Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Λόγοι (1-18)

Νικήτας Χωνιάτης

Λόγος 10: Λόγος προς τον Αλέξιο Γ' Άγγελο επί τη καταστολή των αποστασιών

Θριαμβευτικός λόγος για την επιτυχή αντιμετώπιση και συντριβή των στασιαστών Μανουήλ Καμύτζη και Δοβρομηρού Χρυσού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 10 από 18

Τοῦ αὐτοῦ· Λόγος εἰς τὸν βασιλέα κῦρ Ἀλέξιον τὸν Κομνηνόν, ὅτε ἐπανέζευξεν ἀπὸ τῶν μερῶν τῆς δύσεως, ἡνίκα ὁ πρωτοστράτωρ Μανουὴλ ὁ Καμύτζης, ἐξάδελφος ὢν τοῦ αὐτοῦ βασιλέως, συμπλακεὶς τοῖς βαρβάροις καὶ κατασχεθεὶς παρὰ μὲν τοῦ βασιλέως οὐκ ἐξωνήθη, ἠγοράσθη δὲ παρὰ τοῦ Δοβρομηροῦ Χρύσου τοῦ κατέχοντος τὸν Πρόσακον καὶ τὴν Στρούμμιτζαν· καὶ ἔκτοτε ἐπανέστη τῷ βασιλεῖ μετὰ τοῦ αὐτοῦ Χρύσου, γαμβροῦ ὄντος τῷ αὐτῷ πρωτοστράτορι ἐπὶ θυγατρί, ὃν καὶ ἡττήσας ὁ βασιλεὺς ἐδίωξε. τότε δὲ καὶ ἀγάπην ἐποίησε μετὰ τοῦ Ἰωαννίτζη τοῦ κατέχοντος τὸν Ζυγόν. „Εὐλογητὸς Κύριος ὁ Θεός σου, ὃς ἀπέκλεισε τοὺς ἄνδρας τοὺς ἐπαραμένους τὴν χεῖρα αὐτῶν ἐπὶ τῷ κυρίῳ μου τῷ βασιλεῖ.“ ἐκ τῆς βίβλου πορίζομαι τῶν Βασιλειῶν τὰ χαρμόσυνα ταῦτα καὶ εὐάγγελα ῥήματα, νικητικώτατε βασιλεῦ, ἅπερ ὁ μὲν Δαυὶδ εἰς ἀγγελίαν ἐδέχετο πρότερον τῆς τοῦ πατραλοίου παιδὸς ἀναιρέσεως, νυνὶ δ’ ἔγωγε εἰς χαριστήρια ᾄδω σοι τῆς τοῦ ἀποστάτου λαμπρᾶς καθαιρέσεως μέλπων τὰ ἐμβατήρια καὶ παιανίζων τὰ νικητήρια· κἀκεῖνα ἐπὶ τούτοις τῆς ἱερᾶς τῶν ψαλμῶν δέλτου ἀναλεγόμενος καὶ φθεγγόμενος· „ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ.“

Καὶ γάρ, ἀγχίθεε βασιλεῦ, ἐν πολλοῖς καὶ ἄλλοις σχεδὸν τοῖς πλείοσι πάρισος καὶ ἐφάμιλλος τῷ βασιλεῖ Δαυὶδ καθιστάμενος καὶ πίναξ ἀκριβὴς τῶν ἐκείνου καλῶν προκείμενος οὐδὲ κἀπὶ τοῖς δεῦρο νεαροῖς ὁμοῦ καὶ ἀνιαροῖς συγκυρήμασι τῆς εἰκασίας ἐξέστης τοῦ θεοπάτορος· παῖς ἐκεῖ θρασυκάρδιος ὑβριστὴς καὶ μεγαλόφρων ὤφθη κατὰ τοῦ φύσαντος, „ὃν εὗρον“, φησὶν ὁ Δαυίδ, „κατὰ τὴν καρδίαν μου“, καὶ χεῖρες υἱϊκαὶ παραφόρως κατὰ χειρῶν ὡπλίσθησαν πατρικῶν θεόθεν ἡρμοσμένων εἰς πόλεμον· κἀνταῦθα δέ τις τῶν κατειλεγμένων εἰς αἷμά σοι (τὸ δὲ ὄνομα ἑκὼν ὑπερβήσομαι, ὅτι μηδὲ λέγειν δέομαι) κατὰ σοῦ μειρακευσάμενος πτερνισμὸν πολλῷ τοῦ πατραλοίου ἀσυγγνωστότερος διελήλεγκται· καθ’ ὅσον ὁ μέν, παιδάριον ὢν ὑπέροπλον μηδέπω τὰς παρειὰς ἰούλοις λαχνούμενον καὶ κόμην τρέφον πολλὴν καὶ φύσει πυρσὴν ὑπὲρ χρυσίου ἀπορρινήματα, τῷ ῥέκτῃ συγγενόμενος Ἀχιτόφελ καὶ ἴχνεσι προσβὰς ἀλώπεκος τῶν φύσεως σεμνῶν ἐθῶν ἐπελάθετο· ὁ δέ, πολιοκόρσης ὢν ἀκριβῶς, ὑπὲρ τὰς κοινὰς ἐννοίας καὶ δόξας φαύλοις προσήρακται πράγμασιν, ὡς εἴπερ πρὸς παιδίον μετέστραπτο οὐκ εὐαγγελικόν τε καὶ εὔθετον εἰς βασιλείαν οὐράνιον, ἀλλ’ εἰς Ἀβεσαλὼμ τὰς φρένας ὁπλότερον ὁ <δύς>πιστος οὗτος καὶ δυσδαίμων ἐν ἅπασιν ἄνθρωπος.

χειρωθεὶς δὲ καὶ εἱρχθείς, μήτε μὴν ὑπομείνας τὸν μικρὸν ὅσον οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων λυσόμενον αὐτοκράτορα, ἀλλ’ ἑαυτὸν κακοδαιμόνως ἡμῶν ἁπάντων πριάμενος καὶ λύτρον ἑνὸς ἀπειρεσίους ἀντιβραβεύσας ἑαυτοῦ, τὸ Παρρώμαιον· τέλος δὲ καὶ ταῖς καθ’ ἡμῶν τῶν ὁμοφύλων ὁρμαῖς καὶ σφαγαῖς ἀναμαχέσασθαι τὴν ἧτταν προθέμενος, ἣν ἀνέτλη τοῖς ἐπιρρεύσασιν ἐχθροῖς συμπλεκόμενος.

Καὶ σὺ δέ, ὦ βασιλεῦ, καθ’ ἑνὸς ἀντάρτου τὸ δόρυ διακραδαίνων τὴν ἐξ ἡμῶν πορείαν πεποίησαι· οἱ δέ σοι σύνδυο καὶ σύντρεις καὶ κατὰ πλείους ἐπανετράπησαν. καὶ ἵνα σαφῶς διαγράψωμαι τῷ Ἑρμαϊκῷ δόνακι, οὓς μετῆλθες αὐτὸς τῷ Ἀρεϊκῷ δόρατι, ὁ μέν (οὐδὲ γὰρ καὶ νῦν ἀφεκτέον τούτου) ὅσα καὶ ἵππος στατὸς καὶ Ὁμήρειος ἐφ’ ἱκανὸν ἐμφατνισθεὶς τοῖς δεσμοῖς, ἐπειδήπερ αὐτὰ καθάπαξ ἀπέθετο, μικροῦ κατὰ πεδίων κροαίνων ἐριαύχην καὶ γαυριῶν, ἀκρώνυχος προεπόδιζε ταῖς Ἀξειοῦ καὶ Πηνειοῦ λουσόμενος προχοαῖς καὶ τῶν ἐκεῖσε κατασκιρτήσων λειμωνιῶν· ἢ καὶ ὡς λίθος ὀκριόεις ἐκ τῶν τοῦ Αἵμου ἀκρωρειῶν ταῖς τῶν ἡμετέρων χωρῶν καταρραγεὶς κοιλότησιν εἰς κεφαλὴν γωνίας καὶ εἰς ἀκρόγωνον ᾤετο κείσεσθαι· μᾶλλον μὲν οὖν εἰς Μωσέα προσποιῶν ἑαυτὸν καὶ καθάπερ πυξία, οὐκ οἶδ’ ὁποῖα καὶ φράσαιμι, ὡς ἐκ Σιναίου τοῦ Αἵμου τὰς ὀλεθρίας ἐντολὰς τοῦ βαρβάρου καὶ τὰς ἐκεῖθεν ἐνδόσεις ὡς ἐμφάσεις κρείττους ἐγχειρισάμενος δημαγωγίαν ἐφαντάζετο μείζονα, ἄλλοτε ἄλλοις τῶν δρωμένων παραπετάσμασι φαντασιώδεσι χρώμενος. σὺ δὲ ἅμα τὴν κατὰ τούτου κίνησιν ἐσχημάτισας, καὶ ἅμα τῶν ὀθνείων ὁπλισμῶν καὶ τῶν προσθέτων συνασπισμῶν ὅσα καὶ πτερῶν συλλογιμαίων ἀποψιλώσας κολοιοῦ ἀχρειότερον ἤλεγξας· καὶ νῦν γέγονεν, ὡς ὁ Ἰὼβ εἶπεν ὁ τλησίπονος, ὥσπερ ἀχυρμιὰ πρὸ ἀνέμου καὶ ὡς κονιορτός, ὃν ὑφείλετο λαῖλαψ.

Ἕτερος δέ τις δεύτερος, τὸ μὲν κῆδος τουτῳὶ σύμφυτος, τὸ δὲ γένος ἀλλόφυλος, ἀλλοπρόσαλλος καὶ χαμαιλέων τοῖς συμφυέσι κακοῖς πολύμορφος, ὑπέδυ μὲν ἐπίσης σκορπίῳ τε καὶ φαλαγγίῳ πέτρας ἀποτόμους καὶ δυσπροσόδους, συνιδὼν δὲ ὡς μάτην ὑπὸ ταύταις καταδαρθάνει ἢ γοῦν διακενῆς ὡς πολύπους προσφύεται καὶ συγχρώζεται τῷ ἀτοξεύτῳ μικροῦ ἐρύματι καὶ ὡς κέλυφος οἱ φερέοικοι καὶ ὡς ὄστρακον τὰ ζωόφυτα τὰς τοῦ πολιχνίου περιπτυχὰς ὑπεισέρχεται οἱονεί τι λάϊνον λώπιον αὐτὰς ἀμπεχόμενος. ἀλλ’ οἷος μετὰ βραχὺ καὶ οὐχ οἷος πάροιθεν δείκνυται· πρώην μὲν γὰρ μὴ τὸν κηδεστὴν ἐῶν ἀκηδῆ ὡρᾶτό οἱ συναγωνιστὴς καὶ συνέριθος· μετ’ οὐ πολὺ δὲ κατανωτισάμενος ἐκεῖνον βαρβαρικῶς περισαίνει σου τὸ κράτος κολακικῶς· πρὸ δὲ πάντων διχασμὸν συναφείας ψυχῆς καὶ σώματος ὑφορώμενος ἀψόφως ἐμβάδι τῆς δίκης ἐφέρποντα καὶ τομὸν ἐφιστάμενον, ὧν οὐκ ἔστι μετὰ διάζευξιν συμπλοκὴν εὑρέσθαι καὶ συνδρομήν, διχοτομίαν μέτεισιν ἄλλην, σωμάτων μόνων, εἰδυῖαν συναλοιφὴν καὶ συμφυΐαν καὶ πρόσπλασιν, πιστοῦσθαι θέλων ἐντεῦθεν τὴν ἐκ τοῦ ἀπίστου διαίρεσιν καὶ διάστασιν καὶ τὴν πρὸς τὸν πιστὸν ἀλλοίωσίν τε καὶ μεταχώρησιν.

Ἀμέλει τοι καὶ εἰς τέκνον μὲν τὴν πίστιν Ἀβραμιαῖον ἐκ τῶν λίθων ἐκείνων ἀνεγερθῆναι, οὓς διαπαντὸς ὑποδύεται, διισχυρίζεταί πως καὶ διατείνεται, καὶ τοῖς ὄρεσι δὲ ἐκείνοις πεσεῖν ἐπ’ αὐτὸν καὶ τοῖς βουνοῖς ὁμοίως καλύψειν αὐτὸν διεντέλλεται, εἰ βραχύ τι γοῦν ἀποσταίη κράτους τοῦ σοῦ καὶ ἄλλῳ τῳ τῶν ἁπάντων προσρέψειε. τὴν δὲ τοπικὴν μετάβασιν εὐλαβεῖται καὶ ὡς λαξευτὸς ἐν πέτραις ἢ πρὸς μόνον γεγλυμμένος ἀνδρείκελον ἰέναι περαιτέρω ἀναίνεται. κἀκεῖνα δ’ οὖν ὁ ὀρειβάτης οὗτος ἀναμέλπων οἷον πρὸς σύριγγα· „οἴμοι πῇ φύγω τλάμων Ἀΐδαν ἄφυκτον“; τὸ μὲν μέλος ποιεῖται πρὸς ἀπόδρασιν ἐγερτήριον· λιθοῦται δ’ οὖν καὶ οὗτος ὡς ἡ τοῦ μύθου Νιόβη καὶ πρόεισιν ἐκεῖθεν οὐδόλως δεσμοῖς δουλείας πεδούμενος· καὶ καθ’ ὅσα κατωκάρα ἐρρίζωται τὴν κεφαλὴν ἐπεδαφίζων σου τοῖς ποσίν, ἀκινητίζεται πρὸς τὴν πρόοδον. ἡγοῦμαι δ’ ἔγωγε ὡς ἀφ’ ὕψους οὗτος ὁ βάρβαρος ἐς Ἀξειὸν κατακύψας, τὸν τῷ Προσάκῳ παραρρέοντα ποταμόν, <καὶ ταῖς> ἐν ὕδασιν ἰσχναῖς ἐμφάσεσιν ἐνοπτρισάμενος ἑαυτὸν ἀνώποδα ἰνδαλλόμενον, ὡς ἤδη πεπονθὼς τὸ σκιαγραφούμενον <τῷ σῷ κράτει> ὑποκύπτει καὶ φθέγγεται δούλια, κἂν οὐκ ἔχει θαρρεῖν τὴν ἔξοδον, καθάπερ καὶ τὸν Βουκέφαλον ἵππον οἱ πάλαι φασὶν ἄγριον εἶναι παντάπασι καὶ ἀκόλαστον, ὅτι τὴν πρὸς ἥλιον ἰδίαν σκιὰν ἐνσαλευομένην ἑώρα πρὸ ἑαυτοῦ καὶ προσπίπτουσαν.

Τί δ’ ἂν καὶ ἔδρασεν οὗτος, οὐ λέγω τοῖς ὀφθαλμοῖς σε παρειληφώς, βασιλεῦ, ἀλλ’ εἰ καὶ μόνον τὸ σὸν ἔγχος ἐνωπίως στιλβούμενον ἐθεάσατο; πάντως ἂν ὡς ἐν κατόπτρῳ λείῳ περιγραφόμενος τῇ τούτου στιλπνότητι κατὰ καμπήν τε καὶ ἐπάνοδον τῆς αὐγῆς ἀπείρηκεν ἂν ἁπαξάπασιν. ἀλλὰ τούτων μὲν οὐδέν τι καὶ πέπονθεν· ἄλλοτε δ’ ἄλλοις παλεύμασι σοῖς στρατηγικοῖς καὶ σκέμμασι φρενὸς βαθυγνώμονος ὡς δελέασιν ἰχθύες ὑποσυρόμενός τε καὶ ἀγκιστρούμενος, τέλος δείσας τὸν διὰ καλάμου βαφῆς τῆς βασιλικῆς ἐπιχαλώμενον ἐκείνῳ πορφύρεον θάνατον χωρῶν σοι καὶ πόλεων ὑπεξίσταται, ὁπόσας ἀπέδοτό οἱ τῆς καθ’ ἡμῶν συνάρσεως ὁ ἐκμανὴς τῆς θρεψαμένης πολέμιος.

Οὐκ ἦν δ’ ἄρα τὸν ἥλιον ἠρεμεῖν τὸν τὴν φύσιν ἀκάματον ἢ γοῦν ἐπὶ πολὺ συστεῖλαι τὰ πτίλα τὸν ἀετὸν μηδ’ ὑψιπέτην τὸν ἀέριον φέρεσθαι· ὅθεν ὁ βάρβαρος οὗτος τὴν ἄλλην ἰδών σε τραπόμενον ῥᾳστώνην τὸ πρᾶγμα λογίζεται καὶ φαντάζεται καμάτων τῶν σῶν ἀνακώχευσιν. σὺ δὲ γίνῃ τις καὶ πάλιν εὐμήχανος καὶ τρέχων αὖθις μετὰ μικρόν, ἣν ἐβάδιζες πρότερον, πράγμασιν αὐτοῖς καθυπέδειξας, ὡς πάντα δοῦλα φρονήσεως καὶ αὐτῇ τῶν ὄντων οὐδὲν ἀνθάμιλλον. ὢ κυνῶν βελτίστης ἐκείνης ἐπιθωΰξεως· ὢ κλωγμῶν ἐκείνων κυνηγέτιδος ὄρνιθος· ἅ σοι πάρεργον ὁδοῦ πρὸς θῆρας συνήραντο μικροῦ καὶ ἀόρνου πόλεως. τί σου φῶ; τὴν εὐμέθοδον ταύτην ἐπίνοιαν; μέθοδον στρατηγικὴν ἢ πόλεως χρονίως ἐξ ἡμῶν ἀποστάσης ἐπάνοδον; δευτέραν εἰς μάχην ἔξοδον καὶ πρόοδον εἰς ἕτερα τρόπαια ἢ τοῦ φρονηματώδους βαρβάρου κάθοδον εἰς ταπείνωσιν καὶ βαθμίδα ἡμετέραν καὶ ἄνοδον εἰς κλέος ἀθάνατον; οὕτω πάντα ἐν σοφίᾳ ἐποίησας.

Τί δὲ ὁ τοῖς δυσὶ τούτοις καὶ χειρὶ καὶ γνώμῃ καὶ τῇ καθ’ ἡμῶν μανίᾳ συναλειφόμενος; ἔθετο μὲν τὸν θῶκον ὡς ἄντυγα οὐρανίαν τὸν ὑπερνέφελον Αἷμον ἀντιδοξῶν σοι καὶ ἀνθιστάμενος καὶ βροντῶν ἐκεῖθεν ἐπιπλάστως κατὰ Σαλμωνέα ψευδοκρονίωνα εἰς ἐνιαυτοὺς ἤδη ἀπηναιδεύσατο. πλὴν καὶ οὗτος τὸ βυρσῶδες καὶ πρόσφατον τοῦ βροντήματος ῥαγησόμενον εἰδὼς καὶ στησόμενον προτείνει σοι χεῖρα καὶ σπένδεται· καὶ ὁ πρώην τοῖς ἐκεῖ συναναβαίνων ὄρεσιν ἀτεχνῶς τῷ φρονήματι καὶ τὴν ὀφρὺν αἴρων τῆς ὀρειαίας κορυφῆς καθύπερθεν ἀρτίως τὴν προτέραν τύχην ἀναμανθάνων καὶ κατὰ νοῦν λαμβάνων τὴν ἡλικιώτιδα ἐκείνῳ καὶ θρέπτειραν δούλωσιν, αὐτοῖς παρίστησιν ἔργοις καὶ διατυποῖ περατουμένην ἀληθῶς ἐπ’ αὐτῷ τὴν „δεῦρ’ ἀνάβηθι κάτω, νῦν γὰρ ἄνω κατέβης“ διακελευομένην φωνήν. περιπέζιος ὁ ὑψιβάμων γινόμενος καὶ τῷ σῷ ὑποκύψας κράτει, θαυμασίως πως τὴν ὑπόβασιν ἀνάβασιν εὕρατο καὶ τὴν τῆς δόξης ὑπόπτωσιν ἐγνώρισεν ὕψωσιν· καὶ μᾶλλον ἄρτι τὴν δουλείαν ἀνέλυσε τοῖς σοῖς ἐνσπόνδοις ἐγγραφεὶς καὶ συμμάχοις, ἤπερ πρότερον αὐτὴν ἀπεσείσατο Σατάν σοι καὶ ἀντάρτης φαινόμενος.

Εἰ δὲ δοίη τις καὶ τοῦτό με φθέγξασθαι, τὴν ὑπὲρ κεφαλῆς ἀστροσύνθετον Ἑλίκην Ἄρκτον μιμούμενος ἐκεῖ που καθ’ ἕνα χῶρον τὰ πλεῖστα περιαγνύμενος στρέφεται, καὶ ὡς δοκεύειν αὕτη μυθίζεται τὸν Ὠρίωνα, οὕτω δήπου καὶ αὐτὸς κατεπτηχὼς ὑποβλέπεται τὸν ἥρωά σε τὴν ἰσχὺν αὐτοκράτορα· καὶ ὥσπερ κατὰ βραχὺ καὶ οἷον ὁδῷ προϊὼν τὴν τῆς Μυσίας τυραννίδα περιεβάλετο, οὕτω παλίνστροφος αὖθις ἰδοὺ καὶ οἷον ἀντιπόρευτος ἑαυτῷ δεικνύμενος τὴν ἐς τὰ χείρω καὶ ἐσχάτην μετάβασιν διαχαράττει καὶ ὑπαινίττεται. καὶ τοῦτό μοι δίδωσιν ἐννοεῖν τε καὶ λέγειν οὐ θερμότης ἄλογος ψυχῆς οὐδὲ διάκενος φάντωσις καρδίας, ἀλλὰ τὸ εὖ εἰδέναι, ὡς οὐκ ἐάσει δήπουθεν Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων εἰς μακροτέραν μαστίγωσιν, καὶ τὸ εἴκειν τοῖς καθόλου τὰ μερικά, καὶ τὸ μηδὲν εἶναι φοβερόν τε καὶ εὐχρηστούμενον τῆς συμφυΐας ἀπορρηγνύμενον. ὅλως δέ, εἰ καὶ τὸν ἀρκτικὸν πόλον εἰς ἐνοίκησιν ὁ βάρβαρος εἴληχε καὶ τοῖς ἐν αὐτῷ καταλλήλως ἄστρασι τὸ τῆς ἀρχῆς ἀειφανὲς καὶ οἷον ἄδυτον ὑποκρίνεται, ἀλλ’ ὁ τῶν ὅλων μικροῦ συνοχεὺς καὶ σὸς ἀρχικὸς ἄξων τῆς βορείου σφαίρας τοῦτον ἀποκυλίσειε καὶ εἰς λῆξιν περιάξας ἑσπέριον τὸν οὐράνιον ταρτάριον θήσεται.

Οὕτως ἄρα, κράτιστε βασιλεῦ, οὐχ ἕν τι κατωρθωκὼς ἄσμενος ἀσμένοις ἡμῖν ἐπανέζευξας, ἀλλὰ σχοινίον ἐπανῆλθες διαλυσάμενος ἔντριτον, καὶ ὡς Ὕδραν Ἡρακλῆς πολυκάρηνον πρὸς τὸ εὖ διέθου τὴν καθ’ ἡμῶν τῶν πολεμίων πολύπλοκον συστροφήν. ἀρίστη μὲν καὶ ἡ Βελλεροφόντου κατὰ θηρίου τοῦ τριμόρφου πάλαι στρατήγησις, οὐχ ἧττον δὲ γεραρὰ καὶ σεμνὴ καὶ ἡ σὴ αὕτη ἐκστράτευσις, ὅτι καὶ τὸν ὡς λέοντα καθ’ ἡμῶν διὰ τοῦ γένους βασιλικὸν ὠρυόμενον ἀπήνεγκας πόρρωθι καὶ τὸν ὡς ὄφιν ἐπὶ πέτραν συρόμενον καὶ τὰ ἴχνη ἀδιάγνωστα ἔχοντα ὑπηγάγου πρὸς δουλείαν· καί γε προσυπέκλινας τούτοις καὶ κατεμάλθαξας τὸν πυρὸς πνείοντα μένος βληχηματώδη καὶ συμπληροῦντα τὸ τοῦ τέρατος τριφυὲς καὶ τῶν δύο μάλιστα κρατιστεύοντα· ὡς ἔγωγε οὐδὲ τὴν τοῦ Φρυγίου διάσπασιν ἅμματος, ἣν Ἀλέξανδρος κατὰ Δαρείου στρατεύων εἰργάσατο ῥυμὸν διαζεύξας ζυγοῦ, σοφώτερόν τι δυνηθῆναι λελόγισμαι.

εἰ δὲ καὶ Θεοῦ φωνὴν διακόπτουσαν φλόγα πυρὸς ἢ Θεὸν αὐτὸν καταβαίνοντα καὶ γλώσσης συμφωνίαν διαμερίζοντα ἡ θεία οἶδε Γραφή, οὐ δήπου καὶ πρὸς ταῦτα τὰ ἐνταῦθα, εἴ πως παραβληθεῖεν, ἀπεοικότα φανήσεται· εἴποιμι δ’ ἄν, ὡς καὶ εἰς ἀλεύρου σάτα τρία τοὺς τῷ λόγῳ διαγραφέντας καθά τινα ζύμην τὴν σὴν ἔμφρονα τόλμαν ἐμβαλὼν τὰ μὲν πρῶτα τῷ τῶν σῶν ἱδρώτων ἐνθέρμῳ προχεύματι ὡς εἰς χαλαρὸν αὐτοὺς ἀνέδευσας φρόνημα, ἔπειτα δὲ τῇ τῶν δακτύλων σου συμπτύξει πρὸς ἀκροχείρισιν δόρατος καταπιέσας τε καὶ συμπιλήσας ὥσπερ ζύμη τὸ φύραμα πρὸς ἑαυτὸν μετεποίησας.

Ἀλλ’ ἐντα<ῦθα> τοῦ λόγου γενόμενος οἶδα ὡς ἄν τις τὸ τοῦ Πλάτωνος ἐκεῖνο ἐπαπορήσει μοι· „εἷς, δύο, τρεῖς· ὁ δὲ τέταρτος ποῦ“; τοῖς εἰρημένοις τρισὶν ἀντάρταις πολὺς ἐγκείμενος παραζευχθῆναι καὶ τέταρτον τὸν μυρμηκάνθρωπον ἐκεῖνον καὶ Θερσίτειον τὸ εἶδος προφέροντα, ἢ καὶ ὡς σπυρίδα μίαν τοῦ τῶν τροπαίων σου περισσεύματος ἀρθῆναι καὶ τοῦτον καὶ δοθῆναι τῷ λόγῳ ἰσχυριζό<με>νος. ἔγωγε δὲ κατ’ ἄλλην ἔννοιαν τοῖς προκειμένοις ἐφάρμοστον τῷ Σολομῶντος γνωματεύματι χρώμενος, ὅ φησιν· „διὰ τριῶν σ<είεται ἡ γ>ῆ, τὸ δὲ τέταρτον οὐ δύναται φέρειν“, οὔκουν καὶ δοκιμάζω τοῖς τρισσουμένοις κακοῖς, ἃ τὴν ὑφ’ ἡμᾶς ἑσπέριον γῆν διεκύκησαν, ἀσκαλαβώτην συνάπτειν οἰκίδιον ἐν ὀχυρώμασι βασιλέως ἀναρριχώμενον. σοφὸν ὁ μῦθος κνώσσοντα λέοντα ποιῶ<ν ἐν> χειρὸς ἐκτάσει μιᾶς τὴν τοῦ μυὸς ὁδὸν ἀνατρέποντα καὶ κώνωπα διαγράφων ἅμα περισαλπίζοντα θηρίων τὰ ἀρχικά, καὶ παραχρῆμα νήμασιν ἀράχνης συλλαμβανόμενον· ἀλλ’ οὗτος μὲν ὁ κώνωψ, ὃν ἡ Κύπρος ἐξεῖρψεν, ἔτι τε μὴν ὁ μῦς, ὃν ὄρη τὰ Ῥοδόπης ὠδίνησαν καὶ ἀπέτεκον, ἄϊστος οἰχέσθω καὶ ἄπυστος μηδὲ παρ’ ἡμῖν γοῦν μεταλαγχάνων ὀνόματος κατὰ τὸ πάλαι τῶν Ἑλλήνων παράγγελμα περὶ τοῦ τὸν κατ’ Ἔφεσον νεὼν ἐμπρήσαντος τῆς Ἀρτέμιδος.

Σὺ δ’ ὑπὲρ ἡμῶν, μεγάλαθλε βασιλεῦ, λαμπρῶς οὕτω καὶ καλλίστως ἀγωνισάμενος καὶ ψύχει συμμίξας καὶ καύσωνι καὶ καχεξίᾳ προσπαλαίσας σώματος καὶ παντοδαποῖς ἄλλοις κινδύνοις προσομιλήσας, ἐκ γένους, ἐξ ἀλλοφύλων, ἐκ τῶν ἐκτός, ἐκ τῶν ἔσωθεν, βραχύ τι τῶν γυομόρων καμάτων ἀνόχευσον καὶ ὡς τόξον ἑαυτὸν ἀνεικὼς τῆς ἐντάσεως κατὰ παραίφασιν Σολομώντειον· „δεῦρο, φάγε μετ’ εὐφροσύνης ἄρτον σου καὶ πίε ἐν καρδίᾳ ἀγαθῇ οἶνόν σου, ὅτι ἤδη ηὐδόκησεν ὁ Θεὸς τὰ ποιήματά σου.“ καὶ εἰ μὲν δυνατόν, εἰρηναῖον καὶ ἀστασίαστον εἴη τὸ κράτος σου ἐς ἀεί, εἰ δέ τινες καὶ πάλιν κακόσχολοι ῥέζοιεν ἔργα νεώτερα, ἐπὶ τοῦ νώτου τούτων αἱ χεῖρές σου γένοιντο τοῦ Θεοῦ τὰς σωτηρίας σου μεγαλύνοντος καὶ ζωήν σοι βραβεύοντος πολυχρόνιον.