Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Πανοπλία δογματική

Νικήτας Χωνιάτης

Περιεχόμενα Τόμων ΙΗ΄-ΚΖ΄: Μεσαιωνικές αιρέσεις και ζητήματα της εποχής των Κομνηνών

Καταγραφή των περιεχομένων σχετικά με τους Παυλικιανούς, τους Βογομίλους, τη θρησκεία των Αγαρηνών, τους Λατίνους και τις θεολογικές έριδες επί Αλεξίου και Μανουήλ Κομνηνού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 3 από 5

Τόμος ὀκτωκαιδέκατος. Κατὰ Παυλικιανῶν. τοῦ ἁγίου Βασιλείου καὶ τοῦ ἁγίου Γρηγορίου Νύσσης περὶ τοῦ βαπτίσματος. τοῦ αὐτοῦ Νύσσης περὶ τῆς μεταλήψεως τοῦ δεσποτικοῦ σώματος καὶ αἵματος.

Τόμος ἐννεακαιδέκατος. Κατὰ Βογομίλων.

Τόμος εἰκοστός. Περὶ τῆς θρησκείας τῶν Ἀγαρηνῶν καὶ τῆς τάξεως τῆς γινομένης ἐπὶ τοῖς ἐπιστρέφουσιν ἐκ τῶν Σαρακηνῶν εἰς τὴν καθαρὰν καὶ ἀμώμητον πίστιν ἡμῶν.

Τόμος εἰκοστὸς πρῶτος. Περὶ τοῦ Πνεύματος κατὰ Λατίνων, ἐν ᾧ καὶ χρήσεις διάφοροι.

Τόμος εἰκοστὸς δεύτερος. Περὶ τῶν ἀζύμων.

Τόμος εἰκοστὸς τρίτος, ἐν ᾧ σύνοψις τῶν κινηθέντων δογμάτων ἐπὶ τοῦ βασιλέως κῦρ Ἀλεξίου τοῦ Κομνηνοῦ.

Τόμος εἰκοστὸς τέταρτος. Περὶ τοῦ δόγματος τοῦ “Σὺ εἶ ὁ προσφέρων καὶ προσφερόμενος” λαληθέντος ἐπὶ τοῦ βασιλέως κῦρ Μανουὴλ τοῦ Κομνηνοῦ.

Τόμος εἰκοστὸς πέμπτος. Περὶ τοῦ δόγματος τοῦ “ὁ Πατήρ μου μείζων μου ἐστίν” ἀναφυέντος ἐπὶ τοῦ αὐτοῦ βασιλέως. ἔπειτα συγγραφὴ ἡμετέρα τῶν εὐθὺς μετὰ τὴν κύρωσιν τοῦ τοιούτου δόγματος παρά τισι λεγομένων ὡς μὴ ἐπίπαν ἀρεσκομένων τοῖς κυρωθεῖσιν· ἐν ᾗ δὴ συγγραφῇ χρήσεις σχεδὸν πάντων τῶν ἁγίων ἐμφέρονται. περὶ δὲ τὸ τέλος καὶ συλλογιστικά τινα κεφάλαια περὶ τοῦ μὴ δεῖν τὸν Χριστὸν τὴν μίαν ὑπόστασιν καὶ τὸν ἕνα Κύριον καὶ Υἱὸν τοῦ Θεοῦ καὶ μετὰ τὴν ἐνανθρώπησιν ἐλάττονα τοῦ Πατρὸς λέγειν ὡς σαρκοφόρον.

Τόμος εἰκοστὸς ἕκτος. Περὶ τοῦ δόγματος τοῦ θεοῦ τοῦ Μωάμετ τοῦ λαληθέντος ἐπὶ τοῦ αὐτοῦ βασιλέως.

Τόμος εἰκοστὸς ἕβδομος. Περὶ τοῦ δόγματος τῶν θείων μυστηρίων τοῦ κινηθέντος ἐπὶ τῆς βασιλείας τοῦ ἐξ Ἀγγέλων κῦρ Ἀλεξίου τοῦ Κομνηνοῦ τοῦ καὶ κυρώσαντος ἄφθαρτα λέγεσθαι ταῦτα καὶ μὴ φθαρτά.