Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Κατὰ Ἀρμενίων καὶ Λατίνων περὶ τῶν ἀζύμων

Νικήτας Στηθᾶτος

Θεολογικός έλεγχος και προτροπή προς εκκλησιαστική ένωση

Ερμηνεία της χρήσης των αζύμων ως έκπτωση στην απολλιναριστική πλάνη περί άψυχου σώματος και τελική έκκληση προς τους Αρμενίους για επιστροφή στην καθολική και αποστολική Εκκλησία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 4 από 4

Ἰστέον οὖν, ὅσοι παρὰ τῶν Ἀρμενίων ἐπίπονον καὶ ἐναγώνιον ζῆτε βίον, ὅτι ἄζυμον κατέχοντες εἰς τὴν Ἀπολλιναρίου, ὡς οὐκ οἴδατε, περιπίπτετε αἵρεσιν. Ἐκεῖνος γὰρ σῶμα μόνον ἄψυχόν τε καὶ ἄνουν εἶπε παραλαβεῖν τὸν Χριστὸν ἐκ τῆς ἁγίας παρθένου Μαρίας, ὅπερ ἐστὶ νεκρόν. Καὶ οἱ τὰ ἄζυμα ἔτι ἐσθίοντες εἰς ἀντίτυπον τοῦ σώματος τοῦ Χριστοῦ, νεκρὰν ἐσθίουσι σάρκα, καὶ οὐ ζῶσαν. Ἡ γὰρ προζύμη ἀντὶ ψυχῆς τῷ φυράματι γίνεται, τὸ δὲ ἅλας ἀντὶ νοός· ἃ μὴ ἔχον τὸ ἄζυμον νεκρὸν καὶ μωρόν ἐστι, νεκροὺς καὶ μωροὺς ποιοῦν τοὺς ἐσθίοντας καὶ ὡς τὸ ἀναίσθητον ἐμπίπτειν αὐτοὺς εἰς τὴν τοῦ Ἀπολλιναρίου βλασφημίαν καὶ αἵρεσιν. Καὶ γὰρ ὁ κύριος ἡμῶν τέλειος ὢν θεὸς καὶ τέλειος ἄνθρωπος, σῶμα ἔμψυχόν τε καὶ ἔννουν ἔχων, διὰ τοῦ τελείου ἄρτου τοῦ διὰ προζύμης καὶ ἅλατος τελειουμένου εἰκότως παρέδωκεν ἡμῖν τὸ μυστήριον τῆς καινῆς διαθήκης εὐλογήσας αὐτὸν καὶ εἰπών· λάβετε, φάγετε καὶ τὰ ἑξῆς. Ἄρτον οὖν μὴ ἐσθίοντες, ὦ σοφοί, ἐν τοῖς μυστηρίοις ὑμῶν, ἀλλὰ ἄζυμον, νεκράν, ἴστε, σάρκα ἐσθίετε, καὶ οὐ ζῶντος Χριστοῦ, ὅς ἐστιν ὁ ἐπουράνιος ἄρτος ὁ ζωτικὸς καὶ ζωὴν διδοὺς τῷ τρόπῳ τῆς ἀντιδόσεως τοῖς ἐσθίουσιν αὐτόν. Αὐτὸς γὰρ εἶπεν·

Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. Οὕτω δὲ ποιοῦντες καὶ οὕτως ἐσθίοντες εἰς τὴν τοῦ Ἀπολλιναρίου αἵρεσιν [ὑμεῖς τε ἐμ–]πίπτετε, νεκρὰν ἐσθίοντες σάρκα ἄψυχόν τε καὶ ἄνουν. Καὶ τούτου τί ἂν γένοιτο ὑμῖν χαλεπώτερον, σάρκα ἐσθίουσιν ἄψυχον καὶ κυσὶν ἐοικόσι τοῖς τὰ νεκρὰ ἐσθίουσι πτώματα;

Ἀλλὰ παρακαλοῦμεν ὑμᾶς, καὶ ταύτην τὴν αἵρεσιν μετὰ τῶν λοιπῶν ἐκείνων αἱρέσεων, ὧνπερ ἐμνήσθην καὶ ὑφ’ ὧν δυστυχῶς κατεσχέθητε, ἀπαρνήσασθε καὶ φανερῶς αὐτὴν ἐξομόσασθε καὶ μόν[ον] γίνεσθε τῆς ὀρθοδόξου πίστεως, ἣν σήμερον τὸ ἅγιον πνεῦμα ἐβεβαίωσε τὸ λαλῆσαν διὰ τῶν προφητῶν καὶ ἀποστόλων καὶ οἰκουμενικῶν διδασκάλων εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν, καὶ ἣν ἡ Χριστοῦ οἰκουμενικὴ αὕτη ἐκκλησία ἐν διαφόροις ἐπαρχίαις ἐπισκόπων ἀσπασαμένη κατέχει ἕως τοῦ νῦν ἄνωθεν, ἵν’ ἑνωθέντες ἡμῖν διὰ τῆς εἰς Χριστὸν ὀρθοδόξου πίστεως καὶ ὁμολογίας ἓν μεθ’ ἡμῶν σῶμα ἅγιον γένησθε τῷ Χριστῷ καὶ μέλη ἐκ μέρους, καὶ δοξασθῇ ὁ θεὸς ἐν ὑμῖν καὶ ἀντιδοξάσῃ ὑμᾶς τῇ δόξῃ, ἣν ἔχει πρὸ τοῦ (τὸν) κόσμον γενέσθαι, ὡς φαίνεσθαι καὶ αὐτοὺς ὑμᾶς φωστήρια τῆς ἐκκλησίας αὐτοῦ, λόγον ζωῆς ἔχοντας καὶ ἅλας τῆς γῆς, ἤγουν τῆς ἀνθρωπίνης ἀσθενείας, εἰς τὸ διδόναι χάριν τοῖς ἀκούουσι τὸν ἐν ἅλατι ἠρτημένον λόγον ἡμῶν.

Οὕτω γὰρ αὐτοί τε ὑμεῖς καὶ ὅλον τὸ ἔθνος ὑμῶν ἐκκλησία Χριστοῦ καὶ ναὸς θεοῦ γίνεσθε καὶ ἡμεῖς ἀδελφοὺς ἡμῶν ἔκτοτε γνωρίσαντες ὑμᾶς δόξαν τῷ ἑνώσαντι ὑμᾶς ἡμῖν θεῷ ἐν ἑνὶ φρονήματι καὶ μιᾷ πίστει δώσομεν κοινῶς μεθ’ ὑμῶν ἀπολαύοντες αἰωνίων ἀγαθῶν αὐτοῦ, νῦν μὲν ἐκ μέρους, ἐν δὲ αἰῶνι τῷ μέλλοντι γυμνότερόν τε καὶ ὁλοκλήρως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.