Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Πανοπλία δογματική

Νικήτας Χωνιάτης

Περιεχόμενα Τόμων Α΄-Δ΄: Βασικά δόγματα και πρώιμες αιρέσεις

Αναλυτική παράθεση των περιεχομένων των πρώτων τεσσάρων τόμων, που καλύπτουν την ορθόδοξη Τριαδολογία, την Ενσάρκωση του Λόγου και τις αιρέσεις προ του Αρείου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 1 από 5

Πίναξ σὺν Θεῷ τῆς παρούσης πυκτίδος. Τόμος πρῶτος. Ἐν τῷ πρώτῳ τόμῳ τὸ προοίμιον. εἶτα περὶ Ἀδὰμ καί τινων ἀρχαίων ἀνδρῶν εὑρόντων τὰς εἰκόνας. περὶ τῶν Ἑλληνικῶν μυστηρίων. περὶ Πυθαγόρου καὶ Πλάτωνος καὶ ἑτέρων φιλοσόφων καὶ τῶν δοξῶν αὐτῶν. περὶ τῶν τεσσάρων στοιχείων. περὶ οὐρανοῦ καὶ γῆς, τοῦ ζωδιακοῦ κύκλου τῶν ἀπλανῶν καὶ πλανητῶν ἀστέρων. περὶ κομητῶν, ἴριδος, πάχνης, τῶν παρηλίων, τῶν σεισμῶν, τῶν ἀνέμων καὶ τῶν πρηστήρων. καὶ ἔκτοτε περὶ Ἰουδαϊσμοῦ· περὶ τῶν χρυσῶν δαμάλεων τοῦ Ἱεροβοάμ· περὶ Σαμαρειτῶν· περὶ Ἐσσηνῶν καὶ ἄλλων τινῶν αἱρεσιαρχῶν. περὶ Σαδουκαίων, Γραμματέων, Φαρισσαίων, Ἡμεροβαπτιστῶν καὶ Ἡρωδιανῶν.

Τόμος δεύτερος. Ἐν τῷ δευτέρῳ τόμῳ περὶ τῆς ἁγίας Τριάδος διαφόρων ἁγίων χρήσεις. ἔπειτα περὶ ἀγγέλων. περὶ ἀνθρώπων· διάφοροι δόξαι περὶ νοῦ καὶ ψυχῆς· καὶ ἔκτοτε περὶ ἀρετῶν.

Τόμος τρίτος. Περὶ φωνῶν προφητῶν δηλουσῶν τὴν ἐν σαρκὶ παρουσίαν τοῦ υἱοῦ τοῦ Θεοῦ, τὸ διὰ σταυροῦ πάθος καὶ τὴν ἀνάστασιν. περὶ τῶν συλλήψεων καὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ. περὶ ἐνυποστάτων. περὶ ὁμοουσίων. περὶ ὁμοϋποστάτων. περὶ ὑποστατικῆς ἑνώσεως καὶ διαφορᾶς. περὶ προσώπου. περὶ φύσεως. περὶ φθορᾶς. περὶ φθαρτοῦ καὶ ἀφθάρτου. ἔκτοτε χρήσεις τῶν ἁγίων περὶ τῆς ἐνσάρκου οἰκονομίας. περὶ τοῦ τρόπου τῆς ἀντιδόσεως. περὶ τοῦ ὅτι πᾶσα ἡ θεία φύσις ἐν μιᾷ τῶν ἑαυτῆς ὑποστάσεων ἡνώθη τῇ ἀνθρωπίνῃ φύσει καὶ οὐ μέρος μέρει. καὶ ἕτερα διάφορα καθεξῆς περὶ τῆς ἐνανθρωπήσεως τοῦ υἱοῦ τοῦ Θεοῦ.

Τόμος τέταρτος. Ἐν τούτῳ κεῖνται πᾶσαι αἱ παλαιαὶ αἱρέσεις αἱ ἀναφανεῖσαι μέχρι τῆς Ἀρείου αἱρέσεως. ἐγράφη πρώτη ἡ τοῦ Σίμωνος καὶ ἡ ἐπ’ αὐτῷ ἀντίρρησις· ἐν ᾗ δηλοῦται καὶ ὅπως ὁ Σίμων κακῶς ἐξέρρηξε τὴν ψυχήν. δευτέρα ἡ τῶν Νικολαϊτῶν. τρίτη ἡ τῶν Καρποκρατιανῶν. τετάρτη ἡ τοῦ Βαλεντίου, ἐν ᾗ εἰρήκαμεν καὶ περὶ τῆς θείας ἐνανθρωπήσεως. πέμπτη ἡ τοῦ Πτολεμαίου. ἕκτη ἡ τοῦ Μάρκου. ἑβδόμη ἡ τῶν Ἀσκοδρούγων, ἔνθα καὶ περὶ σκηνῆς τοῦ μαρτυρίου καὶ ἄλλα τινὰ τοῦ παλαιοῦ νόμου ἐρρέθησαν. ὀγδόη ἡ τοῦ Κολοβάρσου. ἐννάτη ἡ τῶν Ὀφιτῶν, ἐν ᾗ καὶ περὶ τοῦ πῶς ἐκλήθη φρόνιμος ὁ ὄφις, καὶ περὶ αἰώνων καὶ περὶ τοῦ φυτοῦ τῆς γνώσεως καὶ τῆς ἀπὸ τοῦ παραδείσου ἐκβολῆς τοῦ Ἀδάμ. δεκάτη ἡ τοῦ Προδίκου, ὃς ποινὰς εἶναι τὰς γυναῖκας παρεδίδου ἀκολούθως τῷ Πλάτωνι. ἑνδεκάτη ἡ τῶν Καιανῶν. δωδεκάτη ἡ τῶν Σηθιανῶν. τρισκαιδεκάτη ἡ τῶν Ἀρχοντικῶν. τεσσαρεσκαιδεκάτη ἡ τοῦ Κέρδωνος καὶ Μαρκίωνος, ἐν ᾗ καὶ περὶ τῆς ὕλης. πεντεκαιδεκάτη ἡ τοῦ Λουκιανοῦ. ἑξκαιδεκάτη ἡ τοῦ Ἀπελλοῦ. ἑπτακαιδεκάτη ἡ τοῦ Σεβηριανοῦ. ὀκτωκαιδεκάτη ἡ τοῦ Τατιανοῦ. ἐννεακαιδεκάτη ἡ τῶν Ἐγκρατιτῶν. εἰκοστὴ ἡ τῶν Μοντανιστῶν. εἰκοστὴ πρώτη ἡ τῶν Κυντιλιανῶν καὶ Πρισκιλιανῶν καὶ Πεπουζιτῶν καὶ Ἀρτοτυριτῶν. εἰκοστὴ δευτέρα ἡ τῶν Τεσσαρεσκαιδεκατιτῶν, ἐν ᾗ καὶ περὶ τῶν θείων μυστηρίων. εἰκοστὴ τρίτη ἡ τῶν λεγομένων Ἀλόγων.

εἰκοστὴ τετάρτη ἡ τῶν Ἀδαμιανῶν. εἰκοστὴ πέμπτη ἡ τῶν Σαμψαίων καὶ Ἐλκεσσαίων, ἐν ᾗ καὶ περὶ τῆς σαρκώσεως τοῦ Λόγου. εἰκοστὴ ἕκτη ἡ τῶν Θεοδοτιανῶν, ἐν ᾗ καὶ τὸ πῶς νοεῖται “τῷ δὲ εἰς τὸ Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.” εἰκοστὴ ἑβδόμη ἡ τοῦ Νοητοῦ καὶ τοῦ Ναβάτου. εἰκοστὴ ὀγδόη ἡ τοῦ Σαβελλίου. εἰκοστὴ ἐννάτη ἡ τοῦ Μαρκέλλου. τριακοστὴ ἡ τῶν Οὐαλησίων. τριακοστὴ πρώτη ἡ τοῦ Ὠριγένους, ἐν ᾗ καὶ διάφοροι δόξαι Ἑλληνικαὶ περὶ ψυχῆς καὶ ἑρμήνευσις τοῦ ἀποστολικοῦ ῥητοῦ, ὅ φησιν “ἑκάστου τὸ ἔργον ὁποῖον ἐστὶν τὸ πῦρ δοκιμάσει.” τριακοστὴ δευτέρα ἡ Παύλου τοῦ Σαμοσατέως. τριακοστὴ τρίτη ἡ τῶν Μανιχαίων καὶ Κουβρίκων, ἐν ᾗ καὶ ἐξήγησις τοῦ ἀποστολικοῦ ῥητοῦ τοῦ λέγοντος ἐν ὁμοιώματι ἀνθρώπου φανῆναι τὸν Κύριον καὶ σχήματι εὑρεθῆναι ὡς ἄνθρωπον. τριακοστὴ τετάρτη ἡ τῶν Ἱερακιτῶν. τριακοστὴ πέμπτη ἡ τῶν Κολλυριδιανῶν. τριακοστὴ ἕκτη ἡ τῶν Μασσαλιανῶν ἤτοι Εὐχιτῶν, ἐν ᾗ καὶ τὰ κεφάλαια τῆς αἱρέσεως αὐτῶν ἀνατάττονται καὶ διάφοροι κατ’ αὐτῶν ἀντιρρήσεις. τριακοστὴ ἑβδόμη ἡ τῶν Κηρινθιανῶν. τριακοστὴ ὀγδόη ἡ τῶν Ἱκετῶν. τριακοστὴ ἐννάτη ἡ τῶν Γνωσιμάχων. τεσσαρακοστὴ ἡ τῶν Θνητοψυχῶν. τεσσαρακοστὴ πρώτη ἡ τῶν Χριστολυτῶν. τεσσαρακοστὴ δευτέρα ἡ τῶν Ἐθνοφρόνων, ἐν ᾗ καὶ διάφορα περὶ ἀστρονομίας. τεσσαρακοστὴ τρίτη ἡ τῶν Παρερμηνευτῶν. τεσσαρακοστὴ τετάρτη ἡ τῶν Μελιτιανῶν.