εἰκασμάτων τἄλλα τοῖς ἀνδρεικέλοις παρίσωται· ποῦ γὰρ παρ’ αὐτῷ νοῦς καθήκων καὶ φρένες ἐσθλαὶ τὰ πρακτέα καὶ μὴ διακρίνουσαι καὶ τὸ χεῖρον διιστῶσαι τοῦ κρείττονος; εἰς ἀποστασίαν τοίνυν, ὡς ἔφην, ἰδόντες λαμπρὰν κατὰ τοὺς Ἀλωέως παῖδας φρενοβλαβῶς ἐθρασύνοντο. οἱ μὲν γὰρ Ὄσσαν Ἄθῳ ἐπαναθέμενοι κατὰ Διὸς τὴν μάχην ἐκόρθυον, οἱ δὲ τῇ καλλιτεχνίᾳ πεποιθότες τῶν τῆς πόλεως πυργοβάρεων καὶ τεῖχος ἐχούσης καὶ περιβαλλομένης περίτειχος ἠφρονεύσαντο.

ἀλλ’ ἅμ’ ἐπέστης τῇ πόλει τὸ τῆς Γραφῆς παραφάμενος· „δεῦτε ἀναβάντες ἴδωμεν αὐτῶν τὰ ἔργα καὶ συγχέωμεν αὐτῶν τὰ βουλεύματα“, καὶ ὡς ἱστὸν ἀράχνης αὐτίκα διέλυσας τὰς δολίους δολοφροσύνας, καὶ ἣν χεῖλος ἓν καὶ φωνὴ μία γενόμενοι πολυτρόπως ἐκράτυναν ξύμπνοιαν, εἰς μερισμὸν μετέβαλες καὶ διχόνοιαν.

Οὕτως ἀκαριαίως ἔργοις θαυμαστοῖς ἐνδεδόξασαι, ἐπεὶ καὶ σχεδιάζων τὰ πλεῖστα τὰς νίκας ἃ τοῖς πάλαι μόλις καὶ σὺν χρόνῳ κατώρθωτο, τοῦτ’ αὐτὸς ἀνύεις ἐπινοίας τάχιον καὶ μόνον ὀφθεὶς πολλάκις ἐνίκησας καὶ φήμῃ δὲ πραγμάτων ψιλῇ καὶ γράμματι θροήσας ἐνιαχοῦ κατέβαλες τὸ ἀντίπαλον. τί δὲ δὴ καινόν, ὅτι διὰ τουτωνί σου τῶν τροπαίων, ἅπερ ὁ λόγος ἐπιτρέχων ἀνύμνησε, κατὰ πάντων τῶν μαχίμων φύλων κράτος ἔχεις ἀναδησάμενος; Σκύθαι μὲν γάρ, ἔθνος ἀδούλωτον ἐς δεῦρο ἄξεινόν τε καὶ λίαν Ἀρήϊον, καὶ οἱ ἐκ βορδόνης οὗτοι τοῦ θανεῖν ὑπερόπται καὶ Ταυροσκυθῶν ἀποσπάδες, γένος δὲ καὶ οὗτοι κάτοχον Ἄρεϊ, τοῖς κατὰ τὸν Αἷμον ξυναράμενοι βαρβάροις συνυπέκυψαν αὐτοῖς ἡττηθεῖσι καὶ συναπώλοντο. τὴν δὲ Περσικὴν ὁμαιχμίαν, ἥτις ἐπεβοήθει τοῖς ἀποστάταις καὶ ἀγχούροις Φιλαδελφεῦσιν ἀπεκρούσω καθάπαξ ξυμβαλὼν καὶ καταδιώξας ὄπισθεν ἐξεκέντησας. τίς οὐκ οἶδεν ὡς αἱ ταχυναυτοῦσαι Σικελαὶ νῆες καὶ ἡ κατὰ γῆν πολλάκις μυρία πάγχαλκος ἵππος ἀριστίνδην ἐκ τῶν ἑσπερίων γενῶν ἐστρατολογήθησαν;

οὐδ’ ἀπῆν ἐκεῖθεν Ἰταλιώτης ἱππότης εὐμέλιος καὶ Κελτὸς μεγάθυμος καὶ εὐῆλιξ Γερμανὸς οὐδ’ ὅσοι πίνουσιν Ἀρεθούσης καὶ κόλπον ἀμφινέμονται τὸν Ἰόνιον· ὅτε καὶ ἦν σε θεάσασθαι ἡμῖν μὲν ὡς ὄμβρον ἐπ’ ἄγρωστιν ἐπιψεκαζόμενον, τοῖς δ’ ἀντιπάλοις καταρρηγνύμενον ὡς χειμάρρουν κατακλύζοντα δόξαν ἐθνῶν, καὶ ὕδωρ ἀπεκλυσάμεθα ὕδατι, τὰς ἁλμυρὰς τῶν πολεμίων συναγωγὰς τῷ ζῶντι καὶ ἁλλομένῳ σοι πρὸς ζωήν.

Πέποιθα ὡς τοιούτους ὀκριόεντας θεμέθλους ὑποθέμενος τῇ τῶν Ῥωμαίων ἀρχῇ καὶ παρὰ τοὺς ἀργοὺς ἐκείνους λίθους ἁδρομεγέθεις, οἷς πάλαι Σολομῶν νεὼν ἐκεῖνον ἐδείματο τὸν περίκλυτον, κατάλληλον πάντῃ προσεπιθήσεις αὐτῇ καὶ τὸ τοῦ ὀρόφου στεφάνωμα καὶ τοῖς πονηροῖς γείτοσι Πέρσαις ἀποδώσεις ἑπταπλασίονα κατὰ τὸ πάλιν καὶ πάλιν εἰς τὸν κόλπον αὐτῶν, καὶ ἐπιφυλλίσεις αὐτοὺς ὃν τρόπον ἡμᾶς ἐπεφύλλισαν, ὡς ἂν οὕτως ἐμφανεστέρως διαδειχθείη, ὡς ἔθετο Κύριος βοήθειαν ἐπὶ δυνατὸν καὶ ὕψωσε δυνατὸν ἐκ τοῦ λαοῦ αὐτοῦ, καὶ ὡς οὐκ ὠφελήσει ἐχθρὸς ἐπὶ σοὶ οὐδὲ υἱὸς ἀνομίας προσθήσει τοῦ ὅλως κακῶσαί σε· ὅτε καὶ τοῦ παρὰ τῷ Δαυὶδ ἐπιτεύξῃ μακαρισμοῦ ἐν τῇ πέτρᾳ προσουδίζων τὰ τῶν βαρβάρων νηπίαχα.

καὶ Ῥωμαῖον μὲν ὁπλίτην ἵππος ὀχήσει Νισσαῖός τε καὶ Ἀρράβιος, ἀρύσονται δ’ Εὐφράτου καὶ πίωνται Τίγρητος χρόνιοι Ῥωμαίων φάλαγγες καὶ δειπνήσουσιν ἐπὶ τῆς Μέσης τῶν ποταμῶν, ἐν Ἰορδάνῃ δὲ καὶ μάλα ἄσμενος αὐτὸς τὴν τρίχα λουσάμενος καὶ ὅσα σίδηρος βαφῇ πρὸς ἀνδρείαν ἐνστομωθεὶς οὐ κατασκοπήσεις μόνον τὴν Παλαιστίνην, ἀλλὰ καὶ ἔθνη ἐκβαλὼν ἐκεῖθεν Ῥωμαίους καταφυτεύσεις καὶ κατακληρουχήσεις σφίσιν αὐτήν, ὡς Ἰησοῦς τοὺς ἐξ Ἰσραὴλ πρότερον· δεῖ γάρ σε τὸν ὑψιπέτην ἀετὸν καὶ πάντα ὀφθαλμὸν εἰς ἑαυτὸν ἐπιστρέφοντα κἀκεῖσε πτερύξασθαι, ἔνθα τὸ τῆς φύσεως πτῶμα πεσὼν ἀνήγειρεν ὁ Χριστός, καὶ τοῖς Πέρσαις ὡς παγγλωσίαις ἐπικαταπτάμενον κόραξι διασοβῆσαι καὶ μόνῳ τῷ τῶν πτερῶν ῥοιζήματι.

Τί δέ; ἀλλ’ ἐν μὲν τοῖς Ἄρεος ἔργοις τοιοῦτος, ὦ αὐτοκράτορ, ἡμῖν ἀναδέδειξαι, τοῖς δὲ λοιποῖς ὑποβέβηκας; πολλοῦ γε καὶ δεῖ· ἀλλ’ ἡ φύσις ἁπανταχόθεν τὸ λαμπρὸν καὶ φιλότιμον κορυφώσασα κατὰ μηδὲν ἀξιάγαστον μειονεκτοῦντά σε δέδειχεν· ὅθεν κατορθωτικὸς ὢν τῶν πολέμων ἀμείνων φαίνῃ μᾶλλον τοῖς ἄλλοις ἢ τοῖς ὅπλοις νικητικός. καὶ φιλάνθρωπος ὤν, ὅτι καὶ θεοφιλής, ἀνοίγεις πᾶσιν σπλάγχνα χρηστότητος, οὐκ ἀγαθύνων μόνον τοῖς ἀγαθοῖς, οὐδὲ τοῖς εὐθέσι τῇ καρδίᾳ κολλώμενος, ἀλλὰ καὶ πατὴρ ἤπιος ὣς τοῖς πᾶσιν ἐπιεικῶς προσφερόμενος, οὐδὲ τοῖς αἰτοῦσι καὶ κρούουσιν ἀνοίγεις μόνον καὶ δίδως, ἀλλὰ πρόχειρον ἀγαθὸν ἁπαξάπασιν ἔγκεισαι ὡς ἡμερινὸν φῶς, ὡς ἡλιακὴ λαμπηδών, ὡς πίδαξ καλλίκρουνος· καὶ τοῖς μὴ αἰτησαμένοις δὲ περαίνων ἐνιαχοῦ καὶ τὰ ὑπὲρ αἴτησιν ἤδη καὶ καθεύδουσι πολλάκις πλουτοδότης ἐπέστης καὶ χρυσοῦ ἀποδέσμῳ ἀπερράπισας πενίαν καὶ ἀπεσφενδόνησας πόρρω ποι. καὶ ἡ πάλαι ὑμνουμένη ἀληλεσμένη τροφὴ καὶ ἀνήροτος καὶ ἄσπαρτος γεωργία καὶ ὁ χρυσοῦς βίοτος καὶ τὸ παρὰ τῷ Ἰὼβ παμβότανον τοῦ ἀγροῦ καὶ τὰ ἀγαθὰ τῆς γῆς, ἃ τοῖς ἐξ Ἰσραὴλ ἐπηγγείλατο πρὶν ὁ Θεός, δι’ ἑνὸς ὁμοθυμαδὸν ἡμῖν ἐπεισέφρησε κἀκ τῶν ἄκρων ὑπεναντίων τὰ ἐκ διαμέτρου ἀφεστῶτα ἐπεισενήνεκται.

Βασιλεὺς οὖν καὶ ὡς δίκαιος ἀνθῶν κατὰ φοίνικα καὶ ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πεπυκασμένος ταῖς ἀρεταῖς καὶ ὡς ἐλαία τις ἀγλαόκαρπος τοῖς τοῦ Πνεύματος καρποῖς πληθυνόμενος, τί οὐκ ἂν τὸν πατέρα Θεὸν αἰτησάμενος εὐμαρῶς ἐκεῖθεν ἐσεῖται δεξάμενος; οὐκοῦν οὐδ’ ὡς μάτην εὐξάμενος ἀποπεμφθείη κενός, ἀλλ’ ὃ ἂν αἰτήσεται λήψεται, καὶ εἴπῃ ἂν ἔτι τοῦδε λαλοῦντος τὸ θεῖον· „ἰδοὺ πάρειμι“. εἰ δὲ τῶν πάλαι αὐταρχούντων τινές, ὁ μὲν ἀνασχὼν τὼ χεῖρε πρὸς οὐρανόν, ὁ δὲ ἁπλῶς εὐξάμενος, ὁ μὲν δίψει πιεζομένην ἠκέσατο στρατιὰν ὑψόθεν ὕδωρ κατενεγκών, ὁ δὲ σὺν τῷ παῦσαι αὐχμὸν καὶ μύρμηκας εἰς στρατιώτας μετέβαλε, θεοῖς καὶ ταῦτα λατρεύοντες, οἳ οὐκ ἐποίησαν τὸν οὐρανὸν καὶ τὴν γῆν, τί οὐκ ἂν οὐρανόθεν ἐπικαταβαίη αἰτησαμένῳ κοινωφελὲς ἐντρόφῳ εὐσεβείας ἄνακτι καὶ Θεῷ συγγινομένῳ καθ’ ὧραν τῷ εὖ ποιεῖν; πάντως οὐκ ἐκπεσεῖταί τινος.

Ἀλέξανδρος μὲν οὖν καὶ Φίλιππος, ὁ μὲν ἐν Χαιρωνείᾳ κρατήσας Ἀθηναίων καὶ τῷ τῆς νίκης ἐπαρθεὶς παραλόγῳ τὸν ἐμβοῶντα τρὶς ἑκάστης ἡμέρας εἶχε· „Φίλιππε, ἄνθρωπος εἶ“, καὶ οὐ πρότερον εἰσῄει τις ὀψόμενος Φίλιππον, πρὶν τὸ ῥῆμα τοῦτο καθά τι ἔπᾳσμα ἐνηχηθῆναι Φίλιππον· ὁ δὲ ταῖς νίκαις ἐπαρθεὶς ὁ Ἀλέξανδρος χρυσορόφοις καὶ χρυσοκίοσι καὶ ἑκατογκλίνοις σκηναῖς παρευνάζετο πηγνύντος ταύτας τοῦ κόμπου καὶ ῥαφιδοῦντος τοῦ παρὰ τὸ δέον φρονήματος καὶ στοιχηδὸν ἐκύκλουν αὐτὸν οἱ τὰς πορφύρας καὶ τὰς μηλίνας ἐνησθημένοι στολὰς καὶ οἱ τὰ ὑσγινοβαφῆ καὶ φλόγινα ἐμπορπούμενοι, αὐτὸς δὲ τιάραν ἐπὶ κεφαλῆς ἔχων ὀρθὴν καὶ τῆς πατρίου τὴν βάρβαρον ἀνταμφιεννύμενος ὑπὸ φρονήματος καὶ τύχης δυσπρόσιτος ἦν· τελευτῶν δὲ καὶ θεὸς ψηφίζεσθαι τοῖς Ἕλλησιν ἐπιστέλλων, ἃ οὐκ εἶχεν ἐκ φύσεως, τούτων ὑπὲρ φύσιν ἔτρεφεν ἔρωτα.

ὁ δ’ ἡμέτερος αὐτοκράτωρ οὔτε κατὰ τὸν Ἀλέξανδρον εἰς τύφον παρενε<χθεὶς μ>ετήμειψε τὸ πρότερον μείλιχον εἰς ἦθος βάρβαρον καὶ ἀγέρωχον, οὔτ’ αὐτόθεν ἐκκλίνων τὸ ἐπὶ τοῖς ἔργοις μεγάλαυχον δεῖ<ται> τῶν ὑπονυξόντων καὶ οἷον ὑπομνησόντων ὡς ἄνθρωπός ἐστι καὶ φρονεῖν ἀνθρώπινα δεῖ· ἀλλ’ ἁπλοῦς πλασθεὶς ἁπλότητι τέρπεται καὶ δῶρον Θεοῦ τὴν πορφυρίδα λαχὼν ἐν ἀκακίᾳ καρδίας Δαυὶδ ἐπίσης τῷ θεοπάτορι ποιμαίνειν ἡμᾶς δεδικαίωκεν, οὐ τοῖς μὲν αὐτὸς αὑτοῦ μεῖζον φρονῶν, τοῖς δὲ τῶν ἄλλων ἔλαττον· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ κἀπὶ τὰ ἔθνη μὲν ἐπιβλέπουσιν, ἀφορῶσι δὲ κἀπὶ τοὺς πιστοὺς τῆς γῆς καὶ συνθάκους ποιεῖται τούτους τῇ ἁλουργίδι. καὶ τοὺς παρ’ ἡμῖν ἀνιπτόποδας καὶ χαμαιεύνας ὁμοστέγους καὶ ὁμοσίτους τιθεὶς ἡδέως αὐτῶν ἀκούει καὶ πολλὰ ποιεῖ δι’ αὐτοὺς ὡς ἐνθέοις ἀνδράσι πειθόμενος· ὡς ἐντελόμισθος τοίνυν καὶ ὁ ἐκ τούτων μισθός, Θεὸς αὐτὸς τῇ εὐσεβείᾳ γαννύμενος καὶ μικροῦ κατ’ ὄψιν ἐμφανιζόμενος καὶ τὸ πρακτέον αὐτόθεν καὶ ἀσυμβόλως ὑποτιθέμενος.

Καὶ Ὅμηρος μὲν φιλεῖσθαι τῇ ψευδοπαρθένῳ Παλλάδι τὸν Μενέλεων ῥαψῳδῶν νῦν μὲν ἐκ τῶν καιριωτέρων μερῶν τοῦ σώματος τὸ τοῦ Πανδάρου βέλος μεθιστῶσαν ἐπολογεῖ, νῦν δ’ αὐτῷ χαριζομένην μύας ὁρμήν, ἥτις ἰσχανάᾳ δακέειν, λαρὸν δέ οἱ αἷμ’ ἀνθρώπου, ἡ δὲ δι’ αἰῶνος Παρθένος καὶ Μήτηρ Θεοῦ οὐχ ὅπως ἀπὸ βέλους πετομένου ἡμέρας τὸν αὐτοκράτορα ῥύεται, ἀλλὰ καὶ νυκτιφοίτου παντὸς πράγματος ἀνώτερον τίθησιν, οὐδὲ προσεπιφιλοτιμεῖται ζωυφίου ὁρμήν, περιζωννῦσα δὲ δύναμιν ὑψόθεν καὶ ἄμαχον ἰσχὺν περιβάλλουσα οὐ μικρῷ μέρει τῆς Ἀσίας ἀπρόσμαχον δείκνυσι, φοβερὸν δὲ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. πρὸ δὲ τούτων οὐδ’ ἐξόπισθεν ἐφαπτομένη τῆς κόμης, ὅπερ ἐπ’ ἄλλῳ λέλεκται ἥρωϊ καὶ τούτῳ Ὁμηρικῷ, ὑποσημαίνεται τὸ φιλεῖν, οὐδ’ ἐν συμβόλοις ἀμυδροῖς καὶ σκιώδεσι γνωριζομένη, προὔπτως δ’ ἐφισταμένη καὶ πᾶν ὑποτιθεμένη σωσίαρχον, τοῦτο μὲν ἐπένευσε καὶ ποιεῖν ἐπέταξεν, ἐκεῖνο δέ πως ἀνένευσε, καὶ ἀρωγὸς ἱκετευθεῖσα πολλάκις ἱκέσθαι καὶ ὄψιν ἐμφανίσαι καὶ ἀκουτίσαι φωνὴν ἐπισυνῆψε τῇ αἰτήσει τὸ πέρας καὶ ὤφθη ὡς ἐξὸν ἀνθρώποις ὀφθῆναι καὶ θείου μετέδωκε φθέγματος.

Ἀλλ’ ἠγώνισται μὲν οὕτω μεθ’ ὅπλων, πάντα δὲ ἀσταθμήτως ᾤκτειρε τά τ’ ἔνδον τά τε θύραζε καὶ πάντα ἀλλήλων ἐχομένως ἐρρύθμισε καὶ ὡς οὔτις ᾠήθη κάλλιον, οὐκ ἀφῆκε δὲ τοῖς ὀφειλέταις, οὐ λέγω χρημάτων (ταῦτα γὰρ ἀμφοτέραις ἀπήντληκε) μεγίστων δὲ καὶ ὧν θάνατος τοὐπιτίμιον; μάλα μὲν οὖν. οὐκοῦν καὶ φιλεῖν τοὺς μισοῦντας καὶ ἀγαπᾶν τοὺς φιλεχθροῦντας ὡς εὐαγγελικὸς ἐνωτισάμενος μαθητής, οὕτω γὰρ εὑρήσειν ἀνάπαυσιν τῇ ψυχῇ, οὐ τυφλώττει δι’ ἄμετρον ὀργῆς, οὐ<δ’ ἐπιζητεῖ,> ὅς τ’ αἴτιος, ὅς τε καὶ οὐκί, οὐδὲ τῷ μέν, τῷ δ’ οὔ, ἀλλὰ πᾶσιν κοινῶς ἀφίησι. Λυκοῦργος μὲν οὖν, περὶ οὗ διστάζων εὕρηται Φοῖβος, εἴτε θεὸν αὐτὸν εἴτ’ ἄνθρωπον χρὴ μαντεύσασθαι, τὸν ἐκκόψαντα τὸν ὀφθαλμὸν ἀντιλυπεῖν ἔχων ἀπαθῆ παρέδραμε καὶ τὴν Σπάρτην παραλαβὼν ἔμπλεων πολέμων καὶ διακειμένην κακῶς νόμοις ἐτείχισε καὶ βαθεῖαν εἰρήνην ἐβράβευσεν· ὁ δ’ ἡμέτερος βασιλεύς, εἰ μὲν εἰρήνης γέγονε βραβευτὴς καὶ ὑπὲρ Λυκοῦργον διῴκησε τὴν ἀρχήν, καὶ ὁ λόγος εἴρηκε φθάσας καὶ τοῖς ᾑρημένοις σκοπεῖν ἀφίησιν. ὅτι δὲ ἀφῆκεν οἷς οὐκ ἀφῆκέ τις καὶ συνέγνω οἷς οὐ συνέγνω τις, τοῦτο κατὰ τὴν ἄκραν τῆς ἐντολῆς ἀκρίβειαν καὶ ἀτεχνῶς ὑπὲρ φύσιν ἀνθρώπειον.

τοὺς γὰρ κατ’ αὐτοῦ φονῶντας Θεοῦ μηνίσαντος πολλάκις συνειληφὼς οὐχ ὅπερ δράσειν προὔθεντο παθεῖν ἐδικαίωσεν ὅρον τῇ κολάσει τὸ ταὐτοπαθὲς ἐπιθείς, ἀλλ’ εἰδὼς ἀμείβεσθαι μὲν εὐνοίᾳ, συγγνώμην δὲ διδόναι τοῖς πταίσμασιν, ὑψηλότερος ὡράθη δικαίας ὀργῆς δι’ ἀνεξικακίας εἰς τὸ κατὰ Χριστὸν προκόπτων μακρόθυμον, ὃς λοιδορούμενος οὐκ ἐλοιδόρει, πάσχων οὐκ ἠπείλει, ἀλλ’ ὑπερεδεῖτο τῶν σταυρωτῶν, ὃ καὶ θαυμάσας πολλάκις οὔπω ἀκριβῶς τεθαύμακα. ἐπαινετέος μὲν γὰρ καὶ Δαυίδ, „ἄφετε“, λέγων, „Σεμεεὶ καταρᾶσθαί με“· ἀξιάγαστος δὲ καὶ Μωσῆς ὁ δημαγωγός, ὅτε μὲν ἱλασκόμενος καὶ φάσκων· „ἄφες αὐτοῖς“, ὅτε δὲ συντεθνάναι τοῖς ὁμοφύλοις δεόμενος, εἰ τούτοις τὰς ἁμαρτίας ἱστᾷ· ἀλλὰ μαχαιροφορεῖ καὶ οὗτος πολὺς ῥέων κατὰ τῶν σκληροτραχήλων καὶ μηδενὶ τῶν ταυρόκρανον χοανευσάντων συνεγνωκὼς πάντας ἄρδην εἶχεν ἀνῃρηκώς. ἐπαινετέοι μὲν καὶ οὗτοι· πῶς γὰρ οὔ; ἀξιεπαινετώτερος δὲ ὁ σὺν τῷ μὴ ἀποδιδόναι τοῖς ἀνταποδιδοῦσι κακὰ καὶ προσεποικτείρων καὶ σπλαγχνιζόμενος.

Ὢ βασιλέως ἀνεξικάκου καὶ βεβαίου πρὸς ἀρετήν, ὢ βασιλέως τυραννοκτόνου μὲν κατὰ Βροῦτον, κατὰ δὲ τὸν μέγαν Σκηπίωνα ποιοῦντος πάντα καὶ πράττοντος τῷ πείθεσθαι τῷ Θεῷ. τοιῷδε οὖν βασιλεῖ τίς βασιλεὺς συστήσεται; ἄκρως μὲν οὐδείς, τρανότερος δὲ αὐτὸς ὁ Δαυίδ· πυρράκης ἦν ἐκεῖνος μετὰ κάλλους ὀφθαλμῶν, ἀνδρεῖος καὶ σοφὸς ἐν λόγῳ, ἀδελφοὶ αὐτῷ καλοὶ καὶ μεγάλοι καὶ οὐκ εὐδόκησε Θεὸς ἐν αὐτοῖς, θεοδίδακτος τὰς χεῖρας εἰς παράταξιν καὶ τοὺς δακτύλους εἰς πόλεμον, ἐπὶ δέ οἱ αἱ χεῖρες ἐποίησαν ὄργανον καὶ οἱ δάκτυλοι ἥρμοσαν ψαλτήριον. καὶ βασιλεὺς δ’ ὁμοίως ὁ ἡμέτερος κατὰ μὲν ἐμφέρειαν Δαυιτικὴν τὸ εἶδος τυπούμενος, τὰς δὲ χεῖρας καὶ τὸν λόγον κατ’ ἐκεῖνον δεικνύμενος, ἔτι καὶ τὰς σωματικὰς δυνάμεις καὶ ψυχικὰς ἐνέτεινεν εἰς δεκάχορδον, καὶ ὡς λέοντα μὲν ἐπάταξε τὸν θυμόν, ὡς δ’ ἄρκτον ἦγξε τὸ ἐπιθυμητικόν. ἐκεῖνος δι’ ἀρετὴν ὑπὸ Σαοὺλ ἐδιώκετο καὶ διὰ φθόνον γενόμενος ὑπερόριος ἐς ἀλλοφύλους παρέβαλλε· καὶ ὁ μισορρώμαιος Ἀνδρόνικος ἄλλο μὲν οὐδὲν ἐγκαλεῖν ἔχων τῷ αὐτοκράτορι, ἐπὶ δὲ τοῖς αὐτοῖς τοῦτον ἐστυγηκώς, οἷς καὶ τὸν Δαυὶδ ὁ Σαούλ, ἐξ οἴκου καὶ πατριᾶς ἠνάγκαζεν ἐκτοπίζεσθαι καὶ τοῖς ὀθνείοις συμμίγνυσθαι· ἡ δὲ τῆς βασιλείας ὁμοία κατακληρούχησις ὑπαπιόντων τῶν διωκτῶν.

καὶ οὐ τοῦτο ἤδη καινόν, τὸ κατὰ πάνθ’ ὅμοιον τὸν αὐτοκράτορα τῷ Δαυὶδ εὑρίσκεσθαι, ἀλλὰ καὶ τὸ σύμμορφον αὐτῷ δήπουθεν τῷ Χριστῷ ἔν τισι γνωρίζεσθαι καὶ συμμέτοχον. εὐαγγελίσασθαί φησιν ἀπεστάλθαι πτωχοῖς ὁ Χριστός, καὶ τοὺς μὲν συντετριμμένους ἰάσασθαι, τοῖς δ’ αἰχμαλώτοις κηρύξειν ἄφεσιν καὶ τοῖς ἀναπήροις ἀνάβλεψιν· καὶ οὗτος δρῶν χριστομιμήτως ταὐτὰ τοῖς πᾶσιν καταλλήλως προσφέρεται, χωλῷ γινόμενος πούς, ὀφθαλμὸς τῷ μὴ ἔχοντι, τοῖς κάμνουσιν ἰατήρ, τοῖς ἐνδεέσι παρήγορος, κ<αὶ> παντὶ ἑτέρῳ τὸ ἐλλεῖπον τῆς φυσικῆς ἀρτιότητος, εἰ μὲν ἐξόν, ἀρτιῶν, εἰ δ’ οὖν, δι’ εὐποιΐας ἀναπληρῶν· ἀμφοῖν δὲ καὶ <τὸ> προσπαλαῖσαι φθόνῳ κοινὸν καὶ τὸ παθεῖν ἐντεῦθεν δεινά. καὶ ὁ μὲν φύσει κύριος ὢν τῶν κυρίων καὶ βασιλεὺς τῶν βασιλευόντων ὁρ<ώ>μενος ὅμως καὶ παθεῖν ἠνέσχετο καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ λέγεται, ὁ δὲ τὸ κράτος τὸ Ῥωμαϊκὸν ἀνεζώσατο· δῆλον δὲ δήπου πάντως παντί, ὡς ἐπεὶ ὁ ἔνθεος ἡμῶν αὐτοκράτωρ ζητῶν συγγίνεσθαι δι’ ἀρετῆς τῷ Χριστῷ, τοῦτο μὲν τὴν ἄπειρον αἱρεῖται τράπεζαν καὶ ἀπέριττον, τοῦτο δ’ ἀνύπνους νύκτας ἰαύων τῇ προσευχῇ τε καὶ μελέτῃ τῶν θείων λογίων ἐγκαρτερεῖ, ὡς ἔχῃ ψάλλειν μετὰ Δαυίδ· „λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.“ καὶ ὡς „αἱ συμβουλίαι μου τὰ λόγιά σου.“

εἴη ἂν καὶ κατὰ τὰ παθήματα τουτῳὶ σύμμορφος, στεφάνῳ μὲν ἀκανθίνῳ τῷ τραχεῖ τοῦ βίου στεφόμενος, τὰ δ’ ἐπὶ τῆς γῆς μέλη νεκρῶν καὶ τῷ θείῳ ἔρωτι καθηλούμενος καὶ τὰ λοιπὰ προσπλουτῶν, ὅσα ὑπὲρ ἡμῶν ἐπεπόνθει Χριστός, αὐτὸς δὲ τὴν ἐν Χριστῷ κεκρυμμένην ζωὴν διώκων ὑφίσταται.

Ἀλλὰ βασιλεῦ, ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε. ἡ χείρ σου εὕροι τοὺς ἐχθρούς σου, ἡ δεξιά σου πάντας τοὺς μισοῦντάς σε. τοῖς δὲ Ἰορδανείοις λουσάμενος νάμασιν ἀνακαινισθείης ὡς ἀετός, καὶ ὡραιότερος ἐντεῦθεν ἐξαναδὺς καθὰ καὶ ὁ αἰσθητὸς οὗτος ἥλιος λίμνης ἀνορούσας περικαλλοῦς φλογωδεστέρας ἀκτῖνας ἐπάφες ταῖς ἀχλυούσαις τὸ σὸν λάχος ἐπισυστάσεσι τῶν νεφῶν, ἃ δυσμόθεν ἐξάραντα ἡμῶν ἀπέναντι ἔστησαν καὶ διὰ συχνῶν προστρίψεων ἀστραπὰς πολέμων ἐκπυρηνίζουσι. καὶ διαλυθείτωσαν ὡσεὶ καπνὸς ὑπ’ ἀνέμου καὶ ὡς πάχνη ὑπὸ λαίλαπος· καὶ ἐνδεξιώτερον αὐτὸς σύντριψον τόξα, σύνθλασον ὅπλα, καὶ θυρεοὺς κατάκαυσον ἐν πυρὶ ἤπερ ὁ Φαέθων πρότερον τὴν νῦν κατοικουμένην ἐπ’ Ἐριδανῷ γῆν τοῖς Ἀλαμανοῖς.

ἢ γοῦν χριστομιμήτως καὶ τοῦτο ἐργασάμενος κόλασον τὴν τῶν ἀλαζόνων ὀφρῦν· ὡς γὰρ ὁ Σωτὴρ βαπτισθεὶς καὶ ἀναβὰς ἐκ τοῦ ὕδατος καὶ ὁρμήσας εὐθὺς ὑπὸ Πνεύματος εἰς τὴν ἔρημον ἀπεκρούσατο τὰς προσβολὰς τοῦ Σατὰν νῦν μὲν τοὺς λίθους αἰτοῦντος ἄρτους γενέσθαι, νῦν δὲ ὑποπεσεῖν ἐγκειμένου καὶ νεῖμαί οἱ προσκύνησιν, κατὰ ταὐτὰ καὶ αὐτὸς τῷ ἁγιαστικῷ τούτῳ ὕδατι ἁγνισθείς, εἰ δὲ βούλει τῷ τῶν δακρύων, ἐπεὶ καὶ τούτῳ λούῃ καθ’ ἑκάστην νύκτα Δαυιτικῶς, καὶ διὰ τῆς ἐρήμου τῶν παθῶν βιοτῆς Θεῷ ξυγγενόμενος καὶ συλλαλήσας κατὰ μόνας αὐτῷ, ἀνακάλυψον βαθέα τοῦ τῶν Ἀλαμανικῶν ἐξάρχοντος λεγεώνων, ὃς σκότος ἐστὶ καὶ φῶς ὑποκρίνεται καὶ ἀρχῆθεν ἀνθρωποκτόνος ὢν καὶ ὀλέθριος ἀτεχνῶς εἰς ἄρτους μεταμειφθῆναι τοὺς λίθους αἰτεῖ, οἷς τῶν ἀνεφίκτων ἐρᾷ, καὶ τὴν τοῦ σοῦ κράτους ὑπὲρ τὸ δέον ὑπόπτωσιν πειρᾶται ὑποκλέπτειν ὡς ἄλλην προσκύνησιν, οὐκ εἰδὼς ὡς μετὰ πρώτην ἢ δευτέραν πεῖραν ἀποκρουσθεὶς ἡττημένος καὶ ᾐσχυμένος ἀπελεύσεται εἰς τοὐπίσω πείρᾳ κύριον γνούς, ὃν ἐκπειράζειν προάγεται. βροντήσας δὲ καὶ ἐπὶ τουτωνὶ τῶν ὑδάτων, ἃ εἰσήλθοσαν ἕως ψυχῆς ἡμῶν, ἢ ὡς τόξον ἐνταθεὶς ἀέριον στήσαις τὸν τῶν πολεμίων τόνδε κατακλυσμόν.

καὶ ἡ θάλασσα δὲ αὕτη καὶ ὁ Ἰορδάνης οὗτος, ἃ πλαγίῳ λόγῳ ἡ ἀντίπαλός ἐστι στρατιὰ καὶ ὁ τὴν ταύτης ἀνεζωσμένος ἡγεμονίαν, ἰδόντα ἃ ἐποίησέ σοι θαυμάσια ὁ Θεός, ἡ μὲν φυγέτω τοῦ ἐπιφρίσσειν εἰς πόλεμον (ὡς γὰρ καταιγὶς τὰ ἅρματα αὐτοῦ ἡ θεία διδάσκει πυκτίς) ὁ δὲ μεταστραφεὶς ἀποσχέσθω τῆς σκολιότητος. εἰ δ’ οὖν, τὰ μὲν αὐτῆς κύματα ἀναβαίνοντα ἕως τῶν οὐρανῶν καταβήσεται καὶ ἕως τῶν ἐσχάτων τῆς γῆς, ὁ δὲ ἀπὸ φωνῆς βροντῆς σου δειλιάσας καὶ ἐπιτιμηθεὶς φεύξεται. εἰ δὲ καὶ τὸν Θεὸν ἔχεις εἰσοικισάμενος διὰ τῶν θεουργῶν ἀρετῶν, οὐ μόνον μεθ’ ἡμῶν εἶναι τοῦτον εἴποιμεν ἂν διὰ σοῦ καὶ ὡς „ἡττᾶσθε, ὦ βάρβαροι καὶ ἔθνη τὰ τοὺς πολέμους ἐθέλοντα,“ ἀλλά γε καὶ υἱὸς κληθείης Θεοῦ ὡς Ἰακὼβ καὶ Δαυίδ, καὶ εἴ τις κατ’ ἐκείνους πολὺς τὴν εὐσέβειαν, εἰ δὲ υἱός, καὶ ἀγαπητός, εἰ δ’ ἀγαπητός, πάντως καὶ ἐν ᾧ εὐδόκησεν, εἰ δὲ καὶ τοῦτο, καὶ κληρονόμος δήπουθεν οὐ τῆς ἐνταῦθα μόνον ἀρχῆς, ἀλλὰ καὶ τῆς ἐκεῖσε ἀφθάρτου καὶ ἀκηράτου.

Ἀλλ’ εἰ δυνατόν, ὦ θεοείκελε αὐτοκράτορ, καὶ τῷ ἡλίῳ εἴης συμπαραμένων καὶ ὡς ἡ σελήνη κατηρτισμένος εἰς τὸν αἰῶνα, καὶ ὁ θρόνος σου ἀλληλοδιαδόχως τοῖς ἐξ ὀσφύος σου ἀδιάδοχος, καὶ τὸ κράτος σου πολυχρόνιον.