Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Πανοπλία δογματική

Νικήτας Χωνιάτης

Περιεχόμενα Τόμων Ε΄-ΙΖ΄: Οικουμενικές Σύνοδοι, Εικονομαχία και χριστολογικές έριδες

Σύνοψη των τόμων που πραγματεύονται τις μεγάλες αιρέσεις της ύστερης αρχαιότητας, συμπεριλαμβανομένου του Αρειανισμού, του Νεστοριανισμού και του Μονοφυσιτισμού, καθώς και την Εικονομαχία και την αίρεση των Αρμενίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 2 από 5

Τόμος πέμπτος. Ἐν τῷ τοιούτῳ πρῶτον περὶ τοῦ Ἀρείου, ὅθεν ὥρμητο, καὶ περὶ τῆς ἡλικίας καὶ τοῦ ἤθους αὐτοῦ καὶ τῶν ἀσεβῶν δογμάτων καὶ τῆς ἐν Νικαίᾳ δι’ αὐτὸν συστάσεως συνόδου καὶ τῆς καταστροφῆς αὐτοῦ. ἐν ταὐτῷ δὲ καὶ μνεία τῆς ἐν Ἀριμήνῳ γενομένης συνόδου, ὡσαύτως δὲ καὶ τῆς ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας. ἔκτοτε πρὸς ταῦτα ἡμετέρα ἀντίθεσις. ἐκ δὲ τούτου διήγησις τῶν κατ’ Ἀέτιον καὶ τὸν Εὐνόμιον. καὶ ἐφεξῆς κεφάλαια, δι’ ὧν πειρᾶται δεῖξαι τὸν Υἱὸν ὑστερογενῆ τοῦ Πατρὸς καὶ κτίσμα. καὶ μετὰ ταῦτα θέσεις τινὲς τοῦ Ἀετίου καὶ τοῦ Εὐνομίου αἱρετικαὶ καὶ ἀνατροπαὶ τούτων συγγραφεῖσαι παρ’ ἡμῶν καὶ μετὰ ταῦτα αἱ χρήσεις τῶν ἁγίων.

Τόμος ἕκτος. Περὶ Μακεδονίου τοῦ πνευματομάχου. ἐν δὲ τῷ τοιούτῳ τόμῳ μνεία πάλιν τοῦ Ἀρείου καὶ τῶν συμφρόνων αὐτῷ καὶ τῶν δύο Εὐσεβίων, τοῦ τε τῆς Νικομηδείας καὶ τοῦ τῆς ἐν Παλαιστίνῃ Καισαρείας, τοῦ ἁγίου Ἀθανασίου, τοῦ ἁγίου Παύλου τοῦ Ὁμολογητοῦ. περὶ τῆς ἐν Σαρδικῇ συνόδου. περὶ τῆς εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως ἀποκαταστάσεως τοῦ Μακεδονίου καὶ τῶν εἰς τὴν ἁγίαν Τριάδα βλασφημιῶν αὐτοῦ, ἐξαιρέτως δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. καὶ καθεξῆς διήγησις, ὅπως συνέστη ἡ δευτέρα σύνοδος, καὶ περὶ τῶν κυρωθέντων παρ’ αὐτῆς καὶ τῆς παραιτήσεως τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου τῆς ἐπὶ τῷ θρόνῳ Κωνσταντινουπόλεως. καὶ μετὰ ταῦτα αἱ χρήσεις τῶν ἁγίων αἱ περὶ τοῦ ὁμότιμον εἶναι τὸ Πνεῦμα τῷ Πατρὶ καὶ τῷ Λόγῳ ἐκφωνηθεῖσαι.

Τόμος ἕβδομος. Περὶ τοῦ βίου καὶ τῶν αἱρέσεων τοῦ Ἀπολιναρίου καὶ τῶν ἀνατρεπόντων αὐτὰς ῥημάτων τῶν ἁγίων καὶ θεοφόρων ἡμῶν πατέρων.

Τόμος ὄγδοος. Περὶ τοῦ βίου καὶ τῆς αἱρέσεως Νεστορίου καὶ τῶν θεοπλόκων ῥημάτων τοῦ ἁγιωτάτου πάπα Ἀλεξανδρείας Κυρίλλου τῶν ἀνατρεψάντων τὴν τοιαύτην αἵρεσιν.

Τόμος ἔννατος. Διήγησις τῶν κατὰ τὸν Εὐτυχῆ καὶ τῆς αὐτοῦ αἱρέσεως, καὶ ὅρος τῆς κατὰ τοῦ τοιούτου Εὐτυχοῦς συγκροτηθείσης ἁγίας τετάρτης συνόδου. ἔπειτα περὶ τῶν ἀντιλαμβανομένων τοῦ Διοσκόρου, ὃς πατριάρχης ἦν Ἀλεξανδρείας, συγκαθῃρέθη δὲ τῷ Εὐτυχεῖ ὡς ὁμόφρων. καὶ περὶ τῶν αἱρέσεων, εἰς ἃς οὗτοι διῃρέθησαν Διακρινομένους ἑαυτοὺς ὀνομάσαντες. ἐν ταύτῃ δὲ τῇ διηγήσει καὶ περὶ τῶν λεγομένων Ἀκεφάλων τινά, καὶ μνεία Ἰωάννου Γραμματικοῦ τοῦ λεγομένου Φιλοπόνου. καὶ ἔκτοτε προβλήματα τινὰ τῶν Μονοφυσιτῶν καὶ πρὸς ταῦτα ἀντίρρησις μία. καὶ ἐφεξῆς ἡ ἐπιστολὴ Λέοντος τοῦ ἁγιωτάτου πάπα Ῥώμης ἡ πεμφθεῖσα πρὸς τὴν τετάρτην σύνοδον.

Τόμος δέκατος. Περὶ τῆς πέμπτης συνόδου, ἥτις τὴν τετάρτην σύνοδον ἐπεκύρωσε καὶ ἐκράτυνε συγκροτηθεῖσα ἐπὶ τῆς βασιλείας Ἰουστινιανοῦ. ἐν δὲ τῇ διηγήσει τῆς τοιαύτης συνόδου καὶ τοῦ ὅπως συνεκροτήθη ἐμφέρεται ἡ αἵρεσις τῶν Μονοφυσιτῶν, ἐν μέρει δὲ καὶ τῶν Νεστοριανῶν. ἔκτοτε ψῆφος Ἐπιφανίου πατριάρχου Κωνσταντινουπόλεως καὶ τῆς ἐνδημούσης συνόδου κατὰ Σεβήρου καὶ Ζωόρα καὶ Πέτρου τῶν Μονοφυσιτῶν. ἑτέρα ψῆφος Μηνᾶ πατριάρχου Κωνσταντινουπόλεως κατὰ τῶν αὐτῶν. ἀναθεματισμὸς Ἀνθίμου μητροπολίτου Τραπεζοῦντος Μονοφυσίτου ὄντος. ἑτέρα ψῆφος τοῦ αὐτοῦ πατριάρχου καθαιρετικὴ τοῦ αὐτοῦ Ἀνθίμου. ἔκτοτε διάταξις Ἰουστινιανοῦ βασιλέως κατὰ Ἀνθίμου, Σεβήρου, Πέτρου καὶ Ζωόρα. ἐπιστολὴ Ἰωάννου Ἱεροσολύμων καὶ τῶν ὑπ’ αὐτὸν ἐπισκόπων δεχομένη τὰ κατὰ Σεβήρου ψηφισθέντα. καὶ μετὰ ταῦτα χρήσεις διάφοροι τῶν ἁγίων κατὰ τῶν Μονοφυσιτῶν.

Τόμος ἑνδέκατος. Κατὰ Τριθεϊτῶν.

Τόμος δωδέκατος. Κατὰ Ἀφθαρτοδοκητῶν.

Τόμος τρισκαιδέκατος. Κατὰ Θεοπασχιτῶν.

Τόμος τεσσαρεσκαιδέκατος. Κατὰ τῶν Ἀγνοητῶν, ἐν ᾧ μετὰ τὰς χρήσεις τῶν ἁγίων καὶ ἄλλα τινὰ εἰς ἀναίρεσιν τῆς τοιαύτης αἱρέσεως ἐκ νέου προστεθέντα παρ’ ἡμῶν.

Τόμος πεντεκαιδέκατος. Περὶ τῆς ἕκτης συνόδου, ἥτις συνέστη ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου εἰς ἀναίρεσιν τῆς τῶν Μονοθελητῶν αἱρέσεως.

Τόμος ἑκκαιδέκατος. Περὶ τῆς τῶν Εἰκονομάχων αἱρέσεως.

Τόμος ἑπτακαιδέκατος. Περὶ τῆς αἱρέσεως τῶν Ἀρμενίων, ἥτις τοῖς Μονοφυσίταις συνάπτεται. ἐν αὐτῇ δὲ καὶ προοίμιον ἡμέτερον καί τινες λύσεις πρὸς ἀντιθέσεις τῶν Ἀρμενίων. ἔκτοτε γράμμα τοῦ βασιλέως κῦρ Μανουὴλ πρὸς τὸν Καθολικὸν τῆς Ἀρμενίας καὶ διάλεξις πρὸς τὸν αὐτὸν Καθολικὸν Θηριανοῦ τινος ἐξ ἀποστολῆς τοῦ αὐτοῦ βασιλέως εἰς Ἀρμενίαν σταλέντος. ἔπειτα χρήσεις διαφόρων ἁγίων κατὰ τῆς αὐτῆς αἱρέσεως. εἶτα συλλογιστικά τινα κεφάλαια κατὰ τῆς αὐτῆς αἱρέσεως συλλεγέντα καὶ συγγραφέντα παρ’ ἡμῶν.