Ἔργον
Νικήτας Χωνιάτης – Λόγοι (1-18)
Λόγος 12: Σιλέντιο διά τον Θεόδωρο Λάσκαρη επί τη ενάρξει της νηστείας
Λόγος εξ ονόματος του αυτοκράτορα Θεοδώρου Λάσκαρι, που παραλληλίζει την πολεμική με την πνευματική στρατεία κατά την περίοδο της νηστείας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος 12: Σιλέντιο διά τον Θεόδωρο Λάσκαρη επί τη ενάρξει της νηστείας
Λόγος εξ ονόματος του αυτοκράτορα Θεοδώρου Λάσκαρι, που παραλληλίζει την πολεμική με την πνευματική στρατεία κατά την περίοδο της νηστείας.
Σελέντιον γραφὲν ἐπὶ τῷ ἀναγνωσθῆναι ὡς ἀπὸ τοῦ Λάσκαρι κῦρ Θεοδώρου κρατοῦντος τῶν Ῥωμαϊκῶν ἀνατολικῶν χωρῶν, ἡνίκα ἡ Κωνσταντινούπολις ἑάλω ὑπὸ Λατίνων καὶ παρ’ ἑαυτῶν ὡς δορύκτητος κατείχετο μετὰ καὶ τῶν ἑσπερίων Ῥωμαϊκῶν χωρῶν. Σάλπιγξ ἔστι μὲν καὶ πολεμική, ἔστι δὲ καὶ πνευματική· καὶ τῆς μὲν ἠχησάσης τὸ ἐνυάλιον ὁ τῷ στρατολογήσαντι ἀρέσαι προθέμενος στρατιώτης ἔνθους τὸν Ἄρεα εἴσεισι πῦρ τῶν ὀμμάτων βλέπων καὶ σιδήρῳ τὸ σῶμα κατάφρακτος, ὡς εἴπερ εἰς ἀνδριάντα μετεσκεύαστο χάλκεον· ὁ δέ οἱ ἵππος οὐδ’ αὐτὸς ἀτρέμας ἵσταται, ἀλλ’ ἐφριμάξατο μέν, ὅτ’ ἀριζήλη ἴαχε σάλπιγξ, καὶ τὰ ὦτα ὀρθιάσας ὕφαιμον ὁρᾷ καὶ κόπτει ποσὶ τὸ δάπεδον καὶ μυκτῆρες ψοφοῦσιν ὑπ’ ἄσθματος φυσιόωντες καὶ ζητεῖ σκιρτῆσαι κατὰ ξιφῶν καὶ τοῖς ἐπαυχενίοις κόσμοις ἐναγλαΐζεται· τῆς δὲ τοῦ Πνεύματος ἀλαλαξάσης τὸ εἰς ἀρετὴν ἐγερτήριον οἱ τοῦ βασιλέως Χριστοῦ μαχηταὶ καὶ τῆς στρατείας ἐρῶντες τῆς ἄνωθεν τὸν τοῦ συνθήματος νόμον εὐλαβούμενοι τῆς νηστείας τὸ στάδιον ὑπεισίασι, τὸν θώρακα τῆς πίστεως ἐνδυσάμενοι καὶ τὸ κράνος τοῦ Πνεύματος περιθέμενοι, καὶ κατὰ τῶν πνευμάτων τῆς πονηρίας ἀνδρίζονται.
Ἂν τοίνυν αἱ τῶν σαλπίγγων φωναὶ πόλεμον ἐφεστάναι συνθηματίζουσαι ἢ γοῦν ἄφιξιν εὐσήμου τῷ Κυρίῳ ἡμέρας ὑποσημαίνουσαι τὰ τῶν πολλῶν διανιστῶσι φρονήματα καὶ πρὸς τὸ πρόσφορον ἔργον ἕκαστον ἐπεγείρουσι, πάντως ἂν πλειόνως διαθερμανεῖ τις πρὸς πόλεμον ἢ καὶ πρὸς ἀρετῆς ἐργασίαν ἐξερεθίσῃ τὸν ἐνηχούμενον διάρας στόμα καὶ διατρανώσας ἐλλόγως, ὁπόσα ὁ Τυρσηνικὸς κώδων ἀσήμως κέκραγε ψοφῶν διαέρια· ἐπεὶ καὶ μέγα ὤνησε πολλάκις τὸν ἀγωνιζόμενον τοῦ ἀγωνοθέτου βραχεῖά τις ὑποφώνησις καὶ ὑπερέπτη τὸ τῶν σαλπίγγων βαρύγδουπον ἠρεμαία παραίφασις ἔμπρακτος καὶ τὸ τοῦ ἀλείπτου βραχύφωνον ἐπεμβόημα τὸ τῶν βαρβίτων ὑπερεφώνησε κρόταλον.
Ἀμέλει τοι καὶ ἡ ἐκ Θεοῦ βασιλεία μου τὰ τοῖς στρατηγοῖς καὶ βασιλεῦσι πρεσβεύσασα ἔθιμα καὶ τὰ τῆς ἐκκλησίας ὅσια τιμῶσα καὶ σέβουσα κατὰ καιρὸν ἀμφοτέροις κέχρηται καὶ τὸ μὲν τοῦ πολέμου σύνθημα ἤδη πολλάκις καὶ λοχαγοῖς καὶ στρατιώταις ἐνέδωκε πρό τε τῆς ἀρχῆς καὶ μετὰ τὴν ἀρχὴν αὐτήν· οὐδὲ γὰρ ὕπνον τοῖς ὀφθαλμοῖς οὐδὲ τοῖς κροτάφοις ἀνάπαυσιν ἐχαρίσατο, ὡς καὶ τῶν ἐνταυθοῖ συνειλεγμένων οἱ πλείους ἢ καὶ πάντες ἐπίστασθε, ἀλλὰ παραβαλλομένη μόχθοις ἐκ μόχθων ὡσεὶ καὶ ποιμὴν λοβὸν ἥπατος ἐκ στόματος θηρῶν ἀποσπᾶν προὔθετο, ὅσα τῶν ἡμετέρων ἀφήρπασε τὸ διειληφὸς ἡμᾶς ἁπανταχόθεν πολέμιον· τὸ δὲ τῆς νηστείας διαγγελτικὸν κήρυγμα μέτεισιν ἰδοὺ καὶ τίθησιν ἔνηχον τοῖς πνευματικῶς ὁπλιτεύουσι.
Δεῦτε τοίνυν τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς· εἰς πατέρα γὰρ θεόθεν τοῦ Ῥωμαϊκοῦ πληρώματος ἡ βασιλεία μου τέτακται, καὶ εἰ πολλῶν κατὰ τοὺς χρόνους ἐλαύνει πανύστατος· δεξιὰ γὰρ Κυρίου ἐπ’ ἐμοὶ ποιήσασα δύναμιν καὶ πρὸς τόδε τὸ βασίλειον ὕψος διάρασα ταυτηνί μοι τὴν προσωνυμίαν εἰκότως παρέσχετο. μηδεὶς οὖν ἔστω τῆς τοῦ πατρὸς ἐμοῦ καὶ βασιλέως ἀνήκοος παραιφάσεως· ἀλλὰ κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου, φιλόχριστον πλήρωμα, καὶ μᾶλλον εἰ περὶ ψυχῆς ὁ λόγος καὶ σωτηρίας πρόξενος ἡ ἀφήγησις καὶ σοφίαν μέτεισι τὴν ἐν Πνεύματι. <καὶ γὰρ ὁ> καθηγητὴς ἡμῶν καὶ διδάσκαλος ὁ Χριστός, νέος Ἀδὰμ γενόμενος καὶ διὰ νηστείας τὴν τοῦ πρώτου πτῶσιν ἰώμενος, ἣν ὑπέστη τοῦ ξύλου γευσάμενος, νηστεύσειν εἵλετο καὶ ἡμῖν ὑπέθετο· περιχαρῶς τοίνυν τὴν νηστείαν ὑποδεξώμεθα αἰδεσθέντες τὸν ταύτης πάροχον καὶ τὴν ἀπ’ αὐτῆς ὠφέλειαν οἰκειούμενοι· εἰ μὴ γὰρ κατὰ τὸν ὡρισμένον τόνδε τῆς νηστείας καιρὸν προσπέσωμεν Θεῷ καὶ προσκλαύσομεν καὶ τῶν ἡμαρτημένων ἕκαστος ἀποσταίημεν, πηνίκα ἂν οὕτω διαπραξώμεθα;
Νηστεία κάθαρσις πνεύματος, κένωσις σώματος, ὄχημα νοὸς πρὸς Θεόν, ψυχῆς αἰθρία, στιλπνὸν τῆς θείας ἐλλάμψεως ἔσοπτρον, παθῶν ἀμαύρωσις, τῶν ἐπὶ γῆς μελῶν νέκρωσις· αὕτη τὸν κεντροβαρῆ οὐρανοβάμονα δείκνυσι καὶ ἀγγέλοις ἑνοῖ τὸν χθόνιον. εἰ δὲ τῇ νηστείᾳ καὶ προσευχὴ συνδυάζοιτο, δίπαλτον τοῦτο ξίφος κατὰ Σατὰν καὶ κατὰ δαιμόνων ἀληθῶς ἀμφίστομος μάχαιρας. εἴη δ’ ἂν ὁ ταύταις ἐλαφριζόμενος καὶ περιηργυρωμένη τὰς πτέρυγας πέλεια ἐκ τοῦ κατακλυσμοῦ τῶν παθῶν ἐς δένδρον τὸ σταυρικὸν καταπαύουσα καὶ ὡς κάρφος ἐλαίας ἐκεῖθεν τὰ τῆς σωτηρίας φέρουσα σύμβολα· ἢ γοῦν ἀετὸς τανυσίπτερος περιπαπταίνων καὶ σὺν ῥοίζῳ πλείστῳ φερόμενος, ὅπου πεσὼν ὁ Χριστὸς τὸ ἡμέτερον πτῶμα ἀνέστησεν. οὐκ ἀκόμψως δ’ ἂν καὶ παράδεισον τὸν τῆς νηστείας καιρὸν ὀνομάσῃ τις ξύλον ζωῆς βλαστάνοντα τὸν σταυρόν. δεῖ τοίνυν τὸν ὀρεκτιῶντα ἀθανασίας δρέψασθαι <καρπόν,> ὃν τὸ ξύλον ἀνέδωκε τοῦ σταυροῦ, γυμνὸν τῇ ἀπερίττῳ ζωῇ καὶ ἁπλότητι τὸν τῆς νηστείας διιέναι παράδεισον καὶ μήτ’ ἀκοὴν ὑπέχειν τῷ γαστριοίκῳ κἀπὶ τῷ στήθει ἕρποντι δράκοντι καὶ ὡς γνώσεως ἄλλο φυτὸν παριέναι τὴν τοῦ βίου τύρβην τὴν πολυσχιδῆ τε καὶ πολυφρόντιδα.
Χρεὼν δὲ τὸν νηστεύοντα μὴ βρωμάτων μόνον ἀπέχεσθαι, ἀλλὰ καὶ τῶν τῇ ψυχῇ συμφύτων καθαρεύειν παθῶν· νηστευσάτω τοίνυν ὀργῆς ὁ βαρύμηνις, τοῦ χολᾶν ὁ ἀκρόχολος (καμήλου τὸ ταμιευτικὸν τῆς ὀργῆς, ὥσπερ τὸ δολερὸν τῆς ἀλώπεκος, τὸ στικτὸν τῶν παρδάλεων, τῶν λεόντων τὸ μονοδίαιτον, τὸ δ’ εἰς ὁλκοὺς λορδοῦσθαι τῶν ὄφεων), ἐπεὶ μηδ’ ὡς σῴζειν δυνάμενον αὐτὸ καθ’ αὑτὸ τὸ νηστεύειν νενομοθέτηται, ἀλλ’ εἰσαγωγὴ πρὸς ἀρετὴν παραδέδοται καὶ πρ<ὸς> δέος Θεοῦ στοιχείωσις.
εἰ γάρ τις οἴνου μὲν αἴθοπος τὴν μετάληψιν οὐ προσίεται καὶ τῆς ἐδητύ<ος> ἀπέχεται πανημέρι<ος>, πόντ<ῳ> δὲ παραπλησίως οἴνοπι κατὰ τῶν πέλας ζέει θυμῷ καὶ τύπτει πυγμῇ ταπεινόν, ἢ γοῦν ἐν βρώσει ἄρτου τὸν ὑποπεπτωκότα λεὼν ἐσθίειν προάγεται μηδὲ διαλύει βιαίων συναλλαγμάτων στραγγαλιάς, πρὸς οὐδὲν ὀνήσιμον τὸ νηστεύειν μέτεισιν· ἀληθὴς γάρ ἐστι νηστευτὴς ὁ θυμὸν ἄρχων, ὁ τῷ πλησίον μὴ δρῶν κακὸν μηδ’ ὀνειδισμὸν λαμβάνων ἐπὶ τοῖς ἔγγιστα· ἐπὶ δέ, ὁ διαθρύπτων ἄρτον πεινῶσι, τοὺς δ’ ἀστέγους εἰσοικιζόμενος καὶ περιστέλλων ἀχίτωνας, καὶ τὰς μὲν χεῖρας ἐν ἀθῴοις νιπτόμενος, τὸ δὲ πρόσωπον λουόμενος δάκρυσι καὶ ὡς ἐλαίῳ τῇ τῶν καλῶν ἐργασίᾳ τὴν κεφαλὴν λιπαινόμενος, καὶ προκόπτων ἐντεῦθεν κατ’ ἀρίστην τινὰ πρόοδον εἰς τὴν τοῦ πεποιηκότος μίμησιν, ὃς ἐφ’ ἅπασιν ἀνατέλλει τὸν ἥλιον καὶ πιαίνει ταῖς ὑψόθεν ἐπιρροαῖς, ὁπόσην ἥλιος ἔπεισιν ἅρματι, μὴ τὰ τενάγη παριεὶς ἀφώτιστα μηδ’ ἄνομβρον ἀφεὶς τὴν ἄνικμον.
ὥσπερ γὰρ ὁ κράνος καὶ θώρακα περικείμενος καὶ ξίφος ἄμφηκες χειριζόμενος καὶ ἵππον ἀναβαίνων πολεμιστὴν καὶ Ἀρράβιον οὐκ ἂν δικαίως στρατιώτης κληθήσεται, εἰ μὴ καὶ τοῖς ἐχθροῖς εἰδείη συρρήγνυσθαι καὶ συγκόπτειν τῶν ἀντιφρόνων τὰς φάλαγγας, οὕτω δὴ καὶ ὁ νηστείᾳ χρώμενος οὐ μὴν καὶ προβαίνων εἰς ἀρετῶν τελειότητα μάτην ἰσχναίνει τὸ σῶμα καὶ εἰκαίως τὸν χρῶτα τρέπεται εἰς ὦχρον βαπτόμενος· εἰ γὰρ τὸν Φαρισαῖον δὶς σαββάτου νηστεύοντα καὶ τὴν τῶν ὄντων μετιόντα δεκάτωσιν ἡ μεγάλαυχος τῶν κατωρθωμένων κατέκρινεν ἀπαρίθμησις, ὁ δὲ βραχὺς στεναγμὸς τὸν τελώνην ὑπὲρ αὐτὸν ἐδικαίωσεν ὅσα καὶ χνοῦν ἄνεμος ἐκριπίσας, οἷσπερ διεσφάλη τοῦ δέοντος, πῶς ἂν μονάζον τὸ νηστεύειν καὶ μὴ ταῖς λοιπαῖς θεοπειθέσι πράξεσι συστοιχούμενον τὸν μετιόντα Θεῷ καταλλάξειε;
Καλὸν μὲν γὰρ ὡς ἐν κναφείῳ τῇ νηστείᾳ τὸ δερμάτινον τουτοῒ γνάμπτειν χιτώνιον, τὴν σάρκα φημὶ τὴν θνητὴν καὶ ἀντίτυπον, ὃ ἠμφίασεν ἡμᾶς ἡ παράβασις· ἄμεινον δέ, εἰ καὶ τῶν ἐντολῶν ἐγγράφει τις αὐτῷ τὴν δεκάλογον καὶ ὡσεὶ δέρριν διελίττει θεόγραφον· ὁδῷ δὲ προϊὼν καὶ σύμφυτος γίνοιτο τοῖς πάθεσι τοῦ Χριστοῦ καὶ κοινωνὸς τῆς αὐτοῦ βασιλείας καὶ τῆς θεώσεως. ἡμεῖς γὰρ οἱ ἐπὶ γῆς βασιλεύοντες καὶ βασιλευόμενοι ἄνωθεν ὧν μὲν μεταδιδόαμεν τοῖς θεράπουσιν, ὧν δὲ τὴν μέθεξιν ἀπαγορεύομεν· Χριστὸς δὲ οὐχ οὕτως· ἀλλὰ θνητοὶ Θεοῖο κατ’ ἴχνια βαίνοντες τῶν αὐτοῦ πάντων ἐσμὲν καὶ κληρονόμοι καὶ μέτοχοι. εἰ δὲ καὶ βασιλεὺς προκινδυνεύει τῶν ὑπὸ χεῖρα πρῶτος αὐτὸς κατὰ τῶν ἀντιπάλων κεντρίζων ἵππον, κραδαίνων δόρυ, σπώμενος μάχαιραν, τίς οὕτω στρατιώτης δείλανδρος καὶ ὑπόκωφος καὶ τῶν ὅπλων, ἃ περίκειται, παράπαν ἀνάξιος, ὡς μὴ τῷ δεσπότῃ ταὐτόζηλος δείκνυσθαι καί οἱ συγκάμνειν καὶ συμμογεῖν καὶ συνδιαφέρειν ἑκάστης τὸν κίνδυνον; ἐκ δὲ τοῦ ὁμοίου καὶ κρείττονος, εἰ Χριστὸς νηστείαν ἠσπάσατο, ὁ μηδόλως τοῦ νηστεύειν δεόμενος, ὑπόδειγμα καὶ τύπος ἀρίστης πολιτείας ἡμῖν γινόμενος καὶ ὑπαλείφων εἰς μονομάχιον, δι’ οὗ θνητοὶ καὶ βλητοὶ καὶ ἐπίκηροι πεφηνότες τοῦ ἀσάρκου τε καὶ ἀναίμονος περίεσμεν πολεμήτορος, ὅστις τῶν ἁπάντων μὴ οὐχὶ νηστεύειν ἕλοιτο;
Ἄγε τοίνυν ὁ μὲν στρατιώτης ἐμοῦ τοῦ ἐπὶ γῆς βασιλεύοντος στρατολογείσθω καὶ Χριστῷ τῷ παντάνακτι τὴν πανοπλίαν τοῦ Πνεύματος ἀμπεχόμενος καὶ ὡς μὲν τόξον τὰς χεῖρας ἐντείνων εἰς δέησιν, ὡς δὲ βέλος τὴν προσευχὴν ἀφιεὶς καὶ βάλλων οὕτω τοὺς ἐξ ἀφανοῦς τοξεύοντας, οὐκ αὐτὸς δὲ μόνον ὁπλίτης γινέσθω πνευματικὸς καὶ τὰ τακτικὰ ἀμφιδέξιος, ἀλλὰ καὶ τὸ κτηνῶδες ἴδιον σκῆνος εὐήνιόν τε τῇ νηστείᾳ καὶ εὔδρομον ἔστω τιθεὶς καὶ πρὸς ὄχησιν ἐπιτήδειον τοῦ τῶν Χερουβεὶμ ἐπιβαίνοντος.
Οἱ ἱερεῖς ἐνδύσασθε δικαιοσύνην κἀκείνοις ἀνθαμιλλώμενοι, περὶ ὧν φησιν ὁ <Δαυίδ>· „Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐ<τὸς> εἰσήκουεν αὐτῶν· ὁ Θεός, σὺ εὐΐλατος ἐγίνου αὐτοῖς καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν,“ τοῦτο τὰ πρὸς ἡμᾶς ἐπείγεσθε γίνεσθαι, ὅπερ τὰ πρὸς Θεὸν ὑμᾶς ὁρᾶσθαι χρεών, Θεῷ συγγινόμενοι, θεούμενοί τε καὶ θεοῦντες ἡμᾶς, ἁγιαζόμενοί τε καὶ ἁγιάζοντες.
Οἱ δὲ τῆς μοναδικῆς μερίδος ὡς ἤδη τοῦ νηστεύειν ὄντες ἐθάδες καὶ μέλισσαι συνήθεις τοῖς ἄνθεσι παρὰ βραχύ τι τῶν ἀγγέλων ἐλαττονείσθωσαν ἑαυτοὺς ὡς ἐξὸν ἐκχοΐζοντες καὶ πυρὸς σύμβολον τὸ μέλαν τιθέμενοι καὶ τοῦ ἐν τῇ μελέτῃ μὲν τῶν θείων λογίων ἐκκαομένου, μάλιστα δὲ τοῦ ποδηγοῦντος εἰς ἀρετὴν τοὺς ἐν νυκτὶ τῶν παθῶν, ὁποῖον καὶ τὸν τοῦ πυρὸς στῦλον μανθάνομεν τὸν τοῦ πάλαι Ἰσραὴλ προηγούμενον· ἢ γοῦν τὸ φαιὸν τῆς περιβολῆς ἐναργὲς τεκμήριον προβαλλόμενοι τοῦ τὸν ἥλιον τῆς δικαιοσύνης ἀκτῖσι θερμοτέραις προσβάλλειν σφίσι κατὰ τὴν ᾀσματίζουσαν οὑτωσὶ νύμφην· „μέλαινά εἰμι καὶ καλή, ὅτι παρέβλεψέ με ὁ ἥλιος.“ Οἱ δὲ τῆς τάξεως τῆς λοιπῆς καὶ τοῦ λαώδους ἀθροίσματος, οἱ μὲν πρὸς τὸν ὅμοιον ζῆλον ἐρεθιζέσθωσαν, οἱ δὲ καὶ πρὸς μετάνοιαν γηπονείτωσαν καὶ τὸν σταυρὸν αἰρέτωσαν τοῦ Χριστοῦ τὸν ἐλαφρόν, ὡς αὐτὸς μαρτύρεται, καὶ θώματα ποιείτωσαν ἀρετῶν δακρύων ἐπαρδόμενα νάμασιν. οἱ δὲ περὶ τὴν ῥοπὴν τῶν ζυγῶν καὶ τὴν τῶν συναλλαγμάτων μετάμειψιν ἐν νῷ τὸ τάλαντον φέροντες, ὃ τοῖς ἑαυτοῦ δούλοις ὁ Κύριος διενείματο, τὴν τοῦ πονηροῦ καὶ ὀκνηροῦ οἰκέτου κατάκρισιν ὑφοράσθωσαν καὶ τὴν ἐκ βραχέων εἰς πλεῖστα τοῦ πιστοῦ καὶ ἀγαθοῦ ζηλούτωσαν πρόβασιν.
καὶ ἕκαστος, εἰ μή γε διὰ πάσης τῆς τῶν ἀρετῶν συστοιχίας χωρεῖν δύναιτο, τὴν γοῦν τινων αἱρετιζέσθω κατόρθωσιν, ἵν’ ὡς εἰς κλίμακα μίαν βαθμίδες πλείονες τὰ θεοφιλῆ ἔργα διατιθέμενα εἴησαν ἄνοδος εἰς Θεόν, οἷσπερ ταῦτα καὶ διαπέπρακται.
Οὕτω στρατηγοὶ καὶ φυλαὶ παλαίτεροι ἐνέκλιναν ἔθνη ἀλλόγλωττα· οὕτως οἱ τρεῖς παῖδες ὤφθησαν χρυσοῦ εὐρροιζότεροι καὶ πυρὸς σθεναρώτεροι ἐκκαυθέντος εἰς ἑπταπλάσιον· οὕτω Δανιὴλ λιμῷ προσπαλαίοντας λέοντας ἔδειξεν· οὕτω Θεὸν Ἠλίας ἐν Χωρὴβ ἐθεάσατο καὶ θεόπτης ἐγεγόνει Μωσῆς ἢ μᾶλλον ἠκηκόει θεὸς Φαραὼ μαστίζων τοῖς στοιχείοις Αἴγυπτον καὶ χειρῶν ἐκτάσει μυριάδας τρεπόμενος· οὕτως Νινευῖται Θεοῦ ἀπόφασιν ἔστησαν. ἀλλὰ καὶ Ἰσραὴλ ἀλφίτοις ἐξ Αἰγύπτου μόνοις ἐνσκευασάμενος, ἃ δήπουθεν νηστείας σύμβολα, τὴν Ἐρυθρὰν ἀβρόχως ἐπέζευσεν, οἱ δ’ Αἰγύπτιοι τριστάται, ὧν τὰ ὕεια κρέα καὶ οἱ λέβητες, ὡσεὶ μόλιβδος ἐν ὕδατι σφοδρῷ κατέδυσάν τε καὶ διεφθάρησαν.
Χθὲς οὖν ὡς πάπυρος ὑλοχαρὴς καὶ κάλαμος φίλυδρος ταῖς ἡδοναῖς ἰλυσπώμεθα, εὐρίπιστ... τινος *** <νῦν δὲ> ὡς εὔριζοι φοίνικες ἐξανθήσωμεν ἐν οἴκῳ Κυρίου πεφυτευμένοι καὶ τῇ τῶν δακρύων ἁλμυρίδι τρεφόμενοι καὶ ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθῶμεν ταῖς ἀρεταῖς. ἀεὶ μὲν οὖν ἡμεῖς οἱ τὴν κλῆσιν Χριστοῦ περικείμενοι βιοῦν ὁσίως καὶ σωφρόνως καθηγετούμεθα μηδὲ χρόνους καὶ καιροὺς διαστέλλειν τῆς ἐς τὸ θεῖον εὐαρεστήσεως, ἀλλ’ ἅπασαν τὴν ζωὴν ὡς ἡμέραν τίθεσθαι μίαν κατά γε τὴν <τοῦ> καλοῦ ἐργασίαν καὶ τὴν τῶν ἐντολῶν ἀκρίβειαν· ἐπεὶ δὲ τὸν λόγον τοῦτον οὐ πάντες χωρεῖν ἰσχύομεν, τὴν γοῦν τῶν νηστειῶν προθεσμίαν εἰς ἱλαστήριον καιρὸν ὁρισθεῖσαν καὶ τῆς χρονικῆς περιόδου δεκάτωσιν μὴ ταῖς λοιπαῖς ἐπίσης ἡμέραις ἀμελῶς διανύσωμεν· ἀλλ’ ὡς Χριστὸς ὑπήκοος γέγονε τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, οὕτω καὶ ἡμεῖς Χριστῷ καθυπείκοντες μετὰ βρωμάτων καὶ παθῶν καθαρεύσωμεν.
Καὶ εἴπερ δικαιοσύνη μὲν ἔθνος ὑψοῖ, ἐλαττονοῦσι δὲ φυλὰς ἁμαρτίαι, ὡς Σολομῶντι καὶ τῇ ἀληθείᾳ δοκεῖ, πάντως καὶ τὰ κατὰ τὸ γένος ἡμῶν οὐκ ἄλλως ὑπέστη ταπείνωσιν εἴτε μὴν ἐλάττωσιν καὶ ὑπόπτωσιν καὶ ἡ παμβασίλεια πόλις ἡμῶν πυρὶ κατῃθάλωται καὶ πᾶν ὅ τι χείριστον ἀνθρώποις πέπονθεν ἐς δεῦρο πατουμένη ποσὶν ἀλλοφύλων αἱμοχαρῶν, εἰ μή γε δικαιοσύναι μὲν ἐξέλιπον, ἕκαστος δὲ ἡμῶν ὀπίσω τῶν πονηρῶν ἔργων αὐτοῦ πεπόρευτο.
Ὢ τίς Ἰερεμίας ὀδύραιτο τὰ ἡμέτερα ἢ ποῖος χρόνος παρασύρῃ τῆς λήθης τῷ ῥεύματι ὅσα ἡμῖν ἀπέκειτο καὶ ἰδεῖν καὶ παθεῖν; πόλεων ἁλώσεις, ναῶν ἐρημώσεις, σκευῶν παναγῶν βεβηλώσεις, ἀνδρῶν οἰμωγάς, γυναικῶν ὀλολυγάς, σκυλεύσεις, μεταναστεύσεις, καὶ τἆλλ’ ὁπόσα τὸ τεθνάναι δρῶσι τοῦ βιῶναι πολλῷ αἱρετώτερον. εἶδες, Κύριε, μὴ παρασιωπήσῃς· ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειαν ἡμῶν μηδὲ ἀπώσῃ εἰς τέλος· ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν, καὶ ὃν τρόπον ἡμᾶς ἐπεφύλλισαν, οὕτως αὐτοὺς ἐπιφύλλισον.
Τάχα δ’ ἂν καὶ τὰ πρὸς ἕω ταυτὶ χείρω εἶδον καὶ ἔπαθον ὧν ἡ δυσμὴ δεδυσπράγηκε καὶ πολλῷ δυσαχθέστερα τῶν ἐκεῖ συμπεπτώκασιν, εἰ μὴ Θεὸς ἐγκατέλιπε σπέρμα τὴν βασιλείαν μου (ἐὰν γὰρ θέλω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, κατὰ Παῦλον φθέγξασθαι τὸν πνευματορήτορα) καὶ χειρῶν ἑτέρου Ἡρώδου καθάπερ πρότερον τὸν ἐπὶ τῶν κυμάτων πεζεύσαντα μαθητὴν καὶ φρουρᾶς παραδόξως ἐξείλετο καὶ τοῖς ὧδε παρέπεμψε μέρεσιν. ἴστε γάρ, ἴστε πάντες τοὺς κόπους, τὰς ἀγρυπνίας, τὴν ἐκ τῶνδε τῶν τόπων εἰς ἑτέρους ἄμειψιν, τὰ ἔνεδρά τινων καὶ πονηρὰ διαβούλια, τὴν εἰς ἔθνη τὰ πρόσοικα πολλάκις ἄφιξιν, τὴν ἐκεῖθεν σύναρσιν, τὰς ἐν ταῖς Ἑλλησποντίαις Πηγαῖς τῶν ἱδρώτων πηγάς· ἃ δὴ πάντα συνηνέχθη τε καὶ κατεπράχθη τῇ βασιλείᾳ μου, οὐχ ἵνα κέρδος καρπώσωμαι ἴδιον (οὐχ οὕτως ἐγὼ πλέον φίλαρχος ἤπερ φιλόπατρις) ἀλλ’ ἵνα τῶν ἑῴων ἀποσοβήσαιμι πόλεων τὸ κατὰ πᾶσαν εὐπέτειαν τὴν Ῥωμαϊκὴν ὑπεισιὸν ἐπικράτειαν ὅσα καὶ νέφος ἀκρίδων καὶ κεῖρον ταύτην καὶ ληιζόμενον ἐπιζεφύριον ἐπάρατον σύνταγμα καὶ στήσιμι τῆς πρόσω φορᾶς τὴν κατὰ γάγγραιναν νόσον ἀεὶ τὰ σύνεγγυς νεμομένην ἀγχέμαχον Λατινικὴν στρατιάν.
Μετὰ τοιαύτης προθέσεώς τε καὶ πεποιθήσεως τῇδε κἀκεῖσε κατὰ δίαυλον ἡ βασιλεία μου περιήρχετο νῦν μὲν ἐκτρεπομένη καὶ πρὸς μόνην τῆς σημαίας αὐτῆς τὴν ἀνέμωσιν τὰ τὸν Εὔξεινον δεικνύντα κακόξεινον μειράκια, νῦν δὲ συμπλεκομένη τῷ μιγέντι τοῖς ἔθνεσι καὶ μαθόντι τὰ τούτων ἐπιτηδεύματα κἀπὶ τούτοις δρῶσα ἐκδίκησιν καὶ δεσμοὺς ἕως τραχήλου ἐγείρουσα, νῦν δ’ ἄλλοις ἐπιοῦσα καὶ τὰ τούτων συστρέμματα διαλύουσα ὅσα καὶ παιδίων ἐπὶ ψάμμου ἀθύρματα. ὁ δ’ ἐντελὴς μισθαποδότης Θεὸς καὶ τὰς ἐπὶ στήθους ἐννοίας ἑκάστου τῶν ἀνθρώπων ζυγοστατῶν, τὴν θερμὴν ὁρμὴν καὶ τὸν ὑπὲρ τοῦ καλοῦ ζῆλον τῆς βασιλείας μου προσδεξάμενος, εἰς τὴν βασίλειον ταύτην ἀνηρπάκει περιωπὴν Δαυίδειον τὸ χρῖσμα καὶ τὴν ἀρχαιρεσίαν ταὐτίζουσαν δωρησά<μενος· ὡς> ἐκεῖνος τῆς Ἰούδα πρώτως ἐπέβη φυλῆς, εἶτα καὶ τοῦ παντὸς Ἰσραήλ, καὶ ἡ βασιλεία μου ἐς δεῦρο τῶν πρὸς ἀκτῖνα Ῥωμαϊκῶν ὑπεριζάνουσα πόλεων πέποιθεν ὡς ὁ πρωτότοκον θέμενος τὸν Δαυίδ, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς, καὶ προσεπιδοὺς ὕστερον ἐκείνῳ τὴν τῶν ἑτέρων φυλῶν κληρούχησιν καὶ τῆς Σιὼν τὴν κατάσχεσιν, αὐτὸς καὶ τὰ τῆς βασιλείας μου κατευθύνων διαβήματά τε καὶ διαβούλια πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων ἐξουσίαν χαρίσαιτο καὶ κατ’ ἐθνῶν ἀνδρίσασθαι δοίη τῶν τὴν Ῥωμαίων διειληφότων ὡς οὐδ’ αἱ μέλισσαι τὰ μελίκηρα.
Ἔσται δὲ ταῦτα δήπουθεν, εἴπερ διὰ νηστείας καὶ προσευχῆς καὶ τῆς τῶν καλῶν ἐργασίας, εἴπω δὲ καὶ τῆς ἐς τὴν βασιλείαν μου εὐπειθείας, τὸν Θεὸν θεραπεύσομεν· βούλεται γὰρ τὸ θεῖον τοῖς δι’ αὐτοῦ βασιλεύουσιν ὑπείκειν εὐμαρῶς τὸ ἀρχόμενον καὶ ῥᾳδίως ὑπενδιδόναι καὶ μηδαμῶς ἑτεροζυγεῖν τοῖς τὰ κοινὰ χειρίζουσι πράγματα· ἐπεὶ καὶ τάξις ἐστὶν ἡ τὸ πᾶν συνέχουσα, τάξις ἐν ὥραις, τάξις ἐν ἡλίῳ καὶ ἄστρασι, τὸ δὲ δὴ μεῖζον, τάξις ἐν πνεύμασιν, εἴπερ καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, καὶ οὐδὲν τῶν πάντων τὸ χρήσιμον αὐτῆς διαπέφευγεν. εἰ τοίνυν οὕτω πολιτευόμεθα, ἐροῦμεν ἂν τῷ ὄρει τούτῳ· „ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν,“ τῷ λιθοκαρδίῳ γένει τῶν Ἰταλῶν καὶ μετεώρῳ κατὰ λόφους καὶ βουνοὺς τὸ φρόνημα, ὅπερ ἐν θαλάσσῃ τὴν πορείαν θέμενον κατέδραμε τὴν ἡμετέραν καὶ πλατὺ κατ’ αὐτῆς ἐπικέχηνε· καὶ τῶν πατρίδων αὖθις λαβώμεθα, ὧν ἁμαρτόντες ἀπεσφαιρίσθημεν· αὗται δέ εἰσι τὸ ἀρχαῖον καὶ πρῶτον ἡμῶν ἐνδιαίτημα, ὁ παράδεισος καὶ ἡ πρὸς Ἑλλησπόντῳ πόλις τοῦ Κυρίου τῶν δυνάμεων, ἡ πόλις τοῦ Θεοῦ ἡμῶν, τὸ εὔρριζον ἀγαλλίαμα πάσης τῆς γῆς, ἡ παρὰ πᾶσιν ἔθνεσι περιμάχητός τε καὶ περιώνυμος.
Καὶ γένοιτο, Χριστὲ βασιλεῦ, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ὁ διασκορπίζων ἔθνη τὰ τοὺς πολέμους ἐθέλοντα, ὁ θανατῶν καὶ ζωογονῶν, <ὁ> παιδεύων καὶ πάλιν ἰώμενος, ὁ διὰ τῶν εὐωνύμων καὶ δεξιῶν πηδαλιουχῶν καὶ διεξάγων ἀρίστως τὰ ἀνθρώπινα πράγματα, νῦν μὲν τ<ὴν τῶν> ἡμερῶν τεσσαρακοντάδα πάντας ἡμᾶς εὐαρέστως διηνυκότας ᾆσαι τὰ ἐκ νεκάδων σοι ἀναστάσιμα, ἐφεξῆς δὲ καὶ τὰ κατ’ ἐχθρῶν κροτῆσαί σοι νικητήρια· εἰ δὲ καὶ τὰ εἰσιτήρια ἑορτάσομεν ἧς ἐκπεπτώκειμεν πόλεως εἰς ἐλευθερωτὴν Μωσῆν καὶ τὸν ἐπανάγοντα τὴν αἰχμαλωσίαν Σιὼν Ζοροβάβελ κριθείσης τῆς βασιλείας μου, εἴη ἂν τοῦτο τῶν σῶν θαυμασίων ἔργων θαυμασιώτερον καὶ τῶν πώποτε τελεσθέντων ἐξαισίων ἐξαισιώτερον. ὅτε καὶ τὰ λοιπὰ θρέμματα τῆς φωνῆς ἀκηκοότα τῆς βασιλείας μου ὡς εἰς μάνδραν μίαν τὴν προτέραν ἀρχὴν ἁλισθήσονται, ἃ τῷ τέως οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν, εἰς δόξαν σὴν καὶ καύχημα τῆς κληρονομίας σου, ᾧ πρέπει μεγαλωσύνη τε καὶ προσκύνησις ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.